The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΑΥΓΟΥΣΤΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Β' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τῆς Ἀνακομιδῆς τοῦ λειψάνου τοῦ Ἁγίου Πρωτομάρτυρος καὶ Ἀρχιδιακόνου Στεφάνου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσι

Τῇ τοῦ Πνεύματος χάριτι, λαμπρυνθεὶς τὴν διάνοιαν, τῇ μορφῇ ὡς ἄγγελος ὤφθης Στέφανε, διαδοθείσης τῷ σώματι, τῆς ἔνδον λαμπρότητος, καὶ τὴν αἴγλην τῆς ψυχῆς, φανερούσης τοῖς βλέπουσι, δι' ἧς ἔτυχες, καὶ φωτὸς θεωρίας οὐρανῶν σοι, παραδόξως ἀνοιγέντων, ἀρχὴ Μαρτύρων καὶ καύχημα.

ς βαθμίδες καὶ κλίμακες, πρὸς οὐράνιον ἄνοδον, αἱ τῶν λίθων νιφάδες σοι γεγόνασιν, ὧν ἐπιβαίνων τεθέασαι, ἑστῶτα τὸν Κύριον, τοῦ Πατρὸς ἐκ δεξιῶν, σοὶ ὁμώνυμον στέφανον, προτεινόμενον, δεξιᾷ ζωηφόρῳ, οὗ πλησίον, ὡς καλλίνικος παρέστης, καὶ Ἀθλητῶν ἀκροθίνιον.

ν σημείοις καὶ τέρασιν, ἀπαστράπτων καὶ δόγμασι, παρανόμων ἔσβεσας τὸ συνέδριον, καὶ ὑπ' αὐτῶν ἀναιρούμενος, καὶ λίθοις βαλλόμενος, ὑπὲρ τῆς τῶν φονευτῶν, σὺ προσηύχου ἀφέσεως, ἐκμιμούμενος, τὴν φωνὴν τοῦ Σωτῆρος, οὗ εἰς χεῖρας, ἐναπέθου σου τὸ πνεῦμα, τὸ ἱερώτατον Στέφανε.

Καὶ Ἰδιόμελα γ'

Ἦχος β'

Πρῶτος ἐν Διακόνοις, πρῶτος καὶ ἐν Μάρτυσιν ἐδείχθης, πανάγιε Στέφανε· ὁδὸς γὰρ ἐγένου τοῖς Ἁγίοις, καὶ πολλοὺς τῷ Κυρίῳ προσήγαγες Μάρτυρας· διὸ οὐρανός σοι ἠνοίγη, καὶ Θεὸς σοι ἐφάνη. Αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτὸς

Τὸν Πρωτομάρτυρα, καὶ γενναῖον τοῦ Χριστοῦ θεράποντα, Στέφανον τὸν Πρωτοδιάκονον, ἐπαξίως τιμήσωμεν. Οὗτος ἑστὼς ἐν μέσῳ παρανόμων, ἐν δεξιᾷ Πατρός, Υἱόν ἐθεάσατο.

Ὁ αὐτὸς

γιωσύνην ἐνεδύσω, Στέφανε μακάριε, Πρωτομάρτυς καὶ Πρωτοδιάκονε, τῶν Ἀγγέλων συμμέτοχε, δυσωπήθητι καὶ πρέσβευε ὑπὲρ ἡμῶν, πρὸς τὸν Σωτῆρα Κύριον τὸν ἀναμάρτητον.

Δόξα... Ἦχος β'

Πρῶτος ἐν Μάρτυσιν ἐδείχθης, καὶ ἐν Διακόνοις, Στέφανε μακάριε, τῶν Ἀθλητῶν τὸ ἐγκαλλώπισμα, τῶν πιστῶν τὸ στήριγμα, ἡ δόξα τῶν δικαίων. Τοῖς τὴν σεπτήν σου ἑορτάζουσι μνήμην, αἴτησαι, ὡς παριστάμενος τῷ θρόνῳ Χριστοῦ τοῦ παντάνακτος, τῶν πταισμάτων ἱλασμόν, καὶ βασιλείας οὐρανῶν ἀξιωθῆναι.

Καὶ νν... Θεοτοκίον

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.

Δόξα... Ἦχος πλ. β'

Χαίροις ἐν Κυρίῳ, στεφανηφόρε Στέφανε, ὁ μιμητὴς τοῦ Δεσπότου, διότι καὶ Πρωτομάρτυς γέγονας Χριστοῦ τοῦ Βασιλέως ἡμῶν, καὶ τὴν πλάνην τῶν ἀνόμων Ἰουδαίων κατήργησας. Πρέσβευε ὑπὲρ ἡμῶν πρὸς Κύριον.

Καὶ νν...

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον Ἦχος δ'

Ταχὺ προκατάλαβε

Βασίλειον διάδημα, ἐστέφθη σὴ κορυφή, ἐξ ἄθλων ὧν ὑπέμεινας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, μαρτύρων Πρωτόαθλε· σὺ γὰρ τὴν Ἰουδαίων ἀπελέγξας μανίαν, εἶδές σου τὸν Σωτῆρα, τοῦ Πατρὸς δεξιόθεν. Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νν... Θεοτοκίον

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες τῆς Ὀκτωήχου καὶ τοῦ Ἁγίου, ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.

Ἄσματι τὸν πρῶτον τῶν μαρτύρων εὖ στεφανώσω.

Θεοφάνους.

Ὠδὴ α' Ἦχος πλ. δ'

Ἁρματηλάτην Φαραὼ

κτινοβόλοις ἀστραπαῖς τοῦ Πνεύματος καταλαμπόμενος, ὑπερφυῶν ἄθλων, καὶ στερρᾶς ἀθλήσεως τοὺς σὲ ὑμνοῦντας φώτισον, παρεστὼς τῷ Δεσπότῃ στεφανηφόρος πανόλβιε, Στέφανε Μαρτύρων στεφάνωμα.

Σταδιοδρόμων ἀπαρχὴ γενόμενος, καὶ ἀκροθίνιον, μαρτυρικοῦ στέφους, καθορᾶν ἠξίωσαι, τὸν ἀθλοθέτην ἔνδοξε, δεξιᾷ ζωηφόρῳ, θεόπλοκόν σοι προτείνοντα, στέφανον θεσπέσιε Στέφανε.

Μόνος ὑπάρχων θησαυρὸς χρηστότητος, Σῶτερ ἀνέδειξας, ἐκ τῶν τῆς γῆς κόλπων, θησαυρὸν πολύτιμον, πλοῦτον μὴ δαπανώμενον, ἀναφαίρετον ὄλβον, περιουσίαν ἀνώλεθρον, Στέφανον τὸν σὸν Πρωτομάρτυρα.

γγελομόρφῳ προφανῶς λαμπρότητι, καταυγαζόμενος, Ἀγγελικοῖς ὕμνοις, Πρωτομάρτυς Στέφανε, καὶ Διακόνων πρόκριτε, κεκρυμμένος ὡς ὤφθης, ἀξίως ὄντως τετίμησαι, ἔνδοξε Μαρτύρων ἀγλάϊσμα.

Θεοτοκίον

Σωματωθέντα δι' ἡμᾶς Πανάμωμε, τὸν πρὶν ἀσώματον, θεαρχικὸν Λόγον, τοῦ Πατρὸς γεγέννηκας, ὡς παρθενίας σκήνωμα, καὶ δοχεῖον ἁγνείας, καὶ τέμενος καθαρότητος, Δέσποινα τοῦ κόσμου Θεόνυμφε.

Ὠδὴ γ'

Ὁ στερεώσας κατ' ἀρχὰς

ερολόγος ἱερός, καὶ θεολόγος ἐδείχθης, συμπλεκόμενος Ἑβραίων τοῖς δήμοις, διελέγχων ἀσφαλῶς, τὴν τούτων ἀθεότητα, καὶ θεομάχον γνώμην, Στέφανε μάρτυς πανάριστε.

Τὸν Πρωτομάρτυρα Χριστοῦ, καὶ Διακόνων τὸν πρῶτον, τὸν τοῖς Μάρτυσι τοῦ δρόμου τὴν νύσσαν, ὑποδείξαντα λαμπρῶς, Ἀγγέλων τὸν συνόμιλον, δεῦτε συμφώνως πάντες ὕμνοις, ἐνθέως τιμήσωμεν.

κεκρυμμένος θησαυρός, ὑπὸ τὴν γῆν φανεροῦται, καὶ τὸν κόσμον εὐωδίας ἐνθέου, καὶ πλουσίων δωρεῶν, τὴν οἰκουμένην ἔπλησεν, ὁ τῶν Μαρτύρων πρῶτος, καὶ Διακόνων ὁ πρόκριτος.

Νενεκρωμένον μου τὸν νοῦν, τῇ τῆς ζωῆς ἐνεργείᾳ, διὰ σοῦ τῆς κηρυχθείσης ἐμφρόνως, ἐξανάστησον ὑμνεῖν, τὴν σὴν σεπτὴν πανήγυριν, καὶ σοῦ κατ' ἴχνος βαίνειν, Στέφανε μάκαρ ἀξίωσον.

Θεοτοκίον

Πύλη ἐδείχθης νοητή, ἀνατολῆς τῆς ἐξ ὕψους, τῆς ἐν γῇ φανερωθείσης Παρθένε· διὰ σοῦ γὰρ πρὸς ἡμᾶς, ὁ Λόγος εἰσελήλυθεν, ἐπὶ τὸ σῶσαι πάντας, τῆς ἀλογίας πανάχραντε.

Ὁ Εἱρμὸς

στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε φιλάνθρωπε.

Κάθισμα Ἦχος πλ. α'

Τὸν συνάναρχον

Τῇ τοῦ Πνεύματος αἴγλῃ καταλαμπόμενος, καὶ τῇ ὄντως σοφίᾳ συνανυψούμενος, τῶν Ἰουδαίων τὴν ἀχλὺν ἀπημαύρωσας, καὶ ἐν σταδίῳ τὸν ἐχθρόν, ἀθλητικῶς καταβαλών, Μαρτύρων στέφανος ὤφθης. Ἀλλὰ πρέσβευε τῷ Κυρί, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νν... Θεοτοκίον

θερμὴ προστασία καὶ ἀπροσμάχητος, ἡ ἐλπὶς ἡ βεβαία, καὶ ἀκαταίσχυντος, τεῖχος καὶ σκέπη καὶ λιμὴν τῶν προστρεχόντων σοι, ἀειπαρθενε Ἁγνή, τὸν Υἱὸν σου καὶ Θεὸν ἱκέτευε σὺν Ἀγγέλοις, εἰρήνην δοῦναι τῷ κόσμῳ καὶ σωτηρίαν καὶ μέγα ἔλεος.

Ὠδὴ δ'

Σύ μου ἰσχύς, Κύριε

εῖθρον ἡμῖν, σήμερον μύρου ἀνέβλυσεν, εὐωδίας, κρήνη ἐκπεπόρευται, καὶ ποταμοὺς θείων ἀγαθῶν, καὶ τρυφῆς χειμάρρους, ἐπέκλυσεν ὁ ἀοίδιμος, ὁ πρῶτος τῶν Μαρτύρων, ὁ τῆς πίστεως πλήρης, καὶ δυνάμεως θείας καὶ χάριτος.

ς ἱερά, καὶ φαιδροτάτη καὶ εὔσημος, ἡ ἡμέρα, ἡ τοῦ Πρωτομάρτυρος, πλήρης φωτός, καὶ πνευματικῆς, ὄντως εὐφροσύνης, τῇ Βασιλίδι ἐπέφανε, φυλάττουσα τὸ κράτος, τῆς σεπτῆς Ἐκκλησίας, καὶ βαρβάρων τὸ θράσος διώκουσα.

Τὴν ἀγαθὴν κληρονομίαν ἀπείληφας, ἐπαξίως Στέφανε μακάριε, ἔνθα Χριστός, ὁ παμβασιλεύς, σοὶ κατασκηνώσας· αὐτοῦ γὰρ ὤφθης Διάκονος, σημείων καὶ τεράτων, ἐκτελῶν τὰς δυνάμεις, καὶ παρέχων νοσοῦσι τὴν ἴασιν.

ἀκλινής, τῆς Ἐκκλησίας καὶ ἄσειστος, καὶ ἑδραῖος, στῦλος ἀνατέταται, ἀπὸ τῆς γῆς, ἕως οὐρανοῦ, αἴγλῃ εὐσεβείας, φωτίζων πάντα τὰ πέρατα, ὁ Στέφανος ὁ μέγας, ἀληθείας ὁ κήρυξ, τῆς ἀθλήσεως ὄντως ὁ πρόβολος.

Θεοτοκίον

Νέος, Ἀδάμ, διὰ τὸν πρῶτον σὺ γέγονας, ἐκ Παρθένου, διὰ τὴν Προμήτορα, ὁ Λυτρωτὴς πάντων καὶ Σωτήρ, κατὰ τοῦ θανάτου, ζωὴ ἡ ὄντως ἀθάνατος· διὸ σε τὴν τεκοῦσαν Θεοτόκον εἰδότες, ἐπαξίως αὐτὴν μακαρίζομεν.

Ὠδὴ ε'

Ἵνα τὶ με ἀπώσω

Τῶν ἀνόμων Ἑβραίων, τὸ τῆς ματαιότητος, ὄντως συνέδριον, καρτερῶς ἐλέγξας, ὑπ' αὐτῶν θεηγόρε χωννύμενος, ταῖς βολαῖς τῶν λίθων, εἰς οὐρανοὺς ὡς νικηφόρος, ἀνυψώθης τῷ πνεύματι Στέφανε.

ς ὡραῖος ὡς ὄρθρος, κόσμῳ πεφανέρωσαι, ἔνδοξε Στέφανε, τὴν ἀχλὺν διώκων, καὶ δαιμόνων ἐλαύνων τὰ φάσματα, καὶ νοσούντων πάθη, καὶ ψυχικῶν ἀρρωστημάτων, θεραπεύων τὰ ἕλκη θεόπνευστε.

Νοερῶς σὺν Ἀγγέλοις, Μάκαρ ἀγαλλόμενος, κόσμου τὰ πέρατα, ἁγιάζεις ὄντως, τῇ σῇ ἐπιδημίᾳ καὶ χάριτι, εὐωδίας μύροις, πνευματικοῖς εὐωδιάζων, καὶ κινδύνων καὶ ζάλης ῥυόμενος.

Θεοτοκίον

Μητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἱόν σου, κεκτημένην Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

Ὠδὴ ς'

Ἱλάσθητί μοι Σωτὴρ

γγέλων ὡς μιμητής, τῇ προαιρέσει γενόμενος, τὸ εἶδος ἀγγελικόν, ἐκτήσω Μακάριε, μεθ´ ὧν ἀγαλλόμενος, καὶ περιπολεύων, τοὺς ὑμνοῦντάς σε περίσῳζε.

ημάτων μάκαρ τῶν σῶν, τῶν θεοπνεύστων ἡ δύναμις, ὡς ἦχος ὁ τῆς βροντῆς, τὰ ὦτα θεόληπτε, σαφῶς κατεβρόντησε, τὰ τῶν παρανόμων, καὶ τὰς ὄψεις ἀπημαύρωσε.

Τὴν δόξαν τὴν Πατρικήν, θεάσασθαι κατηξίωσαι, καὶ ταύτης τὸ συμφυές, ἀπαύγασμα Στέφανε, τῶν ἄθλων μηνῦόν σοι, τοὺς λαμπροὺς στεφάνους, θεηγόρε πανσεβάσμιε.

Θεοτοκίον

Υἱὸς ὁ μονογενής, ὁ πρὸ αἰώνων ἀόρατος, ἐσχάτων ἐφ' ἡμερῶν, πρωτότοκος γέγονεν, ὁρώμενος σώματι, ἐκ σοῦ Θεομῆτορ, ὁ Θεὸς τῆς σωτηρίας μου.

Ὁ Εἱρμὸς

λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Κοντάκιον Ἦχος πλ. δ'

Πρῶτος ἐσπάρης ἐπὶ γῆς ὑπὸ τοῦ οὐρανίου Γεωργοῦ πανεύφημε, πρῶτος τὸ αἷμα ἐπὶ γῆς διὰ Χριστὸν ἐξέχεας μακάριε, πρῶτος ὑπ' αὐτοῦ τὸν τῆς νίκης στέφανον ἀνεβήσω ἐν οὐρανῷ, ὡς Ἀθλητῶν προοίμιον, Στεφανῖτα τῶν Μαρτύρων ὁ Πρώταθλος.

Ὁ Οἶκος

Τοῦ Παραδείσου τὰ ἄνθη ὁρῶν, τῇ εὐοσμίᾳ αὐτῶν τῇ τερπνῇ, πληροῦντα πᾶσαν τὴν οἰκουμένην, τὸ ξένον αὐτῶν καταπλήττομαι θέαμα· ἐν παγετῷ γὰρ χειμῶνος, πλέον ἀνθοῦσι μᾶλλον, ὅπερ ξένον ἐν ἄνθεσιν, ὡς ὁ Μάρτυς τοῦ Χριστοῦ, ὁ ἐξανθήσας πρῶτος, καὶ θύρα γεγονὼς τῶν νομίμως ἀθλούντων, καὶ ἀνθούντων κρυμῷ τῶν κολάσεων, ὁ δείξας τρίβον ἀπλανῆ τοῖς βουλομένοις ἀθλεῖν, ὁ καλὸς σταδιάρχης, ὁ τοῖς πόνοις ἀναλάμψας, Στεφανίτης τῶν Μαρτύρων ὁ Πρώταθλος.

Συναξάριον

Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἀνακομιδῆς τοῦ λειψάνου τοῦ Ἁγίου Πρωτομάρτυρος, καὶ Ἀρχιδιακόνου Στεφάνου.

Στίχοι

χεις Σιὼν πάμπολλα θεῖα καὶ ξένα.

Νεκρὸν Στεφάνους δὸς πόλει Κωνσταντίνου.

Δευτερίῃ νέκυος Στεφάνου γένετ' Ἀνακομιδή.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τῶν ἁγίων μαρτύρων Μαξίμου, Δάδα καὶ Κυντιλιανοῦ.

Στίχοι

Τρεῖς ἐκφέρουσα γῆ νεκροὺς ζωηφόρους,

Πόλῳ λέγειν ἔοικε· Σὺ κρύψας ἔχε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἐγκαινίων τοῦ θείου Ναοῦ τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ, Ἰωάννου τοῦ Θεολόγου, πλησίον τῆς ἁγιωτάτης μεγάλης Ἐκκλησίας.

Στίχοι

Σὸν Ναὸν σῇ χάριτι καθιεροῦμεν,

ωάννη πάνσοφε ἠγαπημένε.

 Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Φωκᾶ, καὶ τοῦ ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένου Βασιλέως Ἰουστινιανοῦ ἐν τοῖς ἁγίοις Ἀποστόλοις.

Στίχοι

Φωκᾶς ὁ μάρτυς εκλιπὼν γῆς χωρίον,

Νῦν εγκατοικεῖ τῆς τρυφῆς τῷ χωρίῳ

Οὐκ ἐκποδών σοι σκῆπτρον ὤφθη ὧ ἄναξ,

Σὺ γὰρ κατοικεῖς Βασιλείαν τὴν ἄνω.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ'

Θεοῦ συγκατάβασιν

οὴ τῶν αἱμάτων σου, τὰς οὐρανίους πύλας ἠνέῳξε, καὶ τὸν Ἀγωνοθέτην, παρεστηκότα καὶ προτεινόμενον, σοὶ τοὺς στεφάνους ὑπέδειξε κράζοντι· Εὐλογητὸς ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.

ς θῆρες ἁρπάσαντες, οἱ θεοκτόνοι τὸν θεοφάντορα, μιαιφόνοις παλάμαις, τοῦτον ἀνῄρουν ὑπερευχόμενον, τῶν ἀναιρούντων συντόνως καὶ ψάλλοντα· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Νομίμως διήλεγξας, τοὺς παρανόμους ὁ ἐννομώτατος, μιμητής του Σωτῆρος, καὶ θεομάχους τούτους ἀπέδειξας, ὑφ' ὧν τοῖς λίθοις βαλλόμενος ἔψαλλες· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

ν χρόνῳ τὸν ἄχρονον, ἀπειρογάμως Ἁγνὴ γεγέννηκας, τὸν πρὶν ἄσαρκον Λόγον, σαρκὸς προσλήψει Παρθένε τέτοκας, ᾧ μελῳδοῦμεν συμφώνως κραυγάζοντες· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ὠδὴ η'

Ἑπταπλασίως κάμινον

περφυεῖ λαμπόμενος, φωταυγίᾳ πανάριστε, καὶ τὴν τοῦ προσώπου σου μορφὴν ἰσάγγελον, ἐδείκνυς τῆς χάριτος, διαδοθείσης Στέφανε, τῆς ἐν τῇ ψυχῇ σου, κεκρυμμένης πλουσίως, ἐντεῦθεν ἀνεβόας· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Στεφανηφόρε Στέφανε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας τὰς οὐλὰς ἐξάλειψον, ῥανίσιν αἱμάτων σου· πρὸς γὰρ τὴν σὴν ἀντίληψιν, καὶ τὴν συμπαθῆ καὶ χριστομίμητον γνώμην, προσφεύγων ἀνακράζω· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τὸν τῶν χαρίτων ἔνδοξε, σοὶ ὁμώνυμον στέφανον, τῇ σὴ σεβασμίᾳ, κορυφῇ ἐπέθηκε, Κριτὴς ὁ ἀδέκαστος, ὃν εὐσεβῶς ἐκήρυξας, Κτίστην καὶ Θεόν, καὶ Βασιλέα τῶν ὅλων, βοῶν ἀδιαλείπως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ν ταῖς χερσὶ τοῦ κτίσαντος, ἐναπέθου τὸ πνεῦμά σου· αἱ τῶν οὐρανῶν γάρ, στρατιαὶ συνόμιλον, ἐδέξαντο χαίρουσαι, τὸν πρὶν ἐν γῇ ἰσάγγελον, νῦν δὲ ταῖς αὐτῶν, συντεταγμένος χορείαις, βοᾷς ἀδιαλείπτως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Φωτὸς ἀδύτου γέγονας, ἐνδιαίτημα Πάναγνε· φῶς γὰρ τοῖς ἐν σκότει, καὶ σκιᾷ γεγέννηκας, φωτίζον τὰ πέρατα, θεογνωσίας χάριτι, ᾧ ἀκαταπαύστως οἱ πιστοὶ μελῳδοῦμεν· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ Τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τῷ Δημιουργῷ, καὶ Λυτρωτῇ, ἀνεβόα· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'

Ἐξέστη ἐπὶ τούτῳ

θλήσεως Μαρτύρων ἡ ἀπαρχή, ὁ λαμπρῶς ὑποδείξας τοῖς Μάρτυσι, τὴν ἀπλανῆ, τρίβον ὁδηγοῦσαν εἰς οὐρανούς, ὁ πρωτομάρτυς Στέφανος, πάντας προσκαλεῖται πνευματικῶς, πρὸς θείαν εὐφροσύνην, φωτὸς πρὸς μετουσίαν, καὶ κοινωνίαν ἁγιότητος.

Νευρούμενος ἀγάπῃ τῇ τοῦ Χριστοῦ, καὶ τὴν τούτου ζηλώσας πραότητα, καὶ τὴν φωνήν, ἔλεγες· Μὴ στήσῃς τοῖς φονευταῖς, τὴν ἁμαρτίαν Κύριε, δέξαι δὲ τὸ πνεῦμά μου ἀγαθέ, καὶ θείας βασιλείας, τρυφῆσαι τῆς ἀφράστου, καὶ τῆς παρὰ σοῦ με καταξίωσον.

ραῖος καὶ τὸ εἶδος ἀγγελικόν, καὶ σοφίας καὶ πίστεως ἔμπλεως, καὶ θεϊκῆς, αἴγλης ἀποστίλβων μαρμαρυγάς, καὶ θεηγόρῳ στόματι, θεορρημοσύνης, ὡς ποταμός, ἐνθέως ῥητορεύων, τῆς ἄνω κληρουχίας, θεομακάριστε τετύχηκας.

Στεφάνῳ τῶν χαρίτων στεφανωθείς, καὶ χορείαις μαρτύρων κυκλούμενος, καὶ τῷ Χριστῷ, τῷ ἀγωνοθέτῃ παρεστηκώς, ὑπὲρ ἡμῶν δυσώπησον, τῶν ἐπιτελούντων εἰλικρινῶς, τὴν ὄντως φωτοφόρον, πανήγυρίν σου Μάρτυς, καὶ τῶν κινδύνων ἀπολύτρωσαι.

Θεοτοκίον

ς πάντων προστασία Χριστιανῶν, Θεομῆτορ Παρθένε πανάμωμε, ὡς συμπαθής, λύτρωσαι κινδύνων καὶ πειρασμῶν, τοὺς θλιβομένους δούλους σου, καὶ ὀδυνωμένους ταῖς χαλεπαῖς, πταισμάτων ἀλγηδόσι, καὶ πόνοις τῶν μαστίγων, ἀλγεινομένους περιποίησαι.

Ὁ Εἱρμὸς

ξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι.

Ἐξαποστειλάριον

Ἦχος β' Τῶν Μαθητῶν

πρῶτος τῶν Μαρτύρων τρίβους ἀνύσας, καὶ Διακόνων πρόκριτος χρηματίσας, Στέφανος, ὁ χάριτος πεπλησμένος, ἰδοὺ ἀνακομίζεται, πρὸς τὴν Βασίλειον πόλιν, θαυμάτων βρύων τὴν χάριν.

Θεοτοκίον

νπερ αἱ ἄνω τάξεις πολλῷ σὺν τρόμῳ, παρίστανται μὴ φέρουσαι κατοπτεῦσαι, αἴγλην τῆς ἀρρήτου αὐτοῦ οὐσίας, Χριστὸν γαστρὶ ἐχώρησας, λαβόντα σάρκα Παρθένε, ἐκ σῶν τιμίων αἱμάτων.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ' δευτεροῦντες τὸ α'.

Ἦχος δ'

Ἔδωκας σημείωσιν

γγελος ἐπίγειος, ὁ πρωτομάρτυς γενόμενος, πρὸς οὐρανοὺς ἀνερχόμενος, ἐπήρθη μετάρσιος, καὶ τὴν θείαν εἶδεν, ὡς ἐχώρει δόξαν, τῆς ἀπροσίτου μυηθείς, καὶ ὑπὲρ νοῦν Τριάδος μυστήρια· διὸ τὴν ἀκατάληπτον, ἀνακηρύττει σου δύναμιν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. (Δίς)

ραῖος ἐπέφανας, τῇ ἐπανόδῳ σου Στέφανε, πρωτομάρτυς πανένδοξε, ἀκτῖσι κοσμούμενος, χαρισμάτων θείων, καὶ τῶν ἰαμάτων· διὸ καὶ πάντας τοὺς πιστούς, καταφαιδρύνεις, τοῖς θαυμασίοις σου, ἐν πίστει τὸν φιλάνθρωπον, ὑμνολογοῦντας καὶ λέγοντας· Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Κάλαμος ὑπέρτιμος, ὀξυγραφῶν τὴν εὐσέβειαν, ἀνεδείχθη ἡ γλῶσσά σου, δι' ἧς κατεφώτισας, Πρωτομάρτυς πάντας, ταῖς διδασκαλίαις, καὶ ἐπανήγαγες ἡμᾶς, ἐξ ἀγνωσίας πρὸς τὴν εὐσέβειαν· διό σου τὴν ἐτήσιον, ἐπιτελοῦντες πανήγυριν, ἀνυμνοῦμεν γεραίροντες, τοὺς ἀγῶνάς σου Στέφανε.

Δόξα... Ἦχος δ'

Στέφανος, ἡ καλὴ ἀπαρχὴ τῶν μαρτύρων, ὁ πλήρης χάριτος καὶ δυνάμεως, ὁ ποιῶν σημεῖα καὶ τέρατα μεγάλα ἐν τῷ λαῷ, ὑπὸ ἀνόμων ἐλιθάζετο, ἀλλ' ἐξέλαμψεν ὡς ἄγγελος, καὶ θεωρεῖ τὴν δόξαν, σοῦ τοῦ σταυρωθέντος ὑπὲρ ἡμῶν, ἐν δεξιᾷ τῆς δυνάμεως, καὶ τῷ Πνεύματι τῆς χάριτος εἰς οὐρανοὺς ἐλαμβάνετο· καὶ διὰ τοῦτο, ταῖς χοροστασίαις τῶν Ἀγγέλων συναυλιζόμενος, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νν... Θεοτοκίον

κ παντοίων κινδύνων, τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.

Δόξα... Ἦχος πλ. α'

Πρωτομάρτυς Ἀπόστολε, καὶ Πρωτοδιάκονε, ἡ πύλη τῶν Μαρτύρων, ἡ δόξα τῶν Δικαίων, τῶν Ἀποστόλων τὸ καύχημα, σὺ οὐρανοὺς ἐθεάσω ἀνεῳγμένους, ἐν τῷ σταδίῳ ἑστώς, καὶ τὸν Υἱὸν τοῦ Θεοῦ ἐκ δεξιῶν ἑστῶτα τοῦ ἀοράτου Πατρός· διὸ ὡς ἄγγελος ἐκλάμψας τῷ προσώπῳ, ἐν χαρᾷ ἀνεκραύγαζες ὑπὲρ τῶν λιθαζόντων. Μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, καὶ νῦν αἴτησαι τοῖς ἐκ πόθου εὐφημοῦσί σε, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νν... Θεοτοκίον

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Καὶ τὰ λοιπὰ ὡς συνήθως καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 

Ὁ Ἀπόστολος

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα.

Κεφ. 6: 8-15, 7: 1-5, 47-60

ν ἐν ταῖς ἡμέραις ἐκείναις, Στέφανος πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ ᾿Αλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ ᾿Ασίας συζητοῦντες τῷ Στεφάνῳ, καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει. Τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν· συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον, ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου· ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι ᾿Ιησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου. Εἶπε δὲ ὁ ἀρχιερεύς· Εἰ ἄρα ταῦτα οὕτως ἔχει; Ὁ δὲ ἔφη· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν ᾿Αβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, καὶ εἶπε πρὸς αὐτόν· «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενίας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω». Τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. Κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός. Σολομὼν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον. Ἀλλ᾿ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει· «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; Οὐχὶ ἡ χείρ μου ἐποίησε ταῦτα πάντα;» Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ῾Αγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς. Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε· οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε. ᾿Ακούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾿ αὐτόν. Ὑπάρχων δὲ πλήρης Πνεύματος ῾Αγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν Θεοῦ καὶ ᾿Ιησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεωγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν τοῦ Θεοῦ ἑστῶτα. Κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾿ αὐτόν, καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. Καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου, καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα· Κύριε ᾿Ιησοῦ, δέξαι τὸ πνεῦμά μου. Θεὶς δὲ τὰ γόνατα ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.

Εὐαγγέλιον

κ τοῦ κατὰ Ματθαῖον.

Κεφ. 21: 33-42

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅς τις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε, καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν, καὶ ᾠκοδόμησε πύργον· καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς, λαβεῖν τοὺς καρποὺς αὐτοῦ. Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ, ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων· καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. Ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ, λέγων· Ἐντραπήσονται τὸν υἱόν μου. Οἱ δὲ γεωργοὶ, ἰδόντες τὸν υἱὸν, εἶπον ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ λαβόντες αὐτὸν, ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος, καὶ ἀπέκτειναν. Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; Λέγουσιν αὐτῷ· Κακοὺς κακῶς ἀπολέσει αὐτούς· καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς Γραφαῖς· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;

 

Κοινωνικὸν

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα.