The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

ΝΟΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΘ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Δρος Χαραλάµπους Μπούσια Μεγάλου Ὑµνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας.

Mνήμη τοΰ ἁγίου νέου ἱερομάρτυρος Φιλουμένου τοΰ Κυπρίου, τοῦ παρὰ τὸ Φρέαρ τοῦ Ἰακὼβ ἀγρίως ἄρτι ἀποκτανθέντος.

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ «Κύριε ἐκέκραξα» ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ'. Ὡς γενναῖον ἐν μάρτυσι.

Τῆς Ὀρούντης ἐκβλάστημα, νήσου Κύπρου καλλώπισμα καὶ τῆς Ἐκκλησίας τῆς Σιωνίτιδος, νεοπαγὲς περιτείχισμα, Φιλούμενε πάνσοφε, ἀνυμνοῦντές σε φαιδρῶς, ἀνακράζομεν ἄριστε, ἱερόαθλε, μὴ ἐλλίπῃς Χριστὸν καθικετεύων ἀπαλλάξαι σοὺς ἱκέτας τῆς τοῦ δολίου φαυλότητος.

ς θησαύρισμα πάντιμον τὸ σὸν ἄφθαρτον σκήνωμα, ἐκ τοῦ τάφου, ἅγιε, ἀνεκόμισαν, χαριτωθὲν θείῳ Πνεύματι καὶ τοῦτο μετήγαγον εἰς Σιών περικλεὲς ἀθλοφόρε, Φιλούμενε, ἵνα πάντοτε, προσκυνοῦντες αὐτὸ μετ’ εὐλαβείας τὴν σὴν χάριν ἀπαντλῶμεν τὴν ἐξ αὐτοῦ ἀναβλύζουσαν.

Χριστοκτόνων οἱ ἔκγονοι ἀπηνῶς σε ἀπέκτειναν ἐν ἐσχάτοις χρόνοις, σεπτὲ Φιλούμενε, παρὰ τὸ Φρέαρ τὸ ἅγιον, παρ’ ᾧπερ ὑπήντησε Σαμαρείτιδι Χριστός, ὁ θεάνθρωπος Κύριος, ὃς παρέλαβε, τὴν ἁγίαν ψυχήν σου εἰς σκηνώσεις οὐρανίου εὐφροσύνης καὶ θείας μακαριότητος.

ερέων τὸ ἔκτυπον καὶ μαρτύρων τὸ καύχημα, ἀνυμνείσθω σήμερον θείοις ᾄσμασιν, ὁ θεοφόρος Φιλούμενος, πυρσὸς ὁ πολύφωτος, τῆς ἀγάπης τοῦ Χριστοῦ, εὐσεβείας καὶ χάριτος, ἀμαρύγμασι, καὶ ἀρίστης ἀθλήσεως ἀκτῖσιν, ὁ αὐγάζων Ὀρθοδόξων τῆς ὑφηλίου ὁμήγυριν.

Δόξα. Ἦχος β΄.

Τὸν τοῦ μαρτυρίου γευθέντα ποτήριον παρὰ τοῦ Ἰακὼβ τὸ ζωήρρυτον Φρέαρ, Φιλούμενον, τὸν νέον ἱερόαθλον, οἱ πιστοί, εὐφημήσωμεν· οὗτος γὰρ διψῶν παιδιόθεν τὴν ἀγάπην καὶ δικαιοσύνην τοῦ Κυρίου ἔδραμεν ὡς ἔλαφος ἐπὶ τὰς πηγὰς τῆς σωτηρίας, τὸ Σταυροβούνιον καὶ τοὺς Ἁγίους Τόπους· καὶ νῦν, Χριστῷ, τῇ πηγῇ τῆς ζωῆς, συνευφραινόμενος ἀδιαλείπτως Αὐτῷ πρεσβεύει ἁγιάσαι τοὺς πόθῳ τὸν λόγον ὀρθοτομοῦντας τῆς ἀληθείας.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Αἵμασιν ἱεροῖς τὴν σὴν στολὴν φοινίξας παρὰ τὸ Φρέαρ, μάρτυς, τοῦ Ἰακὼβ εἰσῆλθες, εἰς τὴν Ἐδέμ, Φιλούμενε.

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

νθος νεοθαλὲς Ὀρούντης εὐωδία, ἐμύρισας σῶν ἄθλων, Χριστοῦ τὴν Ἐκκλησίαν, θεοτερπὲς Φιλούμενε.

Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθησει.

Χαῖρε, τῶν ἀθλητῶν καὶ Ἱερέων κλέος, σεπτῶν ἱεροάθλων, ὁμόζηλε τῶν πάλαι, Φιλούμενε τρισόλβιε.

Δόξα. Τριαδικόν.

Δύναμιν δαψιλῶς, λαβὼν Τριὰς Ἁγία, παρὰ τῆς χάριτός Σου, ἐδόξασε σὸν κράτος, ἀθλήσει ὁ Φιλούμενος.

Καὶ νῦν. Θεοτοκίον.

Φίλος τοῦ σοῦ Υἱοῦ, ὑπάρχων Θεοτόκε, Φιλούμενος ὁ θεῖος ὑπὲρ Αὐτοῦ προθύμως, ἐν τῇ Συχὲμ ἐνήθλησε.

Ἀπολυτίκιον.

Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τοῦ Ὑψίστου τὸν φίλον τὸν γνησιώτατον, παρὰ τὸ Φρέαρ ἀρτίως κτανθέντα τοῦ Ἰακώβ, μιαιφόνοις τῶν ἐχθρῶν χερσὶ τῆς πίστεως, θεῖον Φιλούμενον, πιστοί, εὐφημήσωμεν λαμπρῶς, βοῶντες· Χριστῷ μὴ παύσῃ, ἱερομάρτυς, πρεσβεύων ἡμῶν παθῶν σκεδάσαι ζόφωσιν.

Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τῆς Ὀρούντης τὸν γόνον, νήσου Κύπρου τὸ βλάστημα, καὶ ἱερομάρτυρα νέον Ἰακὼβ θείου Φρέατος, Φιλούμενον, τιμήσωμεν, πιστοί, ὡς πρόμαχον τῆς πίστεως ἡμῶν, καὶ ἀήττητον ὁπλίτην, Χριστοῦ τῆς ἀληθείας πόθῳ κράζοντες· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἀφθαρτίσαντι, δόξα τῷ σὲ ἡμῖν χειραγωγὸν πρὸς πόλον δείξαντι.

Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαβίδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακὸν ψάλλομεν τὴν α' στάσιν τοῦ «Μακάριος ἀνήρ». Εἰς δὲ τὸ «Κύριε ἐκέκραξα» ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

σματικῶς συνελθόντες πανηγυρίσωμεν, ἐπιτελοῦντες μνήμην, Φιλουμένου τοῦ θείου· ἀρτίως γὰρ ἀσκήσει καθαγνισθείς, δι’ ἀθλήσεως ἔλαμψε, καὶ κατ’ ἀξίαν ἐδέξατο ἐκ Θεοῦ, νίκης στέφανον ἀμάραντον.

Τὸν κατιδόντα ἡλίου τὸ φῶς, Φιλούμενον, ἐν τῇ Ὀρούντῃ Κύπρου, καὶ ἐκλάμψαντα κόσμῳ, ἀκτῖσιν εὐσεβείας καὶ ἀρετῆς, καὶ ἀρίστης ἀθλήσεως, ὡς νέον πάντες ὑμνήσωμεν εὐλαβῶς, τοῦ Χριστοῦ Ἱερομάρτυρα.

ς ὁλοκάρπωμα, μάρτυς, καὶ θεῖον σφάγιον, Χριστῷ τῷ Ζωοδότῃ, Ἰησοῦ προσηνέχθης, Φιλούμενε τρισμάκαρ· ὅθεν Αὐτοῦ, ἠξιώθης λαμπρότητος, τῆς ὑπὲρ λόγον ἐν δώμασιν οὐρανῶν, ἱερόαθλε θειότατε.

Καταλιπὼν τὴν σὴν στέγην εἰς Σταυροβούνιον, προσῆλθες, θεοφόρε, σὺν τῷ σῷ αὐταδέλφῳ, ἐν ᾧπερ διεκρίθης ὑπακοῆς, ὡς πυξίον Φιλούμενε, καὶ ὡς κρηπὶς θεαρέστου διαγωγῆς, εὐσεβείας καὶ σεμνότητος.

Τῆς τοῦ Κυρίου ἀγέλης ἀμνὲ νεόσφακτε, καινὸν τῆς Ἐκκλησίας, περιτείχισμα πάτερ, Φιλούμενε τρισμάκαρ, καὶ ἀρραγὲς καὶ νεότευκτον στήριγμα, τῆς εὐσεβείας, τιμῶμέν σε εὐλαβῶς, Ὀρθοδόξων τὰ συστήματα.

Παρὰ τὸ πάνσεπτον Φρέαρ τῆς Σαμαρείτιδος, ἀγρίως ἀπεκτάνθης, μιαιφόνων πελέκει, ἐν χρόνοις τοῖς ἐσχάτοις, μάρτυς Χριστοῦ, θεοφόρε Φιλούμενε, καὶ τοῖς χοροῖς ἀηττήτων καὶ εὐσταλῶν ἀθλοφόρων συνηρίθμησαι.

Δόξα. Ἦχος πλ. β΄.

Τῇ ἀσκήσει προγυμνασθεὶς καὶ ἀξιωθεὶς τῆς ἱερωσύνης, ἣν Κύριος ἐστέρησε τοῖς Αὐτοῦ Ἀγγέλοις, ἰσαγγέλως ἐπολιτεύσω ἐν τοῖς θεοβαδίστοις Τόποις, Φιλούμενε παμμακάριστε· ὑπὲρ γὰρ σαυτὸν καὶ πάντα τὰ προσφιλῆ καὶ ῥέοντα φιλῶν τὸν Κύριον, τὸν φωτισμὸν ἔνδον ἐν τῇ ψυχῇ ἐδέξω τῆς χάριτος καὶ φῶς γέγονας τοῖς πᾶσιν ἀρετῆς καὶ ἀθλήσεώς σου ἐπιδείξει· καὶ νῦν τῆς Βασιλείας τῶν Οὐρανῶν τὰ γέρα δεξάμενος ἱερεῦσιν ὁσίοις καὶ μάρτυσι συναγάλλῃ καὶ Κυρίῳ πρεσβεύεις ἐλεηθῆναι τάς ψυχὰς τῶν τιμώντων ἐν ᾄσμασι τοὺς ἄθλους σου.

Καὶ νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἄχρονος ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.

(Κεφ. η΄. 12-21)

γὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Φόβος Κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν· μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὀδοὺς κακῶν. Ἐμὴ βούλησις καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς· δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην· δι’ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται καὶ τύραννοι δι’ ἐμοῦ κρατοῦσι γῆς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη. Βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον, τὰ δὲ ἐμὰ γεννήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ. Ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ καὶ ἀνὰ μέσον τρίβων δικαιοσύνης ἀναστρέφομαι, ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν. Ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γινόμενα, μνημονεύω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(γ´. 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα.

(Κεφ. γ'. 17-29)

Τέκνον, ἐν πραΰτητι τὰ ἔργα σου διέξαγε καὶ ὑπὸ ἀνθρώπου δεκτοῦ ἀγαπηθήσῃ. Ὅσῳ μέγας εἶ, τοσούτῳ ταπείνου σεαυτόν, καὶ ἔναντι Κυρίου εὑρήσεις χάριν ὅτι μεγάλη ἡ δυναστεία τοῦ Κυρίου καὶ ὑπὸ τῶν ταπεινῶν δοξάζεται. Χαλεπώτερά σου μὴ ζήτει καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε· ἃ προσετάγη σοι, ταῦτα διανοοῦ, οὐ γὰρ ἔστι χρεία τῶν κρυπτῶν. Ἐν τοῖς περισσοῖς τῶν ἔργων σου μὴ περιεργάζου· πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι· πολλοὺς γὰρ ἐπλάνησεν ἡ ὑπόληψις αὐτῶν καὶ ὑπόνοια πονηρὰ ὠλίσθησε διανοίας αὐτῶν. Κόρας μὴ ἔχων ἀπορήσεις φωτός, γνώσεως δὲ ἄμοιρος ὢν μὴ ἐπαγγέλου. Καρδία σκληρὰ κακωθήσεται ἐπ’ ἐσχάτων καὶ ὁ ἀγαπῶν κίνδυνον ἐν αὐτῷ ἐμπεσεῖται. Καρδία σκληρὰ βαρυνθήσεται πόνοις καὶ ὁ ἁμαρτωλὸς προσθήσει ἁμαρτίαν ἐφ’ ἁμαρτίαις. Ἐπαγωγὴ ὑπερηφάνου οὐκ ἔστιν ἴασις, φυτὸν γὰρ πονηρίας ἐρρίζωσεν ἐν αὐτῷ. Καρδία συνετοῦ διανοηθήσεται παραβολὴν καὶ οὖς ἀκροατοῦ ἐπιθυμία σοφοῦ.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα.

Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ, φιλεόρτων ἡ ὁμήγυρις, θαυμαστῶς δεδοξασμένον ὁρῶσα ἐν τοῖς θείοις σκηνώμασι Φιλούμενον, τὸν νέον ἱερομάρτυρα· φίλος γὰρ γνησιώτατος τοῦ Κυρίου χρηματίσας καὶ τῆς ἀρετῆς συνοδίτης καὶ σύνοικος μαρτυρικοῦ τέλους ἔτυχε καὶ διπλῶν ἠξιώθη στεφάνων· διὸ νῦν δαιμόνια ἠξιώθη ἀπελαύνειν καὶ νόσους δυσιάτους ἰᾶσθαι τοῖς αὐτὸν ἐπικαλουμένοις καὶ τιμῶσιν ἐν ὕμνοις αὐτοῦ τὸ μνημόσυνον.

Ἦχος β΄.

νδεδυμένος ῥώμην οὐράνιον καὶ παρρησίαν Ἀγγέλων τὰς ἀπειλὰς τῶν ἐκγόνων τῶν χριστοκτόνων ἀφείδησας, Φιλούμενε, μάρτυς στερρόψυχε· σφαγεὶς γὰρ ἀνὰ μέσον τοῦ Φρέατος τοῦ Ἰακὼβ καὶ τοῦ Θυσιαστηρίου, ὡς πάλαι ὁ Ζαχαρίας, σεαυτὸν σφάγιον ἱερὸν Χριστῷ προσήνεγκας· καὶ νῦν τοῦ ξύλου τρυφῶν τῆς ζωῆς ἐν πόλῳ Χριστῷ τῷ Παμβασιλεῖ ἀσιγήτως πρεσβεύεις ὑπὲρ ὑγιείας τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.

φθαρτίσας ὁ Κύριος τὸ μαρτυρικόν σου σκῆνος ἰάσεων αὐτὸ ἔδειξεν ἀρτίως χειμάρρουν ἀείρρυτον καὶ ὀλετῆρα δαιμονίων ταχύτατον· ὅθεν πάντες σὲ γεραίροντες, Φιλούμενε, καὶ πανευλαβῶς ἐν Σιὼν σὸν λείψανον ἀσπαζόμενοι τάς πρὸς Κύριον λιτάς σου ἐξαιτούμεθα πρὸς βίον κρείττονα.

Ἦχος δ΄.

Μαρτυρίου πόνοις τοῖς πάλαι μάρτυσιν ἁμιλληθείς, Φιλούμενε, τῶν ἴσων βραβείων ἐκείνοις μετέσχες καλῶς τελέσας τὸν ἀγῶνά σου ἐν ἐσχάτοις τοῖς χρόνοις· ἀπηνῶς γὰρ πελέκει ἀποκτανθεὶς ἐν ὤρᾳ ἑσπερινῆς δεήσεως τροπαιοῦχος ἀνελήλυθας τῷ ποθουμένῳ Χριστῷ ὑπαντῆσαι ἐν τοῖς ἄνω δώμασι· καὶ νῦν ἱεροάθλων συνὼν ταῖς ὀμηγύρεσι καὶ μακαρίας χαρᾶς ἐμφορούμενος πάσης ἐπιβουλῆς τοῦ ἐχθροῦ λύτρωσαι τοὺς ἐορτάζοντας τὴν μνήμην σου.

Δόξα. Ὁ αὐτός.

Τὸν ἐν ἱερεῦσι νέον ἀθλοφόρον καὶ ἐν μάρτυσιν ἱερώτατον τροπαιοῦχον, Φιλούμενον, τὸ νεόδρεπτον τῆς Ἐκκλησίας κρίνον, οἱ πιστοί, ἀξιοχρέως μακαρίσωμεν· οὗτος γὰρ παιδιόθεν πλησθεὶς τῆς θείας ἀγάπης, πελέκει ἀνόμων ἔσπευσεν ἀθλητικῶς τελέσαι τὸν ἀγῶνα καὶ ἰδίοις αἵμασι πορφυρῶσαι τὴν στολὴν τῆς ἱερωσύνης· καὶ νῦν εἰς τὸ ἄνω δραμὼν θυσιαστήριον ὡς ἱερεὺς καὶ μάρτυς σεμνὸς καὶ ἄριστος πᾶσι τοῖς Ὀρθοδόξοις αἰτεῖται Κυρίῳ ἱλασμὸν ἁμαρτιῶν καὶ ζωὴν τὴν αἰώνιον.

Καὶ νῦν. Θεοτοκίον.

κ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.

Χαίροις, ἱερομάρτυς Χριστοῦ, ὁ τῶν Ἀγγέλων συμπολίτης καὶ σύναυλος, Ὀρούντης τῆς Κύπρου ἄνθος εὐωδιάζον ἡμᾶς, ταῖς ὀδμαῖς ἀνδρείων παλαισμάτων σου· κιννάμωμον πάντερπνον ἡσυχίας κατέλιπες, πατρῴαν στέγην ἐν τῆς προεφηβείας σου χρόνοις, ἅγιε, σὺν σεπτῷ σου ὁμαίμονι καὶ μακαρίζων ἅπαντας σεμνῶς ἠσυχάζοντας, Σταυροβουνίου τὴν μάνδραν τὴν θεοσκέπαστον ᾤκησας, ἐν ᾗ ἐδιδάχθης ὑπακοήν τε καὶ νῆψιν, σοφὲ Φιλούμενε.

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Χαίροις, ὁ ὑπὲρ πάντας φιλῶν, τὸν Ζωοδότην καὶ θεάνθρωπον Κύριον, Φιλούμενε, ἱερέων θεοσεβῶν λαμπηδών, καὶ μαρτύρων νέων θεῖον πύρσευμα· ἀμνὸς γὰρ ὡς ἄμωμος καὶ θειότατον σφάγιον, παρὰ τὸ Φρέαρ Ἰακὼβ τὸ πανάγιον, καθυπέμεινας τοῦ πελέκεως τραύματα, θανατηφόρα ἄσμενος τὸ πάθος μιμούμενος, τοῦ Σταυρωθέντος ἀνόμοις χερσί Χριστοῦ τοῦ Παντάνακτος, ἐν χρόνοις ἐσχάτοις, ὃν ἱκέτευε σωθῆναι τοὺς εὐφημοῦντάς σε.

Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν, ἐξανθήσει.

Χαίροις, τῆς εὐσεβείας πυρσός, τῆς Ἐκκλησίας ὁ νεότευκτος πρόβολος, καὶ κλέος Ὀρθοδοξίας περιφανές ἀσκητά, ἱερομαρτύρων ἐγκαλλώπισμα, Φιλούμενε ἅγιε· ὅθεν μνήμην σου σέβοντες, τὴν φωτοφόρον καὶ τὸ ἄφθαρτον σκῆνός σου, ἀσπαζόμενοι ἐν Σιὼν ἀνακράζομεν· πρόβατον νεοσύλλεκτον Χριστοῦ καθικέτευε, Αὐτὸν ἐν Κρίσεως ὤρᾳ τῇ φοβερᾷ κατατάξαι με, σὺν τοῖς πανασπίλοις ἐν τοῖς δεξιοῖς προβάτοις Αὐτοῦ καὶ σῶσαί με.

Δόξα. Ἦχος πλ. δ΄.

Τὴν φιλόθεον βιοτήν σου μαρτυρικοῖς ἐσφράγισας πόνοις, ἱερομάρτυς Φιλούμενε, πάντιμε· ἐν πᾶσι γὰρ ἀνθρώποις εὐαρεστήσας καὶ Κυρίῳ πολλῶν ἐπάθλων παρ’ Αὐτοῦ ἠξιώθης ἐν πόλῳ· ὡς οὖν παρρησίαν ἔχων πρὸς τὸν εὐΐλατον Κύριον μὴ παύσῃ πρεσβεύων ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἀπολυτίκιον.

Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τοῦ Ὑψίστου τὸν φίλον τὸν γνησιώτατον, παρὰ τὸ Φρέαρ ἀρτίως κτανθέντα τοῦ Ἰακώβ, μιαιφόνοις τῶν ἐχθρῶν χερσὶ τῆς πίστεως, θεῖον Φιλούμενον, πιστοί, εὐφημήσωμεν λαμπρῶς, βοῶντες Χριστῷ μὴ παύσῃ, ἱερομάρτυς πρεσβεύων ἡμῶν παθῶν σκεδάσαι ζόφωσιν.

Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τῆς Ὀρούντης τὸν γόνον, νήσου Κύπρου τὸ βλάστημα, καὶ ἱερομάρτυρα νέον Ἰακὼβ θείου Φρέατος, Φιλούμενον, τιμήσωμεν, πιστοί, ὡς πρόμαχον τῆς πίστεως ἡμῶν, καὶ ἀήττητον ὁπλίτην Χριστοῦ τῆς ἀληθείας πόθῳ κράζοντες· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἀφθαρτίσαντι, δόξα τῷ σὲ ἡμῖν χειραγωγὸν πρὸς πόλον δείξαντι.

Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαβίδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

ΟΡΘΡΟΣ

Μετὰ δὲ τὴν α΄ Στιχολογίαν Κάθισμα.

Ἦχος α΄. Τὸν τάφον σου, Σωτήρ.

ς θεῖος ἱερεὺς καὶ λαμπρὸς ἀθλοφόρος, Φιλούμενε σοφέ, ὁ πιὼν μαρτυρίου ἀρτίως ποτήριον, ἐκτενῶς καθικέτευε τὸν Παντάνακτα, δοῦναι σωτήριον ὕδωρ, τὸ ἁλλόμενον, εἰς πολιτείαν ἀγήρω ἡμῖν τοῖς τιμῶσί σε.

Δόξα, τὸ αὐτό.

Καὶ νῦν, Θεοτοκίον.

Ζωήρρυτε Πηγή, Παναγία Παρθένε, τὸ ὕδωρ τῆς ζωῆς ἡ ἐκβλύσασα κόσμῳ, τὸν μόνον Θεάνθρωπον, Ἰησοῦν, δὸς τοῖς δούλοις σου, ἀφθαρτότητος πιεῖν καὶ δόξης ἀλήκτου, θεῖα νάματα τὰ ἐκ τῆς σῆς φιλανθρώπου, καρδίας βλυστάνοντα.

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα.

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

ν Κύπρῳ δεξάμενος ἀγάπης θείας τὸ πῦρ, παρὰ τῆς προμήτορος τῆς σῆς σεμνῆς ἰταμῶς, ἐσφάγης Φιλούμενε, ἔνδον ἐν τῷ τεμένει τῆς Συχὲμ παρ’ ἀνόμων, ὅθεν ὡς ἀθλοφόρον Ἱερέα τιμῶντες, αἰτούμεθα πρεσβείαν τὴν σὴν πρὸς τὸν Φιλάνθρωπον.

Δόξα, τὸ αὐτό.

Καὶ νῦν, Θεοτοκίον.

Θερμῶς δυσωποῦμέν σε, Παρθενομῆτορ ἁγνή, ἀπαύστως ἱκέτευε τὸν προελθόντα ἐκ σοῦ εὐΐλατον Κύριον, πάθη δεινὰ πραΰναι τὰ ἡμᾶς πολεμοῦντα, καὶ πάντων τὰς αἰσθήσεις ἀσφαλίσαι τῶν πίστει, ἀεὶ μεγαλυνόντων πληθὺν τῶν θαυμασίων σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.

Ἦχος γ΄. Τὴν ὡραιότητα.

ν ἀγαθότητι ἐκλάμψας βίου σου ὡς ἄστρον πάμφωτον, σεπτὲ Φιλούμενε, μαρτυρικῶς ὑπὲρ Χριστοῦ τῆς δόξης κατηγωνίσω, ἄρτι, ἱερόαθλε, ὁ κτανθεὶς ὥσπερ σφάγιον, ἀνὰ μέσον Φρέατος Ἰακὼβ καὶ τοῦ βήματος τοῦ θείου τοῦ Ναοῦ μιαιφόνων, πάτερ, παλάμαις παμμιάροις.

Δόξα, τὸ αὐτό.

Καὶ νῦν, Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῂ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.

Τὸ α´ ἀντίφωνον τῶν ἀναβαθμῶν τοῦ δ´ ἤχου.

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, σωτήρ μου.

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

Δόξα.

γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ [καθάρσει] ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.

Καὶ νῦν.

γίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν, ἐξανθήσει.

 Πᾶσα πνοή. Εὐαγγέλιον τὸ ἐν τῷ Ὄρθρῳ τοῦ Ἁγίου Δημητρίου. (Λουκ. κα' 12-19).

κ τοῦ κατὰ Λουκᾶν.

Κεφ. 21: 12-19

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Εἶπεν ὁ Κύριος τοῖς ἐαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων...

Ν’ Ψαλμός χύμα.

λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου...

Ἰδιόμελον. Ἦχος πλ. β΄.

ς θυμίαμα εὔοσμον καὶ προσφορὰν ἁγίαν Χριστῷ προσενήνοχας τῶν τιμίων σου αἱμάτων τὰ ῥεῖθρα, ἱερομάρτυς νέε, Φιλούμενε· τῆς ἀγήρω οὖν κληρουχίας μέτοχος γενόμενος τῆς ἐν μετουσίᾳ ἀπολαύεις θεώσεως καὶ Κυρίῳ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἶτα ὁ Κανὼν τοΰ ἱερομάρτυρος, οὗ ἡ ἀκροστιχίς·

«Φιλούμενον, ἱερομάρτυρα νέον, μέλπω. Χ. Μ.»

Ὠδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Φιλούμενον μάρτυρα ὡς ἱερώτατον σφάγιον, τυθέντα ὑμνήσωμεν παρὰ τὸ Φρέαρ πιστοί, θείοις ᾄσμασι τοῦ Ἰακὼβ καὶ νέον, ὀφθέντα τῆς πίστεως κλέος καὶ καύχημα.

θύνας τοὺς πόδας σου, ἱερομάρτυς Φιλούμενε, πρὸς τὸ Σταυροβούνιον σὺν αὐταδέλφῳ τῷ σῷ, ἐκ τῆς κώμης σου, Ὀρούντης τῆς εὐτέκνου, μονήρους βιώσεως γέγονας προτύπον.

Λαμπὰς ὁσιότητος παμφαεστάτη, Φιλούμενε, πολύπαιδος ἔκθρεμμα οἰκογενείας Χριστοῦ, ἐκ νεότητος ἐνεστερνίσθης πίστιν, καὶ πάντας ἐφώτισας τῇ εὐσεβείᾳ σου.

Θεοτοκίον.

δήγησον, Δέσποινα, πρὸς τὸν λειμῶνα τῆς χάριτος, τὸν πάντερπνον ἅπαντας τοὺς ἀνυμνοῦντας λαμπρῶς, σὰ θαυμάσια καὶ θείου Φιλουμένου, σφαγὴν μεγαλύνοντας τὴν ὑπερένδοξον.

Ὠδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

ψώσας Χριστῷ τὴν σὴν καρδίαν, ἐκ χρόνων νεότητος τῆς σῆς, Αὐτῷ κατηκολούθησας, Φιλούμενε πανόσιε, προθύμως τῷ κοσμήσαντι ἀφθάρτῳ σὲ διαδήματι.

Μαρτύρων χοροῖς συνηριθμήθης, Φιλούμενε, καὶ μαρτυρικῆς, εὐκλείας κατηξίωσαι, κληρονομήσας ἄληκτον, χαρὰν καὶ ἀγαλλίασιν, ἧς καὶ ἡμᾶς καταξίωσον.

κβλάστημα πάντιμον τῆς Κύπρου, Κυρίου τῷ ἔρωτι τρωθείς, ἀπὸ παιδός, Φιλούμενε, πατρῴαν στέγην ἔλιπες, καὶ τάχος Σταυροβούνιον τὸ ἱερώτατον ᾤκησας.

Θεοτοκίον.

Νοός μου καταύγασον τὰ σκότη, καὶ φώτισον ὄμματα ψυχῆς ἀμαυρωθέντα πάθεσι, τοῦ δούλου σου, Μητρόθεε, ἡ Φωτοδότην Κύριον, μόνον Θεάνθρωπον, τέξασα.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

ς πανίερος ἀμνὸς ἐτύθης, πρὸ τοῦ Φρέατος τῆς Σαμαρείας, ἐξ οὗ ὕδωρ ὁ Θεάνθρωπος ἔπιε, τὸ ἐκ χειρῶν ἀντληθὲν Σαμαρείτιδος, ἱερομάρτυς Φιλούμενε, πάντιμε, καὶ ἐπέχρωσας στολὴν τῆς ἱερωσύνης σου, αἱμάτων σου ἰδίων θείοις χεύμασι.

Δόξα. τὸ αὐτό.

Καὶ νῦν. Θεοτοκίον.

σπερ ἄσπιλος Παρθενομήτωρ, καὶ ἀμόλυντος Θεογεννήτωρ, ἀκαθάρτων με παθῶν ἀπολύτρωσαι, τὸν σὸν Υἱὸν καθ' ἑκάστην δοξάζοντα, τὸν ὑπεράμωμον καὶ μεγαλύνοντα, σὲ ἀκήρατε καὶ ἄμεμπτε κόσμου Δέσποινα, εὐχαῖς σου ῥυπτικαῖς πρὸς τὸν Παντάνακτα.

Ὠδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

λος ἔνθεος ὡράθης καὶ θεόληπτος, ἅγιε, ὁ διακονήσας ἄρτι τῆς Σιὼν προσκυνήμασι, καὶ μιαιφόνων παλάμαις τὸ πανάγιον, χύσας αἷμά σου ἐν Σαμαρείᾳ, Φιλούμενε.

Νόμον θεῖον καταγγέλων τοῖς ἀπίστοις, Φιλούμενε, καὶ ἐν μέσῳ λύκων θεαρέστως, πάτερ, ἀσκούμενος, οὐκ ἠδυνήθης φυγεῖν ἀπὸ τοῦ στόματος, τούτων, ἅγιε, ἐπιποθούντων σπαράξαι σε.

ερέων κοσμιότης εὖχος πέλεις, Φιλούμενε, Φρέατος τοῦ θείου, παρ΄ ᾧ ὁ Μεσσίας ὑπήντησε, Χριστός ποτε Φωτεινὴ τῇ Σαμαρείτιδι, ὁ δωρούμενος ὕδωρ ἡμῖν τὸ ζωήρρυτον.

Θεοτοκίον.

κ γαστρός σου ὑπὲρ λόγον, Θεοτόκε, καὶ ἔννοιαν, ὁ Χριστὸς προῆλθεν ὁ διδοὺς τῷ κόσμῳ τὴν ὕπαρξιν, καὶ διασῴζων ἀεὶ τοὺς μεγαλύνοντας, σὰ θαυμάσια ἀπὸ κινδύνων καὶ θλίψεων.

Ὠδή ε΄. Ἐξέστη τὰ σύμπαντα.

ανίσιν αἱμάτων σου τιμίων ἐπεσφράγισας, ἄρτι τὸ ἡγιασμένον Φρέαρ, τῆς Σαμαρείας, παρ’ ᾧ ἀνόμοις χερσίν, ἐκτάνθης ὡς ἄμωμος ἀμνὸς, πίστεως Φιλούμενε, ἀθλητῶν νέων καύχημα.

φίλος ὁ γνήσιος τοῦ Λυτρωτοῦ, Φιλούμενε, ὁ Αὐτὸν φιλῶν ὑπὲρ τοὺς πάντας, καὶ δι’ ἀγάπην Αὐτοῦ κτανθεὶς ἀπηνῶς, ἐν Φρέατος Μάνδρᾳ Ἰακώβ, ἐκδυσώπει Κύριον, ὑπὲρ τῶν ἀνυμνούντων σε.

Μαρτύρων ἀπαύγασμα νεοφανῶν τῆς πίστεως, ἔνδοξε Φιλούμενε, τὸν γνόφον, ὑποκρισίας σκεδάσας Σιωνιτῶν φωτός, Βασιλείας Οὐρανῶν τοῦ λαμπροῦ ἀπήλαυσας, ἐν τοῖς ἄνω σκηνώμασι.

Θεοτοκίον.

Αἰτούμεθα, Δέσποινα, εὐχὰς ἀδιαλείπτους σοῦ πρὸς τὸν ζωοπάροχον Υἱόν σου, οἱ ἐν θανάτου ζοφωδεστάτῃ σκιᾷ, καθεύδοντες ἵνα τῆς χαρᾶς, τῆς ἀλήκτου μέτοχοι, ἐν τῷ πόλῳ γενώμεθα.

Ὠδὴ στ΄. Τὴν θείαν ταύτην.

ωσθεὶς τῷ σθένει, Φιλούμενε, Κυρίου τοῦ παρέχοντος νάματα, πιστοῖς ζωήρρυτα, τὰς ἀπειλάς, καρτερόψυχε, οὐκ ἐπτοήθης, πάτερ, ἐχθρῶν τῆς πίστεως.

Τὸ σκῆνός σου τὸ πολύαθλον ὁ Κύριος, ἐτήρησεν εὔκαμπτον μετὰ σὴν κοίμησιν, ἵνα στολήν σου ἐνδύσωσι, λευϊτικὴν πατέρες αὐτό, Φιλούμενε.

μνοῦμέν σε, ἱερόαθλε Φιλούμενε, ἐν ὄρει τοῦ Ἄθωνος τῷ αὐταδέλφῳ σου, ὀφθέντι καὶ τὸ μαρτύριον, αὐτῷ τὸ ἱερόν σου αὐτίκα λέξαντι.

Θεοτοκίον.

υπῶδες, Θεογεννήτρια, ἡμῶν καὶ βορβορῶδες ἀπόπλυνον, σῶν δούλων θέλημα, ὑσσώπῳ τῆς παρρησίας σου πρὸς τὸν μονογενῆ σου Υἱὸν καὶ Κύριον.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

εροάθλων τὸ νεόφωτον ἀμάρυγμα, παρὰ τὸ Φρέαρ ἀνατεῖλαν Σαμαρείτιδος, καὶ φωτίσαν σωφροσύνῃ καὶ μαρτυρίῳ, Ἐκκλησίαν τοῦ Χριστοῦ ἀρτίως μέλψωμεν, ὥσπερ ἄρνα τὸν τυθέντα ὑπὲρ πίστεως πόθῳ κράζοντες· Χαίροις, μάκαρ Φιλούμενε.

Ὁ Οἶκος

γγελος ἀριστεύσας ἐν ἀθλήσεως πόνοις, Φιλούμενε παμμάκαρ, ἐδείχθης· ὅθεν νῦν τῆς Ἀγγέλων χαρᾶς καὶ τῆς εὐφροσύνης οὐρανῶν, ἅγιε, ἀξιωθεὶς ἱκέτευε Χριστὸν ὑπὲρ τῶν σοὶ βοώντων

Χαῖρε, τῆς Κύπρου εὐῶδες ἄνθος,

χαῖρε, Κυρίου ὁ ὄντως φίλος.

Χαῖρε, ὁ βλαστὸς τῆς Ὀρούντης ὁ ἔνθεος,

χαῖρε, ὁ καρπὸς τῆς Σιὼν ὁ ἡδύγευστος.

Χαῖρε, ἄνθρωπε οὐράνιε, τῶν Ἀγγέλων κοινωνέ,

χαῖρε, Ἄγγελε, ὁμότροπε τῶν μαρτύρων ἱερέ.

Χαῖρε, παρὰ τὸ Φρέαρ Ἰακὼβ ὁ ἀθλήσας, χαῖρε, ἥδιστον νέκταρ ἀρετῶν ὁ συλλέξας.

Χαῖρε, Χριστοῦ δοξάσας τὸ ὄνομα,

χαῖρε, ἐχθροῦ πατήσας τὸ φρύαγμα.

Χαῖρε, φωστὴρ νεαυγῶν ἀθλοφόρων,

χαῖρε, πρηστὴρ μιαρῶν χριστοκτόνων.

Χαίροις, μάκαρ Φιλούμενε.

Συναξάριον

Τῇ ΚΘ' τοΰ αὐτοῦ μηνὸς μνήμη τοΰ ἁγίου νέου ἱερομάρτυρος Φιλουμένου τοΰ Κυπρίου, τοῦ παρὰ τὸ Φρέαρ τοῦ Ἰακὼβ ἀγρίως ἄρτι ἀποκτανθέντος.

Στίχοι.

Φιλούμενος ἄρτι στυγνῶς ἀπεκτάνθη ὡς Θεὸν φιλῶν παρ’ Ἰακὼβ τὸ Φρέαρ.

Οὗτος ὁ νέος ἱερομάρτυς τοῦ Χριστοῦ Φιλούμενος κατὴγετο ἐκ τῆς νήσου Κύπρου, ἔκ τινος χωρίου τῆς Ἐπισκοπῆς Μόρφου, Ὀρούντα καλουμένου. Ἐγεννήθη δὲ ἐκ γονέων εὐσεβῶν, Γεωργίου καὶ Μαγδαληνῆς τὴν κλῆσιν, ἐν ἔτει 1913. Ἐπειδὴ παιδιόθεν ἠγάπα τὴν ἡσυχίαν καὶ τὴν μοναχικὴν ζωήν, ἀνεχώρησεν εἰς τὸ 14ον ἔτος τῆς ἡλικίας του μετὰ τοῦ ἀδελφοῦ αὐτοῦ Ἀλεξάνδρου καὶ ὑπῆγεν εἰς τὸ Σταυροβούνιον. Παρέμεινεν δὲ εἰς τὸ ἐκεῖ Μοναστήριον, ὑποταχθεὶς εἰς τὸν γέροντα Βαρνάβαν χρόνους πέντε. Ἀνεχώρησεν ἔπειτα ἐκ τῆς Μονῆς καὶ ὑπῆγεν, ὁμοῦ μετὰ τοῦ ἀδελφοῦ του, εἰς τὰ Ἱεροσόλυμα. Ἐκεῖ διατρίβων, ἔλαβε τὸ Σχῆμα τῶν Μοναχῶν καὶ ἐχειροτονήθη ἱερεύς. Μετ’ οὐ πολλὰ ἔτη, ἔλαβε καὶ τὸ ὀφφίκιον τοῦ Ἀρχιμανδρίτου. Οὗτος ὁ μακάριος παρέμεινεν εἰς τὴν Ἁγίαν Γῆν ἔτη τεσσαράκοντα πέντε, φυλάξας ἐν ἀκριβείᾳ τοὺς κανόνας καὶ συμβουλὰς τὰς ὁποίας ἔλαβεν ἐκ τῶν πρώτων πνευματικῶν του πατέρων εἰς τὸ Σταυροβούνιον. Ὑπηρέτει εἰς διάφορα προσκυνήματα καὶ ἐδιορίσθη -τὸ τελευταῖον-εἰς τὸ Φρέαρ τοῦ Ἰακώβ. Ἐκεῖ ἔλαβεν ὁ ἀοίδιμος -ἐν ἔτει 1979- καὶ τοῦ μαρτυρίου τὸν στέφανον, κτανθεὶς διὰ πελέκεως παρά τινων Ἑβραίων Σιωνιστῶν. Μετὰ τὸ τοῦ Ἁγίου μαρτύριον, τὸ σῶμα του παρέμεινε διά τινας ἡμέρας εὔκαμπτον. Εἰς δὲ τὴν ἀνακομιδήν του - μετὰ τέσσερα ἔτη - εὑρέθη ὅλος ἄφθαρτος καὶ εὐωδιάζων, εἰς ἔνδειξιν τῆς ἄνωθεν παρρησίας τὴν ὁποίαν εὑρῆκεν. Μετὰ τοῦτο τὸ θαυμαστόν, τὸ σκῆνος τοῦ μάρτυρος ἐτοποθετήθη εἰς τὴν Ἁγία Σιὼν -ἐν τῷ ἐκεῖθεν εὑρισκομένῳ ναῷ-καὶ ἐπιτελεῖ πλεῖστα θαύματα εἰς τοὺς ἐν πίστει αὐτὸν ἐπικαλουμένους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Παραμόνου, καὶ τῶν Ἁγίων τριακοσίων ἑβδομήκοντα συμμαρτύρων αὐτοῦ.

Στίχοι

Παράμονος νύπεταί σοι Χριστέ μου.

Γνοὺς γὰρ Θεὸν μόνον σε, σοὶ θνῄσκει μόνῳ.

Ξίφει κεφαλὰς ἄνδρες ἑπτάκις δέκα

Σὺν ἐξαπλῇ διδοῦσι πεντηκοντάδι.

Παράμονον δ' ἐνάτῃ κτάνον εἰκάδι ἔγχεα μακρά.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικολάου, Ἀρχιεπισκόπου Θεσσαλονίκης, καὶ τοῦ Ἁγίου Ἱερομάρτυρος τοῦ ἐν Περσίδι, καὶ τῶν Ἁγίων ἓξ Μαρτύρων, οὕς διωκομένους, πέτρα ῥαγεῖσα ὑπεδέξατο αὐτούς.

Στίχοι

νοιξε πέτραν εἰς ταφὴν ἓξ ἀνδράσιν,

νεκρὸς εὑρὼν εἰς ταφὴν Χριστὸς πέτραν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὃ Ἅγιος Οὐρβανὸς Ἐπίσκοπος Μακεδονίας, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

χερσὶν οὗτος ἐκπνέων τῶν Ἀγγέλων,

Οὐρβανὸς ἐστιν, οὗ βίος κατ' Ἀγγέλους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὃ Ἅγιος Διονύσιος, Ἐπίσκοπος Κορίνθου, ξίφει πληγεὶς τελειοῦται.

Στίχοι

Διονύσιος εἷς τελῶν θυηπόλων,

Ξίφος μετελθών, εἷς ἐστι καὶ Μαρτύρων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Παγκόσμιος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Σύμπας ὁ κόσμος οὐδὲν ἦν Παγκοσμίῳ·

δὲμ γὰρ ἤρα καὶ μόνης, ἣν λαμβάνει.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πιτυροῦν ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Τῇ σῇ θελήσει πρὸς σὲ χωρεῖ Χριστέ μου,

σῶν Πιτυροῦν ἐργάτης θελημάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Οὐαλλερῖνος ξίφει τελειοῦται.

Στίχοι

Διὰ στέφος πάντιμον οἴσω καὶ ξίφος.

Μάρτυς ἐκραύγαζεν Οὐαλλερῖνος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Φαῖδρος, ῥητίνης ζεούσης καταχεθείσης αὐτῷ, τελειοῦται.

Στίχοι

Πολλοὺς πρὸς ἄλλα, πρὸς δὲ ῥητίνης ζέσιν,

Στερρῶς ἀθλοῦντα, Φαῖδρον ἔγνωμεν μόνον.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ'. Οὐκ ἐλάτρευσαν.

πὸ πάσης με, ἐπιβουλῆς, Φιλούμενε, ἐχθροῦ ἀπάλλαξον ὁ διασώσας τὸν σόν, ἐν Μάνδρᾳ διάδοχον ἀγγείλας τάχιστα, τὴν ἐπίθεσιν τὴν ἰταμὴν καὶ ἄνανδρον, κατ’ αὐτοῦ τῶν χριστοκτόνων.

Νῦν τὸ σκῆνός σου, ὁ Κύριος ἠφθάρτισε, σεπτὲ Φιλούμενε, ἐν τῇ Σιών ποταμὸς, ἐδείχθη ἰάσεως τοῖς μετὰ πίστεως, προσπελάζουσιν αὐτῷ, καὶ τὰς πρεσβείας σου πρὸς Χριστὸν ἐπιζητοῦσιν.

Εὐσυμπάθητε Φιλούμενε, ἀπότμημα τοῦ θείου σκήνους σου ἐν Αὐστραλίᾳ δεινόν, ἐδίωξε νόσημα καρκίνου, ἅγιε, χάριν ἅπασι δεικνύον, ἥνπερ εὕρηκας, ἐν λειμῶνι θείας δόξῃς.

Θεοτοκίον.

ὑπέραγνος Δεσπότης σεσωμάτωται, ἐκ τῶν πανάγνων σου αἱμάτων, Μῆτερ Θεοῦ, ὁ κόσμον ῥυσάμενος τῆς πάλαι πτώσεως· ὅθεν, Δέσποινα, ὥσπερ ἡμῶν ὑμνοῦμέν σε ἀπαρχὴν τῆς σωτηρίας.

Ὠδὴ η΄. Παῖδας εὐαγεῖς.

Νέε τοῦ Χριστοῦ ἱερομάρτυς, πελέκει ἐτρώθης, ἄριστε Φιλούμενε, καὶ κατεπορφύρωσας, τὸν πτωχόν σου τρίβωνα, αἱμάτων σου τοῖς ῥεύμασιν οἰκείων, ἅγιε, ἄκριτα σκηνωμάτων πανσέπτων, πίστεως Κυρίου ἐν γῇ θεοβαδίστῳ.

Μάρτυς καΙ ὁπλίτης νικηφόρος, ὡράθης ὡς ἀριστεύσας ἀνδρικώτατα, ἐν ἐσχάτοις ἔτεσι, θαυμαστὲ Φιλούμενε, Χριστοῦ τοῦ Παντοκράτορος, τοῦ ἀφθαρτίσαντος, τὸ σκῆνός σου τὸ θεῖον καὶ κρήνην, δείξαντός σε, πάτερ, ἀείρρυτον θαυμάτων.

πληξέ σε πέλεκυς ἀνόμων, Φιλούμενε, χριστοκτόνων, καρτερόψυχε, ἀπηνῶς καὶ κάραν σου, ἔθραυσε τὴν πάνσεπτον, γενναῖε, Ἱερόαθλε· διὸ τιμῶντές σου τὴν μνήμην τὴν ἁγίαν, εὐσχήμως σοῦ ἀποζητοῦμεν, τάς πρὸς Θεὸν πρεσβείας.

Θεοτοκίον.

Λύτρωσαι κινδύνων, Θεοτόκε, κακώσεων, περιστάσεων καὶ θλίψεων, ἀλγεινῶν τοὺς πάντοτε, αἰτουμένους, Δέσποινα, τὴν παρὰ σοῦ βοήθειαν καὶ καταξίωσον, τυχεῖν ἡμᾶς εὐκλείας ἀλήκτου, καὶ τῆς ἐν τῷ πόλῳ χαρᾶς ἀτελευτήτου.

Ὠδὴ θ΄. Ἅπας γηγενής.

Πάντες ἐν χορῷ, τῆς σῆς τελειώσεως τὴν μνήμην ἄγοντες, εὐκλεὲς Φιλούμενε, ἱερομάρτυς σεπτὲ τῆς πίστεως, καὶ τῆς Σιὼν νεόφωτε φωστὴρ κραυγάζομεν· οὐρανόθεν, σκέπε καὶ διάσῳζε ἀπὸ πάσης ἀνάγκης σοὺς πρόσφυγας.

ς ἀμνὸς Θεοῦ, ἐσφάγης, Φιλούμενε θεοειδέστατε, καὶ πρὸς τὴν οὐράνιον, νομὴν ἐπήρθης καὶ τὴν ἀΐδιον, χαρὰν καὶ ἀγαλλίασιν τῷ Ἀρχιποίμενι, συγχορεύειν, καὶ Ἀγγέλων τάγμασιν εἰς αἰῶνας λαμπρῶς συνευφραίνεσθαι.

Χαῖρε ἀθλητὰ, Κυρίου Φιλούμενε, στερρὲ καὶ πάνσεπτε, κράζοντες δεόμεθα, ἐκ τῶν παγίδων τοῦ κοσμοκράτορος, τὸν νοῦν ἡμῶν ἀπάλλαξον καὶ ὕμνον πρόσδεξαι, τὸν παρόντα, ὃν σοὶ ἐξυφαίνομεν τὸ λαμπρὸν σου αἰνοῦντες μαρτύριον.

Θεοτοκίον.

Μῆτερ τοῦ Θεοῦ, τὸν νοῦν ἡμῶν ὕψωσον πρὸς πόθον κρείττονα, ἐκ τῆς ματαιότητος, τῶν χαμαιζήλων παθῶν καὶ θλίψεων, ἡ τῷ Ὑψίστῳ Τόκῳ σου Ἀδὰμ τὴν ἔκπτωτον, πάλαι φύσιν, δι’ ἀγάπην ἄφατον ἀνυψώσασα καὶ μέγα ἔλεος.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτισθητε.

ερομάρτυς ἔνδοξε, ὁ ἐν ἐσχάτοις ἔτεσι, παρὰ τὸ Φρέαρ ἀθλήσας τοῦ Ἰακὼβ καὶ τῆς δόξης, μετέχων νῦν τοῦ Κτίσαντος, Φιλούμενε τρισόλβιε, ὑπὲρ ἡμῶν ἱκέτευε τῶν ἐκτελούντων ἐν πίστει σὴν ἀεισεβαστον μνήμην.

Θεοτοκίον,

Παράσχου ῥῶσιν ἄνωθεν ὡς συμπαθείας πέλαγος, τοῖς σοῖς οἰκέταις, Παρθένε, πατεῖν ἰσχὺν τοῦ Βελίαρ, καὶ ἐν ἰσχύϊ πάντοτε, τῇ θείᾳ τὴν σωτήριον ὁδεύειν τρίβον ἅπαντας, καλῶς σεπτῶν ἐνταλμάτων τοῦ πανιέρου σου Τόκου.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

νδοξε Φιλούμενε, Ὀρούντης Κύπρου ἐκβλάστημα, εὐθαλὲς καὶ πανεύοσμον, σὺν τῷ αὐταδέλφῳ σου Ἐλπιδίῳ θέλων, μόνον τῷ Κυρίῳ εὐαρεστῆσαι καὶ Θεῷ, ἡδέα πάντα σοφῶς κατέλιπες, ὡς Καλυβίτης πρότερον ὁ Ἰωάννης, ὃν πρότυπον ἔσχες βίου σου, λείριον Ἐκκλησίας νεόδρεπτον.

Μόνος ἐν τῷ Φρέατι τοῦ Ἰακὼβ Πανσεβάσμιε, δόξαν πέμπων τῷ κτίσαντι, Θεῷ καὶ Παντάνακτι ἰταμῶς πελέκει, μάκαρ κατετρώθης τῶν μισοχρίστων καὶ στολὴν ἱερωσύνης σου κατεφοίνιξας, αἱμάτων σου τοῖς χεύμασι καὶ τὸ «ἑσπέρας Προκείμενον», ἀναγνῶναι ἀνέδραμες εἰς οὐράνια δώματα.

θύνας, Φιλούμενε, πρὸς Σταυροβούνιον πόδας σου, παιδιόθεν τὸ πρότερον, καὶ εἶτα ἐχώρησας τάγματι τῷ θείῳ, τοῦ Ἁγίου Τάφου, ἐπιποθῶν πανευλαβῶς διακονῆσαι τοῖς προσκυνήμασι, τοῖς ἱεροῖς ἐν ἔτεσιν ἐσχάτοις, πάτερ θεσπέσιε, καὶ βαδίσαι τὰ βήματα Ἰησοῦ τοῦ Παντάνακτος.

Σκήνωμα τὸ θεῖόν σου, ἱερομάρτυς Φιλούμενε, ἀφθαρτίσας ὁ Κύριος, τὴν ἄφθαρτον δόξαν σου ἔδειξε τοῖς πᾶσιν, ἣν θεόθεν εὗρες· διὸ τιμᾷ σε εὐλαβῶς ἡ Ἐκκλησία Χριστοῦ καὶ μνήμην σου, γεραίρει τὴν ἀοίδιμον, ἀναβοῶσα· δωρήσασθαι ἐκδυσώπει τὸν Κύριον τοῖς πιστοῖς μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. α'.

Τῇ εὐσεβείᾳ παιδιόθεν πυρσωθείς, Φιλούμενε ἱερομάρτυς, σεαυτὸν ὁλοτρόπῳ σπουδῇ τῷ Κυρίῳ ἀνέθου· καὶ ἀποταξάμενος πᾶν βρότειον τὴν κλίμακα τῶν ἀρετῶν ἀνῆλθες καὶ ἀθλητικῶς ἠξιώθης τελέσαι τὸν βίον σου· ὅθεν κοινωνὸς γενόμενος τῆς δόξης Κυρίου ὑπὲρ ἡμῶν ἀεὶ καθικέτευε τῶν ἐκτελούντων τὴν πάνσεπτον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὴν Θείαν Λειτουργίαν

    Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἱερομάρτυρος αἱ ᾠδαὶ γ΄ καὶ στ΄.

Ἀπόστολος τῆς μνήμης τοῦ ἁγίου Ἐλευθερίου.

Προκείμενον. Ἦχος βαρύς  [Ψαλμός 115]

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

Στίχ. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ ἡμῖν;

Πρὸς  Τιμοθέου Β΄ Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα.

Κεφ. 1: 8-18

Τέκνον Τιμόθεε, μὴ ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ᾿ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ ᾿Ιησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου, εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν. Δι᾿ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ᾿ οὐκ ἐπαισχύνομαι· οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστι τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ᾿ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ ᾿Ιησοῦ· τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος ῾Αγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ ᾿Ασίᾳ, ὧν ἐστι Φύγελλος καὶ ῾Ερμογένης. Δῴη ἔλεος ὁ Κύριος τῷ ᾿Ονησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξε καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη, ἀλλὰ γενόμενος ἐν ῾Ρώμῃ σπουδαιότερον ἐζήτησέ με καὶ εὗρε· δῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· καὶ ὅσα ἐν ᾿Εφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις.

λληλούϊα [γ΄].  Ἦχος β΄ [Ψαλμός 131].

Στίχ. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Στίχ. τι ξελξατο Κριος τν Σιν.

Εὐαγγέλιον

Ζήτει αὐτὸ ἐν τῇ Λειτουργίᾳ τοῦ ἁγίου Δημητρίου.

κ τοῦ κατὰ Ἰωάννην.

Κεφ. 15: 15, 17-27, 16:1-2

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου, οὗ ἐγὼ εἶπον ὑμῖν. Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι, καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου. Ἀλλ᾿ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν· Ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾿ ἀρχῆς μετ᾿ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

Κοινωνικόν.

Εἰς μνημόσυνον αἰώνιον.

Μεγαλυνάριον

Χαίροις, τῆς Ὀρούντης σεπτὲ βλαστέ, Φρέατος λευΐτα τοῦ σεμνείου τοῦ Ἰακώβ, καὶ Σιὼν κοσμῆτορ, Φιλούμενε θέοφρον, πελέκει ὁ ἀπίστων χύσας τὸ αἷμά σου.