The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

 ΜΑΪΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΘ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδοσίας.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τῆς Ἁγίας γ'.

Στιχηρὰ τῆς Ἁγίας

Ἦχος πλ. δ'

Ὢ τοῦ παραδόξου θαύματος

Αἴγλῃ παρθενίας λάμπουσα, Θεοδοσία σεμνή, καὶ πορφύραν δι' αἵματος, μαρτυρίου πάνσοφε, βεβαμμένην λαμπρότατα, περιθεμένη καὶ ὑπερκόσμιον, Χριστοῦ νυμφῶνα κατασκηνώσασα, κόρη πανάμωμε, συγχορεύεις τάξεσιν, Ἀγγελικαῖς, ὄντως ἀκατάλυτον, χορείαν ἔνδοξε.

Μάρτυς παρθένε πανεύφημε, Θεοδοσία Χριστόν, ὁλοκλήρως ποθήσασα, τῶν βασάνων ἤνεγκας, τὰς πληγὰς καρτερώτατα, αἰκιζομένη διὰ τὸν σὸν ἐραστήν, καὶ ξεομένη πλευρὰς ταῖς μάστιξιν· Ὢ τῶν ἀγώνων σου, καρτερᾶς ἐνστάσεως! δι' ἧς πρὸς γῆν, ὄντως καταβέβληκας, τὸν ὑπερήφανον.

Κάλλει ψυχῆς τε καὶ σώματος, κεκοσμημένη φαιδρῶς, τῷ Χριστῷ προσενήνεξαι, τὸν τῆς δόξης στέφανον, παρ᾽ αὐτοῦ ἀναδήσασθαι, Θεοδοσία Μάρτυς πανένδοξε, καὶ βασιλείας σαφῶς διάδημα, ὄντως πολύτιμον, ἐπαξίως δέδεξαι, σῇ κορυφῇ, νύμφη παναμώμητος, φανεῖσα πάνσοφε.

Δόξα... Καὶ νῦν... τῆς Ἑορτῆς

Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων

Δόξα... Καὶ νν... Θεοτοκον

Ἦχος πλ. δ'

Ὢ τοῦ παραδόξου θαύματος

Πάντοτε πράττων τὰ ἄτοπα, τὸν ποιητήν μου Θεόν, παροργίζω ὁ ἄθλιος, καὶ πτοοῦμαι πάναγνε, τὴν αἰώνιον κόλασιν, καὶ τοῦ πυρὸς τὴν φλόγα τὴν ἄσβεστον. Καὶ τῶν σκωλήκων τὴν ἀγριότητα, ὧν με ἐξάρπασον, Δέσποινα πανύμνητε, τὸν σὸν Υἱόν, Λόγον καὶ φιλάνθρωπον καθικετεύουσα.

Ἢ Σταυροθεοτοκίον

Τὶ τὸ ὁρώμενον θέαμα, ὃ τοῖς ἐμοῖς ὀφθαλμοῖς, καθορᾶται ὦ Δέσποτα: ὁ συνέχων ἅπασαν, κτίσιν ξύλῳ ἀνήρτησαι, καὶ θανατοῦσαι, ὁ πᾶσι νέμων ζωὴν ἡ Θεοτόκος κλαίουσα ἔλεγεν, ὅτε ἑώρακεν, ἐν Σταυρῷ κρεμάμενον, τὸν ἐξ αὐτῆς, ἀρρήτως ἐκλάμψαντα, Θεὸν καὶ ἄνθρωπον.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς.

Ἀπολυτίκιον Ἦχος δ'

Κατεπλάγη Ἰωσὴφ

ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ· Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι, καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου, καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί, ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Οἱ Κανόνες τῆς Ἑορτῆς, καὶ τῆς, Ἁγίας ὁ παρών. οὗ η' Ἀκροστιχίς.

Θεοδοσίας τῆς Μάρτυρος μέλπω κλέος.

δὴ α' Ἦχος δ'

Θαλάσσης τὸ ἐρυθραῖον

Θεὸς σοι Θεοδοσία γέγονεν, ὁδὸς ἀθλήσεως, ἐπὶ Σταυρὸν ἑκούσιον ἐλθών· καθελὼν γὰρ τὸν τύραννον, ὥσπερ στρουθίον παίζεσθαι, ὑπὸ Μαρτύρων ἀπειργάσατο.

Εὐτόνως Θεοδοσία πάντιμε, πρὸς γῆν κατέρραξας, τὸν ἀρχηγὸν τῆς πλάνης καρτερῶς, ἐναθλοῦσα πανεύφημε, καὶ τὸν τῆς νίκης στέφανον, ὡς νικηφόρος Μάρτυς εἴληφας.

πάλαι μεγαλαυχίᾳ χρώμενος, νῦν καταβέβληται, σῇ καρτερίᾳ Μάρτυς προσβαλών· τοῦ Σταυροῦ γὰρ τὴν δύναμιν, ἀναλαβοῦσα ᾔσχυνας, ἄμετρα τοῦτον φρυαττόμενον.

Θεοτοκίον

Δολίως ἐξαπατήσας ὄφις με, εἷλεν αἰχμάλωτον, τοῦ θεωθῆναι πόθον μοι ἐνθείς· διὰ σοῦ δὲ Πανάχραντε, ἀνακληθεὶς τεθέωμαι, ἀναλλοιώτως ἀληθέστατα.

δὴ γ'

Εὐφραίνεται ἐπὶ σοὶ

πόθος ὁ θεϊκός, Θεοδοσία σε πιστὴν ἔδειξε, νύμφην Χριστοῦ Μάρτυρα, τούτου τὸν Σταυρὸν ἀγαπήσασαν.

Σαρκὸς τὴν φθοροποιόν, καταλιποῦσα ὦ σεμνὴ πρόνοιαν, ζωοποιῷ Πνεύματι, ζῇς Θεοδοσία πανεύφημε.

άτρευσόν μου τὸν νοῦν, θεοδωρήτῳ σου Σεπτῇ χάριτι, καὶ τὴν ψυχὴν πάθεσιν, ἐκνενευρισμένην θεράπευσον.

Θεοτοκίον

νέστησας ὦ σεμνή, τὴν πεπτωκυῖάν μου μορφὴν τέξασα, τὸν ἀρχηγὸν Δέσποινα, τῆς πάντων ἡμῶν ἀναστάσεως.

Ὁ Εἱρμὸς

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχύς, Κύριε, καὶ καταφυγή, καὶ στερέωμα.

Κάθισμα Ἦχος δ'

Ταχὺ προκατάλαβε

Θεοῦ δόσις πέφυκας, εἰκότως Μάρτυς σοφή, ἀθλήσει ἐκλάμπουσα, καὶ παρθενίαις φαιδραῖς, ἀκτῖσι πυρσεύουσα, πάντων τὰς διανοίας, τῶν ἀεὶ σε τιμώντων, πίστει Θεοδοσία, καὶ τὴν σὴν φαιδροτάτην, τελούντων ἐπὶ γῆς ἑορτὴν θεομακάριστε.

Καὶ τῆς Ἑορτῆς

Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων

Δόξα... Καὶ νν... Θεοτοκίον

Ἦχος δ' Ταχὺ προκατάλαβε

καίνισας Ἄχραντε, τῷ θείῳ Τόκῳ σου, φθαρεῖσαν τοῖς πάθεσι, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.

Ἢ Σταυροθεοτοκίον

Παρθένε πανάμωμε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὃν περ εὐλογημένη δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων ἡμῖν δωρήσασθαι.

δὴ δ'

Ἐπαρθέντα σε ἰδοῦσα

Σεσοβημένος ὁ τύραννος ταῖς αἰκίαις, καταπτοεῖν τὸ εὔτονον, τῆς σῆς καρτερίας, ᾤετο ὁ δόλιος, αὐτῇ δὲ Πανεύφημε· Δόξα τῷ Θεῷ ἀνεκραύγαζες.

Τὴν θεόσδοτον καὶ θείαν προσηγορίαν, προγνωστικῶς ἐπλούτησας, Μάρτυς ἀθληφόρε· δόσις γὰρ ἐγένου Θεῷ, ἡμᾶς κατευφραίνουσα, πίστει σε καὶ πόθῳ γεραίροντας.

γλαϊσμένην θεόφρον Θεοδοσία, μαρτυρικοῦ δι' αἵματος, σοῦ πεφοινιγμένην, περιβεβλημένη στολήν· Δραμοῦμαι ὀπίσω σου, πόθῳ τοῦ νυμφίου μου, ἔκραζες.

Θεοτοκίον

Σεσαρκωμένον τὸν Λόγον ἁγνὴ Παρθένε, θεοπρεπῶς ἐγέννησας, καὶ μένεις Παρθένος· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

δὴ ε'

Σὺ Κύριέ μου φῶς

Μύρον ἐκκενωθέν, τὸν Χριστὸν ἀγαπήσασαι, νεάνιδες θεοφρόνως, ἠκολούθησαν τούτῳ, ἐν ᾄσμασι δοξάζουσαι.

Αἰώνιον ζωήν, χρονικῆς ἀνταλλάξασα, ἀνθ' αἵματος βραχυτάτου, οὐρανῶν βασιλείαν, ἡ Μάρτυς ἐκληρώσατο.

έουσιν ὡς πηγαί, τῶν Μαρτύρων τὰ λείψανα, ἰάματα τοῖς νοσοῦσι, καὶ ψυχῶν ἀρρωστίας, τῇ πίστει θεραπεύουσι.

Θεοτοκίον

Τὶς δύναται τὸ σόν, ἑρμηνεῦσαι μυστήριον, Πανάμωμε; τὸν γὰρ Κτίστην, μὴ χωρούμενον πᾶσιν, ἐν μήτρᾳ σου ἐχώρησας.

δὴ ς'

Θύσω σοι, μετὰ φωνῆς

πὲρ σοῦ, μετὰ σπουδῆς τὸν θάνατον εἵλετο, Θεοδοσία ἡ Μάρτυς, ἀπειλὰς τυράννων μὴ πτοηθεῖσα, τὸ σὸν πάθος, μιμουμένη Χριστὲ τὸ ἑκούσιον.

αδίως, τῷ Σταυρῷ σου γυναῖκες ῥωννύμεναι, τὰς κεφαλὰς τῶν δρακόντων, ὥσπερ ἔφης Σῶτερ καταπατοῦσι, τῷ σῷ πόθῳ, τετρωμέναι καὶ θείῳ σου ἔρωτι.

Θεοτοκίον

λην σε, περιστερὰν τελείαν καὶ ἄμωμον, καὶ τηλαυγέστατον κρίνον, καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ νυμφίος, ὁ νοητὸς εὑρὼν σοι ἐσκήνωσεν.

Ὁ Εἱρμὸς

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

Κοντάκιον Ἦχος β'

Τὰ ἄνω ζητῶν

Τοῖς πόνοις ζωήν, τὴν ἄπονον κεκλήρωσαι, τοῖς αἵμασι δέ, τὸν Λέοντα ἀπέπνιξας, τὸν ἐχθρὸν τὸν βέβηλον, Ἐκκλησίας Χριστοῦ πανεύφημε, καὶ αὐτῷ συγχαίρουσα νῦν, δυσώπει ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Συναξάριον

Τῇ Κθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδοσίας.

Στίχοι

Πνίγει θαλάσσης Θεοδοσίαν ὕδωρ,

Τρέφει δὲ Χριστὸς εἰς ἀναψυχῆς ὕδωρ.

Εἰκάδι Θεοδοσίην ἐνάτῃ πέφνε ῥεῦμα θαλάσσης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Θεοδοσίας τῆς Κωνσταντινουπολιτίσσης.

Στίχοι

Κέρας κριοῦ κτεῖνάν σε, Θεοδοσία,

φθη νέον σοι τῆς Ἀμαλθείας κέρας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ὀλβιανοῦ, Ἐπισκόπου πόλεως Ἀνέου.

Στίχοι

Τὸν Ὀλβιανὸν μάλα ὄλβιον λέγω,

πὲρ Θεοῦ θανόντα τοῦ πανολβίου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς Ἀμήν.

δὴ ζ'

Ἐν τῇ καμίνῳ

Σὲ θεοσδότοις, κεκοσμημένην Μάρτυς κάλλεσι, πίστει θεωροῦντες ὕμνοις εἰλικρινῶς, τῷ νυμφίῳ σου κραυγάζομεν·Εὐλογημένος εἶ ἐν τῷ ναῷ, τῆς δόξης σου Κύριε.

Μετὰ παρθένων, λαμπαδηφόρος εἰς οὐράνιον, Μάρτυς νῦν παστάδα χαίρουσα τῷ Χριστῷ, εἰσελήλυθας κραυγάζουσα· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Θεοτοκίον

πὶ τοῦ θρόνου, τοῦ ἐπηρμένου ὁ καθήμενος, θρόνον σε ἐπὶ γῆς Παρθένε θεοπρεπῆ, εὑρηκὼς ἐπανεπαύσατο· Εὐλογημένη σὺ ἐν γυναιξί, πανάμωμε Δέσποινα.

δὴ η'

Χεῖρας ἐκπετάσας Δανιὴλ

Λυθεῖσα δεσμῶν τῶν τῆς σαρκός, Θεοδοσία σεμνή, ἀνέπτης χαίρουσα, πρὸς φωτεινόμορφον θάλαμον, νυμφικῶς περιχορεύουσα, καὶ μαρτυρίου φοινικῷ αἵματι στίλβουσα, καὶ βοῶσα· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Παστάδα οὐράνιον οἰκεῖν, κατηξιώθης φαιδρῶς, Θεοδοσία σεμνή, διαιωνίζουσαν εὔκλειαν, εὑραμένη παναοίδιμε, καὶ τῆς ἀνδρείας σου καρπὸν ὄντως πλουτήσασα· Εὐλογεῖτε, πάντα τὰ ἔργα βοῶσα τὸν Κύριον.

ράθης φερώνυμος σαφῶς, Θεοδοσία σεμνή· Θεοῦ γὰρ δόσις ἡμῖν, ἀρίστη δέδοσαι πάνσοφε, δωρεῶν τῶν ὑπὲρ ἔννοιαν, ἀναδιδοῦσα ποταμοὺς τοῖς πίστει μέλπουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον

Κυρίως γεννήσασα Θεόν, κυρίως πάναγνε, Μήτηρ ἐδείχθης Θεοῦ, ἐπαληθεύουσαν φέρουσα, καταλλήλως τῷ γεννήματι, θεωνυμίαν, οἱ πιστοί· ὅθεν δοξάζομεν, Θεοτόκον, σὲ θεοφρόνως πανάμωμε Δέσποινα.

Ὁ Εἱρμὸς

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

δὴ θ'

Λίθος ἀχειρότμητος

Λῦσον τὰς σειρὰς τῶν πταισμάτων, τῶν εὐσεβῶς σε ἀνυμνούντων, ταῖς σαῖς ἱκεσίαις θεόφρον, Θεοδοσία Μάρτυς πανεύφημε, Θεῷ τῷ παντοκράτορι, παρισταμένη πανσεβάσμιε.

Εὔας τῆς προμήτορος πόθον, ἐπιτηδείως ἐκομίσω, νεύσει πρὸς Θεὸν θεουμένη, καὶ γενομένη θείᾳ μεθέξει Θεός· διὸ σε παμμακάριστε, Θεοδοσία μακαρίζομεν.

λος γλυκασμὸς χρηματίζει, ὁ σὸς νυμφίος ἀθληφόρε, ὅλος ψυχικὴ θυμηδία, Θεοδοσία Μάρτυς ὑπάρχει Χριστός, οὗπερ νῦν ἀπολαύουσα, ταῖς σαῖς πρεσβείαις ἡμῶν μέμνησο.

Θεοτοκίον

Σαρκὶ ἐπιδημῆσαι θελήσας, ὁ διακοσμήσας πάντα Λόγος, ἐν σοὶ κατεσκήνωσε μόνην, ἁγιωτέραν πάντων εὑράμενος, καὶ Θεοτόκον ἔδειξεν, ἐπ' ἀληθείας Μητροπάρθενε.

Ὁ Εἱρμὸς

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.

 

Καὶ τὰ λοιπά, ὡς σύνηθες, καὶ Ἀπόλυσις.