The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

ΔΕΚΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΘ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τῶν Ἁγίων Νηπίων, τῶν ὑπὸ Ἡρῴδου ἀναιρεθέντων, ὧν ὁ ἀριθμὸς χιλιάδες ιδ καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρκέλλου, Ἡγουμένου τῆς Μονῆς τῶν Ἀκοιμήτων.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Ἁγίων Νηπίων.

Ἦχος δ

Ὡς γενναῖον ἐν Μάρτυσιν.

Θησαυρὸν τὸν κρυπτόμενον, ἐκζητῶν ὁ παράνομος, τοὺς ἀκάκους σήμερον, Παῖδας ἔθυσε, καὶ ἡ Ῥαχὴλ ἀπαράκλητος, ὑπῆρχε τὴν ἄδικον, κατοπτεύουσα σφαγήν, καὶ τὸν ἄωρον θάνατον, οὓς ἐθρήνησε, δονουμένη τὰ σπλάγχνα, ἀλλὰ τούτους, ἐπευφραίνεται ἐν κόλποις, τοῦ Ἀβραὰμ ἄρτι βλέπουσα.

Βασιλέα τὸν ἄχρονον, ὑπὸ χρόνον γενόμενον, βασιλεὺς παράνομος ἐπεζήτησε, καὶ μὴ εὑρὼν ἀνελεῖν αὐτόν, τῶν Παίδων ἐθέρισεν, ἀπειρόκακον πληθύν, οὓς εἰργάσατο· Μάρτυρας, ὡς οὐκ ᾤετο, καὶ πολίτας τῆς ἄνω βασιλείας, τὴν αὐτοῦ εἰς τοὺς αἰῶνας, παραφροσύνην ἐλέγχοντας.

κ Παρθένου τεχθέντι σοι, προαιώνιε Κύριε, καὶ δι' ἀγαθότητα νηπιάσαντι, χορὸς Νηπίων προσήνεκται· Μαρτύρων ἐν αἵματι, τὴν ἀθόλωτον ψυχήν λαμπρυνθείς δικαιότατα· ἃ κατῴκισας, εἰς Μονὰς ἀειζώους, τὴν Ἡρῴδου, στηλιτεύοντα κακίαν, καὶ ὠμοτάτην παράνοιαν.

Στιχηρὰ τοῦ Ὁσίου, ὅμοια.

γκρατείας ὑπόδειγμα, ἀνεδείχθης Μονάζουσι, θεοφόρε Μάρκελλε καὶ ἀσκήσεως, ὑπογραμμὸς ταπεινώσεως, στῦλος ἐπαιρόμενος, ἀπὸ γῆς πρὸς οὐρανόν, καὶ ἁγνείας συνόμιλος, ἡσυχίας τε, ἀληθοῦς ὄντως φύλαξ, καὶ ἀνδρείας, στήλη ἔμψυχος κανών τε, πρὸς ἀρετὴν ἀκριβέστατος.

Θεωρίας τῆς κρείττονος, ἐπιβὰς Πάτερ Μάρκελλε, τὰ γεώδη ἅπαντα καὶ ἐπίκηρα, καὶ περιὼν ἐν τῷ σώματι, παρεῖδες καὶ ἄϋλον, πολιτείαν ἐπὶ γῆς, ἐπεσπάσω δοξάζων Χριστόν· ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Τὴν ψυχὴν καὶ τὸ σῶμά σου, ταῖς ἐνθέοις ἐπτέρωσας, ἀρεταῖς ὦ Μάρκελλε, καὶ συνόμιλος, τῶν Ἀσωμάτων γεγένησαι, γηΐνων ἀμέτοχος, ἐνδεικνύμενος τερπνῶν, διὰ πόθον τοῦ Κτίστου σου· ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Δοξα... τῶν Ἁγίων  Ἦχος πλ. δ

Ἀνδρέου Κρήτης.

ρῴδης ὁ παράνομος, θεωρῶν τὸν ἀστέρα, ὑπὲρ πᾶσαν κτίσιν λαμπρότερον, ἐταράττετο, καὶ γαλακτοτροφούμενα Βρέφη, ἐξ ἀγκαλῶν μητρικῶν ἀφήρπαζεν. Ἡ δὲ Ἐλισάβετ, λαβοῦσα τὸν Ἰωάννην, πέτραν παρεκάλει. Δέξαι Μητέρα μετὰ τέκνου. Ὄρος ἐδέξατο τὸν Πρόδρομον, φάτνη ἐφύλαττε τὸν θησαυρόν, ὃν ἀστὴρ ἐμήνυσε, Μάγοι προσεκύνουν, Κύριε δόξα σοι.

Καὶ νῦν... τῆς Ἑορτῆς, ὁ αὐτὸς.

Παράδοξον μυστήριον, οἰκονομεῖται σήμερον! καινοτομοῦνται φύσεις, καὶ Θεὸς ἄνθρωπος γίνεται· ὅπερ ἦν μεμένηκε, καὶ ὃ οὐκ ἦν προσέλαβεν, οὐ φυρμὸν ὑπομείνας, οὐδὲ διαίρεσιν.

Ἀπόστιχα Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.

Ἦχος πλ. β

Τριήμερος ἀνέστης Χριστὲ.

Μυστήριον φρικῶδες ὁρῶ· Θεὸς γὰρ ὁ κατέχων δρακί, πᾶσαν κτίσιν, περιέχεται σαρκί, ἐν φάτνῃ τῶν ἀλόγων, καὶ ῥάκει σπαργανοῦται, ὁ σπαργανῶν ὁμίχλῃ θάλασσαν.

Στίχ. Εἶπεν ὁ Κύριος τῶ Κυρίῳ μου.

ἄσαρκος σαρκοῦται Θεός, καὶ ἄρχεται ὁ ἄναρχος, καὶ ὁ πλήρης, νῦν κενοῦται ἐν σμικρῷ, Σπηλαίῳ ἐκ Παρθένου, καὶ βρέφος γαλουχεῖται, ὁ διατρέφων πνοὴν ἅπασαν.

Στίχ. κ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε.

Σκιρτῶσι τῇ γεννήσει Χριστοῦ, Ποιμένες καὶ δοξάζουσι, σὺν Ἀγγέλοις, καὶ ἀστὴρ δορυφορεῖ, καὶ Μάγοι προσκυνοῦσι, καὶ ἄνθρωποι σωθέντες, τὴν Θεοτόκον μεγαλύνουσι.

Δόξα... τῶν Ἁγίων  Ἦχος πλ. δ

Ἀνδρέου Κρήτης.

Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, τῶν Ἰουδαίων τὸ κράτος κατήργηται. Σκιρτάτω τὰ Νήπια, ὑπὲρ Χριστοῦ σφαττόμενα, Ἰουδαία ὀδυρέσθω· φωνὴ γάρ ἠκούσθη ἐν Ῥαμᾷ, Ῥαχὴλ κλαίουσα, τὰ τέκνα αὐτῆς. Βρέφη γὰρ Ἡρῴδης ἀνελὼν ὁ παράνομος, ἀπεπλήρου τὴν Γραφήν, τὴν Ἰουδαίαν ἐμπιπλῶν ἀθώου αἵματος· καὶ ἡ γῆ μὲν ἠρυθραίνετο τοῖς τῶν Νηπίων αἵμασιν· ἡ ἐξ Ἐθνῶν δὲ ἐκκλησία, μυστικῶς ἁγνίζεται, καὶ στολὴν ἐνδύεται. Ἦλθεν ἡ ἀλήθεια, ὁ Θεὸς ἐπέφανε, τοῖς  ἐν σκιᾷ καθημένοις, ἐκ Παρθένου γεννηθείς, εἰς τὸ σῶσαι ἡμᾶς.

Καὶ νῦν... τῆς Ἑορτῆς, ὁ αὐτὸς.

Κύριε, ἐν Βηθλεὲμ παραγέγονας, ἐν τῷ Σπηλαίῳ παρῴκησας, ὁ οὐρανὸν τὸν θρόνον ἔχων, ἐν φάτνῃ ἀνεκλίθης, ὃν στρατιαὶ κυκλοῦσιν Ἀγγέλων, Ποιμέσι συγκατέβης, ἵνα σώσῃς ὡς εὔσπλαγχνος τὸ γένος ἡμῶν δόξα σοι.

Ἀπολυτίκιον τῶν Ἁγίων  Ἦχος α

Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα.

Τοῦ Ὁσίου  Ἦχος πλ. δ

ν σοὶ Πάτερ ἀκριβῶς διεσώθη τὸ κατ' εἰκόνα· λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῶ Χριστῷ καὶ πράττων ἐδίδασκες· ὑπερορᾶν μὲν σαρκός, παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς πράγματος ἀθανάτου. Διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Μάρκελλε τὸ πνεῦμά σου.

Καὶ τῆς Ἑορτῆς.

Ἀπολυτίκιον  Ἦχος δ

γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῶ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς  ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

Καὶ τὰ λοιπὰ τοῦ Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α Στιχολογίαν.

Κάθισμα τῆς Ἑορτῆς.

Ἦχος πλ. δ

Τὸ προσταχθὲν μυστικῶς.

γαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω, ὅτι ἐτέχθη ἐπὶ γῆς, ὁ Ἀμνὸς τοῦ Θεοῦ, παρέχων τῶ κόσμῳ τὴν ἀπολύτρωσιν. Ὁ Λόγος, ὁ ἐν τοῖς κόλποις ὢν τοῦ Πατρός, προῆλθεν ἐκ τῆς Παρθένου, ἄνευ σπορᾶς, ὃν οἱ Μάγοι ἐξίσταντο, ὁρῶντες ἐν Βηθλεέμ, τικτόμενον ὡς νήπιον, ὃν δοξάζει τὰ σύμπαντα.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ.

Μετὰ τὴν β Στιχολογίαν.

Κάθισμα  Ἦχος ὁ αὐτος.

Τὴν Σοφίαν καὶ Λόγον.

Οὐρανὸς μοι ἐφάνης σήμερον γῆ· ἐπὶ σοὶ γὰρ γεννᾶται ὁ Ποιητής, καὶ φάτνη ἀνακλίνεται, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· σὺν Ἀγγέλοις ὑμνοῦσι, καὶ Ποιμένες ἀπαύστως· Ἐν ὑψίστοις δόξα, εἰρήνη τῷ Κόσμῳ τε· εἶδον γὰρ ἀστέρα, ὁδοιποροῦντα οἱ Μάγοι, ὀξέως τε προέτρεχον, τοῦ προσάξαι τὰ δῶρα αὐτῶν, χρυσὸν σμύρναν καὶ λίβανον, ὡς πάντων ὑπάρχοντι Θεῷ, καὶ Βασιλεῖ αἰωνίῳ, καὶ Κτίστῃ τοῦ παντός, ἐν σπηλαίῳ δι' οἶκτον, ἐπιφανέντι βροτοῖς.

Ὁ Κανὼν τῆς Ἑορτῆς, καὶ τῶν Ἁγίων Νηπίων, συνηνωμένος μετὰ τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.

Νεογνὰ Χριστοῦ θύματα στέφω λόγοις.

Ἐν δὲ τοῖς  Θεοτοκίοις, Γεωργίου.

Ὠδὴ α  Ἦχος πλ. β

ς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ, ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν.

Νεοποιεῖται ἡ κτίσις καὶ ἡ βροτῶν, φύσις ἀναπλάττεται, ἐν σαρκὶ τοῦ Ποιητοῦ, πάντων ὑπὲρ ἔννοιαν Χριστοῦ, τικτομένου ἐξ ἁγνῆς, καὶ παναχράντου Μητρός.

κ στελεχῶν νεοφύτων ἡ τοῦ Χριστοῦ, Ἐκκλησία σήμερον, ὥσπερ ἄνθη εὐθαλῆ, δρεψαμένη αἵματα τερπνῶς, ἐφηδύνεται αὐτοῖς καὶ ὡραΐζεται.

Οἱ ποταμοὶ τῶν αἱμάτων τῶν εὐσεβῶν, Παίδων τὴν ἀπόνοιαν, καὶ μανίαν νοητῶς, τοῦ Ἡρῴδου ἔκλυσαν· διό, ὑποβρύχιον αὐτοῦ ὤφθη τὸ θέσπισμα.

Τοῦ Ὁσίου.

Γνῶσιν δεξάμενος Πάτερ παρὰ Θεοῦ, ἀληθῆ καὶ ἄπταιστον, ἐπεζήτησας αὐτόν, διὰ βίου Μάρκελλε σεμνοῦ, καὶ ἐνθέοις ἀρεταῖς, ἐπεθεράπευσας.

Θεοτοκίον.

Γῆ τῆς προτέρας κατάρας τῆς ἐν Ἐδέμ, λύτρωσιν ἐδέξατο, ἐν αὐτῇ τοῦ Λυτρωτοῦ, γεννηθέντος Ἄχραντε ἐκ σοῦ, καὶ καινίσαντος αὐτήν, καὶ ἁγιάσαντος.

Ὠδὴ γ

Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου.

Νεφέλαι στάξατε ἐν γῇ, γλυκασμὸν εὐφροσύνης· ἐκ νεφέλης φωτὸς γάρ, ἀνέτειλεν ὁ Χριστός, ἐν Σπηλαίῳ σαρκικῶς, ὑπὲρ πᾶσαν, ἔννοιαν τικτόμενος.

πημφιάσατο τὴν πρίν, τῶν ἀνθρώπων ἡ φύσις, ἀκοσμίαν καὶ κόσμον, περιέθετο τερπνόν, τοῦ κοσμήτορος αὐτῆς, ἐκ Παρθένου, σαρκὶ ἀνατείλαντος.

Χορὸς θεόλεκτος βρεφῶν, ἐν σαρκὶ γεννηθέντι, προσηνέχθη τῷ Κτίστῃ, ὡς θυσία μυστική, τυθεῖσα διὰ σφαγῆς, μαρτυρίου, καὶ θείας ἀθλήσεως.

Τοῦ Ὁσίου.

ωμαλεότητι ψυχῆς, κατ' ἐχθρῶν νοουμένων, ὁπλισθεὶς θεοφόρε, διέκοψας τὰς αὐτῶν, παρατάξεις κραταιῶς, καὶ νίκην, ἀνεδήσω Μάρκελλε.

Θεοτοκίον.

κ τῶν ἀχράντων σου Ἁγνή, καὶ τιμίων αἱμάτων, σαρκωθεὶς ἀπορρήτως, ὁ Λόγος ὁ τοῦ Θεοῦ, ἀνέδειξεν ὡς Θεός, τῶν κτισμάτων, σὲ ἁπάντων Δέσποιναν.

Ὁ Εἱρμὸς.

Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου.

Κάθισμα τῶν Ἁγίων Νηπίων.

Ἦχος δ'  Ἐπεφάνης σήμερον.

Τῷ τεχθέντι σήμερον, ἐκ τῆς Παρθένου, τῶν Νηπίων στράτευμα, ὡς Ποιητῇ καὶ Βασιλεῖ, δεκτὰ προσάγονται σφάγια, προτεθυμένα, Χριστῷ διὰ πίστεως.

Δόξα... Τοῦ Ὁσίου, ὁ αὐτὸς.

Ταχὺ προκατάλαβε.

γνείας τοῖς  ἄνθραξι, προκαθαρθεὶς τὴν ψυχήν, τὸ σῶμα ἐστόμωσας, πρὸς ἀπαθείας ἰσχύν, Πατὴρ ἡμῶν Μάρκελλε· ὅθεν καὶ ἀνεδείχθης, ἐνδιαίτημα θεῖον, νόσους ἀποδιώκων, καὶ φωτίζων τοὺς πίστει, ἀεὶ προσερχομένους σοι, καὶ εὐφημοῦντάς σε.

Καὶ νῦν... Τῆς Ἑορτῆς  Ὅμοιον.

νθέως εὐφραίνεται ἡ κτίσις σήμερον· Χριστὸς γὰρ ὁ Κύριος, Πατρὸς ἀνάρχου Υἱός, ἐκ Κόρης γεννᾶται ἁγνῆς· ἅπαν τὸ τῶν ἀνθρώπων, γένος ἀθανατίζων, λύων τε τὴν κατάραν, τῆς προμήτορος Εὔας. Διὸ εὐχαριστοῦντες αὐτῷ, ἐν ὕμνοις δοξάσωμεν.

Ὠδὴ δ

Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα.

δοῦσαι Κύριε, τὴν ἐν Σπηλαίῳ σου, συγκατάβασιν τάξεις Ἀγγελικαί, φόβῳ ἐξεπλάγησαν, καὶ διανύμνησαν Χριστέ, τὸ ἀνείκαστόν σου ἔλεος.

Συνέσει Κύριε, ὁ τεκτηνάμενος, πᾶσαν κτίσιν βουλήσει σωματικῶς, σεαυτὸν ἠρίθμησας, ἐν τοῖς ποιήμασι τοῖς  σοῖς, καὶ ἐν τούτοις ἀναπέπαυσαι.

Τὸ ξίφος ὤθησε, μανεὶς ὁ ἄνομος, καὶ παράφρων Ἡρῴδης καθ' ἑαυτοῦ, ἀνελεῖν πειρώμενος, τὸν Εὐεργέτην τοῦ παντός, καὶ ἀνώλεθρον Θεότητι.

Τοῦ Ὁσίου.

Οἱ πόνοι Ὅσιε, καὶ οἱ ἱδρῶτές σου, τῶν αἱμάτων τοῖς  ῥείθροις τοῖς τῶν Βρεφῶν, κεκραμένοι Μάρκελλε, τῷ γεννηθέντι ἐν σαρκί, δῶρα τίμια προσήχθησαν.

Θεοτοκίον.

ραίαν κάλλει σε, ὑπεραστράπτουσαν, τοῦ Υἱοῦ σου ἀκτῖσιν οἱ τῶν ἐθνῶν, δωροφόροι Ἄχραντε, ἰδόντες θέαμα καινόν, καὶ παράδοξον ἀνύμνησαν.

Ὠδὴ ε

Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ  καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.

περεκκέχυται ὁ κρατήρ, ὁ τῆς εὐσπλαγχνίας σου Χριστέ, εἰς τὰ ποιήματα ἅπαντα, καὶ ἀφθόνου ταῦτα, ἐλέους ἔπλησε, σαρκὶ ἐπιφανέντος, καὶ γεννηθέντος σου.

Θύματα ἄμωμα τῷ Χριστῷ, σήμερον προσήχθησαν ὁμοῦ, καὶ μυστικῶς ἀνηνέχθησαν, ὡς πυρὶ τῷ ξίφει ὁλοκαυτούμενα, τὰ Βρέφη, καὶ τῶν θείων βραβείων ἔτυχον.

Τοῦ Ὁσίου.

λώδους Ὅσιε τὴν ψυχήν, σχέσεως καὶ πάσης γεηρᾶς, καὶ ἐπικήρου τερπνότητος, πόνοις ἐκκαθάρας τῆς σῆς ἀσκήσεως, ἰσάγγελος ἐδείχθης, ἐν κόσμῳ Μάρκελλε.

Θεοτοκίον.

εῖθρα ἐπήγασε νοητά, τῆς ἀθανασίας ὁ ἐκ σοῦ, σαρκὶ τεχθείς, ἐν Σπηλαίῳ Ἁγνή, καὶ τὴν τῶν ἀνθρώπων φύσιν κατήρδευσεν, ἀφθαρσίᾳ πλουτίσας, αὐτὴν ὡς εὔσπλαγχνος.

Ὠδὴ ς

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.

Μύρα εὐωδέστατα, ἀναδέδωκεν ἡ γῆ, ἐν ταύτῃ ὑπὲρ ἔννοιαν, τοῦ ἀκενώτου μύρου ἐκ τῆς Ἁγνῆς, σαρκὶ ἀναβλύσαντος, καὶ βροτούς, εὐωδίας θείας πλήσαντος.

Αἵμασιν ἐφοίνιξεν, ὁ Ἡρῴδης τῶν Βρεφῶν, τὴν Βηθλεὲμ ὁ δείλαιος, ἀλλὰ ταῦτα βοήσαντα πρὸς Θεόν, ἔνδικον εἰργάσαντο, τὴν αὐτοῦ καταδίκην, καὶ τὸν ὄλεθρον.

Τοῦ Ὁσίου.

Τοῦ βίου τὸ πρόσκαιρον, καὶ τὸ ἄστατον σαφῶς, κατανοήσας Μάρκελλε, πρὸς τὰ ἀεὶ ἑστῶτα τὴν τῆς ψυχῆς, ἀνύψωσας ἔφεσιν, ὧν ἐπέτυχες, πόνοις τῆς ἀσκήσεως.

Θεοτοκίον.

Γεννᾶται ὁ ἄχραντος, Θεὸς Λόγος ἐν γαστρί, ἐκ σοῦ ἐν χρόνῳ Ἄχραντε, ἵνα ζωὴν τὴν ἄχρονον τοῖς  ἐν γῇ, καὶ λῆξιν αἰώνιον, χορηγήσῃ, καὶ δόξαν τὴν ἀκήρατον.

Ὁ Εἱρμὸς.

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.

Κοντάκιον  Ἦχος δ

Ἐπεφάνης σήμερον.

στὴρ Μάγους ἔπεμψε, πρὸς τὸν τεχθέντα, καὶ Ἡρῴδης ἄδικον, στρατὸν ἀπέστειλε κενῶς, φονοκτονῆσαι οἰόμενος, τὸν ἐν τῇ φάτνῃ ὡς Νήπιον κείμενον.

Ὁ Οἶκος.

Τῶν ἄνω καὶ τῶν κάτω νῦν  ὁμοῦ εὐφραινομένων, ἐν τῇ ἐπιφανείᾳ τοῦ πάντων Βασιλέως, Ἡρῴδης μόνος συναλγεῖ, σὺν τοῖς  προφητοκτόνοις Ἰουδαίοις· εἰκὸς γὰρ μόνους αὐτοὺς ὀδύρεσθαι· οὐ γὰρ ἀπὸ τοῦ νῦν  βασιλεύσουσιν, ἀλλ' ἡ βασιλεία τοῦ Κυρίου, καὶ ἔτι κρατήσει, τὰ θράση τῶν ἐχθρῶν ἀποκρουομένη, καὶ τὰ πλήθη τῶν πιστῶν συγκαλουμένη, μετὰ τῶν σεπτῶν Νηπίων τοῦ κατοπτεύειν, τὸν ἐν τῇ φάτνῃ ὡς Νήπιον κείμενον.

Συναξάριον.

Τῇ Κθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἁγίων Νηπίων, τῶν ὑπὸ Ἡρῴδου ἀναιρεθέντων, χιλιάδων δεκατεσσάρων.

Στίχοι

Διὰ ξίφους ἄωρα μητέρων Βρέφη,

νεῖλεν ἐχθρὸς τοῦ βρεφοπλάστου Βρέφους.

Νήπια ἀμφ' ἐνάτην τάμον εἰκάδι παππάζοντα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη πάντων τῶν Χριστιανῶν καὶ ἀδελφῶν ἡμῶν τῶν ἐν λιμῷ καὶ δίψει καὶ μαχαίρᾳ καὶ κρύει τελειωθέντων.

Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τοῖς Χαλκοπρατείοις εἰς τὸν ναὸν τῆς Ὑπεραγίας Θεοτόκου, ἔνθα ἡ ἁγία σορός.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρκέλλου, Ἡγουμένου τῆς Μονῆς τῶν Ἀκοιμήτων.

Στίχοι

ϋπνίᾳ δοὺς πάντα τὸν ζωῆς χρόνον

Μάρκελλε, κοιμήθητι μικρὸν ἐν τάφῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θαδδαίου τοῦ Ὁμολογητοῦ.

Στίχοι

Καὶ Θαδδαῖος ἴσχυσε κατὰ τῆς πλάνης,

μολογητὴς ἀναφανεὶς ὡς μέγας.

Τῇ αὐτῇ ἡμέρᾳ, τὰ ἐγκαίνια τοῦ ναοῦ τῶν ἁγίων 40 Μαρτύρων πλησίον τοῦ Χαλκοῦ τετραπύλου.

ἐν ἁγίοις Πατὴρ ἡμῶν Γεώργιος ὁ ἐπίσκοπος Νικομηδείας, ὁ ποιητὴς ᾀσματικῶν τινων κανόνων καὶ ἑτέρων γλαφυρῶν ὕμνων, ἐν εἰρήνῃ τελειοῦται.

Οἱ Ὅσιοι πατέρες Βενιαμὶν καὶ Ἀθηνόδωρος ἐν εἰρήνῃ τελειοῦνται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ

Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς  ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

πεμείωσε τὴν νύκτα ὁ τεχθεὶς σαρκί, Ἥλιος ἐκ Παρθένου Μητρός, καὶ ἐπηύξησε τὴν διττὴν ἡμέραν τοῖς  πιστοῖς, βοῶσιν αὐτῷ εἰλικρινῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Σαλευθεῖσαν ἀθεότητι τὴν ἅπασαν, κτίσιν ὁ ἐν Σπηλαίῳ τεχθείς, ἐπεστήριξεν ἐπιγνώσει πάλιν τῇ αὐτοῦ, ἀπαύστως κραυγάζουσαν αὐτῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τὰ ἀνεύθυνα μὲν βρέφη ἀπεθέρισεν, Ἡρῴδης μιαιφόνῳ χειρί, τῶν ἐλπίδων δέ, τῶν ματαίων ὅλως ἐκπεσών, τὴν ἔνδικον δίκην ἑαυτῷ, θεοκτονίαν μελετῶν ἐναπεγράψατο.

Τοῦ Ὁσίου.

ν πυρὶ μὲν τῆς ἀσκήσεως κατέφλεξας, Μάρκελλε τὰς τῆς σαρκὸς ἡδονάς, ἀπαθείας δὲ τῇ δρόσῳ ἤρδευσας ψυχάς, βοῶν τῷ Χριστῷ εἰλικρινῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

δεν ἅπασα ἡ κτίσις Θεονύμφευτε, τὰ θεῖα μεγαλεῖά σου, ἐν σαρκὶ ἐκ σοῦ, τοῦ Δεσπότου πάντων καὶ Θεοῦ, τεχθέντος ἐν πόλει Βηθλεέμ, καὶ σὺν τοῖς  Μάγοις καὶ Ποιμέσι σὲ ἀνύμνησεν.

Ὠδὴ η

κ φλογὸς τοῖς  Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Φωτοφόρον ἡ κτίσις, στολὴν ἐνδέδυται, καὶ κατήφειαν πᾶσαν, ὅλως ἀπέθετο, τοῦ καινοποιοῦ καὶ Δεσπότου τεχθέντος ἐν γῇ· ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ς χρυσίον καὶ σμύρναν, Χριστὲ καὶ λίβανον, τὰς ἡμῶν ἱκεσίας, δέξαι φιλάνθρωπε, καὶ ὡς τῶν Βρεφῶν τῶν ἁγίων τὰ αἵματα, πρόσδεξαι οἰκτίρμον, διδοὺς ἡμῖν ἐλέη.

Λελυμένα τοῦ βίου, καὶ τῆς παρούσης ζωῆς, δι' ἐνθέου θανάτου, βρέφη ἀνεύθυνα, πρὸς τὸν ἀθλοθέτην Θεὸν ἐχωρήσατε, τὸν τὴν αἰώνιον, ζωὴν ἡμῖν διδοῦντα.

Τοῦ Ὁσίου.

σιότητος ὅπλοις, Ὅσιε Μάρκελλε, παρατάξεις Δαιμόνων κατεπολέμησας, καὶ ὡς νικητής, κατ' αὐτῶν ἦρας τρόπαια, καὶ θαυμάτων χάριν, ἐκ τοῦ Θεοῦ ἐδέξω.

Θεοτοκίον.

ἐκ σοῦ ἐν Σπηλαίῳ, τεχθεὶς Πανάχραντε, αἰωνίους ἀνθρώποις, σκηνὰς ηὐτρέπισε, τοῖς  εἰλικρινῶς, Θεοτόκον ὑμνοῦσί σε, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς.

κ φλογὸς τοῖς  Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν.

Γνωστὸν ἐδείχθη Χριστὲ τὸ ἔλεος, τὸ ὑπὲρ νοῦν τῆς σῆς φιλανθρωπίας τοῖς  Ἔθνεσιν· ἐν σαρκὶ γὰρ Δέσποτα ἐπτώχευσας, ἵνα πλούτου μετόχους, κρείττονος Κύριε, ποιήσῃς ἡμᾶς ὡς ἀγαθός, καὶ πολυέλεος.

σὸς Παρθένε τόκος ὁ ἄρρητος, ξένην βροτοῖς καὶ θείαν παρασχὼν ἀναγέννησιν, καὶ τὴν κτίσιν πᾶσαν ἐκαινούργησε, καὶ τοὺς ἐν γῇ, Ἀγγέλοις ἥνωσεν ᾄδοντας, καὶ δοξολογοῦντάς σε ἀεὶ καὶ μεγαλύνοντας.

σχὺς Ἡρῴδου τοῦ πολεμήτορος, τῇ τῶν βρεφῶν μανέντος ἀναιρέσει ἠσθένησε· τὴν ἀήττητον γὰρ ταῦτα δύναμιν, ἐκ Θεοῦ ἐζωσμένα, χάριτι πίστεως, πρὸς τὸν ἀθλοθέτην καὶ Θεόν, φαιδρῶς ἀνέδραμε.

Τοῦ Ὁσίου.

Σταυρὸν ἐπ' ὤμων ἄρας Μακάριε, τὸν τοῦ Χριστοῦ, καὶ πάθη τὰ αὐτοῦ ἐκμιμούμενος, ἐσταυρώθης τῷ κόσμῳ καὶ μέτοχος, δόξης τῆς ἀνεκφράστου, γέγονας Ὅσιε, ἐν ᾗ καὶ ἡμῶν σῶν ὑμνῳδῶν, μέμνησο πάντοτε.

Θεοτοκίον.

Υἱοὺς Θεοῦ ἡμᾶς ἀπειργάσατο, ὁ γεννηθεὶς σαρκὶ Θεὸς ἐκ σοῦ Παναμώμητε, καὶ τὸ πρῶτον δέδωκεν ἀξίωμα, τοῖς αὐτὸν δεξαμένοις, καὶ Θεομήτορα, σὲ δοξολογοῦσιν ἐκτενῶς, καὶ μεγαλύνουσιν.

Ὁ Εἱρμὸς.

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν.

Ἐξαποστειλάριον τῶν Νηπίων.

Τῶν μαθητῶν ὁρώντων σε.

Βηθλεὲμ μὴ στύγναζε, ἀλλ' εὐθύμει, τῶν ἱερῶν Νηπίων τῇ ἀναιρέσει· θύματα γὰρ τέλεια τῷ Δεσπότῃ, Χριστῷ προσανηνέχθησαν· ὑπὲρ αὐτοῦ γὰρ σφαγέντα, συμβασιλεύουσι τούτῳ.

Τοῦ ὁσίου Ὅμοιον.

Τὰ τῆς σαρκὸς σκιρτήματα θεοφόρε, δι' ἐγκρατείας πάσης κατακοιμίσας, ἄγρυπνον ἐθέσπισας καὶ πάννυχον, ἐν τῇ Μονῇ σου Μάρκελλε, δοξολογίαν τελεῖσθαι, Χριστοῦ εἰς αἴνεσιν Πάτερ.

Τῆς Ἑορτῆς  Ὅμοιον.

πὶ τῆς γῆς εἰρήνη καὶ ἐν ἀνθρώποις, Θεοκυῆτορ γέγονεν εὐδοκία. Ἄγγελοι χορεύοντες ἐκραύγαζον· Ἐν τοῖς ὑψίστοις δόξα σοι, τῷ γεννηθέντι ἀφράστως, ἐν Βηθλεέμ ἐκ Παρθένου.

Εἰς τοὺς Αἴνους, Στιχ. Προσόμια τῶν Νηπίων.

Ἦχος πλ. δ

Ὢ τοῦ παραδόξου θαύματος.

τῆς Ἡρῴδου πορώσεως! κατὰ Θεοῦ ἐμμανείς, τοῦ σαρκὶ νηπιάσαντος, Βηθλεὲμ τοῖς  βρέφεσι, τὸν θυμὸν ἐπαφίησι, καὶ ξίφει πάντα, δημίων δίδωσι, ζωῆς στερῆσαι, τὸν ζωῆς αἴτιον, τούτων οἰόμενος, τῆς σφαγῆς τῷ αἵματι, ὁ λυμεών, τοῦ καρποῦ τῆς φύσεως, ὁ ἀπηνέστατος. ίς)

Μάγοι ἐκ Περσίδος φθάσαντες, εἰς τὴν Ἱερουσαλήμ, τὸν Ἡρῴδην ἐτάραξαν, καὶ μανεὶς ὁ δείλαιος, τὰ Νήπια κατέσφαττεν· ὡς βότρυες δέ, Χριστῷ προσήχθησαν, εἰ καὶ μητρῴων μαζῶν ἐσπάσθησαν, οἱ Νεομάρτυρες, τὸν Ἡρῴδην πλήξαντες· διὸ Χριστόν, πίστει ἱκετεύουσιν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Κλαίει ἡ Ῥαχὴλ τὰ Νήπια, ἐν τῇ Ῥαμᾷ δὲ φωνή, νῦν  μεγάλη ἀκούεται, ὁ Ἡρῴδης μαίνεται, καὶ ἀθέως φρυάττεται, ὁ Ἰωάννης φεύγει ἐν ὄρεσι, λίθος Μητέρα σὺν τέκνῳ δέχεται, ὁ Ζαχαρίας δέ, ἐν Ναῷ φονεύεται, ὁ δὲ Χριστός, φεύγει ἀφεὶς ἔρημον, Ἑβραίων οἴκημα.

Δόξα... Ἦχος πλ. β

ρῴδης ὁ παράνομος, θεωρῶν τὸν ἀστέρα, ὑπὲρ πᾶσαν κτίσιν λαμπρότερον, ἐταράττετο, καὶ γαλακτοτροφούμενα Βρέφη, ἐξ ἀγκαλῶν μητρικῶν ἀφήρπασεν. Ἡ δὲ Ἐλισάβετ, λαβοῦσα τὸν Ἰωάννην, πέτραν παρεκάλει. Δέξαι Μητέρα μετὰ τέκνου. Ὄρος ἐδέξατο τὸν Πρόδρομον· φάτνη ἐφύλαττε τὸν θησαυρόν, ὃν ἀστὴρ ἐμήνυσε· Μάγοι προσεκύνουν, Κύριε δόξα σοι.

Καὶ νῦν... ὁ αὐτὸς.

ν Βηθλεὲμ συνέδραμον Ποιμένες, τὸν ἀληθῆ μηνύοντες Ποιμένα, τὸν καθήμενον ἐπὶ τῶν Χερουβίμ, καὶ ἀνακείμενον ἐν φάτνῃ, Νηπίου μορφὴν δι' ἡμᾶς ἀνειληφότα, Κύριε δόξα σοι.

Ἀπόστιχα Στιχηρὰ Ἰδιόμελα τῶν Νηπίων.

Ἦχος α Κυπριανοῦ.

Τῷ ἀχράντῳ σου τόκῳ, Χριστὲ ὁ Θεός, πρώτη θυσία γέγονε τὰ Νήπια· Ἡρῴδης, γὰρ χειρώσασθαι, σὲ τὸν ἀχείρωτον βουληθείς, ἠγνόησε μαρτύρων προσάγων σοι χορόν. Διὸ σε ἱκετεύομεν τὸν ἐνανθρωπήσαντα, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Ἦχος β  Τοῦ αὐτοῦ.

Εἰς τὰ ὦτα τοῦ Κυρίου Σαβαώθ, εἰσεληλύθει ἡ σφαγὴ ὑμῶν, Βρέφη τίμια· δι' αὐτὸν γὰρ τὸ αἷμα ἐξεχέατε, καὶ ἐν κόλποις Ἀβραὰμ ἐπαναπαύεσθε, καὶ τὴν Ἡρῴδου εἰς αἰῶνας, μισητὴν κακίαν καταγγέλλετε, δυνάμει τοῦ τεχθέντος Χριστοῦ.

Στίχ. Τοῖς  ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Ἦχος γ

Μισητὴ τοῦ Ἡρῴδου ἡ παιδοκτονία, διὰ τὴν αὐτοῦ μιαιφονίαν· καὶ σεπτὴ ἡ τῶν Παίδων θυσία, ὡς ἡλικιῶτις Χριστοῦ, τῆς ἡμῶν σωτηρίας, τοῦ καινοῦ σφαγίου προθυομένη καὶ προπεπονθυῖα. Μὴ κλαῖε Ῥαχιὴλ τὰ τέκνα, μιμνῃσκομένη τῶν κόλπων Ἀβραάμ, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία.

Δόξα... Τοῦ Ὁσίου.

Ἦχος πλ. β

σιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν, ὁ φθογγος τῶν κατορθωμάτων σου, δι ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν Δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστον τὸν Θεόν, εἰρήνην αἴτησαι ταὶς ψυχαῖς ἡμῶν.

Καὶ νῦν... τῆς Ἑορτῆς, ὁ αὐτὸς.

Χορεύουσιν Ἄγγελοι πάντες ἐν οὐρανῷ, καὶ ἀγάλλονται σήμερον, σκιρτᾷ δὲ πᾶσα ἡ κτίσις, διὰ τὸν γεννηθέντα ἐν Βηθλεὲμ Σωτῆρα Κύριον, ὅτι πᾶσα πλάνη τῶν Εἰδώλων πέπαυται, καὶ βασιλεύει Χριστὸς εἰς τοὺς αἰῶνας.

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.