The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΟΚΤΩΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΔΟΞΟΛΟΓΙΑ ΕΠΙ ΤΗ ΕΘΝΙΚΗ ΕΟΡΤΗ

 Ἐπέτιος τῆς Ἐθνικῆς Ἑορτῆς τῆς 28ης Ὀκτωβρίου 1940, καθ’ ἥν ἡ Ἑλλάς ἀπορρίψασα τελεσίγραφον παραδόσεως ἐδέχθη τόν πόλεμον ἀπό μέρους τῆς Ἰταλίας καὶ ὑπερησπίσατο γενναίως τά πάτρια ἐδάφη.

ΙΕΡΕΥΣ

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν   αἰώνων.

ΧΟΡΟΣ

Ἀπολυτίκιον.  Ἦχος α’

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. 

Ἦχος α’  Τῆς ἐρήμου πολίτης

Τῆς Σκέπης σου Παρθένε, ἀνυμνοῦμεν τὰς χάριτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ Σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν   ἐχθρῶν ἐπιβουλῆς, σὲ γὰρ σκέπην, καὶ προστάτιν, καὶ Βοηθόν, κεκτήμεθα βοῶντές σοι, Δόξα τοῖς  μεγαλείοις σου  Ἁγνή, δόξα τῇ θείᾳ σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ, Ἄχραντε.

Κοντάκιον  Ἦχος πλ. δ’

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε· Ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι, Χαῖρε νύμφη ἀνύμφευτε.

καὶ Δοξολογία

Δόξα σοι τῷ δείξαντι τὸ Φῶς...

ΙΕΡΕΥΣ

λέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

τι δεόμεθα ὑπὲρ τῶν   εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν.

τι δεόμεθα ὑπὲρ τοῦ Πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δείνος)  καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

τι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους καὶ πάσης Ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν Στρατοῦ, καὶ ὑπέρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτοὺς ἐν πᾶσιν.

τι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως πάντων τῶν   ὑπὲρ τῆς Πίστεως καὶ τῆς Πατρίδος ἡμῶν ἡρωϊκῶς ἀγωνισαμένων καὶ ἐνδόξως πεσόντων ἐν τοῖς ἱεροῖς τοῦ Ἔθνους ἡμῶν ἀγῶσι, πάλαι τε καὶ ἐπ' ἐσχάτων, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

 τι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων,   εὐμενῆ καὶ  εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον,  τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

τι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν   ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

πάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν   περάτων τῆς γῆς καὶ τῶν   ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.

Τοῦ Κυρίου δεηθῶμεν.

Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι καὶ αὖθις ἐπὶ τὴν εὔσημον ταύτην ἡμέραν ἤγαγες ἡμᾶς, ἐπινίκιον ᾠδὴν σοὶ ἀναμέλψαι τῷ  εὐεργέτῃ καὶ σωτῆρι ἡμῶν. Ἰδοὺ γὰρ οἱ Ἄρχοντες ἡμῶν καὶ πᾶσα συναγωγὴ λαοῦ ἐπὶ ταὐτὸ συναχθέντες ἀνάμνησιν ἐπιτελοῦμεν ἔργου θαυμαστοῦ καὶ μεγάλου, ὃ ἡ δεξιά σου εἰργάσατο ἐν ταῖς ἡμέραις ἡμῶν, εἰς ἔνδειξιν, ὅτι ἡμέρα Κυρίου ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἡμέρα πτώσεως ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον· τοὺς γὰρ ἐνδόξους συνετάραξας μετὰ ἰσχύος καὶ τοὺς ὑψηλοὺς τῇ ὕβρει συνέτριψας μετὰ δυνάμεως, Διὰ τοῦτο, Κύριε, σήμερον τῆς αἰνέσεώς σου πλήρης ἡμῶν πᾶσα ἡ γῆ καὶ ἐν εὐγνωμοσύνῃ καὶ ἀγαλλιάσει βοῶμέν σοι· Τὰς ὁδούς σου, Κύριε, γνώρισον ἡμῖν καὶ τὰς τρίβους σου δίδαξον ἡμᾶς, νομοθέτησον ἡμᾶς ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησον πάντας, τοὺς Ἄρχοντας καὶ τὸν Λαόν, ἐπὶ τὴν ἀλήθειάν σου, ὅτι πολλοὶ κυκλόθεν οἱ ἐχθροὶ ἡμῶν καὶ μακάριος ὁ λαός, οὗ ἐστι βοηθὸς Κύριος ὁ Θεὸς αὐτοῦ, Ἔτι δὲ καὶ ὑπὲρ τῶν   ψυχῶν τῶν   μαρτύρων ἀδελφῶν ἡμῶν δεόμεθά σου, τῶν   τε ἐν πολέμῳ πεσόντων, τῶν   τε ἀναιρεθέντων καὶ τῶν   ἐν αἰχμαλωσίᾳ καὶ ἐξορίᾳ τελειωθέντων, ἵνα αὐλισθῶσιν ἐν ἀγαθοῖς καὶ ἀναπαύσωνται μετὰ δικαίων καὶ ἵνα τὰ ὀστᾶ αὐτῶν ὡς βοτάνη ἀνατείλῃ, ὅπως ἂν οἵ τε ζῶντες καὶ οἱ ἐπ' ἐλπίδι ἀναστάσεως κεκοιμημένοι εὐχαριστήριον αἶνον καὶ δοξολογίαν σοὶ ἀναπέμπωμεν τῷ κραταιῷ Βασιλεῖ τῶν   αἰώνων εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἀπόλυσις

ΧΟΡΟΣ: Τόν Ἐθνικόν Ὕμνον.

ΙΕΡΕΥΣ

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ΧΟΡΟΣ:  μήν.