The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΙΟΥΛΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΗ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Εἰρήνης τῆς Καππαδόκου καὶ θαυματουργοῦ, τῆς ἐν τῇ Μονῇ τοῦ Χρυσοβαλάντου ἀσκησάσης.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ἱστῶμεν στίχ. Ϛ΄ καὶ ψάλλομεν στιχηρὰ προσόμοια.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Δεῦτε πάντες ἐν ὕμνοις, οἵαν τιμήσωμεν, τὴν ἐπὶ γῆς ὀφθεῖσαν καὶ ἀγγέλοις οἰκείαν, οὐράνιον νυμφίον πάνυ σοφῶς, τὸν Χριστὸν ἐξελέξασα, Χρυσοβαλάντου Εἰρήνην πανευκλεῶς, πανοικὶ συνεορτάσωμεν.

Η ἁγία ζωή σου, μῆτερ πανεύφημε, ἀστὴρ ὡς σελασφόρος, ἡ-μῶν τὰς ψυχὰς αὐγάζει, φωτίζεις ἥματα πάντα ἀεί, ὢ Εἰρήνη χρυσόλαμπε, μαρμαρυγὰς καταπέμπουσα τοῖς πιστοῖς, ὡς ὀδοδείκτης ψυχῶν πάνυ σωτήριος.

Μτερ μν γία, Χρυσοβαλάντου τερπνή, το Θεο Ερήνη καί Σωτρος σία, τάς χάριτας κομίζεις ς κλεκτή, τος ες σέ καταφεύγοντας κα ξαπίνης διώκουσα πηνς, τν πεναντίων τά τοπήματα.

λλοιωμένη τ θεί, σ καρδία πυρί, τ καθαρ ψυχ σου, τν τς χάριτος λόγον, ἀῤῥήκτως δέξω φιλαγλας, τόν Χριστόν κετεύουσα, χρυσοβολοσα άσεις παντοδαπς, τος σέ νυμνοσιν ε.

Τετυρωμένον ς ρος, λη πανάσκιος, θεία βιοτή σου, βακτηρία κα άβδος, ἀῤῥήτως δόθη, πσι πιστος, τς Ερήνης φερώνυμε, καταπλουτίζουσα δώρων βασιλικν, αας βροτος τε καί πένησι.

εθρον καλλίροον φθης, ξ ενάου πηγς, τ σ κλειν σταθμ σου, τρισηδύποτον γλεκος, ρδεύεις παύστως, πσιν μν, τν τς χάριτος, κρήνην σου, τραυμάτων άσεις παντοδαπν, Ερήνη, χρυσοάουσα.

Δόξα. Ἦχος δ’. Ἔδωκας σημείωσιν.

δοὺ ἑξάνετειλεν, ὡς τῆς εἰρήνης ὁ ἥλιος, ἡ πανέορτος μνήμη σου, ἡμᾶς καταχρυσίζουσα, ἀκτίνων ταῖς μαρμαρυγαῖς, λαμπαδοχουμένους καὶ φέγγει τῶν καμάτων τῶν σῶν, ἡ τηλαυγάζουσα τὰς διανοίας ἡμῶν· διό οὖν σέ Εἰρήνη, πάντες γεραίρομεν διακαῶς, τήν μνήμην σου ἐορτάζοντες καὶ ῥητῶς σέ μακαρίζοντες.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτὸς.

τῶν δωρημάτων σου, ορθοδοξίας τὸ καύχημα, καθορῶν κατανένυγμαι, τὸν νοῦν μου ἀποκάθαρον, τὸν ἐν ἀνομίαις ἐῤῥυπωμένον, νῦν δέ χρυσοφώτιστον ναόν, τῆς ὑπερθέου Τριάδος ἀπέργασον, ὅπως τὴν μεσίτειαν σου καὶ τὸ ἀμέτρητον ἔλεος, μεγαλύνω σῳζόμενος, ὁ ἀχρεῖος ἱκέτης σου, Μῆτερ ἀπεί-ρανδρε Δέσποινα.

Εἴσοδος. Φῶς ἱλαρόν.

Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.

(Κεφ. ΛΑ´ 10, 26)

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Σοφία Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. Γ’, 1-9)

Δικαίων δὲ ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνᾶναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καί ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν καλασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. οἱ πεποιθότες ἐπ᾿ αὐτῷ ὁλοκάρπωμα θυσίας, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. Ε´, 15-23 & Ϛ´, 1-3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντίς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ´ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς· καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν. Ψάλλομεν στιχηρὰ ἰδιόμελα. Ἦχος α´.

μνήσατε φιλομόναχοι, τῆς φρονίμου παρθενίας, Χριστῷ τε Θεῷ νενυμφευμέναι, Εὕας αἱ κόραι, ὅτι οὖσα ἐκ γηγενῶν, ἐσᾶλτο ὣς ἴρηξ πύλας οὐρανοῦ, ἡ ὀξυδερκὴς παρθένος, ἡ ἡλιολαμπής Εἰρήνη· ἡ πάνυ λευκώλενος, τό σεμνολόγημα καί ὑπερφυὲς ἐπιτήδευμα, ἡ διακενῆς τῆς ματαιότητος ἀσπίς, ἡ μακάριος ἰσχὺς τῶν καμάτων, καί τῆς ἀοργησίας, ἡ καρδία ἡ πυρίφλεκτος, ὑφ´ ἧς καθοδηγούμεναι, αἱ φιλακόλουθοι ψυχαί, εὐσχήμως πολιτεύονται, ἐπὶ τῶν ὑδάτων σωτηρίους τὰς πηγὰς.

Ἦχος β´.

Παραβολὴν ἀποδεχθεῖσα ἀσημίας, σεαυτὴν ἐπιβαλοῦσα τὴν ἀκοσμίαν, ἀλλότριος νενόμησω· πάντα τερπνὰ ἀπωσαμένη, κῦδος, πλοῦτον, νεότητος κάλλος τε, ῥάβδον εὐθύτητος, ἀντὶ θρόνου προέκρινας· ἔνθεν τῇ δυναστείᾳ τὴν λατρείαν λαμπρύνασα καὶ τῇ βίου βία, τὴν λάμψιν βιώσασα, τῶν ἀῤῥή-των δωρημάτων, θυγάτηρ Τύρου εὐεργής· ἧς τῶν δώρων ἔτυχες· εἰ στακτὴν σμύρνα τε ἔλαιον ἔλαβες, ταῦτα διαδιδοῦσα· ἡμῖν τῶν σὲ ὑμνούντων, τῶν πανοικὶ τὴν πολιτείαν σου.

Ἦχος γ´.

Πῶς νῦν ἀξίως ὑμνήσω, τῶν ἀρετῶν σου τὰ τρόπαια, Εἰρήνη Χρυσοβάλαντε, εἰ καὶ ἐν ἀσθενείᾳ τοῦ θήλεος, τὸν τῆς Εὕας γητευτήν, τῇ τοῦ Σταυροῦ τῇ ἀρωγῇ, ἀνδρικῶς κατεπάλαισας. Δόλος μακαρία μηδείς, οὐδὲ τῆς πικρίας τὸ ποτήριον, τοῦ φαλαγγάρχου ἐτάρβησας· τάς τοῦ παγκάκου τε ἰοβολίας κρατερῶς, παννύχοις στάσεσιν καὶ εὐχῶν, ἑξακοντήσω ὡσεὶ ἠελίου αὐγάς. Ἔνθεν χαμάδις βομβησαμένη τὰ κρήδεμνα, ἐχθρῶν τε σθένος, ἀκάματον πῦρ ἀπέβεις, καὶ φόως Κυρίου ὑψιβρεμέτου.

Ἦχος δ´.

ς τῆς Εἰρήνης ἀκόλουθος, τὴν ἐπωνυμίαν ἐπαληθεύουσαν ἔδειξας, τῷ γὰρ ἀσκητικῷ βίῳ σου ἀφορῶσα, τὰ τῆς γαλήνης θριαμβευτικῶς ἐδίωξας, τῆς εἰς τὰ τέκνα σου ὑπομονῆς· ὅθεν μακαρισμῶν θείων τυχοῦσα, τῷ θησαυρῷ τῆς εἰρήνης, ὡς θησαυρὸς ἀπεταμιεύθης. Νῦν ἐπέλασον καὶ ἡμῖν, τῆς ἀραγοῦς γαλήνης τὴν δρόσον, ἄν πῶς τῶν δαιμόνων τὸ κὴρ ἐκτρίψωμεν, τῷ δὲ ὀρχάμῳ τῆς εἰρήνης, ἐν μετανοίᾳ προσπέσωμεν, Εἰρήνῃ Χρυσοδόξαστε, Ὁσίων ἀπεικόνισμα.

Δόξα. Ἦχος πλ. α´.

Τῇ λιγυφθόγγῳ καναχῇ, τῷ Βασιλεῖ προσεπέταξας, ὡς τέττιγξ μακαρία· ἔνθεν ὁσίως λιγύκλαγγε, μελίγλωσσον βίον συντάξασα, ὀσιοπρεπῶς κατεκοσμήθης· ὅντινα Θεὸς ἐλεήσει, ἔργα πολύφαντα τελεσφορήσει· τὰ μὲν ἄδηλα ἀῤῥήτως ἐπιστᾶσα, ὄμμα ἀρίγνωτον· ἁμέρας ὡς εὐφεγγέας τε, τὴν τῶν ἐσομένων τὰς ἁγνὰς νύκτας οὐκ ἔλαθες· δαιμόνων τὴν πληθὺν ἀταρβομάχησας καὶ τῶν ἀπορούντων τὸ φήμα διετράνωσας· ὄλβιος γλυκειῶν αὐλῶν καναχή, ἄγαλμα ἰοστέφανον. Ὁσία οὖν χαριτοφερώνυμε, σεμνοδότειρά τε παρθένε, ἡμῶν κλέος ἄριστον.

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὰ Ἀπόστιχα. Ψάλλομεν στιχηρὰ προσόμοια.

Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.

Δράμοις, Χρυσοβαλάντου ἱρή, Καππαδοκίας τροπαιοῦχε κροκόπεπλε, ἡ ἔφορος Ὀρθοδόξων, ἁμαρτωλῶν στηριγμός, μοναστῶν ταμίας, ἡ πάνυ ἔμπεδος, φωστὴρ ὁ ἀείφωτος, χρυσεῖον ἐρύκακον, ἰοβολίων, τῆς κερτομίας κατάργησις καὶ ἡ ἄνεσις, μῆτερ ταύτης τῆς ποίμνης σου, σωτήρ ἡ ἀρίδηλος καὶ μάνδρα αἰπήεσσα, ἡ θάρσει ἀήτῳ πέλει, ὀϊστοὺς τοῦ ἰόχειρος, Εἰρήνη κερασφόρε, μοναζόντων εὐφροσύνη καὶ σεμνολόγημα.

Στίχ. πομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

μβροις, δαψιλευούσα σεμνή, πολυδαίδαλα ἐπισταμένη ἀθλήματα, ἀκέστωρ τῶν ἀσθενούντων, ἁμαρτανόντων ζωστήρ, τῶν τε γουναζόντων ἡ βοήθεια, ὢ φάσγανον ἀργυρόηλον, ὢ ἔγχος δολιχόσκιον, Ὀρθοδοξίας τὸ σάκος τὸ ὄμβριμον, πολυτάλαντον, τῶν πενόντων ἡ τράπεζα, ῥύστης ὁ ἐτοιμότατος, πιστῶν τῇ δυνάμει σου, ἐκ τῆς ἀλάστου κακίας καὶ τῆς χθονίου οἰήσεως, συῶν τῶν τῆς Ἄγαρ, ἐν τοῖς χρόνοις τοῖς ἐσχάτοις, ἀξιοτίμητε.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

μνοις καὶ φιλεόρταις μολπαῖς, Εἰρήνην Χρυσοβαλάντου ὑμνήσωμεν, τὸν κῆπον τῆς εὐσεβείας, τὴν τῶν ναμάτων ῥοήν, τῆς τῶν Καππαδόκων τὴν ἠδύτητα, τὸ γλεῦκος τὸ ἥδιστον, τὴν ταλάεργον τέττιγαν, τὴν λιγύφθογγον παιπαλόεσσαν μέλισσαν· Ὅθεν προπὰν ἀθλήσασα, ὁσία ἐν σκάμματι, τῆς εὐλαβείας ἐδρέψω, τὰ πολυκέρδεα δράγματα, διὸ εἰς τὴν σὴν μνήμην, ἐρικυδέως ἐξυμνοῦμεν, τὸν σὲ δοξάσαντα.

Δόξα. Ἦχος πλ. β’.

Λιτανεύσωμεν οἱ εὐλαβεῖς, τὴν Εἰρήνην τῆς τοῦ Χρυσοβαλάντου, τήν ἁγίαν πρόεδρον, τὸν πύργον τῆς εὐκοσμίας, τὸν κρουνὸν τῶν ἰαμάτων, τὴν ἄῤῥηκτον ἡμῶν παρηγορίαν, μελῳδιῶν τε ἂσμασιν, ἐπευφημήσωμεν ᾄδοντες. Χαίροις ἡ χρυσόῥαππις, τῶν ἁγίων τοῦ Σωτῆρος, ἡ τοὺς ὑπεναντίους ῥαπιζομένη, χαίροις ἡ χρυσοδερκής, τοῦ Χριστοῦ ἡμῶν ὁσία, ἡ τὴν σαθρὰν καί πάνυ ματαίαν, δόξαν μισήσασα· Χαίροις ὀρθοδόξων πρόμαχε, ἡ ἁπαλλάτουσα ἡμᾶς, ἐκ τῆς δουλείας θαυμαστῶς. Εἰρήνη Χρυσαθληφόρε, ἡ ἐν οὐρανοῖς βραβεῖα διδοῦσα ἀθλητικὰ, ἀεννάως ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον, ὁμόηχον.

πῶς ἀνυμνήσωμεν τὴν Παρθένον Μαρίαν, ὤ πῶς ἐξυμνήσωμεν τὸν ἀλόχευτον τόκον, ὁ γὰρ ἀχρόνως ἐκ πατρὸς, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ προῆλθεν, τῆς ἀκηράτου Ἁγνῆς. Ἀσπόρως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων καὶ φύσει γενόμενος, ἄνθρωπος δι΄ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ΄ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον. Ὅτι σοῦ ἐστιν.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Σκάμμα ἔνθεον ἐπιποθοῦσα, δόξαν ῥέουσαν ὑπεριδοῦσα, δι΄ ἀσκήσεως ὁσία ἐκλάμψασα, ὡς οὖν Εἰρήνη τυχοῦσα τοῦ πόθου σου, ἐν ὁμονοίᾳ ὑμᾶς διαφύλλαττε, ἀξιάγαστε Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἦχος γ’ . Θεοτοκίον.

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

πόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Εἰς τὸ «Θεός Κύριος» τά ἐν τῷ Ἑσπερινῷ Άπολυτίκια, «Σκάμμα ἒνθεον»

Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα.

Ἦχος α’. Τόν τάφον σου Σωτήρ.

Σωτῆρα ἀρωγόν, τὸν Ὑπέρθεον Λόγον, προέκρινας σεμνή, καὶ κατηύφρανας πάντας, Εἰρήνη Χρυσοβάλαντε, εὐωδίᾳ τῶν ἄθλων σου, δι΄ ὧν ἔδραξας, τοῦ παραδείσου τὰς κλεῖδας· Νῦν δὲ σήμερον, τὴν χρυσοφόρον σου μνήμην, ἀξίως ἑορτάζομεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

ς ῥόδον ἀγλαόν, Θεοτόκε Παρθένε, ἐκύησας ἁγνή, τὸν ἀκατάληπτον Λόγον, ἡμῖν δὲ προσπορίζουσα, τήν σωτήριον σίτισην καὶ ἐκβλυστάνουσα, τῶν ἰαμάτων τὴν χάριν· Ὅθεν ἅπαντες, ὡς μητέραν σὲ ὑμνοῦμεν, Θεοῦ ἐνανθρωπήσαντος.

Μετὰ τὴν β΄ στιχολογίαν, Κάθισμα.

Ἦχος γ’. Τήν ὡραιότητα.

Ζαθέῳ στέμματι, ἐν τῇ ἀσκήσει σου, Εἰρήνη Χρυσοστόλιστε, Χριστοκοσμούμενη, ταῖς οὐρανίαις δωρεαῖς, λαμπρῶς κατεστολίσθης· Ὅθεν ὡς μητέραν σὲ μοναζουσῶν σὲ ἀνέδειξεν ὁ Ὧν καὶ ὁ Ἐρχόμενος, ὁ κρίνων τὴν Οἰκουμένην, διὸ καὶ τῶν πιστῶν αἱ χορείαι, ὕμνοις σὲ γεραίρουσιν ἀοίδιμε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

νθεον τρύγημα, γλευκογλυκύτατον, πόμα τὸ ἥδιστον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε· Ποῖον σοὶ ἐγκώμιον, προσαγάγω ἐπάξιον, τὶ δὲ ὀνομάσω σέ, ἀπορῶ καὶ ἐξίσταμαι· Διὸ ὡς προσετάγην βοῶ σοι, Χαῖρε ἡ κεχαριτωμένη.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα.

Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.

Μιμουμένη Εἰρήνη, τὸν θεῖον Πρόδρομον, τῆς Αἰγυπτίας Μαρίας τὰ θεαθλήματα, ὡς οὐρανότροφον πτηνὸν καὶ θεῖον ὄρνεον, οὐρανοχρόων μαρμαρυγῶν, νομίμως κατηξιώθης καὶ τιμητικῶς ἐπευφημοῦμεν, τὴν μνήμην σου τὴν θείαν σοφή.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

τὸν Σωτῆρα ἀσπόρως, κυοφορήσασα, τήν σωτηρίαν Παρθένε ἡ μεσιτεύουσα, λαμπροφανότατε ἀστήρ καί πύργε ἄμαχε, ἡ πρὸς αἰώνιον ζωήν, πάντας εἰσάγουσα, τοὺς Θεοτόκον ἀληθῆ, διακηῤῥύτοντας ἀεί, σοὶ πίστει τε ἐκβοώντας· Χαίροις τῶν οὐρανῶν ἡ δόξα καὶ τῶν βροτῶν τὸ διάσωσμα.

Οἱ Ἀναβαθμοί, τὸ α Ἀντίφωνον τοῦ δ Ἤχου.

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα...

γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν...

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Προκείμενον.

πομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Στίχ. Καί ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.

Πᾶσα πνοή.

Εὐαγγέλιον

κ τοῦ κατά Μάρκον.

(Κεφ. η΄ , 34-38).

Εἶπεν ὁ Κύριος, ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτόν καί ἀράτω τόν σταυρόν αὐτοῦ, καί ἀκολουθείτω μοί. ὅς γάρ ἄν θέλη τήν ψυχήν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν, ὅς δ’ ἄν ἀπολέσῃ τήν ἑαυτοῦ ψυχήν ἕνεκεν ἐμοῦ καί τοῦ εὐαγγελίου οὗτος σώσει αὐτήν. τί γάρ ὠφελήσει ἄνθρωπον ἐάν κερδήση τόν κόσμον ὅλον, καί ζημιωθῆ τήν ψυχήν αὐτοῦ; ἤ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; ὅς γάρ ἐάν ἐπαισχυνθῇ με καί τούς ἐμοῦς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καί ὁ υἱός τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρός αὐτοῦ μετά τῶν ἀγγέλων τῶν ἁγίων. Καί ἔλεγεν αὐτοῖς, ἀμήν λέγω ὑμίν ὅτι εἰσί τινές τῶν ὧδε ἐστηκότων, οἵτινες οὐ μή γεύσωνται θανάτου ἕως ἄν ἴδωσι τήν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

 Ν’ Ψαλμός χύμα.

λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Δόξα... Ταῖς τῆς σῆς Ὁσίας, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. λέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου...

Εἶτα, στιχηρὸν ἰδιόμελον.

Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Νάματα ἰάματα, ἐν τῇ ἁγίᾳ ζωῇ σου, Εἰρήνη ἐκτελέσασα, ἄθλοις ἀξιάγαστε ἐξεκέρδησας· καὶ τανῦν πάνσεμνε, Χριστῷ παρεστῶσα, οὐρανίοις κλισίοις κατενόστησας, φάρος δὲ ἀργύφεον, νυμφικόν μέγα φέρουσα· ὅθεν σοι βοῶμεν, Εἰρήνη ὁσίων ἴφθιμος ἀλκή, πρέσβευε γουνόμεθα, τοὺς σὲ πανυγηρίζοντας.

Σῶσον ὁ Θεός, τὸν λαόν σου.

Εἶτα οἱ κανόνες τῆς Θεοτόκου.Ὑγράν διοδεύσας.

Καὶ τῆς Ὁσίας ὁ παρών οὗ ἡ ἀκροστιχίς: «Ἐριδήλω Ἀρωγῷ Εἰρήνῃ, Αἶνος Δημητρίου».

Ὠδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

λέησον μὲ Κύριε, ταῖς νοηταῖς σου ἑλλάμψεσι, πρεσβείαις τῆς Ὁσίας σου, τον νοῦν μου στήριξον καὶ παράθεσον τῷ στόματί μου λόγον, ὅπως ἂν πλέξω Δέσποτα, ταύτης τὰ θαύματα.

ακένδυτος κέκλειμαι, ῥερυπωμένος κατάκειμαι καὶ δάκρυα κέχυμαι, ἐν τῇ καρδίᾳ πικρά· καὶ πανύπλεος, παθῶν τε λογισμῶν τε, Σύ τούτους ἀπέλασον, Μῆτερ πανύμνητε.

λέωσαι τὸν Κύριον, τὸν ἀρχηγὸν τῆς ζωῆς ἡμῶν καὶ τοῦτον ἱκέτευσον, μετὰ πρεσβείας θερμῆς, ὅπως ἂν τύχω νῦν, ὁ δοῦλος σου Εἰρήνη, εἰρήνης τὸ τρόπαιον, τῇ ἀντιλήψει σου.

Θεοτοκίον.

Δικαίως ὢ Δέσποινα, ὁ τάλας κατάκριμαι, πολλὰ γὰρ παρόργισα, τὸν εὔσπλαγχνον Κύριον, ἀλλ’ ἱκέτευε, τὸν σὸν υἱὸν Παρθένε, ἐμοῦ πάλιν φείσασθαι, τοῦ τρισαθλίου δούλου σου.

Ὠδὴ γ΄. Ἦχος δ΄. Τοὺς σοῦς ὑμνολογους Θεοτόκε.

ὼς ῥοδοδάκτυλος Ὁσία, διάλυσον ἅπαντα δεινά, λύτρωσιν τε εἰρήνην τε, ἁρμονικῶς δαψίλευσον, παντοδαπᾶς ἰάσεις τε, ἀκραδαπάνως μεσίτευσον.

Λῶμα πολύπτυχον Ὁσία, ἡ νύμφη ἡ χριστοεκλεκτή, τό πέπλον τὸ τανύπεπλον, τό πάνυ τε κροκόπεπλον, ἀεί ὁσίων καύχημα, παρθένων γέρας οὐράνιον.

φθεῖσα ἡμῖν τοῖς ἀναξίοις, ὡς σάκος τε ζῶμα φαεινόν, ἂρουρα ἡ εὐζείδωρος, ἀγγελικὸν ἀνάπυστον, ἐν τοῖς ἐνθέοις διδάγμασιν, οὐράνιον ἄρτον κομέουσα.

Θεοτοκίον.

φθορε ἀκήρατε Παρθένε, τὰς φάλαγγας πάντων τῶν ἐχθρῶν, θᾶσσον ἐφορμήσασα, περικλυτῶς κατάβαλλον καὶ ἐν τῇ θείᾳ μνήμῃ σου, βελτέρων ὕμνων ἡμᾶς ἀξίωσον.

Κάθισμα .Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ ἑκουσίως.

Τόν νυμφίον σου, Χριστόν, προτιμήσασα καὶ τὴν ψυχήν σου, εὐπρεπῶς ὡραΐσασα, ταῖς ἀρεταῖς διέλαμψας, Εἰρήνη χρυσόλαμπε, ὅθεν εἰσελήλυθας, σὺν αὐτῷ εἰς τοὺς γάμους, στέφος δὲ ἀσκήσεως, παρὰ Χριστοῦ δεξαμένη, ἀπὸ παντοίων νῦν κινδύνων, λύτρωσον ἡμᾶς, τοὺς ἐκτελοῦντας, ἐν πίστει, τὴν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, νῦν προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς, Δέσποινα βοήθησον, ἐφ’ ὑμὶν σπλαγχνεισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέ-ψης, σούς δούλους κενούς, σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Ὠδὴ δ΄. Ἦχος δ΄.Τὴν ἀνεξιχνίαστον θείαν βουλήν.

ήσεις ἠδυμόλπων ἐπῶν, ἔμπλησον τὴν καρδίαν μου ἁγνή, τῆς θείας δηλώσεως, ὢ τῆς εἰρήνης θυρεέ, ἐκπεπλαγῶς κραυγάζω σοι, πάντας τῷ Θεῷ, Μῆτερ σύναψον.

δαῖς πῶς ὑμνήσω σὲ τερπνή, πῶς τὴν βιοτὴν ἐκθειάσω σοι, τῆς σῆς σεμνότητος, ὁ τῶν φρενῶν ὁ ἐνδεής, ἁμαρτιῶν κοσμήτωρας, πλὴν ἐν μετανοίᾳ δέξον μὲ Κύριε.

Γάμους ἡ ὀπλίσσασα ἐν οὐρανοῖς, τῶν τε ἀγγέλων τὰ δώματα, δόξαν δὲ τῶν μερόπων, καταλιποῦσα τὴν χοϊκήν, κατονοῶντες κράζωμεν, καὶ ἡμῖν μονὰς ἐτοίμασον, εὔσπλαχνε Κύριε.

Θεοτοκίον.

τὸ ἀργυρόπεζον κλέος καὶ ἐσθλόν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ἡδίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε, δόξα τῇ δυνάμει σου Κύριε.

Ὠδὴ ε΄.Ἦχος δ΄. Ἐξέστη τὰ σύμπαντα.

ξέστη τὰ πέρατα, ἐπὶ τῇ θείᾳ νήψει σου, σύ γὰρ ἀπειρόδοξε Εἰρήνη, ἔσχες ἐν θλίψει, τῶν ἐπὶ γῆς ἀρετῶν, καὶ τέτυχας ὄβρυζον χρυσόν, πᾶσι τοῖς ὑμνοῦσι σε, αφειδώλως παρέχουσα.

φθίμως ἐπάλαισας, Ὁσία ἐν τῇ ἀσκήσει σου, σύ γὰρ χρυσοβάλαντε Εἰρήνη, τρίβουσα ἐν νήψει, κατὰ ἀοράτων λογισμῶν, ἐτέλεσας ἂθλημα λαμπρόν, πᾶσι τοῖς ὑμνοῦσι δέ, αἴγλην τὴν θείαν ἐξανατέλουσα.

εόντων ἐφήμερα, μετὰ πανσόφου φρονήσεως, ἀφῆκας πεπνυμένη Εἰρήνη, ὄλεθρον αἰπὺν καὶ τῶν γηΐνων σποδόν, καὶ τέτυχας θείων τε μονῶν, πᾶσι δὲ τοῖς ὑμνοῦσι σέ, κατοικίας ἐγείρουσα.

Θεοτοκίον.

Κόρη ἡ πάναγνος, ἐπὶ τῇ σῇ ἀσκήσει τε καὶ τῶν παλαισμάτων σου, ἂς ἔσχες ἐν θλίψει, τοῖς ἐπὶ γῆς πειρασμῶν, ἐθαύμαζε τῶν σῶν ἀρετῶν, πᾶσι τοῖς ὑμνοῦσι σέ, νόστιμον ἧμαρ, παρέχουσα.

Ὠδὴ Ϛ΄. Ἦχος δ΄.Τὴν θείαν ταύτην.

Νηὺς εὐεργέα ἡ ἐΰσσελμος, ὁρῶσα οὖν Εἰρήνη ὡς ῥέοντα, πάντα τὰ γήϊνα, δίκην κνωδάλων ἀπέπτυσας, ἵνα Χριστὸν κερδίσης, ὃν ἐπεπόθησας.

ὼς ἐφάνης ὡς ἠριγένεια, ἀγγέλων Εἰρήνη φαόφρονε, κνέφας δαιμόνων δέ, ὡς πάνυ τερπικέραυνος καί τὰς ἐξ αὐτῶν πλεκτάνας, μακρὰν ἀπεδίωξας.

γῶνας, ἱδρῶτας καὶ δάκρυα, ἥματα πάντα ὁμίλησας, βέλη δὲ τὰ πύρινα, τοῦ Βελίαρ ἀπέκρουσας, σελασφόρε Εἰρήνη, αἴγλη τοῦ θείου πνεύματος.

Θεοτοκίον.

ησοῦν Χριστὸν ἡ τέξασα, Παρθένε Παναγία Θεόνυμφε, φωτὸς στεροπήν, δεῦτε τὸ φάρος ὑμνήσωμεν, ὡς τὴν χρυσοῦ φανεῖσαν, μαρμαρυγὴν τὴν ἔκπαγλον.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ ἑκουσίως.

Τῷ ἐν Τριάδι εὐλαβῶς γουνομένῳ, Εἰρήνη σεμνή προτιμήσασα, τὰ τῶν δαιμόνων κατέραξας τεχνάσματα, μέσον δὲ τοῦ σκάμματος, ἐναθλοῦσα θέοφρον, ἀνδρειοφρόνως ἐμβλέπουσα ἀεί, τῶν αἰωνίων καὶ θείων τὴν ἀπόλαυσιν.

Ὁ Οἶκος

Τήν τοῦ Χριστοῦ τὴν ἀμνάδα Εἰρήνην, ἐν μετανοίᾳ πάντες τιμήσωμεν, ἵνα ταῖς αὐτῆς δεήσεσιν, μετὰ πάντων τῶν ἁγίων, ἀξιοθῶμεν, τῶν αἰωνίων καὶ θείων τὴν ἀπόλαυσιν.

Συναξάριον.

Τῇ ΚΗ’ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Εἰρήνης τῆς Καππαδόκου καὶ θαυματουργοῦ, τῆς ἐν τῇ Μονῇ τοῦ Χρυσοβαλάντου ἀσκησάσης.

Στίχοι

Θεῷ εἰρηνεύσας, τὰ οὐράνια κάρηνα ἀεὶ παπταίνουσα,

Κλιτὺν ἀσκήσεως ἀναβᾶσα, ἴρηξ ὣς ἆλτο,

Οὐρανοῦ δὲ ἐκκατεπᾶλτο δι᾽ αἰθέρος,

τ’ εἰκάδι ὀγδοάτῃ παραδείσου ἐσᾶλτο τὰς πύλας.

ς ταῖς ἀεννάοις πρεσβείαις, εἴημεν ἅπαντες, τοῖς θείοις παραγγέλμασιν, προσκαρτερικῶς ἐχεφρονοῦντες. Ἀμήν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Διακόνων, Προχόρου, Νικάνορος, Τίμωνος καὶ Παρμενᾶ.

Στίχοι

Τετρὰς Μαθητῶν, τοῦ θεανθρώπου Λόγου,

Τριάδα σεπτὴν πᾶσι κηρύττει λόγῳ.

Εἰκάδι ὀγδοάτῃ Μυστῶν ξυνελήλυθε τετράς.

Τ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Εὐσταθίου τοῦ ἐν Ἀγκύρᾳ.

ἁγία μάρτυς Δροσίς, ἐν χώνῃ χρυσῇ βληθεῖσα, τελειοῦται.

ὅσιος Παῦλος Ξηροποταμηνός, ἱδρύσας τὰς δύο μονάς, τὴν τοῦ Ξηροποτάμου καὶ τὴν τοῦ ἁγίου Παύλου, ἤτοι τὴν τοῦ ἁγίου Γεωργίου, ἐν Ἁγίῳ Ὄρει, καὶ ἐκ γένους βασιλικοῦ, ἐν εἰρήνῃ τελειοῦται.

Τ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Ἀκακίου, καὶ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου ἐν τοῖς Διακονίσσης.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ΄.Ἦχος δ΄. Οὐκ ἐλάτρευσαν.

Νοῦν ἐχέφρονα ἐκτήσω καὶ θεόφρονα, μηδόλως ἀφρονήσασα, ἀλλὰ τιμὴν βασιλικήν, ἀνδρείως πατήσασα, χαίρουσα ἔψαλλες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Οὐκ ἐλάτρευσας τῇ φύσει ὡς οἱ χοόφρονες, παρὰ τὸν Κτίσαντα, θείου δὲ φωτὸς τήν στεροπήν, ἡδέως τιμήσασα, χαίρουσα ἒκραζες· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Σειράς πταισμάτων μου, ς χνον ε διάρηξον, λύμην δ λσον σία, φωτς δε θείου συμμετοχήν, δωρεν μεσιτεύουσα, χαίροντες δωμεν· Χρυσοβάλαντε, τν μοναζόντων φάσγανον κα μν τό στήριγμα.

Θεοτοκίον.

Δέους πέπλησμαι γν Παρθένε Δέσποινα, βο δ σάωσον, -μο τρυφς γαστς, ῥᾳδίως τε μς ξίωσον, τν πηγν κυήσασα, τς αωνίου ντως ζως, τι δς ξίως τίσαντας, χαίροντάς τε μέλποντας· περύμνητε, τν Πατέρων Κύριος, κα Θες ελογητς ε.

δ η΄. χος δ΄. Παδας εαγες.

χθης πρ βημάτων Ερήνη, ατοντος το βασιλέως παρά σοί, τ νυμφοκελεύσματα, τότε τν ταπείνωσιν, Μτερ πρόπαν γάπησας, ψθεν γουσαν, τν Κύριον μνετε τ ργα, κα περυψοτε, ες πάντας τος αἰῶνας.

Μτερ λκεσίπεπλε σία, ς νύμφη κεκοσμημένη ησο Χριστο, σχες τος γνας σου, νν δ τν νυμφνα σου, σμένως τέρπεσαι, τν Κύριον μνετε βοσα, κα περυψοτε, ες πάντας τος αἰῶνας.

ρας θεοειδς τ μματά σου, τν τόκον τς Θεοτόκου καταλιλαίουσα, τότε γόνυ κλίνουσα, νν άσεις βρύουσα, τν οκουμένην πασαν, γείρεις δουσαν, τν Κύριον μνετε τ ργα, κα περυψοτε, ες πάντας τος αἰῶνας.

Θεοτοκίον.

Τέκνον Καππαδόκων χαρᾶς τό κρῖνον, ὁ τόκος σου Θεοτόκε ἐλυτρώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην σύμπασαν, ἀγείρει ψάλλουσαν, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ΄. Ἦχος δ΄. Ἅπας γηγενής.

ώμην καὶ ἰσχύν, εἰρήνην εἰς πάντα τὰ τῆς αἴας πέρατα, ἡμῖν ἐπιδαψίλευσον, ἐόντων θοῶν, πόνων ὑπόδικοι, ἀμογητὶ δὲ στᾶντες τῇ βοηθείᾳ σου, σοί τε βοῶμεν, Χαίροις Εἰρηνώνυμε, γλεῦκος ἀγλαὸν πάνυ ἄκρητον.

σθι μέθ’ ἡμῶν, τρισάγιε Λόγε τρισπαμπολυέλεε, τὰς τῆς διανοίας μου, αὐλοὺς νῆας πᾶσας κελεύθους τε, ἀνομιῶν εἰσέτι δὲ τὴν πλήρην ἄφεσιν, ἵνα ἐροῦμεν· Χαίροις χρυσοβάλαντον, Καππαδόκων τερπνὸν ἄνθος εὔοσμον.

λη τῇ ψυχῇ, τὸν Κύριον ἠγάπησας νενυμφευόμενη, βίου δὲ σεμνότητι, ἀσπέτων μόγων, ἰώκά τε δακρυόεσσαν, νῦν ἐξέχεε τὸν ἰόν, ἡμῶν τὸν ὀδυνήφατον, καὶ φοινήεντα· ἔρκος ἀδαπάνητον, Εἰρήνη κλεινὴ ἀξιάγαστε.

Θεοτοκίον.

ψωσον ἡμῶν, εὐνῶν κεκλιμένων χθαμαλοχθόνων τε, τὸν νοῦν καὶ τὴν διάνοιαν, ἀεί τε κῦδος πάντας προσόπαζε καὶ αἰωνίου λάμψεως τῆς πολυμήτιδος καὶ αἰδίου· θείας πολιτείας τε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

Ἑξαποστειλάριον. Ἦχος δ’. Γυναῖκες ἀκουτίσθητε.

Λιπών κλέος ἐφήμερον, Εἰρήνη ἡ παναοίδιμος, καὶ τῷ Χριστῷ προσελθοῦσα, ὑπὲρ αὐτοῦ ἠγωνίσω, στορέσασα δὲ πήματα, πυρόχρυσα ἐδέδραξας, δῶρα κλυτά τε καὶ θεῖα, νημερτέα δὲ Μῆτερ, θυῶδες μυροδοχεῖον.

Θεοτοκίον.

Εἰρήνη ἡ Εἰρηνώνυμος, σεμνὴ τε καλλιπάρθενος, τοῦ σοῦ υἱοῦ Θεοτόκε καὶ Βασιλέως τῆς δόξῃς, τρωθεῖσα θείῳ ἒρωτι, ὀσιακῶς ἠγώνισται, μεθ’ ἧς ἀλάστως πρέσβευε, Θεοκυῆτορ Παρθένε, ὑπὲρ τῶν σὲ ἀνυμνούντων.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ’ καί ψάλλομεν στιχηρά προσόμοια.

Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Τῆς Εἰρηνωνύμου Ὁσίας τὴν μνήμην σήμερον, φαιδρῶς ἐπιτελοῦντες, ἀνακράξωμεν πάντες· τρυφάς τάς σωτηρίους· ὦνια ἀγλαά, τῷ Κυρίῳ συναίτησον, ῥερυομένους τε πόνων καί συμφορῶν, Ἡγουμένη, ἡμᾶς κατάστησον.

Καππαδοκίας τὸ κλέος ἄνθος τερπνότατον, οἱ σέ σεμνῶς τιμῶντες, ἀνακράξωμεν πάντες, ἀσκήσει ἐτελειώθης· τῶν κορυφῶν, κυπαρίσσων ἡ κλίνουσα, ἱκετερίων εὐχῶν σου, τοὺς εὐλαβεῖς, σωζωμένους, παρασκεύασον.

Χρυσοβαλάντου τὸ κῦδος χρυσοηδύτατε, τὴν χάριν τῆς Τριάδος, τοῦ Ἀποστόλου τὸ δῶρον, ὁσία ἡμῶν Μῆτερ· μήλων Ἐδέμ, ὧν ἐδέξω τὴν κόμισην, δεσμωτηρίων τῆς Εὕας, καὶ τοῦ πυρός, ὡς ἀντίλυτρον, ἡμῖν δαψίλευσον.

Τήν τῶν δαιμόνων μανίαν καὶ ἰταμότητα, πειρατηρίων θλίψεις, ἀκαθάρτων πνευμάτων, ἀράχνης ὡς ἱστίον· ἀναφανδόν, κατηκρήμνισας πάνσεμνε, ἐπεὶ ἀγγέλων θείων, πανευλαβῶν, κατεδέξω τὴν ἐνέργειαν.

Δόξα. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν ἀληθῶς.

Χαίροις τῆς Καισαρείας βλαστέ, ἡ ἐξ Ἑῴας ὡς ἀστὴρ ἀνατείλασα, καὶ πᾶσαν τὴν οἰκουμένην, φωταγωγούσα φαιδρῶς, ψυχῆς διαυγείᾳ καὶ σεμνότητι· δι’ ἧς θεῖα θέσφατα, τῶν ὁσίων πεπλήρωνται καὶ καθηρέθη, ἀκαθάρτων νοῶν ἡ δύναμις, κοκοφρόνων τε, ὀλεθρίων καὶ δύσμοιρων· Χαίροις ἡ ἀργυρότοξος, τὰ βέλη ἡ τείνουσα, καθαρτικά μολυσμάτων, τῆς ἀμφηρεφέης φαρέτρης σου, Χριστοῦ τῇ δυνάμει, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Καῖ νῦν. Θεοτοκίον.

Μακαρίζομεν σέ, Θεοτόκε Παρθένε καὶ δοξάζομεν σέ, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία μεγάλη καὶ ἀπόλυσις τοῦ Ὄρθρου.

Εἰς τὴν Θείαν Λειτουργίαν.

Ἀπόστολος.

Προκείμενον. Ἦχος δ' [Ψαλμός 67]

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Στίχ. Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός.

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.

(Κεφ. γ´ 23, δ´1).

δελφοίπρὸ δὲ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ ᾿Ιησοῦ· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. οὐκ ἔνι ᾿Ιουδαῖος οὐδὲ ῞Ελλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ ᾿Ιησοῦ. εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ ᾿Αβραὰμ σπέρμα ἐστὲ καὶ κατ᾿ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ᾿ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν.

λληλούϊα. Ἦχος α´.

πομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον

κ τοῦ κατὰ Ματθαῖον.

Κεφ. 15: 21-28

Εἶπεν Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί. αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· Ααἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν νυμφίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Κοινωνικόν.

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Μεγαλυνάρια.

Δίδου τρυχωμένοις ἀπαλλαγὴν καὶ τοῖς ἀσθενοῦσι, ἰατρείαν ἐρατινήν καὶ πολεμουμένοις τὴν ἂσπετον εἰρήνην, Εἰρήνη Θεοφόρε, Πνεύματος σκήνωμα.

Ἒτερον Μεγαλυνάριον.

νάκτων ζητοῦσα ἀπαλλαγὴν καὶ τοῖς ἀναξίοις, εὐλογίαν ἀληθινὴν καὶ διωκομένοις τὴν ἄλαστον εἰρήνην, Χρυσοβαλάντου Εἰρήνη, Πνεύματος σκήνωμα.