The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

 ΙΟΥΛΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΗ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Διακόνων Προχόρου, Νικάνορος, Τίμωνος καὶ Παρμενᾶ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων

ν ἐκλογῇ θεοκρίτῳ προετιμήθητε, διακονεῖν ταῖς χρείαις, τῶν Ἁγίων ὡς ὄντες, σοφίας θείας πλήρεις, καὶ φωτισμοῦ, καὶ τῆς χάριτος Ἔνδοξοι, καὶ νῦν οἰκεῖτε ἀπαύστως τοὺς οὐρανους, σὺν Ἀγγέλοις εὐφραινόμενοι.

Φωτιστικαὶ ὡς λαμπάδες Πνεύματος χάριτι, ἀποδειχθέντες κόσμῳ, τὸ τῆς γνώσεως φέγγος, ἠστράψατε πλουσίως, καὶ τὴν ἀχλύν, τῆς κακίας ἐπαύσατε, καὶ μεταστάντες, Ἀπόστολοι πρὸς τὸ φῶς, ἐσκηνώσατε τὸ ἄδυτον.

νευφημείσθω Νικάνωρ ὁ ἱερώτατος, καὶ Παρμενς καὶ Τίμων, καὶ σὺν τούτοις τιμάσθω, ὁ Πρόχορος ὁ θεῖος, οἱ πληρωταί, τῶν τοῦ Λόγου προστάξεων, καὶ πλουτισταὶ τῶν ἀπόρων καὶ πρεσβευταί, πρὸς Θεὸν ἡμῶν θερμότατοι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Θεομακάριστε Κόρη τὰς ἱκεσίας ἡμῶν, ὡς εὐμενὴς προστάτις, τῶν πιστῶν Θεοτόκε, προσάγουσα τῷ Κτίστῃ, τὸν ἱλασμόν, ἀνταμείβου τοῖς δούλοις σου, ὡς παντελής σωτηρία καὶ ἱλασμός, τῶν ψυχῶν ἡμῶν Πανάμωμε.

Ἢ Σταυροθεοτοκίον

ν τῷ Σταυρῷ παρεστῶσα, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, καὶ τὴν μακροθυμίαν, τούτου ἀποσκοποῦσα, ἔλεγες θρηνοῦσα· Μῆτερ ἁγνή, Οἴμοι! Τέκνον γλυκύτατον, τὶ ταῦτα πάσχεις ἀδίκως Λόγε Θεοῦ! ἵνα σώσῃς τὸ ἀνθρώπινον.

Ἀπολυτίκιον

πόστολοι ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἡ Συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.

Μέλπω τὰς αὐγὰς τοῦ νοητοῦ Ἡλίου. Ἰωσήφ.

Ὠδὴ α' Ἦχος δ'

Θαλάσσης, τὸ ἐρυθραῖον

Μεθέξει, τῇ πρὸς τὸ θεῖον Πάνσοφοι, φῶς χρηματίσαντες, τοὺς τὴν ὑμῶν φωσφόρον καὶ σεπτήν, ἑορτὴν ἑορτάζοντας, παθῶν ἀχλύος ῥύσασθε, καὶ φωτισμοῦ καταξιώσατε.

θέλχθητε, γλυκυτάτῳ ἔρωτι, Χριστοῦ Μακάριοι, καὶ τὰ τερπνὰ τοῦ βίου τοῦ φθαρτοῦ, εὐσεβῶς παρωσάμενοι, αὐτῷ ἠκολουθήσατε, μαθητευθέντες ἀληθέστατα.

Λαμπτῆρες, Ἀνατολῆς ὁρμώμενοι τῆς φωτοδότιδος, φωταγωγοὶ γεγόνασι ψυχῶν, Παρμενᾶς τε καὶ Πρόχορος, καὶ Τίμων ὁ θαυμάσιος, καὶ ὁ Νικάνωρ ὁ θεόπνευστος.

Θεοτοκίον

Πορεῖαι, αἱ τοῦ Θεοῦ Πανάμωμε ἐν σοὶ ἐγνώσθησαν, γεγεννημέναι ξένῳ τοκετῷ, ἀσυγκρίτῳ ἑνώσει τε· ὅθεν ὡς πάντων Δέσποιναν, τῶν ποιημάτων σε δοξάζομεν.

Ὠδὴ γ'

Εὐφραίνεται ἐπὶ σοὶ

ς ὄντες πνευματικαί, νεφέλαι ὕδωρ ἀληθοῦς γνώσεως, τοῖς ἐπὶ γῆς Ἔνδοξοι, ἐν ἁγιασμῷ ἐσταλάξατε.

Τοῦ Πνεύματος ἐκλογή, ὡς πεπλησμένοι τῆς αὐτοῦ χάριτος, διακονεῖν Πάνσοφοι, χορείαις τῶν Ἁγίων ἐτάχθητε.

Αἰνέσωμεν Παρμενᾶν, τὸν εὐκλεῆ καὶ τὸν σοφὸν Τίμωνα, καὶ τὸν σεπτὸν Πρόχορον, καὶ τὸν ὑψηλόνουν Νικάνορα.

Θεοτοκίον

Σταλάζοντα γλυκασμόν, καὶ ἀπολύτρωσιν κακῶν τέτοκας, τὸν ἀγαθὸν Κύριον, ἄχραντε Παρθένε πανάμωμε.

Ὁ Εἱρμὸς

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

Κάθισμα Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ

Διάκονοι σεπτοί, καὶ αὐτόπται τοῦ Λόγου, καὶ σκεύη ἐκλογῆς, ἀνεδείχθητε πίστει, Νικάνορ καὶ Πρόχορε, Παρμενᾶ, Τίμων ἔνδοξε· ὅθεν σήμερον, τὴν ἱερὰν ὑμῶν μνήμην, ἑορτάζομεν, ἐν εὐφροσύνῃ καρδίας, ὑμᾶς μακαρίζοντες.

Θεοτοκίον

νύμφευτε ἁγνή, Θεοτόκε Παρθένε, ἡ μόνη τῶν πιστῶν, προστασία καὶ σκέπη· Κινδύνων καὶ θλίψεων, καὶ δεινῶν περιστάσεων, πάντας λύτρωσαι, τοὺς ἐπὶ σοὶ τάς ἐλπίδας, Κόρη ἔχοντας, καὶ τὰς ψυχὰς ἡμῶν σῶσον, ταῖς θείαις πρεσβείαις σου.

Ἢ Σταυροθεοτοκίον

ρῶσά σε Χριστέ, ἡ πανάμωμος Μήτηρ, νεκρὸν ἐπὶ Σταυροῦ, ἡπλωμένον ἐβόα· Υἱέ μου συνάναρχε, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τὶς ἡ ἄφατος, οἰκονομία σου αὕτη, δι' ἧς ἔσωσας, τὸ τῶν ἀχράντων χειρῶν σου, σοφὸν δημιούργημα;

Ὠδὴ δ'

Ἐπαρθέντα σε ἰδοῦσα

ναλάμψαντες τῷ ὕψει τῆς Ἐκκλησίας, ὥσπερ ἀστέρες ἄδυτοι, τὸν τῆς δυσσεβείας, σκοτασμὸν διέλυσαν, καὶ κόσμον ἐφώτισαν, οἱ τοῦ Εὐεργέτου Ἀπόστολοι.

πουργῶν τῷ κατὰ χάριν Εὐαγγελίῳ, Νικομηδείας γέγονας, Πρόχορε παμμάκαρ, ἄριστος διδάσκαλος, καὶ θεῖος πρωτόθρονος, ποίμνης τοῦ Χριστοῦ προϊστάμενος.

Γέρας θεῖον ἐκληρώσω Νικάνορ μάκαρ, σφαγιασθεὶς ὡς πρόβατον, σὺν τοῖς δισχιλίοις, εἰς Χριστὸν ἐλπίζουσι, καθ' ἣν τετελείωται, Στέφανος ἡμέραν ὁ πρώταθλος.

Θεοτοκίον

πειρογάμως ἐκύησας Θεὸν Λόγον, σωματοθέντα Πάναγνε, ὑπὲρ νοῦν καὶ λόγον· ὅθεν κατὰ χρέος σε, Παρθένον δοξάζομεν, καὶ χρεωστικῶς μακαρίζομεν.

Ὠδὴ ε'

Σὺ Κύριέ μου φῶς

Σὺ Κύριε τοὺς σούς, Μαθητὰς ὥσπερ σάλπιγγας, ἀπέστειλας ἐγειρούσας, ἐκ μνημάτων ἀπάτης, ψυχὰς ὑμνολογούσας σε.

Τίμων ὁ ἱερός, ποιμὴν Βόστρων γενόμενος, ἠνέγκατο μαρτυρίου, τὸ μακάριον τέλος, πυρὶ καταφλεγόμενος.

μέγας Παρμενᾶς, Ἀποστόλων ἐπ' ὄψεσι, κεκοίμηται ἐκτελέσας, σὺν σπουδῇ θερμοτάτῃ, τὸ θεῖον διακόνημα.

Θεοτοκίον

μνοῦμέν σε δι' ἧς, τῆς φθορᾶς ἐλυτρώθημεν, Πανάμωμε, τοῦ θανάτου, καὶ τῆς πρὶν τυραννούσης, κακίας τοῦ ἀλάστορος.

Ὠδὴ ς'

Θύσω σοι μετὰ φωνῆς

Νικάνωρ, τὴν ζωὴν καταγγέλλων τὴν ἄληκτον, καὶ τὸν Σταυρὸν καὶ τὰ πάθη, τοῦ δι' εὐσπλαγχνίαν σαρκὶ παθόντος, θανατοῦται, Ἰουδαίων χερσὶν ἀναιρούμενος.

μέγας ἐξαπτόμενος Τίμων τῷ ἔρωτι, τῆς τοῦ Κυρίου ἀγάπης, προσταγαῖς ἀνόμων πυρὸς ἐν μέσῳ, τελειοῦται, ὁλοκαύτωμα θεῖον γενόμενος.

θεία, καὶ φωσφόρος καὶ χάριτος ἔμπλεως, ὑμῶν Ἀπόστολοι μνήμη, ἁγιάζει πάντων τὰς διανοίας, τῶν ἐν πίστει, ἐπιτελούντων ταύτην μακάριοι.

Θεοτοκίον

Τάξεις σε, ἀσωμάτων Ἀγγέλων γεραίρουσι, καὶ Ἀποστόλων χορεῖαι, καὶ Μαρτύρων δῆμοι Θεοκυῆτορ· τὸν γὰρ πάντων, Βασιλέα ἀφράστως ἐκύησας.

Ὁ Εἱρμὸς

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

Συναξάριον

Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Διακόνων, Προχόρου, Νικάνορος, Τίμωνος καὶ Παρμενᾶ.

Στίχοι

Τετρὰς Μαθητῶν, τοῦ θεανθρώπου Λόγου,

Τριάδα σεπτὴν πᾶσι κηρύττει λόγῳ.

Εἰκάδι ὀγδοάτῃ Μυστῶν ξυνελήλυθε τετράς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Εὐσταθίου τοῦ ἐν Ἀγκύρᾳ.

Μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Εἰρήνης τῆς ἐκ Καππαδοκίας, ἀσκησάσης ἐν τῇ μονῇ τοῦ Χρυσοβαλάντου.

ἁγία μάρτυς Δροσίς, ἐν χώνῃ χρυσῇ βληθεῖσα, τελειοῦται.

ὅσιος Παῦλος ὁ Ξηροποταμηνός, ὁ ἱδρύσας τὰς δύο μονάς, τὴν τοῦ Ξηροποτάμου καὶ τὴν τοῦ ἁγίου Παύλου, ἤτοι τὴν τοῦ ἁγίου Γεωργίου, ἐν Ἁγίῳ Ὄρει, καὶ ἐκ γένους βασιλικοῦ, ἐν εἰρήνῃ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Ἀκακίου, καὶ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου ἐν τοῖς Διακονίσσης.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ'

Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι

λικωτάταῃ, διανοίᾳ Χριστὸν ἀγαπήσαντες, μόνον τὸν ἐν κάλλει ὄντα ὡς ἀληθῶς, Παναοίδιμοι ἀσύγκριτον, κλῆρον εἰλήφατε, τὴν βασιλείαν τὴν ἐπουράνιον.

πὸ τοῦ Λόγου, τοῦ ἐκ Παρθένου ἡμῖν ἀνατείλαντος, λόγῳ τιμηθέντες ἔργοις τε ἱεροῖς, τῶν πιστῶν σωτῆρες ὤφθητε, τούτους μετάγοντες, πρὸς τὴν ὁμολογίαν θεόληπτοι.

θλησας ξένως, μάκαρ Νικάνορ ἀναιρούμενος, γνώμῃ δυσσεβῶν Ἑβραίων, καὶ τῷ Χριστῷ, ὡς ἀρνίον προσαγόμενος· Εὐλογημένος εἶ ὁ Θεός μου, κραυγάζων καὶ Κύριος.

Θεοτοκίον

Λόγῳ τὸν Λόγον, τὸν τοῦ Πατρὸς Κόρη τέτοκας, λόγῳ οὐρανὸν ποιήσαντα καὶ τὴν γῆν, καὶ δοξάζειν τοῦτον πάναγνε, λόγον παρέχοντα, τοῖς καθαρῶς αὐτῷ νῦν πιστεύουσιν.

Ὠδὴ η'

Χεῖρας ἐκπετάσας Δανιὴλ

λύος ἐρρύσασθε παθῶν, καὶ ματαιότητος, τοὺς πειθαρχήσαντας, ὑμῶν διδάγμασι Πάνσοφοι, καὶ πρὸς ὕψος τούτους γνώσεως, ἀνεβιβάσατε Θεῷ, εὐαρεστοῦντας καλῶς καὶ βοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

θεῖος τιμάσθω Παρμενᾶς, ἐνθέοις ᾄσμασιν, ἅμα τῷ Τίμωνι, καὶ ὁ πανεύφημος Πρόχορος, καὶ Νικάνωρ ὁ θαυμάσιος, ὡς μαθηταὶ τοῦ Ἰησοῦ, καὶ πλουτισταὶ τῶν ἐθνῶν, τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

μᾶς μετὰ Πέτρον καὶ λοιπούς, προκρίτους Κύριος, μαθητὰς εἵλετο, συνταττομένους μὲν Ἔνδοξοι, τοῖς λεχθεῖσιν Ἑβδομήκοντα, ἐκλελεγμένους δὲ καλῶς, ὡς πλήρεις πίστεως τῶν Ἁγίων, διακονῆσαι ταῖς χρείαις πανεύφημοι.

Θεοτοκίον

δοὺ θεηγόρων αἱ φωναί, πέρας ἐδέξαντο, ἀποτεκούσης σου, τὸν ὑπερούσιον Κύριον, ὑπ' ἐκείνων τὸν δηλούμενον, εἰς σωτηρίαν τῶν πιστῶν θεοχαρίτωτε, τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ὁ Εἱρμὸς

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὠδὴ θ'

Λίθος ἀχειρότμητος ὄρους

ράθητε σκεύη τοῦ Λόγου, πᾶσαν χωρήσαντα τὴν αἴγλην, πρόκριτοι σεπτοὶ Διακόνων, Ἁγίων χρείαις διακονήσαντες, καὶ σὺν τῷ Λόγῳ πάνσοφοι, δόξης ἀρρήτου ἀπολαύοντες.

Σήμερον ἡ σύμπασα κτίσις, ὑμῶν τὴν μνήμην ἑορτάζει, Τίμων, Παρμενᾶ καὶ Νικάνορ, σὺν τῷ Προχόρῳ τῷ χριστοκήρυκι, ἀξίως μακαρίζουσα, ὑμᾶς θεόπται παμμακάριστοι.

ρθητε πρὸς μέγιστον κλέος, ὡς Μαθηταὶ Θεοῦ τοῦ Λόγου, καὶ σὺν Ἀποστόλων χορείαις, καὶ ἀσωμάτων νῦν ἐπαγάλλεσθε, μεθ' ὧν ἀεὶ πρεσβεύσατε, ἐλεηθῆναι ἡμᾶς ἔνδοξοι.

Θεοτοκίον

Φωνὴν σοι βοῶμεν Παρθένε, περιχαρῶς τοῦ Ἀρχαγγέλου· Χαῖρε ἡ χαρὰ τῶν Ἀγγέλων, καὶ Ἀποστόλων τὸ σεμνολόγημα, καὶ Προφητῶν τὸ κήρυγμα, καὶ τῶν Μαρτύρων τὸ στεφάνωμα.

Ὁ Εἱρμὸς

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.

 

Καὶ ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, καὶ Ἀπόλυσις.