The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

 ΑΥΓΟΥΣΤΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ'

Οἱ μάρτυρές σου Κύριε

Μωσῆς ὁ πολυθρύλητος, κόσμου τερπνότητα, λιπὼν ἐμφρόνως, πόνοις ἀσκήσεως συντονωτάτοις, πάθη ὑπέταξε σαρκός, καὶ καταβαλὼν τὸν πολυμήχανον, νίκης τοὺς στεφάνους ἐκομίσατο. Αὐτοῦ ταῖς ἱκεσίαις Κύριε, δίδου τὸ μέγα ἔλεος.

γκράτειαν ἀσύγκριτον, στάσιν παννύχιον, ἄγρυπνον ὄμμα, νοῦν φανταζόμενον τὸ θεῖον κάλλος, ἔσχες μακάριε Μωσῆ· ὅθεν ἰαμάτων χάριν εἴληφας, πάθη θεραπεύειν χαλεπώτατα. Διὸ σε δυσωποῦμεν· Αἴτησαι πᾶσι Πάτερ τὸ μέγα ἔλεος.

Δαιμόνων πανουργεύματα, καὶ τὰ τοξεύματα, καὶ τὰς ἐνέδρας, θείᾳ σκεπόμενος Μωσῆ παλάμῃ, Πάτερ διῆλθες ἀβλαβῶς, καὶ τῇ ἀπαθείᾳ σεμνυνόμενος, πᾶσι τοῖς Ὁσίοις συνηρίθμησαι, πρεσβεύων δωρηθῆναι, πίστει τοῖς σὲ τιμῶσι τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Οἱ λογισμοὶ ἀκάθαρτοι, τὰ χείλη δόλια, τὰ ἔργα δέ μου, εἰσὶ παμμίαρα, καὶ τὶ ποιήσω; πῶς ὑπαντήσω τῷ Κριτῇ; Δέσποινα Παρθένε καθικέτευσον, τὸν Υἱὸν καὶ πλάστην σου καὶ Κύριον, ὅπως ἐν μετανοίᾳ δέξηταί μου τὸ πνεῦμα, ὡς μόνος εὔσπλαγχνος.

Ἢ Σταυροθεοτοκίον

δάμαλις ἡ ἄσπιλος, τὸν μόσχον βλέπουσα, ἐπὶ τοῦ ξύλου, προσαναρτώμενον ἐθελουσίως, ὀδυρομένη γοερῶς· Οἴμοι! ἀνεβόα, ποθεινότατον τέκνον, τὶ δῆμος ἀνταπέδωκεν, ἀχάριστος Ἑβραίων, θέλων με ἀτεκνῶσαι, ἐκ σοῦ παμφίλτατε;

Ἀπολυτίκιον Ἦχος α'

Τῆς ἐρήμου πολίτης, καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης θεοφόρε Μωσῆ πατὴρ ἡμῶν, νηστείᾳ ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πάσιν ἰάματα.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου ὁ παρών.

Ποίημα Θεοφάνους.

Ὠδὴ α' Ἦχος πλ. δ'

Ἄσωμεν τῷ Κυρίῳ

Δήγματι ἁμαρτίας, μεμελανωμένην τὴν καρδίαν μου, καταλεύκανον Πάτερ, μετανοίας τοῖς ὄμβροις πρεσβείαις σου.

Φόβῳ τῷ τοῦ Δεσπότου, σάρκα καθηλώσας ἅπαν νόημα, ἐμπαθὲς ἐκ καρδίας, θεοφόρε παμμάκαρ ἐξήλειψας.

Αὔλαξι διανοίας, κρύψας τὰ τοῦ λόγου Πάτερ σπέρματα, ἐγεώργησας σῖτον, θησαυροῖς ἀκενώτοις τηρούμενον.

Θεοτοκίον

λον με διασῴζει, Λόγος ὁ ὑπέρθεος χρηστότητι, βουληθεὶς ἐκ γαστρός σου, σαρκωθῆναι ἁγνὴ Μητροπάρθενε.

Ὠδὴ γ'

Σὺ εἶ τὸ στερέωμα

Πνεύματι κινούμενος, πνευματικαῖς σοφὲ πράξεσιν, ἐγκαρτερῶν, τὰ τῆς πονηρίας, καθυπέταξας πνεύματα.

Σθένει δυναμούμενος, θεαρχικῷ Μωσῆ Ὅσιε, τὸν ἰσχυρόν, ἄσαρκος καθάπερ, ἐταπείνωσας δράκοντα.

μβροις τῶν δακρύων σου, πυρκαϊὰν παθῶν ἔσβεσας, καὶ ποταμός, ὤφθης χαρισμάτων, πεπλησμένος τοῦ Πνεύματος.

Θεοτοκίον

χων σε βοήθειαν, τῶν δυσμενῶν ὁρμὰς Ἄχραντε, οὐ δειλιῶ, ἔχων σε προστάτιν, τὰς αὐτῶν τρέπω φάλαγγας.

Ὁ Εἱρμὸς

Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

Κάθισμα Ἦχος γ'

Θείας πίστεως

Φέγγος ἄδυτον εἰσδεδεγμένος, ἀπημαύρωσας τῶν νοουμένων, Αἰθιόπων θεοφόρε τὰ πρόσωπα, καὶ τὰς αὐτῶν κακουργίας διέλυσας, ταὶς πρὸς τὸ θεῖον ἀπαύστοις σου νεύσεσι Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Θείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος, ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Παρθένον Μητέρα σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος. Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἢ Σταυροθεοτοκίον

ἀμίαντος ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι τέκνον μου! πῶς πάσχεις θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον.

Ὠδὴ δ'

Εἰσακήκοα Κύριε

Τὸν φιλόσαρκον δαίμονα, ταῖς ἀδιαλείπτοις Πάτερ δεήσεσι, καὶ τῶν πόνων ἐπιδόσεσιν, ἐκ ψυχῆς παμμάκαρ ἀπεδίωξας.

Μεταθεὶς τὴν διάνοιαν, πρὸς τὰ ὑπὲρ νοῦν τε καὶ λόγον Ὅσιε, τῆς ἀσκήσεως τὸν καύσωνα, ὥσπερ θείαν δρόσον καθυπέφερες.

Θεωρίαις καὶ πράξεσιν, ἐκλελαμπρυσμένη Πάτερ πανόλβιε, ἡ καρδία σου τοῦ Πνεύματος, καθαρὸν ἐδείχθη ἐνδιαίτημα.

Θεοτοκίον

Παρθενίας κειμήλιον, καὶ τῆς ἀχωρήτου φύσεως σκήνωμα, τὴν ψυχήν μου φωταγώγησον, τὴν ἐσκοτισμένην Θεονύμφευτε.

Ὠδὴ ε'

Ὀρθρίζοντες βοῶμέν σοι

Τῷ ἄνθρακι πυρούμενος, μάκαρ τῆς ἀπαθείας, ὕλην εὐκατάπρηστον, τὴν τῶν παθῶν ἀπετέφρωσας.

στὴρ τῆς ἐγκρατείας, ὑψώμασι διαπρέπων, ὤφθης τὰς ψυχὰς ἡμῶν, καταφωτίζων ἀοίδιμε.

Τεθρίππῳ ἀρετῶν ἐπιβέβηκας, καὶ πρὸς νύσσαν, ἔφθασας οὐράνιον, Πάτερ Μωσῆ ἀξιάγαστε.

Θεοτοκίον

Παρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Θεοτόκε· σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.

Ὠδὴ ς'

Ἱλάσθητί μοι Σωτὴρ

Νυκτὶ με ἁμαρτιῶν, καὶ ἡδονῶν ἀμαυρότητι, κυκλούμενον ταῖς ἐν σοί, τοῦ Πνεύματος λάμψεσιν, ὅλον φωταγώγησον, ὅλον πρὸς λιμένα, σωτηρίας Πάτερ ἴθυνον.

ς μέλισσα φιλεργός, τῷ σίμβλῳ τῆς διανοίας σου, τὰ ἄνθη τῶν ἀρετῶν, ἀθροίσας ἀνέβλυσας, γλυκασμὸν ἀθάνατον, τὴν πικρίαν Πάτερ, τῶν δαιμόνων ἀπελαύνοντα.

ρήμοις ἐγκαρτερῶν, τὴν ἄνω πόλιν κεκλήρωσαι, τὴν σάρκα δουλαγωγῶν, νηστείαις θαυμάσιε, τρυφὴν πρὸς ἀδάπανον, καὶ πρὸς Παραδείσου, τὰς σκηνώσεις ἐξεδήμησας.

Θεοτοκίον

γίασμα νοητόν, καὶ ἄψαυστον ἱλαστήριον, λυχνίαν χρυσοειδῆ, καὶ τράπεζαν ἔμψυχον, τὸν ἄρτον βαστάσασαν, τῆς ζωῆς Παρθένε, οἱ πιστοὶ σε ὀνομάζομεν.

Ὁ Εἱρμὸς

λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Κοντάκιον Ἦχος δ'

Ἐπεφάνης σήμερον

Αἰθιόπων πρόσωπα, ἀπορραπίσας, νοητῶν ἀνέλαμψας, καθάπερ ἥλιος φαιδρός, φωταγωγῶν τὰς ψυχὰς ἡμῶν, τῶν σὲ τιμώντων, Μωσῆ παμμακάριστε.

Συναξάριον

Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος.

Στίχοι

Φήσεις τὸ ῥητὸν καὶ θανών, Μωσῆ μέλα.

νθρωπος ὄψιν, καὶ Θεὸς τὴν καρδίαν.

Θάψαν ἐν εἰκάδι Μωσῆν ὀγδόῃ Αἰθιοπῆα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου μάρτυρος Ἀκακίου τοῦ Νέου.

Στίχοι

Τράχηλον Ἀκάκιος ἐκτμηθεὶς ξίφει,

Ψυχῆς τὸ λευκὸν μηνύων, βλύζει γάλα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Διομήδους καὶ Λαυρεντίου.

Στίχοι

Διττοῖς ἀθληταῖς προσδεθεῖσι πλατάνῳ,

Ταθέντα τόξα, πλατάνων κενοὶ ψόφοι.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ δίκαιος Ἐζεκίας ὁ Βασιλεὺς ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Εἰ δακρύσας ἦν Ἐζεκίας, ὡς πάλαι,

Ζωῆς ἂν ἄλλην εὗρε προσθήκην πάλιν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Ἄννης, τῆς θυγατρὸς Φανουήλ.

Στίχοι

Οὐ γῆς ἀπῆρεν ἡ Φανουὴλ θυγάτηρ,

ως ἐφ' αὐτῆς εἶδε τὸν Θεὸν βρέφος.

Οἱ ἅγιοι τριάκοντα τρεῖς μάρτυρες, οἱ ἐξ Ἡρακλείας, πυρὶ τελειοῦνται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ'

Παῖδες Ἑβραίων

Λύμης παθῶν κεκαθαρμένος, τὰς τοῦ Πνεύματος ἀστράπτων λαμπηδόνας, πρὸς τὸ φῶς ἀληθῶς, τὸ ἄϋλον μετέβης, ἔνθα χοροὶ μακάριε, ἀσκητῶν εἰς τοὺς αἰῶνας.

Πᾶσαν ἐξέφυγες κακίαν, ᾠκειώσω δὲ καλῶν τὴν μετουσίαν, καὶ τερπνῷ ἐφετῷ, ἀΰλῳ συνεκράθης, ἀναβοῶν μακάριε· ὁ Θεὸς εὐλογητὸς εἶ.

Πόνοις ἀσκήσεως ἀμέτροις, τὴν ἐπίπονον ἐξήρανας ἀπάτην, θεοφόρε· διό, τὴν ἄπονον ἐφεῦρες, τῶν ἀγαθῶν ἀπόλαυσιν, εὐλογῶν σου τὸν Δεσπότην.

Θεοτοκίον

δε ἣν ἔφησε Παρθένον, ἐν τῷ Πνεύματι ὁ μέγας Ἡσαΐας, ἐν γαστρὶ τὸν Θεόν, συνέλαβε καὶ τίκτει· ᾧ μελωδοῦμεν· Κύριε, ὁ Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η'

Ἑπταπλασίως κάμινον

Ταῖς προσευχαῖς νευρούμενος, ταπεινώσει ὑψούμενος, τῇ δικαιοσύνῃ, τὴν ψυχὴν λαμπόμενος, ἀγάπῃ κοσμούμενος, πρὸς ἀρετῶν ἀκρώρειαν, πρὸς περιφανὲς Πάτερ ἀνέδραμες ὕψος, κραυγάζων· τὸν Δεσπότην, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

μελανὸς μὲν τῷ σώματι, τὴν ψυχὴν φαιδροτέραν δέ, τῶν ἡλιακῶν μαρμαρυγῶν κτησάμενος, δαιμόνων ἠμαύρωσεν, ἐζοφωμένα πρόσωπα, τὰς δὲ τῶν πιστῶν, καταλαμπρύνει καρδίας, αὐτοῦ τῇ ἐκμιμήσει, τῶν θερμῶς μελῳδούντων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τῇ ταπεινώσει πάντοθεν, πεφραγμένος διέφυγες, Πάτερ Αἰθιόπων, νοητῶν τοξεύματα, ἀλείπτης δὲ γέγονας, τῶν μοναστῶν πρὸς πάλην ἐχθρῶν, ἔργοις τε καὶ λόγοις, σὺν αὐτοῖς ἀνακράζων· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

περφυῶς συνέλαβες, ὑπὲρ λόγον ἐκύησας, τὸν Δημιουργὸν τῆς ἀνθρωπίνης φύσεως, γενόμενον ἄνθρωπον, τὸν τοῦ Πατρὸς ἀχώριστον, Δέσποινα ἁγνή· ᾧ μελῳδεῖ πᾶσα κτίσις· Οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τῷ Δημιουργῷ, καὶ Λυτρωτῇ ἀνεβόα· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'

Ἔφριξε πᾶσα ἀκοὴ

ν ἔργοις ὄντως τὴν ζωήν, ἀγαθοῖς διατελέσας ἀπέλαβες, τῶν ἀγαθῶν τὴν πηγήν, καὶ τοῦ σοῦ πόθου πέρας κατέλαβες, ἑορταζόντων δὲ ἐν ᾧ, ἡ φωνὴ μετ' αἰνέσεως, χαίρων ἐσκήνωσας, ἀξιάγαστε Μωσῆ Πάτερ Ὅσιε.

Στάζουσι Πάτερ γλυκασμόν, ὠφελείας οἱ τῶν πόνων ἱδρῶτές σου, καὶ τὴν πικρίαν ἡμῶν τῶν παθημάτων ἀποδιώκουσιν, ἀναβλυστάνουσιν ἡμῖν ἰάσεις τὰ λείψανα, καὶ σηπεδόνας κακῶν, καὶ ψυχῶν τὸν μολυσμὸν ἐκκαθαίρουσιν.

Στεφάνοις ἔστεψε Χριστός, ἀμαράντοις σου τὴν κάραν θεσπέσιε, νενικηκότος στερρῶς, τὰς παρατάξεις τοῦ κοσμοκράτορος, καὶ τῶν Ὁσίων τοῖς χοροῖς, ὁσίως ἠρίθμησε, μεθ' ὧν ἱκέτευε, λυτρωθῆναι πειρασμῶν τοὺς τιμῶντάς σε.

Θεοτοκίον

παυσας μόνη γυναικῶν, τὴν ἀρὰν τῶν προπατόρων Θεόνυμφε, τὸν ἀπερίγραπτον, σαρκὶ τεκοῦσα περιγραφόμενον· ἐκαινοτόμησας θεσμούς, φύσεως ἀμόλυντε, τὰ διεστῶτα τὸ πρίν, παραδόξῳ μεσιτείᾳ σου ἥνωσας.

Ὁ Εἱρμὸς

φριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.

Ἐξαποστειλάριον

Τοῖς μαθηταῖς συνέλθωμεν

Τῶν νοητῶν διέκοψας, κεφαλὰς Αἰθιόπων, Πάτερ Μωσῆ μακάριε τῇ μαχαίρᾳ τῶν θείων, σοῦ προσευχῶν θεοφόρε· νίκης ὅθεν βραβεῖα, παρὰ Χριστοῦ ἀπείληφας· ᾧ καὶ νῦν σὺν Ἀγγέλοις, παρεστηκώς, ἀπαθείας λάμπων φωτοχυσίᾳ σοὺς ὑμνητὰς καὶ πρόσφυγας, λάμπρυνον σαῖς πρεσβείαις.

Θεοτοκίον

Ζήσας αἰσχρῶς ἀπώλεσα, τῆς ψυχῆς τὸ ὡραῖον, καὶ ὡμοιώθην κτήνεσιν, ἀνοήτοις ὁ τάλας, ἃ οὐκ ἐξὸν ποιεῖν πράττων, Δέσποινα Θεοτόκε, λαμπρύνασά με κάθαρον τοῦ φωτός σου ταῖς θείαις, μαρμαρυγαῖς, καὶ ὑσσώπῳ Κόρη τῆς μετανοίας, καὶ δείξόν με τὸν δοῦλόν σου, σκεῦος εὔχρηστον θεῖον.

 

Καὶ τὰ λοιπά, ὡς σύνηθες, καὶ Ἀπόλυσις.