The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

ΝΟΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΖ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἰακώβου τοῦ Πέρσου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς το, Κύριε ἐκέκραξα, ψάλλομεν τρία Προσόμοια Στιχηρὰ τοῦ Ἁγίου.

Ἦχος β’  Ὅτε, ἐκ τοῦ ξύλου σε.

Κόσμου, τὰ τερπνὰ καταλιπών, γένους περιφάνειαν πλοῦτον, καὶ ὡραιότητα, πᾶσάν τε τὴν αἴσθησιν, ἀπαρνησάμενος, καὶ τὸ σῶμα τεμνόμενος, παθῶν ἐκμιμήσει, χαίρων ἠκολούθησας, Χριστῷ Ἰάκωβε, ὡς οὖν κοινωνὸς παθημάτων, δόξης ἐχρημάτισας ὄντως, καὶ τῆς βασιλείας νῦν συμμέτοχος.

Μέλη, θεριζόμενος σαρκός, καὶ τὰς ἀφορήτους ὀδύνας, τῶν αἰκισμῶν καρτερῶν, Μάρτυς ἀξιάγαστε, Χριστοῦ Ἰάκωβε, καὶ τυράννων ὠμότητα, πατήσας ἀνδρείως, νίκης τὸν πολύτιμον, στέφανον εἴληφας· ᾧ νῦν ἐγκοσμούμενος Μάκαρ, θείῳ τοῦ Δεσπότου σου θρόνῳ, μετὰ τῶν συνάθλων σου παρίστασαι.

χων, παρρησίαν πρὸς Χριστόν, πάντων τῶν ἐν πίστει τελούντων, τὴν σὴν σεπτὴν ἑορτήν, Μάρτυς παναοίδιμε, θερμῶς προΐστασο, τῶν κινδύνων ῥυόμενος, παθῶν ἀπαλλάττων, πάσης περιστάσεως, δεινῶν λυτρούμενος, νέμων καὶ ψυχῶν σωτηρίαν, θείαις σου ἐντεύξεσιν ὅπως, τοὺς λαμπροὺς ἀγῶνάς σου δοξάζωμεν.

Δόξα... Ἦχος β’  Τοῦ Στουδίτου.

Καρτερῶν ἐν ἀθλήσει, Μάρτυς Ἰάκωβε, τὸ σῶμά σου παρέδωκας διὰ Χριστὸν τὸν Θεόν, καὶ μελιζόμενος χεῖρας καὶ μηρούς, καὶ βραχίονας καὶ κνήμας καὶ τοὺς δακτύλους, καὶ τελευταῖον τὴν κάραν σου, ἀνίπτασαι ἐν οὐρανοῖς, συμβασιλεύειν τῷ  βασιλεῖ τοῦ παντός. Διὸ Ἀθλούντων κράτιστε, μὴ διαλίπῃς ἱκετεύων, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν, ἐκ πάσης βλάβης τοῦ ἀλλοτρίου.

Καὶ νῦν  ... Θεοτοκίον.

Ὅτε, ἐκ τοῦ ξύλου σε.

Μόνη, τὸν ἀχώρητον Θεόν, ἀστενοχωρήτως ἐν μήτρᾳ, ἐκυοφόρησας, ἄνθρωπον γενόμενον δι' ἀγαθότητα, Παναγία Θεόνυμφε· Διὸ δυσωπῶ  σε, τῶν στενοχωρούντων με παθῶν ἀπάλλαξον, ὅπως τὴν στενὴν καὶ εὐθεῖαν, τρίβον διοδεύσας προφθάσω, τὴν     ἐπὶ ζωὴν Παρθένε φέρουσαν.

Ἢ Σταυροθεοτοκίον.

τε, ἡ ἀμίαντος ἀμνάς, ἔβλεψε τὸν ἴδιον ἄρνα, ἐπὶ σφαγήν ὡς βροτόν, θέλοντα ἑλκόμενον, θρηνοῦσα ἔλεγεν· Ἀτεκνῶσαι νῦν σπεύδεις με, Χριστὲ τὴν τεκοῦσαν; τὶ τοῦτο πεποίηκας, ὁ λυτρωτὴς τοῦ παντός; Ὅμως, ἀνυμνῶ  καὶ δοξάζω, σοῦ τὴν     ὑπὲρ νοῦν τε καὶ λόγον, ἄκραν ἄγαθότητα φιλάνθρωπε.

Εἰς τὸν Στίχον, τὰ Στιχηρὰ τῆς Ὀκτωήχου.

Δόξα... Ἦχος πλ. α’

θαυμαστώθης Ἰάκωβε, ἐν ταῖς βασάνοις πάσαις μακροθυμήσας· τῶν γὰρ δακτύλων καὶ τῶν χειρῶν, καὶ βραχιόνων ἐκκοπέντων σου, ὁμοίως καὶ ποδῶν καὶ κνημίδων σου, μέχρι μηρῶν ἐκαρτέρησας, λοιπὸν εὐχομένου σου, καὶ τὴν σεπτήν σου κάραν ἀπέτεμον. Μάρτυς πολύαθλε, ὑπὲρ ἡμῶν μὴ παύσῃ Χριστοῦ δεόμενος ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.

Καὶ νῦν  ... Θεοτοκίον.

Χαίροις ἀσκητικῶν.

Χαίροις ἡ καλλονὴ Ἰακώβ, ἣν ἐξελέξατο Θεός, ἣν ἠγάπησεν, ἡ θύρα τῶν σῳζομένων, ἡ φλογοφόρος λαβίς· τῆς ἀρᾶς ἡ λύσις παντευλόγητε· γαστὴρ θεοχώρητε, πεπτωκότων ἀνόρθωσις· ἁγιωτέρα, Χερουβὶμ καὶ τῆς κτίσεως, ὑπερέχουσα· δυσθεώρητον ὅραμα· ἄκουσμα τὸ καινότατον, ἀνέκφραστον λάλημα· ἅρμα τοῦ Λόγου νεφέλη, ἐξ ἧς ἀνέτειλεν ἥλιος, Χριστὸς καταυγάζων, τοὺς ἐν σκότει καὶ παρέχων, τὸ μέγα ἔλεος.

Ἢ Σταυροθεοτοκίον.

ρνα τὸν ἑαυτῆς ἡ ἀμνάς, ποτὲ ὁρῶσα, πρὸς σφαγὴν ἐπειγόμενον, προθύμως κατηκολούθει, ταῦτα βοῶσα αὐτῷ· Ποῦ πορεύῃ Τέκνον μου γλυκύτατον; Χριστὲ τίνος χάριν, τὸν δρόμον τοῦτον πεποίησαι; μήτοι γε γάμος, ἐν Κανᾷ πάλιν ἕτερος, οἶνον ὅπου πρίν, ἐξ ὑδάτων τετέλεκας! Δὸς μοι λόγον τῇ   δούλῃ σου, Υἱέ μου παμφίλτατε· μὴ με παρίδῃς οἰκτίρμον, σιγῶν ἐμὲ τὴν τεκοῦσάν σε, Θεὲ ὑπὲρ λόγον, ὁ δωρούμενος τῷ  κόσμῳ, τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον.

Ἦχος δ'  Ταχὺ προκατάλαβε.

Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς  ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν  ... Θεοτοκίον.

Καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν     συνήθη Στιχολογίαν, λέγονται οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου οὗτος, οὗ ἡ Ἀκροστιχίς.

Τὸν Πέρσην Ἰάκωβον ἐν ᾄσμασι Μάρτυρα μέλπω.

Θεοφάνους.

Ὠδὴ α’  Ἦχος β’

Δεῦτε λαοί, ᾄσωμεν ᾄσμα Χριστῷ τῷ  Θεῷ, τῷ  διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται.

Τῷ  τοῦ Χριστοῦ, βήματι νῦν παριστάμενος, στεφανηφόρος ἔνδοξε, Μάρτυς Ἰάκωβε, φωτοφόρον μοι αἴγλην, καὶ χάριν οὐρανόθεν, δίδου Πρεσβείαις σου.

ρθρος ἡμῖν, ἔλαμψας ὥσπερ πολύφωτος, Ἀνατολῆς ὁρμώμενος, καὶ κατελάμπρυνας, τὴν Χριστοῦ Ἐκκλησίαν, λαμπρότητι τῶν ἄθλων, μάκαρ Ἰάκωβε.

Νεανικήν, ἔνστασιν ἐπιδειξάμενος, ὡς νικητὴς ἠξίωσαι, τῆς ἀναρρήσεως, καὶ τελείων ἐπάθλων, καὶ δόξης αἰωνίου, Μάρτυς, Ἰάκωβε.

Θεοτοκίον.

Προφητικαί, σάλπιγγες σὲ προηγόρευσαν, τὸ ἐπὶ σοὶ Μυστήριον, μυσταγωγούμεναι, Θεοτόκε Παρθένε, καὶ πόρρωθεν ὁρῶσαι, τὰ σὰ θαυμασια.

Ὠδὴ γ’

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.

γένου ἐκλεκτὴ Χριστοῦ ὡς ἄμπελος, δρεπάνῃ βασάνων καθαιρουμένη, καὶ πολὺν τὸν καρπὸν φέρουσα, τοῖς ληνοῖς τοῦ Σωτῆρος προσαγόμενον.

εόντων τὸ φθαρτὸν καὶ εὐδιάλυτον, παρεῖδες ἐμφρόνως Στεφανηφόρε, ὡς ἀγχίνους δὲ προέκρινας, τῶν ἀεὶ προσμενόντων τὸ ἀσάλευτον.

Στεφάνους σοι λαμπροὺς κατατεμνόμενον, τὸ σῶμα ὠμότητι τῶν τυράννων, προεξένησεν Ἰάκωβε, καὶ τρυφῆς Παραδείσου τὴν ἀπόλαυσιν.

Θεοτοκίον.

λέηται σαφῶς διὰ τοῦ τόκου σου, τοῦ θείου Παρθένε ἡ ἀνθρωπότης, ἑνωθεῖσα καθ' ὑπόστασιν, τῷ Δεσπότῃ τῶν ὅλων Θεονύμφευτε.

Ὁ Εἱρμὸς.

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.

Κάθισμα  Ἦχος πλ. δ’

Τὴν Σοφίαν καὶ Λόγον.

κ Περσίδος ἀστέρα νεοφανῆ, ὁ Χριστὸς ἀνατείλας τοῖς ἐπὶ γῆς, τὸν θεῖον Ἰάκωβον, καὶ ἀοίδιμον Μάρτυρα, δι' αὐτοῦ τὸν ζόφον, τῆς πλάνης ἀπήλασε, καὶ τοῖς πιστοῖς τὴν  χάριν, τοῦ Πνεύματος ἔλαμψεν· ὅθεν οἱ τὴν  μνήμην, τὴν αὐτοῦ ἐκτελοῦντες, πιστῶς ἑορτάσωμεν, καὶ βοήσωμεν λέγοντες· Ἀθλοφόρε πολύαθλε, πρέσβευε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς   ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν  ... Θεοτοκίον.

Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, ἀπὸ βρέφους μολύνας ὁ μιαρός, καὶ λόγοις καὶ πράξεσιν, ἐμαυτὸν κατερρύπωσα, καὶ οὐκ ἔχω τι πρᾶξαι, οὐδὲ καταφύγιον, ἀλλ' ουδ' ἄλλην ἐλπίδα, πλήν σου Κόρη ἐπίσταμαι. Φεῦ μοι τῷ  ἀχρείῳ! Διὰ τοῦτο ἱκέτης, πρὸς σὲ τὴν  Πανάχραντσν, νῦν προστρέχω καὶ δέομαι, ὁμολογῶν σοι τὸ Ἥμαρτον. Πρέσβευε τῷ  σῷ  Υἱῷ  καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· εἰς σὲ γὰρ πᾶσαν ἐλπίδα, ἀνέθηκα Δέσποινα.

Ἢ Σταυροθεοτοκίον, ὅμοιον.

Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν· Ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν     λύτρωσιν· τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν· ἥν περ ὑπομένεις διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε· ᾟ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν     ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.

Ὠδὴ δ’

Εἰσακήκοα Κύριε, τὴν ἀκοήν, τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε, μόνε Φιλάνθρωπε.

Νενευρωμένος Ἔνδοξε, τῇ ἐκ Θεοῦ δοθείσῃ πανοπλίᾳ, πυρσολατρῶν πᾶσαν, πλάνην κατέφλεξας.

λασμὸν ἡμῖν αἴτησαι, τοῖς τὴν σεπτήν σου μνήμην ἐκτελοῦσι, παρρησίαν ἔχων, Μάρτυς Ἰάκωβε.

πορρέοντος αἵματος, οἱ ὀχετοὶ τῶν σῶν μελῶν Τρισμάκαρ, τὴν τῆς πλάνης φλόγα, πᾶσαν κατέσβεσαν.

Θεοτοκίον.

Κυβέρνησόν μου Πάναγνε, τοὺς λογισμοὺς πρὸς εὔδιον λιμένα, τῆς σῆς ἀπαθείας, καὶ καθαρότητος.

Ὠδὴ ε’

τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν.

σπερ τις γῆ ἀγαθή, καὶ καρποφόρος ἀληθῶς γέγονας, τῷ  τῶν πικρῶν, βασάνων ἀρότρῳ, τεμνόμενος Σοφέ, πολύχουν τῷ  Κτίστῃ, προσφέρων γεώργιον.

Βέλη πανάριστε, πεπυρωμένα τοῦ ἐχθροῦ ἔσβεσας, λύθρῳ τῶν σῶν κοπέντων Τρισμάκαρ, σώματος μελῶν· ἐλπίδι γὰρ ὤφθης, καὶ πίστει φραττόμενος.

λοκαρπούμενος, ὡς ἱερεῖον τῷ  Χριστῷ πάνσοφε, τῶν σῶν μελῶν, δεινῶς κοπτομένων, κατάλληλον ᾠδήν, καὶ πρόσφορον ὕμνον, ἑκάστῳ προσέφερες.

Νέμοις καθάρσιον, τῶν τῆς ψυχῆς μου μολυσμῶν ἔνδοξε, Μάρτυς Χριστοῦ, τὰς σὰς ἀλγηδόνας, ἀντίλυτρον διδούς, καὶ τοὺς τῶν αἱμάτων, κρουνούς σου πανεύφημε.

Θεοτοκίον.

παληθεύουσαν, τῷ  σεβασμίῳ καὶ φρικτῷ  τόκῳ σου, καὶ τὴν φωνήν, καρδίᾳ καὶ γλώσσῃ, προσάπτοντες τρανῶς, σὲ νῦν Θεοτόκον ἁγνὴν ὀνομάζομεν.

Ὠδὴ ς’

ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον, ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.

Νουθεσίαν ἐμφρόνως δεξάμενος, τῶν οἰκειοτάτων σου χαίρων ἐχώρησας, πρὸς τοὺς ἀγῶνας Ἔνδοξε, καὶ στεφάνους τῆς νίκης ἀπείληφας.

λλοτρίῳ καθάπερ ἐν σώματι, πάσχων ἐκαρτέρησας, Μάρτυς Ἰάκωβε, καὶ μεληδὸν κοπτόμενος, τῷ  Δεσπότῃ τὸν ὕμνον ἀνέπεμπες.

Σωτηρίου προδήλως ἱμάτιον, καὶ τῆς εὐφροσύνης, χιτῶνα δι' αἵματος, τοῦ σοῦ βαφέντα Πάνσοφε, νικηφόρος ὡς Μάρτυς ἐνδέδυσαι.

Μαρτυρίου τὸν δίαυλον ἤνυσας· ὅθεν ἱερόνικον, στέφανον εἴληφας, καὶ νῦν Μαρτύρων τάγμασι, συγχορεύεις Ἰάκωβε ἔνδοξε.

Θεοτοκίον.

πειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις, Παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.

Ὁ Εἱρμὸς.

ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον, ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.

Κοντάκιον  Ἦχος β’

Τὰ ἄνω ζητῶν.

Πεισθεὶς τῇ καλῇ, συζύγῳ καρτερόψυχε, καὶ τὸ φοβερόν, κριτήριον φοβούμενος, τῶν Περσῶν τὸ φρόνημα, καὶ τὸν φοβον Ἰάκωβε κατέπτυσας, καὶ ἀνεδείχθης Μάρτυς θαυμαστός, τὸ σῶμα ὡς κλῆμα τεμνόμενος.

Ὁ Οἶκος.

πὸ ψυχῆς στενάξωμεν πάντες, δάκρυα ἐκχέοντες, καθορῶντες πικρῶς τὸν Μάρτυρα μελιζόμενον· δίκην κυνῶν γὰρ ὠρυομένων συνελθόντες οἱ δήμιοι, τὰ μέλη κατετίτρωσκον τοῦ θαυμαστοῦ καὶ γενναίου ἐν Μάρτυσι Μάρτυρος. Τὶς οὖν ὑπάρχει; εἰ δοκεῖ, μικρὸν ὑπομείνατε, καὶ λέξω πάντα μετὰ σπουδῆς, πῶς ὡς θῦμα Κυρίῳ προσήνεκται, το σῶμα ὡς κλῆμα τεμνόμενος.

Συναξάριον.

Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἰακώβου τοῦ Πέρσου.

Στίχοι

Τμηθεὶς μεληδόν, καὶ σφαγὴν Πέρσης φέρων,

Ψυχὴ σεσώσθω, φροῦδά μοι μέλη λέγει.

Εἰκάδι Πέρσης ἑβδομάτῃ σφάγη ἐκμελεϊσθείς.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πινούφριος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Πινούφριος ἀρετῶν πολλαῖς χρόαις

ν οὐρανοῖς ἔλαμψεν ὡς ἶρις νέα.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ναθαναὴλ ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

φεῖσα κόσμον, πρὸς Θεὸν ψυχὴ τρέχε,

Ναθαναὴλ ἔκραζε μέλλων ἐκπνέειν.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ’

Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος· μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Στερρότητι νοῦ, καρτερίᾳ τε ψυχῆς κατατεμνόμενος, Μάρτυς τὸ σῶμα ἀπερίτρεπτος, καὶ ἀρραγὴς διετέλεσας, πίστει στηριζόμενος θείᾳ, καὶ κραυγάζων Ἰάκωβε· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

θύνας τοὺς σοὺς λογισμοὺς πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως, καὶ ταῖς  βασάνοις καταντλούμενος, οὐ κατεκλύσθης, ἀλλ' ἔφερες, ῥᾷον τὰς πληγὰς τῶν ἀνόμων, καὶ τεμνόμενος ἔψαλλες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται νῦν μακαριώτατε, νενικηκότι τὴν ἀτίθασον, τοῦ πονηροῦ ἀγριότητα, καὶ τὴν τοῦ τυράννου μανίαν, καὶ προθύμως κραυγάζοντι· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

δύτου φωτός, καὶ λαμπάδος θεϊκῆς καὶ ἀπαυγάσματος, ὤφθης λυχνία χρυσαυγίζουσα, καὶ κόσμον ὅλον αὐγάζουσα, αἴγλῃ τῆς σεπτῆς παρθενίας, καὶ τοὺς ψάλλοντας σῴζουσα· Εὐλογημένη ἡ Θεόν, σαρκὶ κυήσασα.

Ὠδὴ η’

Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ώμῃ Θεοῦ κραταιωθείς, πονηρῶν τὰς συστροφὰς καὶ παρατάξεις, διεσκέδασας μάκαρ, καὶ κατὰ κράτος ἑλών, τῆς νίκης τὸν στέφανον εἴληφας, κραυγάζων· Εὐλογεῖτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τὰς ἀφαιρέσεις τῶν μελῶν, ὡς προσθήκας ἀγαθῶν Μάρτυς ἑώρας, οὐ τοὺς νῦν βλέπων πόνους, ἀλλὰ τὸ μέλλον σκοπῶν, Μαρτύρων ὡραῖον στεφάνωμα, παρὰ τοῦ δικαίου Κριτοῦ ηὐτρεπισμένον.

πομονὴν ὑπερφυῆ, κεκτημένος ἀσφαλὴς καθάπερ πύργος, διετέλεσας Μάκαρ, τῶν δυσμενῶν τὰς ὁρμάς, ἀτρόμως καὶ βέλη δεχόμενος, κράζων· Εὐλογεῖτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ώμῃ πολλῇ σοι προσβαλών, ὁ ἀρχέκακος ἐχθρὸς καὶ ψυχοφθόρος, καὶ τυράννους ἐγείρας, καταβαλεῖν τῆς ψυχῆς, τὸν τόνον οὐκ ἴσχυσεν Ἔνδοξε· τὴν γὰρ παντευχίαν, Χριστοῦ περιεβάλου.

Θεοτοκίον.

θανασίας διαυγῆ, ἐπιστάμεθα πηγήν σε Θεοτόκε, ὡς τεκοῦσαν τὸν Λόγον, τοῦ ἀθανάτου Πατρός, τὸν πάντας θανάτου λυτρούμενον, τοὺς ὑπερυψοῦντας, αὐτὸν εἰς τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς.

Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς   Παισὶ συγκαταβάντα, καὶ τὴν     φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας.

Ὠδὴ θ’

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ ἥκοντα, καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι᾿ ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνωμεν.

Μετὰ Μαρτύρων ὡς Μάρτυς, συγχορεύων Τρισμάκαρ, καὶ θρόνῳ παριστάμενος Χριστοῦ, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου, καὶ τὴν σὴν φωτοφόρον τιμῶντας εὐφροσύνως ἑορτήν, χαλεπῶν ἐκ κινδύνων, ταῖς  σαῖς πρεσβείαις λύτρωσαι.

νθα Μαρτύρων οἱ δῆμοι, ἔνθα πάντων τῶν Ἁγίων, ἁγίως ἀναπαύεται πληθύς, ἔνθα Δικαίων τὰ πνεύματα, ἔνθα ἡ Ἐκκλησία, τῶν πρωτοτόκων νῦν ἐν οὐρανοῖς, κατεσκήνωσας ὄντως, ὡς Μάρτυς ὦ Ἰάκωβε.

Λαμπαδηφόρος παρέστης τῷ  Σωτῆρι τῶν ὅλων, δι' ὅν σου τῶν τοῦ σώματος μελῶν, τὴν ἐκκοπὴν ἐκαρτέρησας, καὶ πυρὸς καὶ μαστίγων, τῆς πείρας κατεφρόνησας στερρῶς· διὸ πίστει σε πάντες, καὶ πόθῳ μακαρίζομεν.

Πεποικιλμένην πορφύραν, δι' αἱμάτων βαφεῖσαν, τῶν σῶν νῦν περικείμενος Χριστῷ, συμβασιλεύεις Ἰάκωβε· διὰ γὰρ παθημάτων, τῆς ἀπαθείας εὗρες τὴν πηγήν, ἧς τρυφᾶν αἰωνίως, παμμάκαρ κατηξίωσαι.

Θεοτοκίον.

ς τὸν Θεὸν συλλαβοῦσαν, καὶ Θεοῦ γενομένην, Μητέρα κατ' ἀλήθειαν Ἁγνή, σὲ Θεοτόκον δοξάζομεν, τῶν πραγμάτων τῇ φύσει, τὴν κλῆσιν προσαρμόζοντες τρανῶς, καὶ προσφόρως τὴν θείαν, φωνὴν προσκομίζοντες.

Ὁ Εἱρμὸς.

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνωμεν.

Ἐξαποστειλάριον.

Γυναῖκες ἀκουτίσθητε.

Περσῶν τὴν πλάνην ἔφλεξας, τῷ  ζήλῳ πυρπολούμενος, Χριστοῦ Ἰάκωβε Μάρτυς· ὡς κλῆμα τῆς ἀμπέλου δέ, τὸ σῶμά σου τεμνόμενος, τυράννου γνώμῃ πάνσοφε, ἀνέμελπες κατάλληλον, ᾠδὴν καὶ πρόσφορον ὕμνον, τῇ ἀπροσίτῳ Τριάδι.

Θεοτοκίον.

Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου τριάδος, δοχεῖον ὄντως ἐγένου· ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ Πανάγιον, ἐπισκιάσαν σοι Κόρη, ἀνέδειξε Θεοτόκον.

Εἰς τὸν Στίχον τὰ Στιχηρὰ τῆς Ὀκτωήχου.

Δόξα... Ἦχος πλ. δ’

Γεωργίου Σικελιώτου.

Πιστῶς ἀθροισθέντες σήμερον, φιλοθεάμονες, ἀθρήσατε πάλην, ξένην καὶ διαλάττουσαν, Ἰακώβου τοῦ ἐκ Περσίδος ἡμῖν ἀστράψαντος, δίκην ἀστέρος τοῦ τοῖς   Μάγοις φανέντος, καὶ πρὸς τὴν ἀληθῆ ἐπίγνωσιν καθοδηγήσαντος. Οὗτος γὰρ ὁ γεννάδας, ἐν τῷ πίπτειν τοὺς πολεμίους ἀνέτρεπε, καὶ ἐν τῷ ἁρμομελοτομεῖσθαι, τοὺς τυράννους ἐξενεύρου, τῇ ἄνωθεν προμηθείᾳ νευρούμενος, καὶ βοῶν· Εἰ καὶ τὰ μέλη μου αἰσθητὰ ὄντα τέμνετε, ἀλλ' ἔχω Χριστόν, νοητῶς μοι τὰ πάντα γινόμενον. Ὅθεν προβλέπων τὴν  μέλλουσαν ζωήν, διὰ τοῦ τοῖς πᾶσι προκειμένου θανάτου, πρὸς ἐκείνην ἔσπευσε περᾶσαι· εἰς ἣν καὶ αὐλιζόμενος, αἰτεῖται ἡμῖν, παρὰ τοῦ στεφοδότου Θεοῦ, ἱλασμόν, φωτισμόν, καὶ τὸ μέγα ἔλεος, τοῖς ἐκτελοῦσι τὴν     μνήμην αὐτοῦ.

Καὶ νῦν  ... Θεοτοκίον.

Ἦχος ὁ αὐτὸς.

Ὢ τοῦ παραδόξου θαύματος.

Σκότει ἀγνοίας κρατούμενον, καὶ ἀθυμίας δεινῆς, νυσταγμῷ  βαρυνόμενον, καὶ στενοχωρίας με, τῷ  ζόφῳ καλυπτόμενον, καὶ τοῖς   κινδύνοις, συμποδιζόμενον, μὴ με παρίδῃς, εἰς τέλος φθείρεσθαι, Δέσποινα εὔσπλαγχνε, τούτων πάντων ῥῦσαί με, τῶν πειρασμῶν· σὲ γὰρ μόνην κέκτημαι, ἐλπίδα μετὰ Θεόν.

Ἢ Σταυροθεοτοκίον.

Πῶς ὑπενέγκω τὴν ἄδικον, Λόγε, σφαγήν σου ὁρᾶν, πῶς τὰ θεῖά σου ὄμματα, τὰ τυφλοὺς φωτίσαντα, μεμυκότα τεθέαμαι; Πῶς δὲ καὶ χείλη, βλέπω σιγῶντά σου, τὰ μογιλάλων, χείλη ἀνοίξαντα; Σπλάγχνα σπαράχθητε· ῥάγηθι καρδία μου· οὐ φέρω ζῆν· κέκραγε δακρύουσα, πικρῶς ἡ πάνσεμνος.

Καὶ ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, καὶ Ἀπόλυσις.