The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΑΥΓΟΥΣΤΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ ἁγίου ἐνδόξου Μάρτυρος Φανουρίου τοῦ Νεοφανοῦς

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Ἱστῶμεν Στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

τε ὁ σὸς ἅγιος ναός, ὢν ὑπὸ τὴν γῆν κεκρυμμένος, ἀνεκαλύφθη ἡμῖν, τότε σοῦ ἡ ἄθλησις, κόσμῳ ἐγνώρισται, ἥν περ πάλαι ἠγώνισαι, Φανούριε Μάρτυς, καὶ κατεπολέμησας, ἐχθρὸν τὸν δόλιον· ὅθεν καὶ ἐν θαύμασι ξένοις, καὶ ἐν ἀντιλήψεσι πλείσταις, μέγας ἀνεδείχθεις ἐν τοῖς Μάρτυσι.

τε ἡ εἰκών σου ἡ σεπτή, τῶν σῶν παλαισμάτων τὰ εἴδη, πᾶσιν ὑπέδειξε, τότε κατεπλάγησαν, τὰς τῶν ἀγώνων σου, ἀριστείας Φανούριε, οἱ ταύτας ἰδόντες, ἃς ἠγνόουν πρότερον, Χριστὸν δοξάζοντες· ὅθεν καὶ ναὸν ἱερόν σοι, ἤγειραν τῆς σῆς προστασίας, δαψιλῶς καρπούμενοι τὰς χάριτας.

τε αἰχμαλώτους ἱερεῖς, τῇ σῇ πρὸς Χριστὸν ἐλυτρώσω, πρεσβείᾳ Ἅγιε, τότε τῶν θαυμάτων σου, χάρις ἡ ἔνθεος, πανταχοῦ διεξέδραμε, καὶ πάντες προστάτην, ἔσχον σε θερμότατον, Μάρτυς Φανούριε· ὅθεν ἀπὸ πάσης ἀνάγκης, ῥύου καθ’ ἑκάστην τρισμάκαρ, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

όδος ἡ περίφημος ἐν σοί, νῆσος ἐγκαυχᾶται καὶ χαίρει, Μάρτυς Φανούριε· θεῖον γάρ σε καύχημα, καὶ ἀντιλήπτορα, καὶ μεσίτην θερμότατον, πρὸς Κύριον εὗρε· πᾶσα δὲ γεραίρει σε, ἡ Ἐκκλησία Χριστοῦ· πᾶσι γὰρ τὰ πρόσφορα δίδως, καὶ ἑνὶ ἑκάστῳ παρέχεις, τὰς αἰτήσεις Ἅγιε καλούμενος.

Δόξα. Ἦχος δ΄.

θλητικὸν ὑπελθὼν ἀγῶνα, καὶ τοῦ ἀοράτου ἐχθροῦ τὰς μηχανὰς συντρίψας, ἄγνωστος ἐτέλεις τῇ Ἐκκλησίᾳ, γνωστὸς δὲ τῷ Θεῷ, τῷ σὲ λαμπρῶς δοξάσαντι, Μεγαλομάρτυς Φανούριε· ἀλλ' ἐπ' ἐσχάτων τῶν ἡμερῶν, γνωσθεὶς τοῖς πέρασι, θαυμάτων ῥεῖθρα πηγάζεις, τὴν σὴν πρὸς Χριστὸν ἐμφαίνων οἰκείωσιν, ὡς νομίμως καὶ καλῶς ἀγωνισάμενος! καὶ πᾶσι παρέχεις ταῖς ἱκεσίαις σου, πταισμάτων ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.

κ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν,τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Μέγας ἐν ἀθληταῖς, Φανούριε ἐδείχθης, μεγίστοις θαυμασίοις, τῶν ἀναγκῶν ἐξαίρων, τοὺς σὲ καλοῦντας Ἅγιε.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Νέος ὢν κομιδῇ, τῷ σώματι θεόφρον, καθεῖλες τῇ ἀθλήσει, τὸν πάλαι τὴν κακίαν, Φανούριε τεκτήναντα.

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

ῦσαι πάσης ὀργῆς, καὶ βλάβης καὶ ἀνάγκης, τοὺς πίστει ἐκτελοῦντας, τὴν ἱεράν σου μνήμην, Φανούριε πανθαύμαστε.

Δόξα. Τριαδικὸν.

Φύσις ἡ τριλαμπής, Πάτερ Υἱὲ καὶ Πνεῦμα, λιταῖς τοῦ Φανουρίου, παράσχου τῷ λαῷ σου, τὰ πλούσια ἐλέη σου.

Καὶ νῦν. Θεοτοκίον.

λαμψεν ἐξ ἁγνῶν, αἱμάτων σου ὁ Λόγος, μορφῇ τῇ ἡμετέρᾳ, Παρθένε Θεοτόκε, καὶ τὴν ἀπάτην ἔλυσε.

Νῦν ἀπολύεις.

Τὸ Τρισάγιον. Τὸ Ἀπολυτίκιον ἐκτοῦ Μεγάλου ῾Εσπερινοῦ.

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

ς ἄστρον ἀνέτειλας, τῇ Ἐκκλησίᾳ Χριστοῦ, καὶ πάντας κατηύγασας, φανερωθεὶς θαυμαστῶς, Φανούριε ἔνδοξε· ὅθεν τοῖς εὐφημοῦσι, τὴν σὴν ἄθλησιν Μάρτυς, νέμεις τῶν σῶν θαυμάτων, τὴν σωτήριον χάριν, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἕτερον. Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τῶν Ῥοδίων τὸ κλέος καὶ Μαρτύρων τὸ καύχημα, τῶν θαυμάτων θείαις ἀκτῖσι, τοὺς πιστοὺς καταυγάζοντα, Φανούριον τιμήσωμεν πιστοί, ὡς μέγαν τοῦ Σωτῆρος ἀθλητήν· πᾶσαν χάριν γὰρ παρέχει τοῖς πρὸς αὐτόν, ἀπὸ ψυχῆς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

ΚαὶἈπόλυσις.

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Ἱστῶμεν Στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Μετὰ τὸν Προοιμιακόν, τό, Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος!

τοῦ παραδόξου θαύματος! ὥσπερ φῶς θαυμαστόν, ὁ κλεινὸς Φανούριος, ἀνέτειλε τοῖς ἐν γῇ, νεύσει τῇ κρείττονι· ἀδήλως γὰρ τὸν ἐχθρόν, καταβαλὼν δι’ ἀγώνων ἀθλήσεως, τοῦ θείου αὐτοῦ ναοῦ, τῇ φανερώσει ἐγνώσθη τοῖς πέρασιν. Ὅθεν τὴν ἁγίαν μνήμην, τούτου ἑορτάσωμεν, τὸν Σωτῆρα ὑμνοῦντες, τὸν λαμπρῶς αὐτὸν δοξάσαντα.

Βαβαὶ τῆς σῆς καρτερίας σοφέ! σὺ γὰρ ὑπὲρ φύσιν, ἤνυσας παλαίσματα, καὶ μέγας ἐν ἀθληταῖς, ὤφθης Φανούριε· ἐντεῦθεν νεοφανής, τῇ Ἐκκλησίᾳ Χριστοῦ ὤφθης ἥλιος, κρυπτόμενος ὑπὸ γῆν, ὁ ἐν ὑψίστοις λαμπρῶς δοξαζόμενος, καὶ θαυμάτων ταῖς ἀκτῖσι, καταυγάζεις ἅπαντας, τοὺς προστρέχοντας Μάρτυς, τῇ ταχείᾳ ἀντιλήψει σου.

Τὴν σὴν γεραίρομεν ἄθλησιν, ἀθλητὰ Κυρίου, ἔνδοξε Φανούριε, ἣν πάλαι ὑπὲρ Χριστοῦ, νομίμως ἤθλησας, καὶ ἄρτι πᾶσιν ἡμῖν, τῇ φανερώσει τῆς θείας εἰκόνος σου, ἐποίησας ἐμφανῆ, εἰς εὐφροσύνην ἡμῶν τῶν βοώντων σοι· χαίροις ἀθλοφόρων κλέος, Ἐκκλησίας στήριγμα, καὶ Ῥοδίων ἁπάντων, ἐγκαλλώπισμα καὶ σέμνωμα.

Προσόμοια ἕτερα.

Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

ς ἀθλήσας στεῤῥότατα, ἀθλοφόρε Φανούριε, ἐν ἀδήλοις ἔτεσι θείῳ ἔρωτι, δόξης λαμπρᾶς κατηξίωσαι, καὶ μέτοχος γέγονας, οὐρανίων ἀγαθῶν, ἀλλ' ἡμῖν χρόνοις πλείοσιν, ὤφθης ἄγνωστος, καὶ γνωσθεὶς ἐπ' ἐσχάτων καταπλήττεις, τοῦ Χριστοῦ τὴν Ἐκκλησίαν, τῇ δεομένῃ σοὶ χάριτι.

Τὸν ναόν σου τὸν ἅγιον, ἐν τῇ Ῥόδῳ κρυπτόμενον, ὡς ἀνεῦρον Ἅγιε θείῳ νεύματι, χαρᾶς πολλῆς ἐπληρώθησαν, μαθόντες τὴν κλῆσίν σου, καὶ τοὺς ἄθλους τοὺς λαμπρούς, οὓς ἠγνόοουν τὸ πρότερον, καὶ σὲ ὕμνησαν, ὡς περίδοξον Μάρτυρα Κυρίου, χαρμοσύνως ἐκτελοῦντες, τὴν παμφαῆ σου πανήγυριν.

ν νεότητι σώματος, τὸν ἀρχέκακον δράκοντα, ἀθλητὰ Φανούριε καταβέβληκας, καὶ

δοξασθεὶς θείῳ Πνεύματι, προστάτης θερμότατος, ἀνεδείχθης τῶν πιστῶν, αἰχμαλώτους λυτρούμενος, τῇ πρεσβείᾳ σου, φανερῶν τὰ κρυπτὰ τοῖς προσιοῦσι, καὶ παρέχων τοῖς αἰτοῦσι, τὴν σὴν ὀξεῖαν βοήθειαν.

Δόξα. Ἦχος πλ.β΄.

στὴρ νεοφανὴς τῇ Ἐκκλησίᾳ ἐφάνης, ἄρτι ἡμῖν φανερωθείς, ἀθλοφόρε Φανούριε· καὶ τῇ σῇ ἐκφάνσει, τῶν κεκρυμμένων ἐν σοὶ δωρεῶν τὸν πλοῦτον, ἐκφαίνεις ἀληθῶς, τοῖς τὴν παγγέραστον μνήμην γεραίρουσι, καὶ συμφώνως βοῶσί σοι· χαίροις στρατιῶτα Χριστοῦ πανθαύμαστε, ὁ τῆς εὐσεβείας τὸν ἀγῶνα, ἀθλητικῶς ἀγωνισάμενος· χαίροις ὁ τῷ φωτὶ Κυρίου ἐντρυφῶν, καὶ φερωνύμως φανερῶν, τῶν ἀφανῶν τὴν γνῶσιν· χαίροις Ῥοδίων ἀγλάισμα, Μαρτύρων λαμπρότης, καὶ παντὸς πιστοῦ πρεσβευτὴς πρὸς Κύριον. ᾯ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Ο αὐτός.

Τίς μὴ μακαρίσει σε Παναγία Παρθένε, τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς· φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαῒου τὸ Ἀνάγνωσμα.

(Κεφ. μγ΄, 9-14)

Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀναγγελεῖ ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ἔτι ἀπ᾿ ἀρχῆς, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.

 Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. γ΄, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο

αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. ε΄, 15-στ΄, 3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.

γαλλιᾶται ἐν Κυρίῳ, ἡ Ῥόδος τῇ σῇ χάριτι, καὶ πᾶσα πόλις καὶ χώρα, τῇ θερμῇ ἀντιλήψει σου, Μεγαλομάρτυς Φανούριε· μέγας γὰρ ἐν θαύμασι, καὶ μείζων ἐν προστασίαις, ἀληθῶς ἀναδείκνυσαι, ὡς ἀθλητὴς Χριστοῦ περιφανής· αἰχμαλώτους γὰρ λυτροῦσαι, τοὺς ἐν κινδύνοις τελοῦντας προφθάνεις, καὶ πᾶσι παρέχεις, τὰ πρὸς σωτηρίαν αἰτήματα. Ἀλλ' ὡς ἔχων παῤῥησίαν, μὴ παύση πρεσβεύων, δοῦναι ἱλασμὸν ἡμῖν, καὶ εἰρήνην καὶ μέγα ἔλεος.

Ἦχος β΄.

Τῶ Βασιλεῖ τῶν ὅλων στρατευσάμενος, ἐν τοῖς ὅπλοις τοῦ φωτὸς καταβέβληκας, τὸν τοῦ σκότους ἄρχοντα, ἀθλοφόρε Φανούριε· καὶ ποικίλαις προσπαλαίσας βασάνοις, πασῶν ὤφθης ἀκμαιότερος, τῷ πυρὶ στομούμενος, τῆς ἀγάπης τοῦ Χριστοῦ· καὶ θηρῶν ὁρμὴν μὴ πτήξας, καὶ ξεσμῶν τὴν ῥύμην ἐνέγκας, τοῖς πᾶσιν ἐφανέρωσας, τῆς εὐσεβείας τὴν δύναμιν. Ἀλλ' ὡς ἐν ἄθλοις ἀήττητος, καὶ ἐν νίκαις περίδοξος, ἱκέτευε ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος γ΄.

ρηρεισμένος ἀκλινῶς, τῷ θεμελίῳ τῆς πίστεως, οὐδαμῶς σεσάλευσαι, ταῖς ἐναντίαις

προσπνεύσεσι· καὶ μεγίστῳ λίθῳ θλιβείς, πρὸς τὴν πέτραν τῆς ζωῆς, ὅλον τὸν νοῦν ἀπῃώρησας, ὑπεριδὼν ὥραν νεότητος· καὶ τὸ σῶμα καταξανθείς, τὸν τῆς νεκρώσεως χιτῶνα ἀπεβάλου, καὶ ἀφθαρσίας τὴν στολήν, καὶ σωτηρίου τὸ ἔνδυμα, προφητικῶς ἠμφιάσω Φανούριε· ἐν ᾧ φαιδρῶς κοσμούμενος, καὶ ἀθλητικῷ διαδήματι ἐμπρέπων, ὑπὲρ ἡμῶν ἱκέτευε, ἀθλητῶν ἐγκαλλώπισμα.

Ἦχος δ΄.

ν ἀνδρείῳ φρονήματι, πρὸς μαρτυρικοὺς ἀπεδύσω ἀγῶνας, ἀθλοφόρε Φανούριε· καὶ ἐν αὐτοῖς ἀνδραγαθήσας, τῶν ἀντικειμένων τὰς ἀρχὰς ἐθριάμβευσας, καὶ πολλῶν ἐπάθλων, παρὰ Θεοῦ ἠξίωσαι· ὅθεν θαυμάτων ἐνεργῶν δυνάμεις, πανταχοῦ προφθάνεις καλούμενος· καὶ φρικτῇ ἐπιστασίᾳ, τοὺς αἰχμαλώτους ἱερεῖς ῥυσάμενος, καταπλήξας ποιναῖς οἷς ἐδούλευον, μὴ παύσῃ παρέχων τὴν σὴν βοήθειαν, ἐν εὐκαιρίαις καὶ θλίψεσι, τοῖς προσιοῦσι τῇ πρεσβείᾳ σου.

Δόξα. Ο αὐτός.

Τὴν φερώνυμον κλῆσίν σου, ἀληθῆ τοῖς ἔργοις ἔδειξας, Μεγαλομάρτυς Φανούριε· φανερωθεὶς γὰρ ἡμῖν, ὁ πρῴην κεκρυμμένος, πᾶσιν ἐφανέρωσας, μαρτυρικῶν χαρίτων λαμπρότητα, καὶ θαυμαστὴς προστασίας ἐνεργήματα, ὡς ἀθλητὴς Χριστοῦ δεδοξασμένος· ὅθεν τὴν μακαρίαν σου ἄθλησιν, καὶ τῆς εἰκόνος σου τὴν εὕρεσιν, φαιδρῶς ἑορτάζοντες, τὰς πρὸς ἡμᾶς σου ἀντιλήψεις κηρύττομεν, καὶ συμφώνως βοῶμέν σοι· Τῷ ἀθλοθέτῃ Λόγῳ πρέσβευε, ὡς ἂν εὕρωμεν ἔλεος, ἐν ἡμέρᾳ τῆς κρίσεως.

Καὶ νῦν. Θεοτοκίον.

κ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Ες τν Στχον. Στιχηρ προσμοια.

χος πλ. α΄. Χαροις σκητικν.

Χαροις θλητς το Χριστο, καθελν τν δυσμενν τν παρταξιν, θλσεως τος γσιν, νδρειοττ ψυχ, κα τ πανοπλίᾳ τ τς πστεως· πνων το σματος, φειδσας ς σαρκος, ν τ γπ, το λαμπρς δυναμοντς σε, ν δξασας, τος οκεοις σου μλεσιν· νθος τ εωδστατον, Φανοριε νδοξε, τ διαπνον τ κσμ, τν εωδαν τν κρεττονα. Χριστν κδυσπει, τας ψυχας μν δοθναι, τ μγα λεος.

Στχ. Θαυμαστς Θες ν τος γοις ατο.

Χαροις θλητς το Χριστο, τν θλοφρων τ σεπτν γκαλλπισμα· πλαι στεῤῥῶς θλσας, κα παραδξως γνωσθες, εδοκίᾳ θείᾳ ν τος πρασιν, ερσει Φανοριε, τς πανσπτου εκνος σου, νθα τ εδη, τν γων γνων σου, δι' ν νδοξος, ν τος Μρτυσι γγονας. θεν ς στρατιτην σε, Χριστο γενναιτατον κα τροπαιοχον πλτην, μνολογοντες βομν σοι· παστως δυσπει, τας ψυχας μν δοθναι, τ μγα λεος.

Στχ. Τος γοις τος ν τ γ ατο θαυμστωσεν Κριος.

Χαροις θλητς το Χριστο, τς κκλησας ἀῤῥαγστατος πρβολος, τς νσου Ῥόδου δξα, κα πολιοχος λαμπρς, κα μεστης μγας πρς τν Κριον· πασχντων βοθεια, αχμαλτων νάῤῥυσις, τν κεκρυμμνων, ταχεα φανρωσις· ῥύστης τοιμος, τν ν νσοις κα θλψεσι· κρνη ναβλζουσα, θαυμτων τς χριτας, ες εφροσνην πντων, Μεγαλομρτυς Φανοριε. Χριστν κδυσπει, τας ψυχας μν δοθναι, τ μγα λεος.

Δόξα. χος πλ.δ΄.

Θωρακισμενος τς πστεως, τν μυστικν παντευχαν, τν λαζνα τραννον, κατηγωνσω Φανοριε· τν γρ ποικλων τιμωριν, περιεγνου ς σματος, πντα φρων, ν τῷ ἐνδυναμοντ σε Χριστ· κα ν σθενείᾳ φσεως, λαμπρν γερας τρπαιον, τν βραβεων τῆς ἄνω κλήσεως, περιφανῶς ἠξίωσε. Καὶ νῦν Ἀγγέλοις συγχορεύων, ἱκέτευε μακάριε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις. Τὸ Τρισάγιον, καὶ τὰ Ἀπολυτίκια.

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

ς ἄστρον ἀνέτειλας, τῇ Ἐκκλησίᾳ Χριστοῦ, καὶ πάντας κατηύγασας, φανερωθεὶς θαυμαστῶς, Φανούριε ἔνδοξε· ὅθεν τοῖς εὐφημοῦσι, τὴν σὴν ἄθλησιν Μάρτυς, νέμεις τῶν σῶν θαυμάτων, τὴν σωτήριον χάριν, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἕτερον. Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τῶν Ῥοδίων τὸ κλέος καὶ Μαρτύρων τὸ καύχημα, τῶν θαυμάτων θείαις ἀκτῖσι, τοὺς πιστοὺς καταυγάζοντα, Φανούριον τιμήσωμεν πιστοί, ὡς μέγαν τοῦ Σωτῆρος ἀθλητήν· πᾶσαν χάριν γὰρ παρέχει τοῖς πρὸς αὐτόν, ἀπὸ ψυχῆς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ των ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαβίδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Κα πλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.

Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

ς νέον ἀθλητήν, εὐφημοῦμέν σε μάκαρ, κἂν ἤθλησας στεῤῥῶς, πρὸ πολλοῦ θείῳ πόθῳ· ἀρτίως γὰρ τοῖς πέρασιν, ἐπεγνώσθης Φανούριε, χάριν ἔλεος, ταῖς σαῖς πρεσβείαις παρέχων, τοῖς τελοῦσί σου, τὴν ἀξιέπαινον μνήμην, Μαρτύρων ἀγλάισμα.

Θεοτοκίον.

ς τέξασα σαρκί, τὸν τῶν ὅλων Δεσπότην, καὶ ἔχουσα πολλήν, πρὸς αὐτὸν παῤῥησίαν, ἀπαύστως ἱκέτευε, Θεοτόκε πανύμνητε, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει ὑμνοῦσι, τὴν ἄῤῥητον δόξαν σου.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.

Ἦχος γ΄. Θείας πίστεως.

Πῦρ τὸ ἄυλον, φέρων παμμάκαρ, πῦρ ὁμόδουλον, οὐκ ἐπτοήθης, ἀλλ' ἐν αὐτῷ ἀκατάφλεκτος ἔμεινας· καὶ τῶν θηρῶν ὑποτάξας τὸ ὅρμημα, ὑπερφυῶς ἐδοξάσθης Φανούριε. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Θεοτοκίον.

ρος ἅγιον, πεπυκασμένον, τῇ τοῦ Πνεύματος, ἐπισκιάσει, τοῖς Προφήταις καθωράθης πανάμωμε· ἐκ σοῦ γὰρ ὤφθη Θεὸς σωματούμενος, ἐλευθερίαν βραβεύων τοῖς κράζουσι· χαῖρε Δέσποινα, πταιόντων τὸ ἱλαστήριον, καὶ πάντων ἀσφαλὲς φυγαδευτήριον.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.

Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Mαρτυρήσας ἀνδρικῶς, ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ, ὑπὸ μόδιον σιγῆς, ἔμεινας ἔτεσι πολλοῖς, ἀλλ' ἐπεγνώσθης ἐν Ῥόδῳ νεύματι θείῳ· ἔνθεν ἐμφανής, πᾶσι τοῖς πέρασι, θαύμασι πολλοῖς, Μάρτυς γενόμενος, τῇ Ἐκκλησίᾳ ἀρήγεις ἑκάστοτε, ἐν εὐκαιρίαις καὶ θλίψεσι· διό σε πάντες, ἀνευφημοῦμεν, Φανούριε ἀθλοφόρε.

Θεοτοκίον

Μετὰ σώματος Ἁγνή, προαγαγοῦσα τοῖς ἐν γῇ, τὸν ἀσώματον Θεόν, διὰ τὸ σῶσαι τὸν Ἀδάμ, τὸν συντριβέντα ἀπάτῃ τοῦ βροτοκτόνου, ὤφθης ἀληθῶς, θρόνος πυρίμορφος, φέρουσα χερσί, τὸν πάντα φέροντα, καὶ οὐρανῶν πλατυτέρα ἐγνώρισται, ἡ σὴ γαστὴρ ἡ ἀκήρατος. Ἀλλ' ὦ Παρθένε, τῆς οὐρανίου, δόξης ἡμᾶς καταξίωσον.

Οἱ Ἀναβαθμοί, τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα...

γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν...

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Προκείμενον.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Τό, Πᾶσα πνοὴ 

Εὐαγγέλιον

 κ τοῦ κατὰ Λουκᾶν.

Κεφ. 21: 12-19

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Ν’ Ψαλμός χύμα.

λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Δόξα... Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...

Στίχ. λέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου...

Ἰδιόμελον. Ἦχος πλ. β΄.

μφανῶς συντρίψας τὸν ἐχθρόν, ἀθλητικῇ ἐνστάσει, περιφανῶς ἐν οὐρανῷ δεδόξασαι, ἀθλητὰ Φανούριε· διὸ καὶ ἡ γῆ πᾶσα, τὴν σὴν δόξαν γνοῦσα ἣν πάλαι ἠγνόει, τῇ φανερώσει τῆς σεπτῆς εἰκόνος σου, λαμπροφανῶς σε γεραίρει, ἐπιτελοῦσα τὴν ἁγίαν μνήμην σου· ἐν ᾗ δίδου τοῖς πιστοῖς, τὰς σωτηρίους δόσεις, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου.

Εἶτα ὁ Κανὼν τῆς Θεοτόκου, καὶ ὁ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς·

Φῶς Φανούριος κόσμῳ ἐκλάμπει. Γερασίμου.

Ὠδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Φωτί με καταύγασον, τῷ τοῦ προσώπου σου Κύριε, Φανούριον θέλοντα, ὑμνῆσαι Δέσποτα, τὸν δοξάσαντα, ἀθλήσεως ἀγῶσι, τὸ μέγα σου ὄνομα, καὶ ὑπερένδοξον.

ς φῶς ἀνατέταλκας, τῇ Ἐκκλησίᾳ Φανούριε, ὁ πάλαι κρυπτόμενος, ὑπὸ τῆν γῆν φθονερῶς, καὶ χαρίτων σου, ταῖς φαειναῖς ἀκτῖσιν, ἡμῶν τὴν διάνοιαν, πυρσεύεις πάντοτε.

Σαρκός σου ἠλόγησας, ἐν ὥρᾳ Μάρτυς νεότητος, καὶ χαίρων ἐστράτευσαι, τῷ Βασιλεῖ τοῦ παντός, οὗ τὴν ἄμαχον, ἰσχὺν διεζωσμένος, καθεῖλες Φανούριε, ἐχθρῶν τὰς φάλαγγας.

Θεοτοκίον

Φιλάγαθε Δέσποινα, ἡ τὸν Θεὸν τὸν φιλάνθρωπον, ἀφράστως κυήσασα, εἰς σωτηρίαν ἡμῶν, κατοικτείρησον, τὴν πάσχουσαν ψυχήν μου, καὶ ταύτῃ πρυτάνευσον, θείαν παράκλησιν.

Καταβασία

Σταυρὸν χαράξας Μωσῆς ἐπ' εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν· ἐπ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν· ὅτι δεδόξασται.

Ὠδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

θλήσεως Μάρτυς σου τὰ εἴδη, ἃ ἤνυσας πάλαι καρτερῶς, ἐκ τῆς σεπτῆς εἰκόνος σου, γνωρίσαντες Φανούριε, οἱ εὐσεβεῖς ἀνύμνησαν, τὰ θαυμαστά σου παλαίσματα.

Νεότητος ὥραν παραβλέψας, ὑπῆλθες φρονήματι στεῤῥῷ, τὸ τῶν Μαρτύρων στάδιον, Φανούριε πανθαύμαστε, καὶ λόγχῃ τῆς ἀνδρείας σου, ἐχθρὸν τὸν δόλιον ἔτρωσας.

μέγας Κυρίου ἀθλοφόρος, ὁ πάλαι ἀθλήσας ἀνδρικῶς, καὶ χρόνοις ἐν τοῖς ὕστερον, γνωστὸς πᾶσι γενόμενος, Φανούριος ὁ ἔνδοξος, νῦν γεραιρέσθω τοῖς ᾄσμασι.

Θεοτοκίον

ψίστου καθέδρα λαμπροτάτη, Παρθένε Ἀγγέλων χαρμονή, ἀπὸ κοπρίας ὕψωσον, παθῶν μου τὴν διάνοιαν, καὶ ταύτην καταλάμπρυνον, φωτὶ τῆς σῆς ἀγαθότητος.

Καταβασία

άβδος εἰς τύπον τοῦ Μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα. Τῇ στειρευούσῃ δὲ πρῴην Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Μαρτυρίου τελέσας καλῶς τὸ στάδιον, καὶ Χριστὸν μεγαλύνας οἰκείοις μέλεσιν, οὐρανίων δωρεῶν λαμπρῶς τετύχηκας, καὶ παρέχεις τοῖς πιστοῖς, ὡς μεσίτης πρὸς Θεόν, βοήθειαν καθ' ἑκάστην, Φανούριε ἀθλοφόρε, τοῖς καταφεύγουσι τῇ σκέπῃ σου.

Θεοτοκίον

Τὸν ὑπέρθεον Λόγον σαρκὶ κυήσασα, τὴν ἀρχαίαν κατάραν Κόρη ἀνέτρεψας, καὶ ἀνέβλυσας πηγὴν ἐλέους ἄφθονον, τοῖς προσκυνοῦσιν εὐσεβῶς, τὸν σὸν τόκον τὸν φρικτόν, Παρθένε Θεογεννῆτορ, καὶ ἀληθῆ Θεοτόκον, ὁμολογοῦσί σε Πανάχραντε.

Ὠδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

όδος χαίρει τῇ εὑρέσει, τοῦ ναοῦ σου Φανούριε, καὶ καθάπερ ῥόδον, εὔπνουν ἀφθαρσίας προβάλλεται, τῇ Ἐκκλησίᾳ σε πάσῃ τὴν οὐράνιον, πνέον ἅπασιν, ὀσμὴν ζωῆς τὴν σωτήριον.

ησοῦν τὸν ζωοδότην, καὶ Θεὸν πάσης κτίσεως, στόματι ἁγίῳ, πρὸ τῶν δυσσεβῶν ὡμολόγησας, καὶ τὴν δυσσέβειαν τούτων ἐστηλίτευσας, παῤῥησίᾳ σου, ἀκαταπλήκτῳ Φανούριε.

λην ἔχων τὴν ψυχήν σου, ἡδρασμένην στεῤῥότατα, ἐπὶ πέτραν Μάρτυς, τῆς ἀληθινῆς ἐπιγνώσεως, τὰς ἐκ πετρῶν ἀνενδότως πληγὰς ἔφερες, καὶ ἐδόξαζες, ζωῆς τὴν πέτραν τὸν Κύριον.

Σώματος μαστιζομένου, ἀπηνῶς οὐκ ἐφρόντισας, καὶ τῆς σῆς ἀνδρείας, Μάρτυς ῥαπισμοῖς ἐμαστίγωσας, τῶν διωκτῶν τὴν καρδίαν μὴ φερόντων σου, τὸ ἀήττητον, τῆς σῆς καρδίας παράστημα.

Θεοτοκίον

Καταφύγιον τοῦ κόσμου, ἀσφαλὲς καί σωτήριον, ὤφθης Θεοτόκε, σῴζουσα βελῶν τοῦ ἀλάστορος, τοὺς τῇ ἁγίᾳ σου σκέπῃ καταφεύγοντας· ὅθεν σῶσόν με, ἤδη τῆς τούτου κακώσεως.

Καταβασια

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου καὶ ἐδόξασά σου τὴν Θεότητα.

Ὠδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

μάρτυς Φανούριος, ἀγάπῃ τιτρωσκόμενος, τῇ πρὸς τὸν Σωτῆρα τῶν ἁπάντων, φέρει γενναίως τοὺς σκληροτάτους ξεσμούς, δι' ὧν ἀποβάλλει τὴν φθοράν, καὶ στολὴν ἐνδύεται, ἀφθαρσίας ὑπέρλαμπρον.

Σθενούμενος Ἅγιε, ἰσχύι τῇ τῆς πίστεως, ἤνεγκας πυρὸς τὴν τιμωρίαν, ἄνωθεν δρόσον θείαν δεχόμενος, καὶ πυρὶ ἀθλήσεως τῆς σῆς, ἔφλεξας Φανούριε, τὴν ἀπάτην τὴν εὔπρηστον.

Μεγάλως ἠγώνισαι, καιρῷ τῷ τῆς ἀθλήσεως, καὶ μεγάλης χάριτος μετέσχες, Μεγαλομάρτυς Χριστοῦ Φανούριε· ὅθεν ἐκ μεγάλων συμφορῶν, ῥύῃ τοὺς προστρέχοντας, τῃ μεγίστῃ πρεσβείᾳ σου.

Θεοτοκίον

ς σάρκα ὁ Κύριος, ἐκ σοῦ δι' ἀγαθότητα, Κόρη προσλαβόμενος ἀτρέπτως, σὲ προστασίαν ἁπάντων ἔδειξεν· ὅθεν μὴ ἐλλείπῃς ἀγαθή, προστατεύειν πάντοτε, τῶν πιστῶς δεομένων σου.

Καταβασια

τρισμακάριστον Ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· δι' οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Ὠδὴ ς΄. Τὴν θείαν ταύτην.

κ γῆς λαγόνων ἀνέτειλεν, εἰκών σου ἡ ἁγία Φανούριε, ὡς λύχνος πάμφωτος, ἡ ἀφανὴς οὖσα πρότερον, καὶ ἐμφανῆ παντί σε, κόσμῳ κατέστησε.

Κήρυκες ὤφθησαν Ἅγιε, τῆς σῆς πρὸς τὸν Θεὸν οἰκειώσεως, οἱ πρῴην δέσμιοι, τρεῖς ἱερεῖς οὓς ἀπήλλαξας, πικρᾶς αἰχμαλωσίας, τῆ ἀντιλήψει σου.

Λεόντων μύλας συνέθλασας, σοφὲ τῶν νοητῶν τοῖς ἀγῶσί σου, καὶ θείῳ Πνεύματι, θηρῶν ἀγρίων ἐφίμωσας, ὡς Δανιὴλ τὸ πάλαι, στόματα Ἅγιε.

Θεοτοκον

διαφθρως κησας, τν πντων Ποιητν πρ ννοιαν, Κρη πανμωμε· δι φθορς παθν ῥῦσαί με, πρὸς ἀπαθείας βίον, καθοδηγοῦσά με.

Καταβασία

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν Κόσμον φωτίσαντος.

Κοντάκιον. Ἦχος γ΄. ῾Η Παρθένος σήμερον.

ερεῖς διέσωσας, αἰχμαλωσίας ἀθέου, καὶ δεσμὰ συνέθλασας, δυνάμει θείᾳ θεόφρον· ᾔσχυνας, τυράννων θράση γενναιοφρόνως· εὔφρανας, Ἀγγέλων τάξεις Μεγαλομάρτυς· διὰ τοῦτό σε τιμῶμεν, θεῖε ὁπλῖτα, Φανούριε ἔνδοξε.

 

Ὁ Οἶκος

θλησας Μάρτυς ἀνδρικῶς, ἐν ἔτεσιν ἀδήλοις, καὶ ὑπερεῖδες νουνεχῶς, νεότητος τὸ ἄνθος, ὑπὲρ ἀγάπης τοῦ Χριστοῦ, πλείστας βασάνους ὑποστάς, καὶ θάνατον γενναίως· ἀλλ' οἷς οἶδε κρίμασι Θεός, λήθης βυθοῖς, τὰ τῆς ἀθλήσεως τῆς σῆς, ἐκρύπτοντο τρόπαια· ἐν δὲ τῆ, Ῥόδῳ τῇ περιφήμῳ νήσῳ, ὁ ὑπὸ γῆν κεχωσμένος φανερωθεὶς ναός σου, ἐν ᾧ ἡ πάντιμος ὡς θησαυρὸς εἰκών σου, ἡ σὴ λαμπρὰ ἐγνώρισται ἄθλησις, καὶ πᾶσα ἡ Ἐκκλησία γνῶσιν ἔσχε τῶν ἀθλητικῶν σου ἀγώνων, καὶ τῆς πρὸς Χριστὸν λαμπρᾶς σου παῤῥησίας· ὅτι πᾶσιν ἐφαπλοῖς, τὴν θαυμαστήν σου προστασίαν, καὶ πολυειδῶν ἐξαίρεις κινδύνων καὶ θλίψεων, καὶ αἰχμαλώτους λυτροῦσαι, θεῖε ὁπλῖτα Φανούριε ἔνδοξε.

Συναξάριον

Τῇ ΚΖ΄ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἁγίου ἐνδόξου Μάρτυρος Φανουρίου τοῦ νεοφανοῦς.

Στίχ. Φανόυριος φῶς πᾶσι πιστοῖς παρέχει

Κἂν εἰς σκότος δ' ἔκειτο τῆς γαίης μέγα.

Εἰκάδι ἑβδομάτῃ Φανουρίου σηκὸς γῆθεν φάνθη.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ποιμένος.

Στίχοι.

ς ἐκ λύκου χαίνοντος ἡρπάγη βίου,

Ποιμήν, τὸ θρέμμα τοῦ μεγίστου Ποιμένος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Λιβερίου Πάπα Ῥώμης.

Στίχοι.

Τὸν πλοῦτον ἀντλεῖν Λιβέριος νῦν ἔχει,

ν οὐρανοῖς ἦν ἐμφρόνως θησαυρίσας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ὁσίου, Ἐπισκόπου Κοδρούβης.

Στίχοι.

Τὴν κλῆσιν εἰπὼν Ὅσιε τὴν σὴν μόνην,

Πληρῶ θανόντι ἔπαινόν σοι τὸ χρέος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὑπὸ τοῦ Ἁγίου Ἀποστόλου Φιλίππου βαπτίσεως τοῦ Αἰθίοπος εὐνούχου.

Στίχοι.

νὴρ ἐλέγχει τὴν παροιμίαν Σπάδων·

Λευκαίνεται γὰρ, καὶ πεφυκὼς Αἰθίοψ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἀνθοῦσα ἡ νέα, τρίχινον ῥάκος ἐνδυθεῖσα καὶ εἰς φρέαρ ῥιφεῖσα, τελειοῦται.

Στίχοι.

μανδύας σοι πῖλος, ἡ πόρπη πέτρα·

Μεθ᾿ ὧν ὑπῆλθες, Ἀνθοῦσα, βαθὺ φρέαρ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ΄. Οἰ ἐλάτρευσαν.

Μέγαν λίθον σοι, ἐπέθηκαν οἱ ἄνομοι, Μάρτυς Φανούριε, πειρώμενοι δι' αὐτοῦ, συνθλίψαι τὸ σῶμά σου, ἀλλ' ὤφθης ἄσειστος, καὶ ἀκέραιος, τῇ τούτου χαλεπότητι, τοῦ Χριστοῦ τῇ δυναστείᾳ.

Πυρπολούμενος, ἀγάπῃ τοῦ παπάνακτος δρόσον οὐράνιον ἔσχες ἐν σοὶ δαψιλῶς· διὸ

ἀκατάφλεκτος, ῥιφείς, εἰς κάμινον, ὤφθης Ἅγιε, τοὺς Παῖδας μιμησάμενος, τοὺς τρεῖς ἐν τῇ Βαβυλῶνι.

ν τοῖς ἄθλοις σου, ἐχθρὸν τὸν δολιώτατον, εἰς τέλος ᾔσχυνας· καὶ τοῦτο Μάρτυς δηλῶν, καλῶν ὁ πολέμιος, τὴν ἧτταν ἅπασιν, ἐφανέρωσε, καὶ ἐν ἀέρι ᾤχετο, ὀδυρόμενος καὶ κλαίων.

Θεοτοκίον

λαστήριον, τῆς ἀνθρωπίνης φύσεωος, ὤφθης πανάμωμε, ἀποτεκοῦσα Χριστόν, τὸ πᾶσι δωρούμενον, τὴν αἰώνιον, τοῖς προσκυνοῦσι Δέσποινα, τὸ ἐν σοὶ μέγιστον θαυμα.

Καταβασα

κνοον πρσταγμα τυρννου, δυσσεβος λαος κλνησε, πνον πειλς κα δυσφημας θεοστυγος. μως τρες Παδας οκ δειμτωσε, θυμς θηριδης, ο πρ βρμιον· λλ' ντηχοντι δροσοβλ πνεύματι, πυρ συνόντες ψαλλον· περμνητος τν Πατρων καὶ ἡμν, Θες ελογητς ε.

δ η΄. Παδας εαγες.

Γνμ θλητ καταπλκτ, νων τς μαρτυρας σου τν δαυλον, το χθρο κατπληξας, παν πινημα· φλκτως νημμνους γρ φερες νθρακας, χερσ σου κα κατφλεξας πσαν, δεισιδαιμοναν, τς πλνης κα πτην.

στης πρ το βματος νδρεως, πστων μολογν Χριστο τν σρκωσιν· νθεν

νενργητα, ν σο καθωρθησαν, θηρων τ ρμματα, κα πσα βσανος, κα φλγες καξεσμο κα συνθλψεις, περιβεβλημν, το Πνεματος τν χριν.

δος περφημος καυχται, ερσει το σο ναο κα τς εκνος σου, κκλησα πσα δ, χαρει εραμνη σε, προσττην κα πρμαχον Μρτυς θερμτατον· δι κα τν γαν σου μνήμην, ἄγει χαρμοσύνως, Φανούριε τρισμάκαρ.

Θεοτοκίον

φλεκτος τὸ πῦρ διεφυλάχθη, τεκοῦσα τὸ τῆς Θεότητος ἐν σώματι, Ἄχραντε πανάμωμε, μόνη ἀειπάρθενε· ὡς μέγα τὸ μυστήριον τῆς σῆς κυήσεως! διὸ κατάφλεξόν μου τὴν ὕλην, πάσης ἁμαρτίας, τῇ σῇ φιλανθρωπίᾳ.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Καταβασια

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεὸν ὑμνεῖτε, τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

Ὠδὴ θ΄. Ἅπας γηγενής.

Στόματι λαμπρῷ, Χριστοῦ ὡμολόγησας τὸ μέγα ὄνομα, ἄνθος τῆς νεότητος, καὶ πᾶσαν ἄλλην λιπὼν ἀπόλαυσιν, Φανούριε πανθαύμαστε, καὶ χαίρων ἤνυσας, τοὺς μεγίστους, πόνους τῆς ἀθλήσεως, ὡς Χριστοῦ στρατιώτης ἀήττητος.

να τῆς σεπτῆς, Φανούριε τύχωσιν ἐπιστασίας σου, ἱερεῖς οἱ δέσμιοι, τῇ χάριτί σου θερμῶς προσέπεσον, καὶ παραδόξως Ἅγιε ἠλευθερώθησαν, τῇ ὀξείᾳ, Μάρτυς ἀντιλήψει σου, ἀνυμνοῦντες τὸ μέγιστον θαῦμά σου.

Μέγαν ἀληθῶς, ποοστάτην καὶ ἔφορον Μάρτυς Φανούριε, πανταχοῦ σε κέντηναι,οἱ τὸ σεπτόν σου καλοῦντες ὄνομα, καὶ τάχος τῆς εὐνοίας σου τὰ δῶρα δέχονται· διὰ τοῦτο, τὴν ἁγίαν μνήμην σου, χαρμοσύνως τελοῦμεν ὑμνοῦντές σε.

νεοφανής, κἂν πάλαι ἠγώνισται Μάρτυς Φανούριος, ἀνυμνολογείσθω μοι, ὡς τοῦ Σωτῆρος ὁπλίτης ἔνθεος· φανερωθεὶς ἐν Ῥόδῳ γὰρ πᾶσιν ἐπέφανε, πρυτανεύων, δαψιλῆ δωρήματα, τοῖς προστρέχουσι τούτῳ ἑκάστοτε.

Θεοτοκίον

μνησαν Ἁγνή, τὸ μέγα μυστήριον τῆς σῆς κυήσεως, τάξεις ὑπερκόσμιοι, Θεὸν ὁρῶσαι ἐν σοὶ σαρκούμενον, πᾶσα ἡ γῆ δὲ πέπλησται τῆς σῆς αἰνέσεως, ὅτι πάντες, τῇ κυοφορίᾳ σου, τῆς ἀρχαίας κατάρας ἐῤῥύσθημεν.

Καταβασίαι

Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Δι' οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν.

διὰ βρώσεως τοῦ ξύλου, τῷ γένει προσγενόμενος θάνατος, διὰ Σταυροῦ κατήργηται σήμερον· τῆς γὰρ προμήτορος ἡ παγγενής, κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος, ἣν πᾶσαι αἱ Δυνάμεις, τῶν Οὐρανῶν μεγαλύνουσι.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Μαρτυρικῶς ἠγώνισαι, στεῤῥοτάτῃ καρδίᾳ, καὶ τοῦ ἐχθροῦ κατέβαλες, τὸ μαινόμενον θράσος, ποικιλοτρόποις αἰκίαις, ὁμιλήσας ἀνδρείως, Μεγαλομάρτυς ἔνδοξε, καὶ στεφάνοις τῆς νίκης παρὰ Χριστοῦ, εὐκλεῶς Φανούριε ἐκοσμήθης· ᾧ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν σὲ ἀνυμνούντων.

Θεοτοκίον

Μετὰ σαρκὸς ἐκύησας, τὸν ὑπέρθεον Λόγον, ἀνεκφοιτήτως πάναγνε, ἐκ τῶν κόλπων τῶν ἄνω, σκηνώσαντα σῇ νηδύι, ἀνεκφράστῳ ἐλέει, εἰς κόσμου ἀνακαίνισιν, καὶ ἀνάπλασιν πάντων τῶν εὐσεβῶς, τὴν σὴν προσκυνούντων κυοφορίαν, καὶ ἀνυμνούντω Δέσποινα, ὡς Θεοῦ σε Μητέρα.

Εἰς τοὺς Αἰνους

Ἱστῶμεν Στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τὸν ἀθλητὴν τοῦ Κυρίου μέγαν Φανούριον, τὸν πάλαι ἠθληκότα, δι' ἀγάπην Κυρίου, καὶ ἄγνωστον τελοῦντα χρόνοις τοῖς πρίν, ἐν τῇ Ῥόδῳ δὲ ὕστερον, φανερωθέντα τῇ θείᾳ ἐπισκοπῆ, φιλομάρτυρες τιμήσωμεν.

Φῶς φερωνύμως αὐγάζεις πᾶσι Φανούριε, λαμπρῶς ἐξανατείλας, τῇ Χριστοῦ Ἐκκλησίᾳ, καὶ νύκτα διαλύεις τῶν πειρασμῶν, καὶ κινδύνων καὶ θλίψεων, τῆς παμφαοῦς προστασίας σου ταῖς αὐγαῖς, ὡς ἡμῶν πρέσβυς πρὸς Κύριον.

Τοῦ μαρτυρίου τοὺς ἄθλους στεῤῥῶς διήνυσας, καὶ ὤφθης ὑπεράνω, καὶ πυρὸς καὶ σιδήρου, στομώσας σου τὸ σῶμα πόθῳ Χριστοῦ, ἀθλοφόρε Φανούριε· διὸ πλουσίων ἐπάθλων παρὰ Χριστοῦ, ἐκομίσω τὴν ἀντίδοσιν.

Τοὺς ἱερεῖς ὡς ἐῤῥύσω τοὺς πρὶν δεσμώτας σοφέ, τῇ σῇ πρὸς τὸν Δεσπότην, θαυμαστῆ παῤῥησίᾳ, οὕτω πάσης ῥύου ἡμᾶς συμφορᾶς, καὶ ἀνάγκης Φανούριε, τοὺς προσιόντας τῇ σκέπῃ σου τῇ σεπτῆ, καὶ ὑμνοῦντάς σου τὴν ἄθλησιν.

Δόξα. Ἦχος πλ. α΄.

θλητικοῖς σκάμμασι, τὸν Χριστὸν ἐδόξασας, σαὐτὸν ἀρνησάμενος, ἀθλοφόρε Φανούριε· προθύμως γὰρ ἀπεδύσω, τῇ δι' αἵματος πάλῃ, καὶ θάνατον ἀθανασίας πρόξενον ἐδέξω, ὑπὲρ τῆς πάντων ζωῆς· διὸ ἀιδίων γερῶν ἠξίωσαι, καὶ ἀθανάτων ἀμοιβῶν μετέσχες, καὶ προστάτης θερμότατος, τῇ Ἐκκλησίᾳ ἐδόθης. Ἀλλ' ὦ Μαρτύρων ἐγκαλλώπισμα, μὴ παύσῃ, ἡμῖν ἱλεούμενος, Χριστὸν τὸν φιλάνθρωπον.

Κα νν. Θεοτοκον.

Μακαριζομν σε Θεοτκε Παρθνε, κα δοξζομν σε ο πιστο κατ χρος, τν πλιν τν σειστον, τ τεχος τ ἄῤῥηκτον, τν ἀῤῥαγ προστασαν, κα καταφυγν τν ψυχν μν.

Δοξολογα μεγλη, κα Απλυσις.

 

Ες τν Λειτουργεαν

Τ Τυπικ, ο Μακαρισμο, κα κ το Καννος το γου α γ΄ κα ς΄ δα.

Ὁ Ἀπόστολος.

Προκείμενον. Ἦχος βαρύς' [Ψαλμός 63]
Στίχ. Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ.
Στίχ.
Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.

Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.

Κεφ. 6:10-17

δελφοί, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι βῆμα Θεοῦ.

λληλούϊα [γ΄].  Ἦχος β΄ [Ψαλμός 91].

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται

Στίχ. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.

 

Εὐαγγέλιον

 κ τοῦ κατὰ Ἰωάννην.

Κεφ. 15: 15, 17-27, 16:1-2

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς κόσμος. Μνημονεύετε τοῦ λόγου, οὗ ἐγὼ εἶπον ὑμῖν. Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς, οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι, καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου. Ἀλλ᾿ ἵνα πληρωθῇ λόγος γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν· Ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾿ ἀρχῆς μετ᾿ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα, ἵνα πᾶς ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

Κοινωνικόν.

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Μεγαλυνάριον

Χαίροις ὦ Φανούριε ἀθλητά, ὁ πᾶσι παρέχων, τὰ αἰτήματα συμπαθῶς· χαίροις εὐσεβούντων, ὁ μέγας ἀντιλήπτωρ, καὶ πάσης Ἐκκλησίας, θεῖον ἀγλάισμα.