The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

 ΙΟΥΝΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΣΤ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δαυῒδ τοῦ ἐν Θεσσαλονίκῃ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ'

Ὢ τοῦ παραδόξου θαύματος

Πάτερ Δαυῒδ παμμακάριστε, δι' ἐγκρατείας τὸν νοῦν, λαμπρυνόμενος ἄριστα, πρὸς τὸ πρῶτον αἴτιον, τῶν καλῶν ἀνεπτέρωσας, καὶ στῦλος ὤφθης, φωτοειδέστατος, φωτίζων πάντας, λόγοις καὶ θαύμασι, τοὺς προσιόντας σοι, διανοίᾳ πάντοτε θεοπρεπεῖ· ὅθεν σε γεραίρομεν, καὶ μακαρίζομεν.

Καθάπερ ὄρνις εὐκέλαδος, ἐν ἀναβάσει φυτοῦ, καλιὰν Πάτερ ἔπηξας, τῷ κρύει πηγνύμενος, καὶ τῷ θέρει φλεγόμενος, χρυσᾶς ἐντεῦθεν ἔλαβες πτέρυγας, τῆς ἀπαθείας, καὶ τελειότητος, καὶ πρὸς οὐράνιον, ὕψος κατεσκήνωσας ὑπὲρ ἡμῶν, πάντοτε δεόμενος, τῶν εὐφημούντων σε.

Θείῳ ἀπαθείας ἄνθρακι, φλέξας σαρκὸς ἡδονάς, ἀκατάφλεκτος ἔμεινας, ἐν χερσὶ τοὺς ἄνθρακας, πρὸ προσώπου θεόπνευστε, τοῦ Βασιλέως κατέχων, Ὅσιε, ἐκπληττομένου τὴν σὴν λαμπρότητα· ὅθεν παρέσχε σοι, τὰς αἰτήσεις μέγιστον πρὸς τὸν Θεόν, πρέσβυν σε μακάριε.

Δόξα... Καὶ νν... Θεοτοκίον

Πάντοτε πράττων τὰ ἄτοπα, τὸν Ποιητήν μου Θεόν, παροργίζω ὁ ἄθλιος, καὶ πτοοῦμαι πάναγνε, τὴν αἰώνιον κόλασιν, καὶ τοῦ πυρὸς τὴν φλόγα τὴν ἄσβεστον, καὶ τῶν σκωλήκων τὴν ἀγριότητα, ὧν με ἐξάρπασον, Δέσποινα πανύμνητε, τὸν σὸν Υἱόν, λόγοις τὸν φιλάνθρωπον, καθικετεύουσα.

Ἢ Σταυροθεοτοκίον

ς ἔβλεψέ σε σταυρούμενον, ἐν τῷ Κρανίῳ Σωτήρ, ἠλλοιοῦτο ἡ σύμπασα, κτίσις καὶ συνείχετο, δονουμένη μὴ φέρουσα, ἀδίκως πάσχοντα ὑπεράγαθε, ἡ δὲ Παρθένος ἁγνὴ καὶ Μήτηρ σου, Οἴμοι! ἐφθέγγετο, τέκνον μου γλυκύτατον, τὶ τὸ καινόν, τοῦτο καὶ παράδοξον, καὶ ξένον θέαμα;

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὠκτωηχου, καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.

Ὑμνῶ μάκαρ σου τὸν βίον θείοις λόγοις. Ἰωσήφ.

δὴ α' Ἦχος πλ. α'

Ἵππον καὶ ἀναβάτην

μνοις τὴν φωτοφόρον, καὶ θείαν μνήμην σου, συνελθόντες τιμῶμεν, Δαυΐδ μακαριώτατε, φωτὸς ἐγνωκότες σε, καὶ ἡμέρας, Ὅσιε, κληρονόμον ἐν θείῳ Πνεύματι.

Μέλη νεκρώσας Πάτερ, ἐν γῇ τοῦ σώματος, τὴν ζωὴν ἐνοικοῦσαν, ἐν τῇ καρδίᾳ ἔσχηκας, Χριστὸν τὸν νεκρώσαντα, διαβόλου δύναμιν, τοῦ νεκρώσαντος τὸ ἀνθρώπινον.

Νόμοις τοῖς τοῦ Δεσπότου, ὑπείκων Ὅσιε, τὸν σταυρόν σου ἐπ' ὤμων, ἀνέλαβες τοῖς ἴχνεσι, τοῖς τούτου ἑπόμενος, καὶ καθεῖλες ἔπαρσιν, τοῦ ἀλάστορος ταπεινούμενος.

Θεοτοκίον

φθης ὡραϊσμένη, τῷ κάλλει τῶν ἀρετῶν, καὶ Χριστὸν τὸν ὡραῖον, Παρθένε ἀπεκύησας, βροτοὺς ὡραΐσαντα, τοῖς ὡραίοις κάλλεσι, τῆς Θεότητος ἀειπάρθενε.

δὴ γ'

Ὁ πήξας ἐπ' οὐδενὸς

Μαράνας δι' ἐγκρατείας, κάλλος τοῦ σώματος, τὰς αὐγὰς ἐδέξω τοῦ θείου Πνεύματος, καὶ τῆς ἀπαθείας φωταυγεῖς, ἀπήστραψας ἀκτῖνας, καὶ ἰαμάτων τὰ χαρίσματα, Πάτερ τοῦ Προφήτου ὁμώνυμε.

γίων ἰχνηλατῶν, τοὺς βίους μακάριε, ὅλος ἡγιάσθης ταῖς θείαις πράξεσιν· ὅθεν ἁγιάζεις μυστικῶς, τοὺς πίστει τὴν ἁγίαν, ἐπιτελοῦντάς σου πανήγυριν, Πάτερ θεοφόρε πανόλβιε.

Κοιμίσας τὰς ἡδονάς, τοῦ σώματος, Ὅσιε, προσευχαῖς ἀγρύπνοις καὶ ἀγωνίσματι, Πάτερ ἐν εἰρήνῃ ἀληθῶς, ὑπνώσας ἐκοιμήθης· ὅθεν σε ἄγρυπνον κεκτήμεθα, φύλακα οἱ πόθῳ τιμῶντές σε.

Θεοτοκίον

γγέλων τιμιωτέρα, ὤφθης κυήσασα, τὸν αὐτοὺς Παρθένε δημιουργήσαντα· ὅθεν ἱκετεύω σε ἁγνή, ἁγίασον τὸν νοῦν μου, καὶ τὴν καρδίαν φωταγώγησον, νέφη τῶν παθῶν ἐκδιώκουσα.

Ὁ Εἱρμὸς

πήξας ἐπ' οὐδενός, τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.

Κάθισμα Ἦχος πλ. δ'

Τὴν σοφίαν καὶ Λόγον

γκρατείᾳ τὰ πάθη τὰ τῆς σαρκός, τῇ ψυχῇ ὑποτάξας Πάτερ σοφέ, ὡράθης μακάριε, μετὰ σώματος Ἄγγελος, καλιὰν δὲ πήξας, ὡς ὄρνις εὐκέλαδος, ἐν φυτῷ εἰς ὕψος, τὸν νοῦν ἀνεπτέρωσας· ὅθεν τῶν θαυμάτων, ἐνεργείας πλουτήσας, μετῆλθες πρὸς Κύριον, ὃν ἐκ βρέφους ἐπόθησας· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Θεοτοκίον

Παναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, ἴασαι δέομαι, καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, τὴν ψυχήν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος, Οἴμοι! Τὶ ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; Τότε Δέσποινα βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

Ἢ Σταυροθεοτοκίον

Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἥνπερ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους. Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.

δὴ δ'

Τὴν θείαν ἐννοήσας σου

ημάτων ζωηρύτων τοῦ Πνεύματος, καθυπακούσας ἁλμυράν, τοῦ βίου θάλασσαν ἔλιπες, καὶ τοῖς κρουνοῖς τῶν δακρύων, παθῶν ἐναπεξήρανας ῥεύματα.

Συνέσεως καὶ χάριτος ἔμπλεως, Πάτερ γενόμενος Δαυΐδ, ἐν ἡσυχίᾳ ἐζήτησας, τὸν εὐεργέτην τῶν ὅλων, καὶ τούτου τῆς ἐλλάμψεως ἔτυχες.

βίος σου τῇ βίᾳ τῆς φύσεως, περιφανὴς ἀναδειχθείς, καὶ συνεργείᾳ τοῦ Πνεύματος, βιαιοτάτης κακίας, ἀνθρώπους ἐλυτρώσατο Ὅσιε.

Θεοτοκίον

μνοῦμέν σε πανύμνητε Δέσποινα, τὸν ὑπερύμνητον Θεόν, ἀνερμηνεύτως κυήσασαν, τὴν τοὺς χοροὺς τῶν Ἀγγέλων, τῷ κάλλει ἀσυγκρίτως νικήσασαν.

δὴ ε'

Ὁ ἀναβαλλόμενος

Τείνας σου τὰ ὄμματα, καὶ τὰ νοήματα πρὸς τὸν ἐν ξύλῳ ἀναρτηθέντᾳ, φυτῷ ἐνεκαρτέρησας, φλεγόμενος Πάτερ, καὶ νιφετοῖς πηγνύμενος.

λος ἀστραπόμορφος, ὡράθης Ὅσιε, τὸ πῦρ παλάμαις Δαυῒδ κατέχων, καὶ τὸν βασιλεύοντα θυμιῶν συνθέτῳ, παμμάκαρ θυμιάματα.

Νῦν οὐκ ἐν αἰνίγματι, οὐδὲ φαντάσματι, τὸ θεῖον κάλλος ὁρᾷς Παμμάκαρ, πρόσωπον δέ, Ὅσιε, πρὸς πρόσωπον μᾶλλον, λυθεισῶν τῶν ἐμφάσεων.

Βότρυς ὡραιότατος, τῆς θείας, Ὅσιε Δαυῒδ ἀμπέλου, ἐφάνης βλύζων, οἶνον κατανύξεως, τοῖς ἐκ μέθης Πάτερ, παθῶν παραφρονήσασι.

Θεοτοκίον

θυνον τὸν βίον μου, καὶ τὰ κινήματα, τῆς διανοίας ἁγνὴ Παρθένε, πρὸς τὸ θεῖον βούλημα, τοῦ ἐκ σοῦ ἀρρήτως, ἡμῖν ἐπιδημήσαντος.

δὴ ς'

Μαινομένην κλύδωνι

Οἶκος θείου Πνεύματος, ἐγνωρίσθης Ὅσιε Δαυΐδ, ἐν μικρῷ οἰκίσκῳ συγκλειόμενος, καὶ τὴν στενὴν τῆς εὐρυχώρου ἑλόμενος.

Νόμοις καθυπέκλινας, τοῦ Δεσπότου Πάτερ τὴν ψυχήν, καὶ φωτὸς ἀνάπλεως γεγένησαι, καὶ δεκτικὸς τῶν χαρισμάτων τοῦ Πνεύματος.

Θαύμασιν ὁ βίος σου, θεοφόρε Πάτερ ἀληθῶς, καθωραϊζόμενος τοῖς πέρασι, διεδόθη· ὅθεν πιστῶς εὐφημοῦμέν σε.

Θεοτοκίον

ξ ἁγνῶν αἱμάτων σου, ἐξυφάνθη σάρξ ὑπερφυῶς, τῷ δημιουργήσαντι τὸν ἄνθρωπον, Θεοτόκε· ὅθεν ἀξίως ὑμνοῦμέν σε.

Ὁ Εἱρμὸς

Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς ἀνάγαγέ με ὡς εὔσπλαγχνος.

Συναξάριον

Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Δαυΐδ, τοῦ ἐν Θεσσαλονίκῃ.

Στίχοι

Δαυῒδ συνήφθης τῷ πάλαι Δαυῒδ νέε,

λλον Γολιὰθ σαρκικά κτείνας πάθη.

κτῃ ἐξεπέρησε πύλας βίου εἰκάδι Δαυΐδ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμων Ἰωάννου Ἐπισκόπου Γοτθίας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ ζ'

Ὁ ὑπερυψούμενος

στασο ἀκλόνητος, φυτοῦ κλόνοις Ὅσιε, ἀρδείαις δακρύων σου, συχνῶς ποτιζόμενος, καὶ μέλπων ἀσιγήτως, ὁ Θεὸς εὐλογητὸς εἶ.

λην σου τὴν ἔφεσιν, πρὸς Θεὸν ἀνέτεινας, ὅλην τὴν καρδίαν σου, δοχεῖον ἐτέλεσας, τῶν θείων χαρισμάτων, θεοφόρε εἰς αἰῶνας.

θυνας τὸν βίον σου, πρὸς τὸ θεῖον θέλημα, ἔφθασας ὡς ἤλπισας, τὴν ἄνω μητρόπολιν, ἐν ᾗ τὸ σὸν ἐκτήσω, πολίτευμα θεόφρον.

Σὲ φωτοειδέστατον, Πάτερ χρηματίσαντα, ἄνθρακας κατέχοντα, παλάμαις ὡς ἔβλεψεν, ὁ ἄναξ κατεπλάγη, καὶ πεσὼν σοι προσεκύνει.

Θεοτοκίον

Λέλυται τῷ τόκῳ σου, ἀρᾶς τὸ ἀνθρώπινον, μόνη παντευλόγητε· διὸ σε δοξάζομεν, ὡς κεχαριτωμένην, Θεοτόκε εἰς αἰῶνας.

δὴ η'

Σοὶ τῷ παντουργῷ

ρθρος φαεινός, τοῖς ἐν τῷ σκότει ὤφθης, τοῦ βίου Μακάριε, φῶς ἐπιγνώσεως, πᾶσιν αὐγάζων, τοῖς πόθῳ σε ὑμνοῦσι, καὶ ὑπερυψοῦσι, Χριστον εἰς τοὺς αἰῶνας.

Γέγονας εὐθύς, καὶ ταπεινὸς καὶ πρᾶος, Δαυῒδ τὸν συνώνυμον, ἐξεικονίζων πιστῶς· ὅθεν σὺν τούτῳ, τὴν γῆν τὴν τῶν πραέων, Πάτερ ἐκληρώσω, εἰς πάντας τούς αἰῶνας.

θεοφεγγής, τῶν μοναζόντων στῦλος Δαυῒδ ὁ μακάριος, Προφήτης ἔνθεος, ἄλλος ἐδείχθη, τὰ μέλλοντα προλέγων, θείᾳ ἐπιπνοίᾳ, τοῦ Πνεύματος τοῦ θείου.

εροπρεπής, ἱερωμένος ὅλως, ἡμερῶν τοῦ πνεύματος πλήρης γενόμενος, Πάτερ ἐν γήρᾳ ὁσίως βαθυτάτῳ, ἔλιπες τὸν βίον, καὶ ζῆς εἰς τους αἰῶνας.

Θεοτοκίον

Σὲ τὴν καλλονήν, τοῦ Ἰακὼβ Παρθένε, Θεὸς ἣν ἠγάπησε, καὶ ἐξελέξατο, πάντες ὡς μόνην, ἀεὶ εὐλογημένην ἀνυμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

δὴ θ'

Ἡσαΐα χόρευε

ερὰν πανήγυριν, συνελθόντες σήμερον πιστῶς, τελέσωμεν ἱεροῦ, ἅπαντες Πατρός, ἀσκήσει ἐκλάμψαντος, καὶ ἑαυτόν, ὅλον τῷ Θεῷ, καθιερώσαντος, διὰ βίου τελειότητος.

σπερ δένδρον τέθηλας, ἐφ' ὑδάτων, Ὅσιε ῥοαῖς, πνευματικῶν ἀρετῶν, φέρων τοὺς καρπούς, φυτῷ δὲ πηξάμενος, ὡς ἀετός, Πάτερ καλιάν, πρὸς τὰ οὐράνια, τάς σὰς φρένας ἐξεπέτασας.

Σοῦ προφητικώτατα, θεωρήσας Ὅσιε Δαυΐδ, τὴν ἔξοδον προφωνεῖς, ταύτην τοῖς λαοῖς, ἡνίκα στελλόμενος, τὴν κατ' αὐτῶν ἔστησας σοφέ, τοῦ βασιλεύοντος, σφοδροτάτην ἀγανάκτησιν.

ἁγία μνήμη σου, ἁγιάζει σήμερον ἡμᾶς, τελοῦντας ταύτην πιστῶς, Ὅσιε Δαυΐδ· ἁγίως γὰρ ἤνυσας, τὴν σεαυτοῦ, Ἅγιε ζωήν, καὶ μετὰ κοίμησιν, τοῖς Ἁγίοις συναγάλλῃ ἀεί.

Θεοτοκίον

Φωτοφόρον πύλην σε, προεώρα, Ἰεζεκιήλ, δι' ἧς διῆλθε τὸ φῶς, τὸ ἀληθινόν, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὃν ἐκτενῶς, αἴτησαι Ἁγνή, τῆς μετανοίας μοι, διανοῖξαι πύλας δέομαι.

Ὁ Εἱρμὸς

σαΐα χόρευε, ἡ Παρθένος, ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, ἀνατολή, ὄνομα αὐτῷ· ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.

 

Καὶ τὰ λοιπὰ τοῦ Ὄρθρου, ὡς σύνηθες. Καὶ Ἀπόλυσις.