The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ 

 ΙΑΝΟΥΑΡΙΟΣ

ΕΧΩΝ ΗΜΕΡΑΣ ΤΡΙΑΚΟΝΤΑ ΜΙΑΝ

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ξενοφῶντος καὶ τῆς συνοδίας αὐτοῦ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος β'

Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν

Λάμπων, ἀξιώμασι ψυχῆς, ἐλεημοσύνῃ καὶ πίστει σαυτὸν ἐλάμπρυνας, χαίρων γὰρ ἐσκόρπισας, τὸν πλοῦτον πένησιν, εἰς αἰῶνας δὲ μένει σου, ἡ δικαιοσύνη, φῶς σοι ἀνατέλλουσα Πάτερ ἀνέσπερον, ἔνθα, τοὺς ὁσίους σου Παῖδας, ὄψει καὶ τὴν τούτους τεκοῦσαν, Πόλιν τὴν οὐράνιον οἰκήσαντας.

Δόξαν, παριδόντες τὴν φθαρτήν, δόξης τῆς ἀφθάρτου καὶ θείας κατηξιώθητε· πᾶσαν γὰρ πατήσαντες, βίου τερπνότητα, τὸν τῷ ὄντι τερπνότατον, Χριστὸν θεοφόροι, ἄγαν ἐποθήσατε, τὸν ὑμᾶς σώσαντα, κόσμου τρικυμίας καὶ ζάλης, καὶ τῷ γαληνῷ καὶ φωσφόρῳ, βίῳ καθορμίσαντα Πανόλβιοι.

Πάθη, θανατώσαντες σαρκός, τοὺς τῆς ἀπαθείας χιτῶνας περιεβάλεσθε, βίου καθαρότητι, τούτους ὑφάναντες, πολιτείαν δ᾿ ἰσάγγελον, ἐν σώματι ὄντες, ἔτι καρτερόφρονες ἐπιδεικνύμενοι, δόξης ἠξιώθητε πάντες, τῆς Ἀγγελικῆς ἐν ὑψίστοις, θείας ἀπολαύοντες λαμπρότητος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Μόνη, τὸν ἀχώρητον Θεόν, ἀστενοχωρήτως ἐν μήτρᾳ ἐκυοφόρησας, ἄνθρωπον γενόμενον, δι᾿ ἀγαθότητα, Παναγία Θεόνυμφε· διὸ δυσωπῶ σε, τῶν στενοχωρούντων με παθῶν ἀπάλλαξον· ὅπως, τὴν στενὴν καὶ εὐθεῖαν, τρίβον διοδεύσας προφθάσω, τὴν ἐπὶ ζωὴν Παρθένε φέρουσαν.

Ἢ Σταυροθεοτοκίον

Βότρυν, τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ ἐκυοφόρησας, ξύλῳ ὡς ἑώρακας τοῦτον κρεμάμενον, θρηνῳδοῦσα ὠλόλυζες, καὶ ἔκραζες. Τέκνον, γλεῦκος ἐναπόσταξον, δι᾿ οὗ ἡ μέθη ἀρθῇ, πᾶσαν τῶν παθῶν Εὐεργέτα, δι᾿ ἐμοῦ τῆς σὲ τετοκυίας, σοῦ τὴν εὐσπλαγχνίαν ἐνδεικνύμενος.

Ἀπολυτίκιον Ἦχος δ'

Θεὸς τῶν Πατέρων ἡμῶν ὁ ποιῶν ἀεὶ μεθ᾿ ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεος σου ἀφ᾿ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίας, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες τῆς Ὀκτωήχου καὶ τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς.

Ξενοφῶντα μέλπω, σύμβιόν τε καὶ τέκνα. Θεοφάνους.

δὴ α' Ἦχος β'

Δεῦτε λαοί, ᾄσωμεν ᾄσμα Χριστῷ τῶ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται.

Ξύλου ζωῆς, καὶ Παραδείσου τῆς ὄντως τρυφῆς, πανοικεσίᾳ Πάνσοφοι, νῦν ἀπολαύοντες, τοὺς ὑμᾶς εὐφημοῦντας, πρεσβεύσατε σωθῆναι, πρὸς τὸν Φιλάνθρωπον.

ν τῇ ὁδῷ τῶν ἐντολῶν σου βαδίζων θερμῶς, ὁ σὸς ἱκέτης Δέσποτα, μονὰς κατέλαβε, καταλλήλους τῷ πόθῳ, ζωῆς τῆς αἰωνίου ἐπιλαβόμενος.

Νέαν σκηνήν, Ἀβραμιαίαν σὺ ἔδειξας, τὴν σὴν οἰκίαν ἅπασι· διὸ θεσπέσιε, Ἀβραὰμ ἐν τοῖς κόλποις, ἀξίως καὶ δικαίως ἐπαναπέπαυσαι.

Θεοτοκίον

λος ἐν σοί, κατασκηνώσας Πανάμωμε, ὅλον ἐμὲ τὸν ἄνθρωπον, ἀνεμορφώσατο, ἐκ Πατρὸς ἐκλάμψας, πρὸ πάντων τῶν αἰώνων, Λόγος ὁ ἄναρχος.

δὴ γ'

ν πέτρᾳ μὲ τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ᾿ ἐχθρούς μου· εὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν. Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

Φανοτάταις ἀξίαις τετιμημένος, φωτοφόρῳ διέπρεψας πολιτείᾳ· τὴν πρᾶξιν γὰρ ἐπίβασιν θεωρίας, βοῶν ἀνέδειξας. Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

ς πάντων οἰκονόμος προβεβλημένος, τὴν πάντων ἐπιμέλειαν ἀνεδείξω, τοῖς χρῄζουσι τὸν πλοῦτόν σου διανέμων, ὑποδεχόμενος, φιλοφρονούμενος, Μοναζόντων τάγματα, Πάτερ Ὅσιε.

Νομίμοις ἐκτρεφόμενος τοῦ Δεσπότου, ἐν νόμῳ καὶ παιδείᾳ καὶ νουθεσίᾳ, Κυρίου ἐξεπαίδευσας σοῦ τοὺς παῖδας, κράζων θεσπέσιε· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε.

Θεοτοκίον

Τὴν μόνην παρθενεύουσαν μετὰ τόκον, Μαρίαν τῶν Ἁγίων ἁγιωτέραν, τὴν ὄντως ἀπειρόγαμον Θεοτόκον, δεῦτε ὑμνήσωμεν πιστοί, κραυγάζοντες· Χαῖρε Μήτηρ ἄχραντε, χαῖρε Δέσποινα.

Ὁ Εἱρμὸς

ν πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ᾿ ἐχθρούς μου· εὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν. Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

Κάθισμα Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον

ντολαῖς τοῦ Δεσπότου ἐπαγρυπνῶν, ἐφ᾿ ὁμοίοις τε τρόποις παῖδας τοὺς σούς, ῥυθμίζων Μακάριε, Ξενοφῶν καὶ τὴν σύζυγον, σὺν αὐτοῖς τὰ ἄνω, κληροῦσαι βασίλεια, πειρασμῶν παντοίων, λιπὼν τὸ κλυδώνιον· ὅθεν εὐφημοῦμεν, εὐσεβῶς ὑμᾶς πάντας, καὶ πόθῳ γεραίρομεν καὶ πιστῶς ἀνακράζομεν, θεοφόροι πανόλβιοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Θεοτοκίον

ς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον Τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἀξίως, τὴν δόξαν σου Ἄχραντε.

Ἢ Σταυροθεοτοκίον

Τὸν Ἀμνὸν καὶ ποιμένα καὶ Λυτρωτήν, ἡ, Ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις διὰ σπλάγχνα ἐλέους. Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.

δὴ δ'

Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε μόνε φιλάνθρωπε.

νασωθέντες κλύδωνος, βιωτικοῦ, λιμένι εὐσεβείας, ὡρμίσθητε Παῖδες μακαριώτατοι.

Μεμυημένοι γνῶσιν, τῶν θείων, καὶ τὴν τῶν ἀνθρωπίνων, τῷ Θεῷ λατρεύειν προτετιμήκατε.

κ τῆς ἀβύσσου Ὅσιοι, τῆς κοσμικῆς, ῥυσθέντες πανενδόξως, ἀγαθῶν ἀβύσσῳ προσεληλύθατε.

Θεοτοκίον

Λελυτρωμένοι αἵματι, τῷ ἐκ πλευρᾶς, χυθέντι, τοῦ Υἱοῦ σου, Θεομῆτορ πάντες, σὲ μακαρίζομεν.

Ὠδὴ ε'

τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν».

Πρὸς τὴν ἀνώλεθρον, κατεπειγόμενος ζωήν, ἔσπευσας, καταλαβεῖν τὴν ἡγιασμένην, Ἀρκάδιε πόλιν, καὶ τάφῳ τῆς ὄντως ζωῆς προσεπέλασας.

ς εὐπρεπὴς ἀληθῶς, ἡ γενομένη περὶ σὲ πρόνοια, καὶ θαυμαστὴ καὶ δεδοξασμένη, κυβέρνησις θεία, τοῦ πάντων Δεσπότου, παμμάκαρ Ἀρκάδιε.

Σοῦ προμηθούμενος, ὁ ἐν ἀγκάλαις Συμεὼν πρότερον, ἀνακλιθείς, τοῦ θείου Πρεσβύτου, πρεσβύτῃ σε θείῳ, Ἀρκάδιε φέρων, Χριστὸς καθωδήγησεν.

Θεοτοκίον

Υἱὸν τὸν ἄναρχον, καὶ συναΐδιον Πατρὶ τέτοκας, ὑπερφυῶς ἐκ σοῦ σαρκωθέντα, πανάμωμε Κόρη· διὸ Θεοτόκον, Ἁγνὴ σε κηρύττομεν.

δὴ ς'

ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.

Μακαρίας ζωῆς ἐφιέμενος, τῷ τῶν Μοναζόντων προστρέχεις συστήματι, τὴν ζωτικὴν ἐπίπνοιαν, συνεργὸν Ἰωάννῃ ποιούμενος.

Βροτοκτόνου κακίας νεκρότητα, καὶ θανατηφόρον ἰὸν ἀπωσάμενος, τῷ ζωηφόρῳ μνήματι, τοῦ Χριστοῦ Ἰωάννη προσέδραμες.

ωάννου τὸν βίον ἐζήλωσας· καὶ γὰρ ὡς ἐκεῖνος τὴν ἔρημον ᾤκησας, καὶ καθαρῶς ἐβίωσας, Ἰωάννῃ Χριστῷ καθαιρόμενος.

Θεοτοκίον

Οὐρανὸν ὁ τανύσας μονώτατος, ἄλλον οὐρανὸν ἔμψυχον ἀπειργάσατο, σὲ Θεομῆτορ ἄχραντε, καὶ ἐκ σοῦ τοῖς ἐν σκότει ἀνέτειλεν.

Ὁ Εἱρμὸς

ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον. Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.

Κοντάκιον Ἦχος δ'

Ἐπεφάνης σήμερον

Τὴν τοῦ βίου θάλασσαν διεκφυγόντες, Ξενοφῶν ὁ δίκαιος, σὺν τῇ συζύγῳ τῇ σεπτῇ, ἐν οὐρανοῖς συνευφραίνονται, μετὰ τῶν τέκνων, Χριστὸν μεγαλύνοντες.

Ὁ Οἶκος

Ξένην ὁδὸν θεοπρεπῶς, Ξενοφῶν διοδεύσας, μετὰ καὶ τῆς συζύγου ἐλάθετε τὴν φύσιν, ὥσπερ ἀσώματοι σαφῶς ἐν τῇ γῇ ὀφθέντες· διὸ καὶ πύλαι ἡμῖν οὐράνιαι ἠνοίγησαν, καὶ μετὰ τῶν Ἀγγέλων χορεύετε, ὡς τοῦ ἀμπελῶνος γεγονότες τοῦ Κυρίου ἐργάται, μετὰ καὶ τῶν τέκνων. Αἰνεῖτε οὖν Χριστόν, δωρήσασθαι αἴγλην φωτισμοῦ ταῖς ζοφεραῖς ἡμῶν καρδίαις, μνήμην ὑμῶν τελούντων τὴν φωτοφόρον, τὸν στεφοδότην Χριστὸν μεγαλύνοντες.

Συναξάριον

Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ξενοφῶντος καὶ τῆς συμβίου αὐτοῦ Μαρίας καὶ τῶν τέκνων αὐτοῦ Ἀρκαδίου καὶ Ἰωάννου.

Στίχοι

Καὶ γῆν λιπόντας, τοὺς περὶ Ξενοφῶντα,

βρᾷ ξενίζω τοῦ λόγου πανδαισίᾳ.

Παισὶν ἅμ' ἠδ' ἀλόχῳ Ξενοφῶν θάνεν εἰκάδι ἕκτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μεγάλου σεισμοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεών, τοῦ ἐπιλεγομένου Παλαιοῦ.

Στίχοι

Τὸν χοῦν παλαιὲ Συμεὼν ἀπεξύσω,

χθροῦ παλαιοῦ λεπτύνας εἰς χοῦν κάραν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνανίου πρεσβυτέρου καὶ Πέτρου δεσμοφύλακος καὶ τῶν σὺν αὐτοῖς ἑπτὰ στρατιωτῶν.

Στίχοι

Πέτρος σὺν ἑπτὰ τὴν θάλασσαν εἰσέδυ,

Οἷς Ἀνανίας δέως συνεισέδυ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀμωνᾶς ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Ζωῆς Ἀμωνᾶς νῆμα πληρώσας ἅπαν,

Ζωὴν ἐφεῦρεν, οὔποτε πληρουμένην.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Γαβριὴλ ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Σὺν τῷ Γαβριὴλ τῷ Νόων πρωτοστάτῃ,

Καὶ Γαβριὴλ ἵστησι Χριστὸς τὸν νέον.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύω Μάρτυρες, οἱ ἐν Φρυγίᾳ, τυπτόμενοι τελειοῦνται.

Στίχοι

Βάκλοις ἀθληταὶ τραυματισθέντες δύω,

Στεφθέντες εὗρον τὴν συνούλωσιν τάχει.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ ζ'

ντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.

Νοὸς καθαρότητι ὁ θεοφόρος, ὑμῶν τὴν συνέλευσιν, καθορῶν προεμήνυσε· Θεὸς γὰρ δίκαιος, τῆς εὐσεβείας ὑμᾶς, θείως ἀμειβόμενος εἰς ἕν, ὡς ἐλεήμων ἐπισυνήγαγε.

Τὸν ζῆλον θεώμενος τῆς εὐσεβείας, τὴν πίστιν δεχόμενος, τὸν πόθον προσιέμενος, ὑμῶν ὁ φιλάνθρωπος, πάντας συνήθροισε, μίαν εἰς ἑστίασιν ὑμᾶς, ὁ εὐεργέτης καὶ ὑπερένδοξος.

Θεοτοκίον

λπὶς ἀκαταίσχυντε, ἐλπὶς βεβαία, καὶ τεῖχος ἀκράδαντον, καὶ σκέπη καὶ βοήθεια, γενοῦ μοι Πανάμωμε, τῷ πεποιθότι εἰς σέ· σοὶ γὰρ ἀνατίθημι Ἁγνή, πᾶσαν ἐλπίδα τῆς σωτηρίας μου.

δὴ η'

Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.

Κάμινον σφοδρῷ πυρὶ τὴν καιομένην, τῆς ἀπ᾿ ἀλλήλων διαστάσεως, στερρῶς ὑπεμείνατε· τὰ γὰρ σπλάγχνα σπαραττόμενοι, καὶ τὰς ψυχὰς πυρούμενοι, κέντρῳ τῆς συμφυΐας, ἄθλους Μαρτύρων ἠνύσατε.

νωθεν ὑμᾶς, νεφέλη δροσοβόλος φιλανθρωπίας ἐπεσκίασε, Σιὼν ἐν τοῖς ὄρεσιν, ἔνθα δρόσος ἡ τοῦ Πνεύματος, τοὺς Μαθητὰς ἐπύρσευσε, κράζοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.

λεων ἡμῖν, καὶ εὐμενῆ γενέσθαι, τὸν Εὐεργέτην ἱκετεύσατε Πατέρες πανόλβιοι, τοῖς ἡμῶν νῦν μακαρίζουσι, τὸ ἱερὸν μνημόσυνον, φυτῶν ἡνωμένων καὶ συνημμένων τῇ χάριτι.

Θεοτοκίον

Τὸν μονογενῆ, Υἱὸν Θεὸν καὶ Λόγον, τὸν πρὸ αἰώνων ἐξ ἀνάρχου Πατρός, ἀρρήτως ἐκλάμψαντα, τὸν τῆς κτίσεως πρωτότοκον, γεγενημένον τέτοκας· ὅθεν σε Θεομῆτορ, πάντα τὰ Ἔθνη δοξάζομεν.

Ὁ Εἱρμὸς

Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.

δὴ θ'

νάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου, ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».

π᾿ ὤμων ἀράμενοι, τὸν τοῦ Χριστοῦ Σταυρὸν ἀληθῶς, διηνύσατε τρίβον τὴν τῆς ἀσκήσεως, πᾶσαν ἀρετὴν ἐκτελοῦντες, ἕως αὐτήν, τὴν ὄντως ἀγήρω, ζωὴν κατειλήφατε, πανοικίᾳ στεφανούμενοι.

Κατακυριεύσαντες, τοῦ τῆς σαρκὸς φρονήματος, τὸν τοῦ Πνεύματος πλοῦτον ἐθησαυρίσατε, χάριν ἰαμάτων, λαβόντες ἐκ τῆς Πηγῆς, τῆς τῶν χαρισμάτων· ᾗ νῦν προσχωρήσαντες, αἰωνίως ἀναπαύεσθε.

Νικήσαντες Ὅσιοι, τὰς μηχανὰς τοῦ δράκοντος, ἐπὶ τέλει τῶν ἄθλων ἀνηγορεύθητε, τῆς δικαιοσύνης στεφάνους, παρὰ Χριστοῦ, λαβόντες ἀξίως· ὃν νῦν δυσωπήσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον

μήτορα πρότερον, κατὰ τὴν πρώτην γέννησιν, δι᾿ ἡμᾶς σαρκωθέντα, τίκτεις ἀπάτορα, δύω γνωριζόμενον φύσεις, τὴν Θεϊκήν, καὶ τὴν Ἀνθρωπίνην, καὶ ταύτας πιστούμενον, ἐνεργείαις Θεονύμφευτε.

Ὁ Εἱρμὸς

νάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου, ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.

Ἐξαποστειλάριον

Ὁ οὐρανὸν τοῖς ἄστροις

σκόρπισας τὸν πλοῦτον, τοῖς πένησι θεαρέστως, καὶ παροικῶν ᾠκειώθης, ὦ Ξενοφῶν τῷ Κυρίῳ ὃν δυσώπει παμμάκαρ, παθῶν ἡμᾶς ἐξελέσθαι.

Θεοτοκίον

Τὰς στρατιὰς τῶν Ἀγγέλων, καὶ τῶν ἁγίων τους χορούς, ὑπερανέστηκεν ὄντως, τὰ μεγαλεῖά σου Ἁγνή· διὸ Χριστὸν ἐκδυσώπει, ὑπὲρ λαοῦ ἑπταικότος.

 

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.