The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΑΥΓΟΥΣΤΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀδριανοῦ καὶ Ναταλίας.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ'

Ὡς γενναῖον ἐν μάρτυσιν

Τὴν ὑπέρτιμον ἄθλησιν, τὰ γενναῖα παλαίσματα, τῶν μαρτύρων ἔνδοξε θεασάμενος, αὐτομολεῖς πρὸς τὰ σκάμματα, ἀνδρείῳ φρονήματι, ἀφειδήσας τῆς σαρκός, δι' ἀγάπην τὴν ἔνθεον· ὅθεν ἤνυσας, τοὺς γενναίους ἀγῶνας, ταπεινώσας, τὴν ὀφρὺν τοῦ ἀντιπάλου, Ἀδριανὲ καρτερώτατε.

Ταῖς εἱρκταῖς συγκλειόμενος, τοῖς βουνεύροις τυπτόμενος, τοῖς κλοιοῖς ἀοίδιμε βαρυνόμενος, καὶ τοῖς μοχλοῖς συνθλιβόμενος, σὺν πλείοσι μάρτυσι, σὺν αὐτοῖς τῶν ἀγαθῶν, οὐρανίων ἐπέτυχες, ἐπαλείφουσαν, τὴν ὁμόζυγον ἔχων Ναταλίαν, τὴν Θεῷ πεποθημένην, Ἀδριανὲ γενναιότατε.

Τὸν Ἀδὰμ ἡ ὁμόζυγος, Παραδείσου ἐξώρισε, συμβουλίᾳ ὄφεως, Ναταλία δέ, Ἀδριανὸν πρὸς Παράδεισον, πανσόφως εἰσήγαγεν, ἱεραῖς προσλαλιαῖς, νουθετοῦσα διδάσκουσα, τὰ ἐπίπονα, τῆς ἀθλήσεως φέρειν οὐρανίους, ἀντιδόσεις προξενοῦντα, καὶ αἰωνίζουσαν εὔκλειαν.

Δόξα... Ἦχος α'

Ἐφραὶμ Καρίας

Ζῆλος ἀνδρὸς εὐσεβοῦς, εἵλκυσε γυναῖκα θεοφιλῆ, πρὸς παραίνεσιν φαιδράν· Ἀδριανὸς γὰρ ὁ πανάριστος, Ναταλίας τῶν ῥημάτων ὑπαχθείς, ἀθλήσεως τὸν δρόμον ἐκτετέλεκεν· Ὢ γυναικὸς θεοφιλοῦς! οὐχ ὡς γὰρ Εὔα τῷ, Ἀδὰμ ἤνεγκε φθοράν, ἀλλὰ ζωὴν ἄληκτον τῷ συζύγῳ προεξένησε. Ταύτην σὺν τῷ ἀνδρὶ ἐπαινοῦντες, βοήσωμεν Χριστῷ· Δὸς ἡμῖν βοήθειαν, ταῖς πρεσβείαις τῶν Ἁγίων σου.

Καὶ νῦν... Θεοτοκίον

Τῶν οὐρανίων ταγμάτων

κ τῆς ἁγίας εἰκόνος τῆς σῆς Πανάχραντε, ἰάσεις ἰαμάτων, χορηγοῦνται ἀφθόνως, τοῖς πίστει προσιοῦσιν· ὅθεν κἀμοῦ, τὰς ἀσθενείας ἐπίσκεψαι, καὶ τὴν ψυχήν μου ἐλέησον ἀγαθή, καὶ τὸ σῶμά μου θεράπευσον.

Ἢ Σταυροθεοτοκίον

Σὲ τὸν ἀμνὸν καὶ ποιμένα ἐπὶ τοῦ ξύλου Σωτήρ, ἡ σὲ ἀγνῶς τεκοῦσα, ὡς ἑώρα Θεέ μου, θρηνοῦσα ἀνεβόα· Τέκνον ἐμόν, φῶς τοῦ κόσμου γλυκύτατον, πῶς ἐπὶ ξύλου ὁρῶ σε τοῦ σταυρικοῦ, ὡς κακοῦργον ἀναρτώμενον;

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος α'

Πανεύφημοι μάρτυρες

Πορφύραν ἐξ αἵματος τοῦ σοῦ, μάρτυς κατεφοίνιξας, στολὴν μεθ' ἧς τῷ Δεσπότῃ σου, ὡς ἡ ὑπόσχεσις, νῦν συμβασιλεύεις, ἄθλων ταῖς λαμπρότησι, καὶ θείαις καλλοναῖς σεμνυνόμενος, Χριστὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.

δριανὲ μάρτυς τὰς ὁδούς, τῶν παθῶν ἐξέκλινας, τῷ σωτηρίῳ ἀγόμενος, δρόμῳ πανεύφημε, καὶ πρὸς τὰς ἀφθάρτους, μονὰς κατεσκήνωσας, σὺν πᾶσι τοῖς Χριστῷ πειθαρχήσασι, μεθ' ὧν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

θαῦμα καινὸν καὶ ἀληθῶς, μέγα καὶ παράδοξον! πῶς Ναταλία ἡ πάνσοφος, τὸν ταύτης σύζυγον, πείθει ὑπομεῖναι, ξίφη κατατέμνοντα: τὶς εἶδέ τι τοιοῦτον, τίς ἤκουσεν, ὃν περ ἐκέκτητο, ὀφθαλμὸν βίου πρὸς θάνατον, ἐπεπόθει, προδοῦναι σωτήριον.

Δόξα... Ἦχος πλ. β'

ζεῦγος ἄμωμον, καὶ ἐκλεκτὸν τῷ Κυρίῳ! ὢ πεποθημένη δυάς, καὶ πεφιλημένη Χριστῷ, ὢ συζυγία ἀρίστη καὶ μακαρία! Τὶς οὐκ ἐκπλαγῇ ἐν τούτῳ ἀκουτισθείς, τάς τούτων ὑπὲρ ἄνθρωπον πράξεις! πῶς τὸ θῆλυ ἠνδρίσατο κατὰ τοῦ πικροῦ τυράννου, καὶ τὸν ταύτης σύνευνον ἐνεύρωσε, μὴ ὑπενδοῦναι τοῖς δεινοῖς, ἀλλ' ὑπὲρ τῆς πίστεως ἑλέσθαι, τὸ θανεῖν ὑπὲρ τὸ ζῆν; Ὢ θεοπλόκων ῥημάτων Ναταλίας τῆς σοφῆς! ὢ παραινέσεων θείων, τοὺς οὐρανοὺς διασχουσῶν, καὶ πρὸς αὐτὸν τὸν θρόνον τοῦ μεγάλου βασιλέως, Ἀδριανὸν τὸν ἔνδοξον γνώριμον καταστησασῶν! Ἀλλ' ὦ ξυνωρὶς ἁγία, ὑπὲρ ἡμῶν τῷ Θεῷ ἱκετεύσατε, τῶν ἐκ πόθου τελούντων τὴν μνήμην ὑμῶν, πειρασμῶν ῥυσθῆναι καὶ πάσης θλίψεως.

Καὶ νῦν... Θεοτοκίον

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Σταυροθεοτοκίον

Τριήμερος ἀνέστης

ρῶσά σε σταυρούμενον, Χριστὲ ἡ σὲ κυήσασα, ἀνεβόα· Τὶ τὸ ξένον ὃ ὁρῶ, μυστήριον Υἱὲ μου: πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ κρεμάμενος ζωῆς χορηγὲ;

Ἀπολυτίκιον Ἦχος γ'

Θείας πίστεως

ναφαίρετον ὄλβον ἡγήσω, τὴν σωτήριον πίστιν τρισμάκαρ, καταλιπὼν τὴν πατρῴαν ἀσέβειαν, καὶ τῷ Δεσπότῃ κατ' ἴχνος ἑπόμενος, κατεπλουτίσθης ἐνθέοις χαρίσμασιν, Ἀδριανὲ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, λέγονται οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων ὁ παρών.

Ποίημα Θεοφάνους.

Ὠδὴ α' Ἦχος πλ. β'

Ὡς ἐν ἠπείρῳ

ν τῇ νυκτὶ με τοῦ βίου ὕπνῳ δεινῷ συσχεθέντα πράξεσι, μετανοίας πρὸς τὸ φῶς, ὁ Θεὸς ἐξέγειρον εὐχαῖς, τῶν μαρτύρων σου Χριστέ, ἵνα δοξάζω σε.

πὸ χειλέων σταζόντων τὸν γλυκασμὸν τῆς ἐνθέου γνώσεως, γλυκανθεὶς Ἀδριανέ, τὸν ἰὸν ἐξήμεσας τῆς πρὶν ἀγνωσίας ἀληθῶς θεομακάριστε.

νατολῆς λαμπροτέραν ἡλιακῆς, τὴν ψυχὴν ὡς ἔχουσα, τῆς ἀθλήσεως πρὸς φῶς, συνωθεῖς ὁμόζυγον τὸν σόν, Ναταλία, γυναικῶν τὸ ἐγκαλλώπισμα.

Θεοτοκίον

Τὸν σεαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων, ἀληθῶς ἐδείχθης Δέσποινα.

Ὠδὴ γ'

Οὐκ ἔστιν Ἅγιος ὡς σὺ

Δεσμὰ φυγὼν εἰδωλικῆς, ματαιότητος μάρτυς, συνεδέθης τῷ πόθῳ, τῆς ἀγάπης τοῦ Χριστοῦ, καὶ τοῖς δεσμοῖς τῶν αὐτοῦ, ἀθλοφόρων, χαίρων ἐκοινώνησας.

Μοχλῷ τὰ σκέλη σιδηρῷ, συνθλαττόμενοι πάντες, ἀθλοφόροι Κυρίου, ἀσεβείας τὰ ὀστᾶ, ὑπομονῆς τῷ μοχλῷ, καὶ ἀνδρείας, ὄντως συνετρίψατε.

Πυρὶ ἀγάπης θεϊκῆς, τὴν ψυχὴν φλεγομένη, τοῦ συζύγου ἐξῆψας, τὸν ἔρωτα εἰς Χριστόν, τὸν πόθον τὸν τῆς σαρκὸς Ναταλία, τέλεον μιμήσασα.

Θεοτοκίον

Τοῦ θείου τόκου σου Ἁγνὴ πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος.

Ὁ Εἱρμὸς

Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.

Κάθισμα Ἦχος πλ. δ'

Τὴν Σοφίαν

Τῶν μαρτύρων τοῖς πόνοις περιπλακείς, καὶ ἀνδρείως τῇ πίστει καθοπλισθείς, προθύμως ἀνέθηκας, σεαυτὸν τῷ Κυρίω σου, καὶ τοῦ ἐχθροῦ κατέβαλες, τὸ θράσος τῇ χάριτι, Ἀδριανὲ παμμάκαρ, Χριστοῦ μάρτυς ἔνδοξε· ὅθεν Ναταλία, ἐναθλοῦντα ὁρῶσα, ἐπήλειφε λόγοις σε, σωτηρίοις πανεύφημε. Διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Παναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, θεράπευσον δέομαι, καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, τήν ψυχὴν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος· Οἴμοι! τὶ ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος: Τότε Δέσποινα, βοήθειά μου γενοῦ, καὶ προστάτης θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ δοῦλός σου ἄχραντε.

Ἢ Σταυροθεοτοκίον

Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ ἀδίκως ὑψούμενον, θρηνῳδοῦσα ἐκραύγαζεν· ὁ μὲν Κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν· ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους. Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.

Ὠδὴ δ'

Χριστός μου δύναμις

Χριστὸν οἱ μάρτυρες, ἰσχὺν τιθέμενοι, τὸ ἀνίσχυρον θράσος τῶν διωκτῶν, ὄντως κατεπάτησαν, καὶ τὰ βραβεῖα τῆς νίκης, οὐρανόθεν ἐκομίσαντο.

Οἰκείοις αἵμασι, στολὴν ἐξύφανας, σεαυτῷ ἀφθαρσίας ἀποβαλών, τῆς φθορᾶς τὸ ἔνδυμα, καὶ τῷ Θεῷ Ἀδριανέ, μετὰ δόξης νῦν παρίστασαι.

χῶρσι πάντοθεν, περιρρεόμενον, τῶν Ἁγίων τὸ αἷμα, μύρον Θεῷ, ὄντως προσενήνεκται, τὴν σηπεδόνα τῆς πλάνης, ἐκκαθαῖρον κραταιότατα.

Δολίοις ῥήμασιν, Ἀδὰμ πεπλάνηται, τῆς συζύγου, τοῖς σοῖς δὲ Ἀδριανός, πλάνης ἀπαλλάττεται, καὶ πρὸς Παράδεισον χαρά, Ναταλία εἰσοικίζεται.

Θεοτοκίον

ς ὄντως ἄφθεγκτα, καὶ ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε θεοπρεποῦς, πέφυκε κυήσεως, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, ἀειπαρθένε μυστήρια.

Ὠδὴ ε'

Τῶ θείῳ φέγγει σου ἀγαθὲ

Δεκὰς διπλῆ ἡ τῶν ἀθλητῶν, σὺν ἁπλῇ τριάδι τῷ Χριστῷ νῦν συνδεόμενοι ἔλυσαν, δέσιν ἀσεβείας ὄντως ἀνίσχυρον, ἰσχὺϊ τῆς Τριάδος οἱ γενναιότατοι.

λιος ὥσπερ μέσον ἑστώς, ἄστρων φαεινῶν, Ἀδριανὲ τῶν σῶν συνάθλων ἀπήστραψας, φέγγος εὐσεβείας, τῆς ἀσεβείας ἀχλύν, διώξας καὶ φωτίσας κόσμου τὰ πέρατα.

Δρόσος ῥημάτων σου τῶν σεπτῶν, ἴαμα τῶν πόνων ἀληθῶς, τοῦ σοῦ συζύγου γεγένηται, ἀπογενομένων τῇ τῶν κρειττόνων στοργῇ, θεόφρον Ναταλία μαρτύρων σύσκηνε.

Θεοτοκίον

Τοὺς Θεοτόκον σε ἐκ ψυχῆς, Δέσποινα τοῦ κόσμου ἀγαθή, ὑμνολογοῦντας διάσωσον· σὲ γὰρ προστασίαν ἀκαταμάχητον, κεκτήμεθα, τὴν ὄντως Θεογεννήτριαν.

Ὠδὴ ς'

Τοῦ βίου τὴν θάλασσαν

Χριστοῦ κυβερνώμενοι, τῇ παλάμῃ ἀβλαβῶς, τῆς ἀθεΐας πέλαγος, διήλθετε καὶ ὅρμῳ τῷ γαληνῷ, τῆς ἄνω λαμπρότητος, ἀθληταὶ τοῦ Κυρίου προσωρμίσθητε.

ς ἄνθη μυρίζουσι, τῶν ἀγώνων σου σοφέ, τὰ ὑπὲρ φύσιν ἔπαθλα· καὶ γὰρ Θεοῦ ἐδείχθης, Ἀδριανέ, εὐῶδες θυμίαμα, τῷ πυρὶ τῶν βασάνων πυρπολούμενος.

Τῷ κάλλει τῆς πίστεως, ἡ ἁγία σου ψυχή, ὡραϊσμένη πάνσεμνε, καὶ τὸ κάλλος ζητοῦσα, ὡς ἀληθῶς, Χριστοῦ τὸ ἀμήχανον, Ναταλία τοῦ πόθου οὐ διήμαρτες.

Θεοτοκίον

πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς, τὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην παράσχου τῇ καρδίᾳ μου.

Ὁ Εἱρμὸς

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.

Κοντάκιον Ἦχος δ'

Ἐπεφάνης σήμερον

Γυναικὸς θεόφρονος τοὺς θείους λόγους, ἐν καρδίᾳ θέμενος, Ἀδριανὲ μάρτυς Χριστοῦ, ἐν τοῖς βασάνοις προσέδραμες, σὺν τῇ συζύγῳ τὸ στέφος δεξάμενος.

Ὁ Οἶκος

Καιρὸς ἐπέστη τοῖς πιστοῖς, χαρμόσυνος ἡμέρα, Ἀδριανοῦ τοῦ θείου ἐνθέως εὐφρανθῶμεν, ἀναβοῶντες πρὸς αὐτόν· Μάρτυς τοῦ Κυρίου, ὁ τὸν ἀγῶνα τὸν καλὸν σαφῶς ἀγωνισάμενος, καὶ στέφος οὐρανόθεν δεξάμενος τῆς δικαιοσύνης, ἀπὸ πάσης ἐπηρείας τοῦ ἀλλοτρίου ἡμᾶς ῥῦσαι πάντας, ἴασίν τε ψυχῶν καὶ τῶν σωμάτων ἐξαπόστειλον ἡμῖν, καὶ τὴν κηλῖδα πᾶσαν τοῦ νοὸς ἐκκάθαρον οὐρανόθεν, σὺν τῇ συζύγῳ τὸ στέφος δεξάμενος.

Συναξάριον

Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων μαρτύρων, Ἀδριανοῦ καὶ Ναταλίας καὶ τῆς συνοδίας αὐτῶν.

Στίχοι

δριανοῦ τέμνουσι χεῖρας καὶ πόδας

Χεῖρες πονηρῶν, ὧν φονοδρόμοι πόδες.

ν τῷ βίῳ σύνευνος, ἐν δὲ τῷ πόλῳ

δριανῷ σύσκηνος ἡ Ναταλία.

δριανὸς τμήθη χεῖρας πόδας εἰκάδι ἕκτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ συναθλήσαντες τῷ Ἁγίῳ Ἀδριανῷ ξίφει τελειοῦνται.

Στίχοι

Τέμνουσιν ἀνδρῶν εἰκοσιτριῶν ἄκρα,

Τὰ τετράκις τοσαῦτα χεῖρας καὶ πόδας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Ἀττικοῦ καὶ Σισινίου καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰβιστίωνος.

Στίχοι

Συσταδιοδρομοῦσιν ἀθληταὶ δύο,

Ξίφους δραμόντες στάδιον κουφοδρόμως.

υφθεὶς ὑσσώπῳ δακρύων, Ἰβιστίων,

Εὔθυμος εἰς ἄδακρυ χωρεῖς χωρίον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη ἑτέρου μάρτυρος Ἀδριανοῦ.

Στίχοι

δριανὸν τμηθέντα κοσμήσει στέφος,

ν τῇ μεγίστῃ τῶν στεφάνων ἡμέρᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωάσαφ, υἱοῦ Ἀβενὴρ τοῦ Βασιλέως.

Στίχοι

Ζήλῳ τὰ βασίλεια Παμβασιλέως,

κησεν υἱὸς γηΐνου βασιλέως.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Τιθόης ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Οὐκ εἶχεν, οἶμαι, σάρκα Τιθόης ὅλως.

Κἂν εἶχε, τήξας, οὐκ ἐᾷ βρῶσιν τάφῳ.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ'

Δροσοβόλον μὲν τὴν κάμινον

καθαίρετοι ὡς πύργοι ἀνεδείχθητε, Σιὼν τῆς ἄνω μάρτυρες, ἐδαφίσαντες, ἑλεπόλεις πάσας τοῦ ἐχθροῦ, μοχλῷ τῆς ἀθλήσεως ὑμῶν· διὸ τιμῶμεν εὐσεβῶς ὑμῶν τήν μνήμην ἀεί.

Βοηθός, Ἀδριανῷ ἡ Ναταλία ὡς καὶ σύμψυχος, παρὰ Θεοῦ δεδώρηται, ἀνελκύουσα, ἐμπαρέντα τοῦτον τῷ βυθῷ, τῆς πλάνης καὶ πείθουσα βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.

ς πολύτιμον θησαύρισμα τοῦ μάρτυρος, τὴν χεῖρα θησαυρίσασα, οὐ προέδωκας, σωφροσύνης σου τὸν θησαυρόν, συλῆσαι τοῖς σπεύδουσι Σεμνή, κυβερνωμένη τῇ χειρὶ τοῦ τῶν ἁπάντων Θεοῦ.

Θεοτοκίον

Νεανίας τρεῖς ἡ κάμινος οὐκ ἔφλεξε, γέννησιν προτυποῦσα τὴν σήν· τὸ γὰρ θεῖον πῦρ σε μὴ φλέξαν, ᾤκησεν ἐν σοί, καὶ πάντας ἐφώτισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.

Ὠδὴ η'

Ἐκ φλογὸς τοῖς Ὁσίοις

Τῷ πυρὶ τῶν βασάνων ὁλοκαυτούμενοι, ἀσεβείας τὴν φλόγα πᾶσαν ἐσβέσατε, αἵμασιν ὑμῶν, ἀθλοφόροι κραυγάζοντες· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Οἱ κρουνοὶ τῶν αἱμάτων τῶν ἀθλοφόρων σου, ποταμοὶ ἰαμάτων κόσμῳ γεγόνασι, θάλασσαν δεινῶν, παθημάτων ξηραίνοντες, οὓς ἀνευφημοῦντες, Χριστὲ σὲ εὐλογοῦμεν.

Γυναικὸς θαυμασίας τὶς οὐ θαυμάσειε, τὸ πρὸς Κύριον φίλτρον, ὅπως ἐμίσησεν, ἔρωτα σαρκός, καὶ τὸν σύζυγον ἔπεισε, σέβειν καὶ δοξάζειν, Χριστὸν εἰς τούς αἰῶνας.

Θεοτοκίον

κ φωτὸς φωτοδότην Λόγον συνέλαβες, καὶ τεκοῦσα ἀφράστως τοῦτον δεδόξασαι· Πνεῦμα γὰρ ἐν σοί, Κόρη θεῖον ἐσκήνωσεν, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

κ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δράς, Χριστὲ μόνῳ τῷ βουλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'

Θεὸν ἀνθρώποις

Μελῶν στρεβλώσεις δεινῶν ἐπίτασις, ξίφος οὐ πῦρ οὐ θάνατος, σαρκὸς ὁ ἐπίκηρος, τοῦ Χριστοῦ τῆς ἀγάπης χωρίσαι ὑμᾶς, ἔνδοξοι ἀθλοφόροι, ὅλως οὐκ ἴσχυσεν· ὅθεν εἰς αἰῶνας, σὺν αὐτῷ ἀεὶ εὐφραίνεσθε.

Στρατὸς ἐχθροῖς πᾶσιν ἀπροσμάχητος, πόλις Θεοῦ, καὶ κατωχυρωμένον βασίλειον, κεκλεισμένος Παράδεισος ἄσυλος, φάλαγξ τροπαιοφόρος, δῆμος θεόλεκτος, στῦλοι Ἐκκλησίας, ἀρραγεῖς μάρτυρες ὤφθητε.

Λαμπὰς θεόφωτος ἄστρα φαίνοντα, λύχνος ἡμῖν τὸ φῶς τῆς εὐσεβείας πυρσεύοντες, τοῦ ἡλίου τῆς δόξης αὐγάσματα, τέκνα τῆς ἀνεσπέρου μακαριότητος, μάρτυρες ἐδείχθητε, Χριστοῦ σεβασμιώτατοι.

Πηγὴ ναμάτων πλήρης τοῦ Πνεύματος, καὶ ποταμὸς ἐνθέων, χαρισμάτων πληρούμενος, καὶ κρατὴρ ἀθλήσεως, προχέων κρουνούς, πέλαγος σωτηρίας, μάρτυρες ὤφθητε, ζάλης πειρασμῶν, παντοδαπῶν ἡμᾶς λυτρούμενοι.

Χοροῖς μαρτύρων Χριστοῦ πανεύφημε, παρεστηκὼς τῷ θρόνῳ, τοῦ τῶν ὅλων δεσπόζοντος, τοὺς τελοῦντας σὴν μνήμην περίσῳζε, πίστει καὶ προθυμίᾳ, πάντων λυτρούμενος, τῶν παρενοχλούντων, πειρασμῶν ταῖς ἱκεσίαις σου.

Θεοτοκίον

Νεκροῖς ἀνάστασις νῦν δεδώρηται, διὰ τῆς σῆς ἀφράστου, καὶ ἀρρήτου κυήσεως, Θεοτόκε πάνσεμνε· ζωὴ γὰρ ἐκ σοῦ, σάρκα περικειμένη, πᾶσιν ἐξέλαμψε, καὶ τὸ τοῦ θανάτου, ἀμειδὲς σαφῶς διέλυσεν.

Ὁ Εἱρμὸς

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ πάναγνε, ὡράθη βροτοῖς Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις, στρατιαῖς σε μακαρίζομεν».

Ἐξαποστειλάριον

Τοῖς Μαθηταῖς συνέλθωμεν

δριανὸς ὁ πάνσοφος, καὶ ἀήττητος μάρτυς, ὡς ἀθλητῶν ἑδραίωμα, παρ' ἡμῶν δοξαζέσθω, σὺν τῇ σεπτῇ Ναταλίᾳ, τούτοις τε συνεκλάμπει, μαρτύρων δῆμος Ἅγιος, φάλαγξ τροπαιοφόρος, ὧν τὴν λαμπράν, ἐκτελοῦντες μνήμην τούτους ὑμνοῦμεν· καὶ γὰρ αὐτοὶ πρεσβεύουσι, τῷ Χριστῷ ὑπὲρ πάντων.

Θεοτοκίον

Σὲ προστασίαν ἄμαχον, καὶ φρουρὰν Παναγία, καὶ σκέπην καὶ κραταίωμα, καὶ ἀπόρθητον τεῖχος, καὶ ἀρραγῆ σωτηρίαν, καὶ ὀχύρωμα θεῖον, ὁ κόσμος ἅπας κέκτηται, ἐν ἀνάγκαις, ποικίλαις. Ἀλλ' ὦ Θεοῦ, τοῦ παμβασιλέως Μήτηρ καὶ δούλη, σῴζοις κᾀμὲ τὸν δοῦλόν σου, ἐκ παντοίων κινδύνων.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες τὸ πρῶτον.

Ἦχος πλ. δ'

Ὢ τοῦ παραδόξου

δριανὲ γενναιότατε, τῆς τοῦ Δεσπότου φωνῆς, πληρωτὴς ἐχρημάτισας, κοσμικὴν τερπνότητα, ἀποθέμενος ἅπασαν, καὶ τὸν Σταυρὸν ἐπ' ὤμων ἀράμενος, τῶν παθῶν τούτου κοινωνὸς γέγονας· ἐν ἀμφοτέροις γάρ, ὤφθης ὄντως δόκιμος· ὅθεν πιστοί, σήμερον γεραίρομεν, τὴν θείαν μνήμην σου. (Δίς)

δριανὲ καρτερώτατε, πελάγει τῶν αἰκισμῶν, συνεχῶς κυματούμενος, πηδαλιουχοῦσάν σε, σοῦ τὴν σύνοικον ἔσχηκας, καὶ πρὸς γαλήνης, ὅρμον ἰθύνουσαν, τῇ ἄνω πόλει προσεμβιβάζουσαν, ἐν ᾗ πανεύφημε, μάρτυς αὐλιζόμενος, ὑπὲρ ἡμῶν, πρέσβευε δεόμεθα, τῶν εὐφημούντων σε.

Μέχρι δεσμῶν καὶ στρεβλώσεων, καὶ τῶν μελῶν ἐκκοπῆς, καρτερῶς ἀνθιστάμενοι, τὰς ψυχὰς τῷ Κτίσαντι, ἀποδόντες εἰλήφατε, τὴν αἰωνίαν ὄντως ἀνάπαυσιν, καὶ τὴν ἀγήρω μακαριότητα. Ὢ ἧς ἐτύχατε, θείας ἀντιδόσεως παρὰ Χριστοῦ, μάρτυρες πανένδοξοι, σεβασμιώτατοι!

Δόξα... Ἦχος β'

πάντα προγινώσκων Κύριος, ἀρρήτῳ προμηθείᾳ σε μάρτυς, ὡς εὔκαρπον κλῆμα προσήκατο, ξίφει μαρτυρίου ποικίλως τεμνόμενον, καρτερίας δαψιλοῦς ἐπιφέροντα καρπούς, ἐξ ὧν τρέφονται πιστῶν καρδίαι, τῶν εὐφημούντων σε πόθῳ, Ἀδριανὲ ἔνδοξε.

Καὶ νῦν... Θεοτοκίον Ἦχος β'

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ τῆς Ὀκτωήχου.

 

Καὶ ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.