The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ 

 ΙΑΝΟΥΑΡΙΟΣ

ΕΧΩΝ ΗΜΕΡΑΣ ΤΡΙΑΚΟΝΤΑ ΜΙΑΝ

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Θεολόγου.

 

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσιν

Θεολόγῳ σου στόματι, Θεολόγε Γρηγόριε, Θεολόγῳ γλώττῃ τε ἐφανέρωσας, τὸν ἐν Τριάδι ὑμνούμενον, Θεὸν ὁμοούσιον, τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· καὶ ἐξήρανας, τὴν μωρίαν τῶν Ἑλλήνων καὶ τὸ ψεῦδος, τὴν ἀλήθειαν κηρύττων, τοῖς θεοφθόγγοις σου ῥήμασι.

Καὶ τὸ εἶδός σου τίμιον, ἡ μορφή τε αἰδέσιμος, Ἱερὲ Γρηγόριε· διὰ τοῦτό σε, χαρμονικοῖς μελῳδήμασι, τιμῶμεν καὶ λέγομεν· Χαίροις ἄστρον νοητόν, καταυγάζον τὰ πέρατα, τῇ λαμπρότητι, τῶν σοφῶν σου ῥημάτων, χαίροις σάλπιγξ, ἡ κηρύττουσα τῷ κόσμῳ, τοῦ Ἰησοῦ τὰ ἐντάλματα.

Τὸ πολύφωνον ὄργανον, τὴν κιθάραν τὴν ἔμμουσον, λιγυρὰν κινύραν τε τὴν ἡδύπνοον, Ἱεραρχῶν τὸν ὑπέρτατον, τὸν μέγαν Διδάσκαλον, Ἐκκλησίας τοῦ Χριστοῦ, ἐπαινέσωμεν μέλποντες· Χαίροις χάριτος, τῆς ἐνθέου τὸ βάθος, χαίροις ὕψος, οὐρανίων νοημάτων, Πατὴρ Πατέρων Γρηγόριε.

Τῇ σφενδόνῃ τῶν λόγων σου τῶν ἐνθέων θεόπνευστε, κραταιῶς πανένδοξε ἐσφενδόνησας, καθάπερ λύκον τὸν Ἄρειον, καὶ πόρρω ἐδίωξας, ἐκ τῆς ποίμνης τοῦ Χριστοῦ, ὁ Ποιμὴν ὁ πανάριστος, τὰ σὰ πρόβατα, περιθάλπων τῇ χλόῃ τῆς Τριάδος· διὰ τοῦτό σε τιμῶμεν Ποιμὴν Ποιμένων Γρηγόριε.

Ποίοις λόγοις Ἰσάγγελε, ἐγκωμίων σε στέψωμεν, τὸν ἐν γῇ βιώσαντᾳ, ὑπὲρ ἄνθρωπον, τοῦ Θεοῦ Λόγου τὸν κήρυκα, τὸν φίλον τὸν γνήσιον, τῆς Παρθένου καὶ Ἁγνῆς, Ἀποστόλων τὸν σύνθρονον, τῶν Μαρτύρων τε, καλλονὴν καὶ Ὁσίων, θεῖον λάτριν τῆς ἀνάρχου θεαρχίας, Ἀρχιερεῦ ἁγιώτατε;

Εἰς τὰ ἄνω βασίλεια, ἀνελθὼν ὡς ἐπόθησας, ἀμοιβὰς τῶν πόνων σου νῦν ἀπέλαβες, παρὰ Χριστοῦ τοῦ Παντάνακτος, παμμάκαρ Γρηγόριε, οὗ ἐνώπιον ἑστώς, ἡμῶν Πάτερ μνημόνευε, τῶν τελούντων σου, τὴν ὑπέρλαμπρον, μνήμην· ὅπως τούτων, καὶ ἡμεῖς ἀξιωθῶμεν, οἱ τὸν Χριστὸν Θεὸν σέβοντες.

Δόξα... Ἦχος πλ. β'

εραρχῶν τὸν ἀρχηγόν, Πατριαρχῶν τὸ γέρας, τὸν μύστην τῶν δογμάτων, καὶ ἐννοιῶν Χριστοῦ, νοῦν τὸν ἀκρότατον, συνελθόντες ὦ θεόφρονες, πνευματικοῖς ἐγκωμίοις, αἰνέσωμεν λέγοντες· Χαίροις θεολογίας πηγή, σοφίας ποταμέ, καὶ βρύσις θείας γνώσεως· Χαίροις ἀστὴρ φαεινότατε, ὅτι τὸν κόσμον ἅπαντα, καταυγάζεις σοῖς δόγμασι· Χαίροις τῆς εὐσεβείας, ὑπέρμαχος ὁ μέγας, καὶ τῆς ἀσεβείας, διώκτης ὁ γενναῖος. Ἀλλ' ὦ πάνσοφε Θεολόγε Γρηγόριε, μὴ παύσῃ πρεσβεύων Χριστῷ τῶ Θεῷ, ὑπέρ τῶν πίστει καὶ πόθῳ τελούντων ἀεί, τὴν θεάρεστον καὶ σεβάσμιον μνήμην σου.

Καὶ νῦν... Θεοτοκίον

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος β'

Οἶκος τοῦ Ἐφραθᾶ

Δεῦτε οἱ ἐρασταί, σοφίας τῆς ἐνθέου, τὸν θεῖον Θεολόγον, ὑμνήσωμεν βοῶντες· Χαίροις σοφὲ Γρηγοριε.

Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στόμα τὸ ἱερόν, τὴν θεολόγον γλῶσσαν, τὸν νοῦν τὸν θεῖον πάντες, τοῦ σοφοῦ Γρηγορίου, αἰνέσωμεν θεόφρονες.

Στίχ. κούσατε ταῦτα, πάντα τὰ Ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.

Τράπεζαν μυστικήν, ηὐτρέπισε τοῖς πᾶσι, τῶν θείων αὐτοῦ λόγων, Γρηγόριος ὁ μέγας· δεῦτε πιστοὶ τρυφήσωμεν.

Δόξα...

Τριάδα τὴν σεπτήν, Πατέρα Λόγον Πνεῦμα, ὁ θεῖος Θεολόγος, ἐδίδαξε πιστεύειν, ἕνα Θεὸν ἀχώριστον.

Καὶ νῦν... Θεοτοκίον

Μητέρα σε Θεοῦ, Θεὸν δὲ τὸν Υἱόν σου, ὁ μέγας Θεολόγος, ἐδίδαξε πιστεύειν, Μαρία Μητροπάρθενε.

Ἀπολυτίκιον Ἦχος α'

ποιμενικὸς αὐλὸς τῆς θεολογίας σου, τὰς τῶν ῥητόρων ἐνίκησε σάλπιγγας· ὡς γὰρ τὰ βάθη τοῦ Πνεύματος ἐκζητήσαντι, καὶ τὰ κάλλη τοῦ φθέγματος προσετέθη σοι. Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Γρηγόριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ Ἀπόλυσις

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

 Στιχολογοῦμεν τὴν α' στάσιν τοῦ, Μακάριος ἀνήρ.

Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α'

Πανεύφημοι Μάρτυρες

Πάτερ Γρηγόριε τὰ σά, χείλη οὐχ ὁ πρόξενος, τῆς λήθης τάφος ἐκάλυψε· θεολογίας γάρ, ἀνεδείχθης στόμα, εὐσεβείας δόγματα, καὶ νῦν τῇ οἰκουμένῃ φθεγγόμενος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Πάτερ Γρηγόριε σοφῶς, τῆς σαρκὸς ἐξέκλινας, τὸ δυσμενὲς καὶ ἐπίβουλον· οὐρανοδρόμῳ τε, ἐπιβὰς τεθρίππῳ, ἀρετῶν ὀχήματι, ἀνέπτης πρὸς τὸ κάλλος τὸ ἄρρητον, οὗ ἐμφορούμενος, νῦν βραβεύεις ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Πάτερ Γρηγόριε Θεοῦ, καὶ ἀνθρώπων γέγονας, πιστὸς μεσίτης τῇ χάριτι· καὶ νῦν εὐΐλατον, εὐπαρρησιάστοις, προσευχαῖς τιθεὶς ἡμῖν, Χριστὸν μὴ διαλίπῃς πρός Κύριον, πρεσβεύων Ὅσιε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ἔτερα Στιχηρὰ Προσόμοια

Ἦχος β'

Ποίοις εὐφημιῶν

Δεῦτε, ἐν ἱεροῖς μέλεσιν, εὐφημήσωμεν τὸν θεηγόρον, τὸ γρήγορον ὄμμα τῆς χάριτος, καὶ πάνσοφον στόμα τοῦ Πνεύματος· τὸν λαμπρὸν φωστῆρα οἰκουμένης, τὸ μέγα τῆς Ἐκκλησίας περιήχημα, τὸ κλέος ὀρθοδοξίας τὸ πανθαύμαστον, θεολογίας τὴν βρύσιν· τῶν θείων δογμάτων, τὸν ἀέναον ποταμόν, τὴν πηγὴν τὴν βρύουσαν, ἀμβροσίας θεῖα νάματα.

Πόθῳ, πνευματικῷ σήμερον, ἀνυμνήσωμεν τὸν Ἱεράρχην, τὸν τῶν Ἀποστόλων ὁμότροπον, καὶ τῆς εὐσεβείας ὑπέρμαχον, τῆς θεηγορίας τὴν πλημμύραν, τὸ ῥεῦμα τῆς διδασκαλίας τὸ ἡδύτατον, τῶν λόγων τῶν ὑψηγόρων τὴν ἀσφάλειαν, τὰ οὐρανόβροντα χείλη· τὴν πυρίπνουν γλῶσσαν, τῆς σοφίας τὸν θησαυρόν, τοῦ Λόγου τὸν κήρυκα, τῶν Πιστῶν τὸ ἐγκαλλώπισμα.

μνοις χρεωστικοῖς ἅπαντες, ἐπαινέσωμεν τὸν Θεολόγον· τοῦ Χριστοῦ τῆς ποίμνης τὸν φύλακα, ἀγρευτὴν τῶν λύκων δὲ πάνσοφον, ζιζανίων νόθων ἐλατῆρα· σπορέα ὀρθῶν δογμάτων τὸν πανθαύμαστον, διώκτην αἱρετιζόντων ἰσχυρότατον, τὸν ἐπαυξήσαντα ὄντως, ἐγρηγόρσει θείᾳ, τοῦ Χριστοῦ τὰ τάλαντα ὡς εἰκός, καὶ κόσμον φωτίσαντα, διδαχῶν θείαις λαμπρότησι.

Δόξα... Ἦχος πλ. δ'

γρήγορος γλῶσσά σου πρὸς διδασκαλίαν, ἐν τοῖς ὠσὶ τῶν καρδιῶν ἐνηχοῦσα, τὰς τῶν ῥαθύμων ψυχὰς διανίστησι· καὶ θεοφθόγγοις ῥήμασι, κλῖμαξ εὑρίσκεται τούς ἐκ γῆς πρὸς οὐρανὸν ἀναφέρουσα. Διὸ Γρηγόριε Θεολόγε, μὴ παύσῃ πρεσβεύων Χριστῷ τῷ Θεῷ, ἐκ κινδύνων σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος, καὶ ἐκ ταύτης προελθών, μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ’ οὐ τὴν ὑπόστασιν. Διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. 10, 6-7 & 3, 13-16 & 8,... )

Μνήμη δικαίου μέτ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ. Καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὸ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν· ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ· καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἑβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. 4, 7-15)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Ἐκλογὴ)

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· στόμα σοφῶν μελετᾷ σοφίαν. Δικαιοσύνη δὲ ρύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διὰ Παντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν, ὁ ὀρθρίσας πρὸς αὐτήν, οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι’αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ· ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν· μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων. Καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή· ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν Κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου· ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί, καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Εἰς τὴν Λιτήν, Στιχηρά, ἰδιομελα.

Ἦχος α' Ἀνατολίου

νθέοις πράξεσι, τὸ σῶμα σὺν τῇ ψυχῇ, νομίμως προκαθηράμενος, τῷ τῆς θεολογίας ὄρει προσέβης, τὰ θεῖα μυσταγωγούμενος, Θεοφάντορ Γρηγόριε· καὶ τὸν ἄδυτον ὑπελθὼν γνόφον, τὴν θεοτύπωτον ἐδέξω νομοθεσίαν, ὁμοούσιον, ἐγγεγραμμένην Τριάδα· ἣν προσκυνοῦντες διὰ σοῦ, ἀνυμνοῦντες λέγομεν· Ἡ ἐν Τριάδι γινωσκομένη Μονὰς ἐλέησον ἡμᾶς.

Ὁ αὐτὸς

Λόγῳ Θεοῦ ἀνοίξας τὸ στόμα σου, τὸ τῆς σοφίας εἵλκυσας Πνεῦμα· καὶ πλήρης χάριτος γενόμενος, τὰ θεῖα ἐβρόντησας δόγματα, τρισμάκαρ Γρηγόριε, καὶ ταῖς Ἀγγελικαῖς συμμυηθεὶς δυνάμεσι, τὸ τρισσὸν ἐκήρυξας φάος καὶ ἀμέριστον· διὸ ταῖς σαῖς ἐλλαμφθέντες θεηγορίαις, Τριάδα προσκυνοῦμεν, ἐν μιᾷ θεότητι γνωριζομένην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτὸς

Τῇ πυρίνῃ γλώσσῃ σου θεορρῆμον Γρηγόριε, τὰς θεομάχους ἐνέπρησας, τῶν αἱρετιζόντων γλωσσαλγίας· θεῖον ὡς ἀληθῶς ἀνεδείχθης στόμα, ἐν Πνεύματι λαλῆσαν, τὰ μεγαλεῖα τοῦ Θεοῦ, καὶ γράμμασι διατυπῶσαν, τὴν τῆς κρυφιομύστου Τριάδος, ὁμοδύναμον οὐσίαν· καὶ τὸ τρισήλιον φῶς, κατέλαμψας τὸν περίγειον κόσμον, καὶ πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Ἦχος α'

νθέοις πράξεσι, τὸ σῶμα σὺν τῇ ψυχῇ, νομίμως προκαθηράμενος, τῷ τῆς θεολογίας ὄρει προσέβης, τὰ θεῖα μυσταγωγούμενος, Θεοφάντορ Γρηγόριε, καὶ τὸν ἄδυτον ὑπελθὼν γνόφον, τὴν θεοτύπωτον ἐδέξω νομοθεσίαν, ὁμοούσιον, ἐγγεγραμμένην Τριάδα, ἣν προσκυνοῦντες διὰ σοῦ, ἀνυμνοῦντες λέγομεν, Ἡ ἐν Τριάδι γινωσκομένη Μονὰς ἐλέησον ἡμᾶς.

Καὶ νῦν... Θεοτοκίον

μαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἀγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

Εἰς τὸν Στίχον, Στίχ. Προσόμοια.

Ἦχος πλ. α'

Χαίροις ἀσκητικῶν ἀληθῶς

Χαίροις θεολογίας πηγή, καὶ θεωρίας ὑψηλῆς ἐνδιαίτημα· τὸν ἄνω βυθὸν γὰρ Πάτερ, μετ’ εὐσεβοῦς λογισμοῦ, ἐρευνήσας πᾶσι διετράνωσας, τρισὶν ἐν Ἡλίοις, μίαν φωτὸς εἶναι σύγκρασιν, ἑνιζομένην, τῷ ταυτῷ τῆς Θεότητος, τρισσουμένην δέ, ταῖς σεπταῖς ὑποστάσεσι· βίου μὲν καθαρότητι, λαμπρότητι λόγων δέ, σέβειν διδάσκων Τριάδα, τὴν παναγίαν Θεόπνευστε· παρ’ ἧς ἐκπεμφθῆναι ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.

Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Αἴγλῃ θεολογίας τῆς σῆς, τὴν τῶν αἱρέσεων σκοτόμαιναν ἔλυσας· πηγὴν γὰρ ἀπαυγασμάτων, θεοσεβεῖ λογισμῷ, Θεολόγε φθάσας καὶ θεόφρονι, αὐγαῖς ταῖς ἐκεῖθεν, ἐκδιδομέναις ὡμίλησας· διαφανὲς γάρ, τὸν σὸν νοῦν ὥσπερ ἔσοπτρον, ἐργασάμενος, τὸ τρισσὸν τῆς Θεότητος, Πάτερ φῶς καὶ ἀμέριστον, ἐδέξω λαμπρότατα, καὶ τήν ἀκτῖνα πλουσίως, τὴν ἑνιαίαν ἐχώρησας· ἣν νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.

Χαίροις ὁ ποταμὸς τοῦ Θεοῦ, ὁ ἀεὶ πλήρης τῶν ὑδάτων τῆς χάριτος, ὁ πᾶσαν εὐφραίνων πόλιν, τοῦ Βασιλέως Χριστοῦ, τοῖς ἐνθέοις λόγοις καὶ διδάγμασι, τρυφῆς ὁ χειμάρρους, τὸ ἀνεξάντλητον πέλαγος· ὁ τῶν δογμάτων, ἀκριβὴς φύλαξ ἔννομος· ὁ θερμότατος, τῆς Τριάδος ὑπέρμαχος, ὄργανον τὸ τοῦ Πνεύματος, ὁ νοῦς ὁ ἐγρήγορος· εὔηχος γλῶσσα τὸ βάθος, τὸ τῶν Γραφῶν ἑρμηνεύουσα, Χριστὸν νῦν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος πλ. δ'

Τὰς καρδίας τῶν πιστῶν, γεηπονῶν τῇ γλώσσῃ σου Γρηγόριε, εὐσεβείας ἐν αὐταῖς, ἀειθαλεῖς ἐβλάστησας καρποὺς τῷ Θεῷ, τὰς ἀκανθώδεις αἱρέσεις πρόρριζον ἐκτεμών, καὶ κοσμῶν τοὺς λογισμοὺς καθαρότητι. Διὸ δεχόμενος ἡμῶν τὰ ἐγκώμια, ἡ θεία λύρα, ὁ γρήγορος ὀφθαλμός, τῶν ποιμένων ὁ Ποιμήν, ὁ τῶν λύκων ἀγρευτής, πρέσβευε ἐκτενῶς, Θεολόγε τῷ Λόγῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Τὶ ὑμᾶς καλέσωμεν

Πάντων ἡ ἀντίληψις Δέσποινα, κλονουμένῳ μοι Παρθένε, ἐκ τοῦ σκότους τῶν δεινῶν, ταῖς τοῦ βίου τρικυμίαις, ποντουμένῳ τε ἀεί, ῥανίδα, τοῦ ἐλέους σου κατάπεμψον, καὶ χεῖρα, βοηθείας σου παράσχου μοι· καὶ τῆς μερίδος ἀξίωσον, τῶν ἐκλεκτῶν, καὶ δικαίων με, ὡς ἄβυσσον, τετοκυῖα τοῦ ἐλέους Ἁγνή.

Ἀπολυτίκιον Ἦχος α'

ποιμενικὸς αὐλὸς τῆς θεολογίας σου, τὰς τῶν ῥητόρων ἐνίκησε σάλπιγγας· ὡς γὰρ τὰ βάθη τοῦ Πνεύματος ἐκζητήσαντι, καὶ τὰ κάλλη τοῦ φθέγματος προσετέθη σοι· Ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Γρηγόριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα Ἦχος γ'

Θείας Πίστεως

Θείαν ἔλλαμψιν κεκληρωμένος, βίον ἄϋλον ἐξησκημένος, ὁμωνύμῳ ἱερατείᾳ διέπρεψας· ὑπερφυῶς γὰρ τρανώσας τὰ δόγματα, ὀρθοδοξίᾳ τὴν πίστιν ἐστήριξας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... τὸ αὐτὸ

Καὶ νῦν... Θεοτοκίον

Θείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα Παρθένον σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος. Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα Ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον

Γρηγορήσας τῷ λόγῳ τῆς ἀληθείας Χριστοῦ, τῆς Τριάδος τὸ κράτος ἐθεολόγησας· τὴν Ἀρείου δυσσεβῆ καὶ παράνομον, κακοδοξίαν καθελών, ὡς εὐσεβείας ἀριστεύς, καὶ πρόμαχος Ἱεράρχα, ἐφώτισας τοὺς ἐν σκότει, τῆς ἀγνωσίας καθεύδοντας.

Δόξα... τὸ αὐτὸ

Καὶ νῦν... Θεοτοκίον

Τῆς ψυχῆς μου τὰ πάθη τὰ πολυώδυνα, καὶ σαρκός μου τὰς νόσους ἐν τάχει ἴασαι, τὰς τοῦ νοός μου ἐκτροπάς, στῆσον Πανάμωμε· καὶ ἐν γαλήνῃ λογισμῶν, εὐχάς προσφέρειν καθαράς, τῷ Βασιλεῖ τῶν ἁπάντων, ἀξίωσον Θεοτόκε, καὶ ἐξαιτεῖσθαι πταισμάτων ἄφεσιν.

Μετὰ τὸν Πολυέλεον

Κάθισμα Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λογον

Στηλιτεύων τὴν πλάνην τῶν δυσσεβῶν, τὰς Γραφὰς διανοίγων θεοπρεπῶς, ἐξέπεμψας δόγματα, ὑπὲρ μέλι ἡδύνοντα, τῶν πιστῶν τὰς καρδίας, σαφῶς ἀξιάγαστε, τῇ Τριάδι λατρεύειν, ἐν Μονάδι Θεότητος· ὅθεν τοῦ Σωτῆρος, τὴν μορφὴν ἐν εἰκόνι προέστησας ἀσπάζεσθαι, σχετικῶς τὸ ἀνθρώπινον. Θεολόγε Γρηγοριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... τὸ αὐτὸ

Καὶ νῦν... Θεοτοκίον

Δεῦτε πάντα τὰ Ἔθνη θεοπρεπῶς, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ὑμνήσωμεν λέγοντες· Χαῖρε θρόνε πυρίμορφε, τοῦ τῶν ὅλων δεσπόζοντος, Ἰησοῦ τοῦ Παντάνακτος, χαῖρε μόνη Κυρία, τοῦ κόσμου πανάχραντε· χαῖρε τὸ δοχεῖον, τῆς ἁγίας Τριάδος, Πατρὸς Υἱοῦ τε καὶ Πνεύματος, τὸ λαμπρὸν καὶ ἀκήρατον, Μαριὰμ Ἀειπάρθενε, Θεότοκε πανύμνητε, χαῖρε πάνσεμνε Νύμφη ἡλιοστόλιστε, χαῖρε πάντων χαρὰ τῶν ὑμνούντων σε.

Οἱ Ἀναβαθμοί, τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα...

γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν...

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Προκείμενον Ἦχος δ'

Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στίχ. κούσατε ταῦτα, πάντα τὰ Ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.

Τό, πᾶσα πνοή.

Εὐαγγέλιον

κ τοῦ κατὰ Ἰωάννην.
Κεφ. 10: 1-9

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει· καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα, καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται· καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ. Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ ᾿Ιησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Ν’ Ψαλμός χύμα.

λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Δόξα... Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...

Στίχ. λέησόν με ὁ Θεός...

Εἶτα τὸ ἰδιόμελον

Ἦχος πλ. β'

σιε τρισμάκαρ, ἁγιώτατε Πάτερ, ὁ Ποιμὴν ὁ καλός, καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ Μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων· αὐτὸς καὶ νῦν Πανεύφημε, Θεολόγε Γρηγόριε, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Ὁ Κανὼν τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς.

Τὸν θεορήμονα Γρηγόριον τὸν ἀοίδιμον ᾄδω.

Ποίημα Θεοφάνους.

δὴ α' Ἦχος α'

Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

Τὸν θεολόγον τὸν δεύτερον, τὸν στῦλον τοῦ φωτὸς τὸν οὐράνιον, σοφίας Θεοῦ τὴν σάλπιγγα, δεῦτε τῶν τούτου λόγων οἱ ἐρασταί, πόθῳ συνελθόντες, εὐφημήσωμεν αὐτὸν ὡς θεοκήρυκα.

Λόγος Πάτερ ὁ ἄναρχος, ὁ πάντων ὡς Θεὸς προμηθούμενος, προνοητικῇ δυνάμει σε, μάκαρ τῇ Ἐκκλησίᾳ, οἷα Μητρί, λόγῳ καὶ σοφίᾳ, χαριτώσας σου τὸν νοῦν, δῶρον χαρίζεται.

Νοῦν ἡγεμόνα ποιούμενος, παθῶν τῶν τῆς σαρκὸς κετεκράτησας, καὶ χωρητικὸς γενόμενος, θείων ἀπαυγασμάτων, ἕνα Θεόν, ἐν τρισὶ προσώποις, κατεφώτισας ἡμᾶς, σέβειν Γρηγόριε.

Θεοτοκίον

Θεοῦ Σοφία πανάμωμε, τὸν οἶκον ἑαυτῆς ᾠκοδόμησεν, ἐν τῇ σῇ γαστρὶ σκηνώσασα, τῇ κεχαριτωμένῃ, καὶ ὑπὲρ νοῦν, τούτῳ ἑνωθεῖσα, καθ’ ὑπόστασιν Ἁγνή, ὤφθη ὡς ἄνθρωπος.

Ἕτερος Κανών, ποιηθεὶς παρὰ τοῦ Ἁγίου Κοσμᾶ.

δὴ α' Ἦχος ὁ αὐτὸς

Ὁ Εἱρμὸς

παινον ὁ θεόπτης, Μωϋσῆς τοῦ Ἰσραὴλ προανακρούεται, ἄρχει Μαριὰμ δὲ σοφῶν γυναικῶν. ᾨδὴν ἐπινίκιον, τῷ λυτρωτῇ Θεῷ πάντες ᾄσωμεν».

ύσιον ἀρχεγόνου, ἡμετέρων τε παθῶν αἷμα θεόρρυτον, ἵστασο προσπένδων, καὶ νῦν τῶν Πιστῶν, Γρηγόριε πάνσοφε, Θεὸν διδοὺς ἡμῖν εὐδιάλλακτον.

Πλάκας θεοχαράκτους, ὑπὸ γνόφον Μωϋσῆς εἷλεν εἰσδύνας ποτέ, σὺ δὲ ταῖς φρεσὶν ἐνστησάμενος, θεοδόχον τράπεζαν, ὁλοσχερῶς Θεοῦ ἀντεβόλησας.

Θεοτοκίον

Θέλων δι’ εὐσπλαγχνίαν, ἐκ θανάτου καὶ φθορᾶς, ἀνακαλέσασθαι, φύσιν τῶν βροτῶν ὁ Ὑπέρθεος, Παρθένε πανάμωμε, τὴν καθαρὰν νηδύν σου κατῴκησεν.

Καταβασία

Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

δὴ γ'

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

χων τῆς σοφίας, τὴν πηγὴν ἀενάως βλυστάνουσαν, τῶν θεοσόφων διδαγμάτων, τὴν Χριστοῦ Ἐκκλησίαν, Παμμάκαρ ἐπλήρωσας, τῷ ἐπὶ πάντων βοῶσαν Θεῷ· Ἅγιος εἶ Κύριε.

τῆς εὐσεβείας, μεγαλόφωνος κήρυξ καὶ εὔσημος, θεολογίας θεολόγος, θησαυρὸν θεωρίας, ἀφθόνως προβάλλεται, καὶ διανέμει πλουσίως ἡμῖν, πλοῦτον ἀναφαίρετον.

ήτωρ ὁ πυρίπνους, ἡ θεόφθογγος λύρα τῆς χάριτος, τῇ θεολόγῳ ἐπιπνοίᾳ, καὶ φθογγῇ θεοπνεύστῳ, ἠχήσας λαμπρότατα, τρισυποστάτου οὐσίας ἡμῖν, μέλος ἐμελῴδησεν.

Θεοτοκίον

Θεογεννήτωρ, ἡ Βασίλισσα πάσης τῆς κτίσεως, τὸν Βασιλέα τῶν ἁπάντων, δυσωποῦσα μὴ παύσῃ, Χριστόν, ὃν ἡμῖν ἐγέννησας, εἰς σωτηρίαν τῶν ἐπὶ γῆς, σῶσαι τούς ὑμνοῦντάς σε.

Ἕτερος Κανὼν

Ὁ Εἱρμὸς

τὸν πρὸ συλλήψεως ἁγνὸν Σαμουήλ, ἀδιστάκτως τῷ Θεῷ καθυποσχομένη, ἱερομήτωρ Ἄννα νῦν γηθομένη, ᾄδει σὺν ἡμῖν· Ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.

δι’ ὀλισθήσεως προδήλου γαστρός, τῇ Τεκούσῃ προφανεὶς Ὅσιε Πάτερ, ἐπωνυμίαν φέρων, τὴν ἐπαξίαν ὄρχαμε σοφῶν, ἐνδιαθέτως· Χαίροις Πάτερ σοι κραυγάζομεν.

πρὸ τοῦ ἑλέσθαι πονηρὰ συζυγῆ, καὶ συνέριθον λαβὼν φάσμασι θείοις, θεοειδῆ ἁγνείαν, καὶ σωφροσύνην πρόμαχε πιστῶν, ἀγαλλιῶντες, χαίροις Πάτερ σοι κραυγάζομεν.

Θεοτοκίον

Εὔας τῆς προμήτορος ἀνώρθωσας, τὸ ὀλίσθημα τὸ πρὶν ὑποδεξαμένη, τὸν τοὺς κατερραγμένους ἐπανορθοῦντα, Λόγον τοῦ Πατρός, τῇ ἀηττήτῳ, δυναστείᾳ Μητροπάρθενε.

Καταβασία

Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.

Κάθισμα Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον

ξανοίξας τὸ στόμα λόγῳ Θεοῦ, ἐξηρεύξω σοφίαν Κήρυξ φωτός, καὶ φρόνημα ἔνθεον, τῇ οἰκουμένῃ κατέσπειρας, τῶν Πατέρων ὄντως, κυρώσας τὰ δόγματα, κατὰ Παῦλον ὤφθης, τῆς Πίστεως πρόμαχος· ὅθεν καὶ Ἀγγέλων, συμπολίτης ὑπάρχεις, καὶ τούτων συνόμιλος, ἀνεδείχθης μακάριε, Θεολόγε Γρηγόριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

ταν ἔλθῃ τοῦ κρῖναι πᾶσαν τὴν γῆν, ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, προβάτοις με σύνταξον δεξιοῖς τὸν κατάκριτον, καὶ ἐξωτέρου σκότους, καὶ πάσης κολάσεως, τὸν σὸν ἀχρεῖον δοῦλον, ἐξάρπασον Ἄχραντε· ἵνα εὐχαρίστως, μεγαλύνω τὸν πλοῦτον, τῆς σῆς ἀγαθότητος, Θεοτόκε πανύμνητε, καὶ βοῶ σοι γηθόμενος· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

δὴ δ'

άβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός, Δόξᾳ τὴ δυνάμει σου, Κύριε.

Μύστης τῆς Τριάδος γεγονώς, τῇ ταύτης κατελάμπρυνας, τὴν οἰκουμένην ἐπιγνώσει σοφέ, δογμάτων μαρμαρυγάς, ἐξαστράπτων Ὅσιε, τῆς σῆς ἀκριβοῦς διδασκαλίας· ἣν μελετῶντες ἀεί, πάντες εὐσεβῶς ἀνυμνοῦμέν σε.

ρθρος εὐσεβείας φαεινός, ἀκτῖνα τὴν τρισήλιον, εἰσδεδεγμένος ἐξανέτειλας, καὶ νύκτα τὴν ζοφεράν, δυσσεβῶν αἱρέσεων, αἴγλῃ τῶν σοφῶν σου διδαγμάτων, ἐδίωξας καὶ ψυχάς, Πάτερ τῶν πιστῶν κατεφαίδρυνας.

Νοῦν τὸν ὑπερούσιον πηγήν, τοῦ Λόγου καὶ τοῦ Πνεύματος, ἐξ ἀϊδίου θεολόγῳ βροντῇ, Παμμάκαρ θεολογῶν, εὐσεβῶς ἐδίδαξας, τοῦτο παρ’ αὐτῆς μεμυημένος, τῆς ὄντως θεαρχικῆς, καὶ τῆς ἀρχιφώτου Θεότητος.

νῆλθες εἰς ὄρος ἀρετῶν, τῶν κάτω μεθιστάμενος, καὶ νεκρῶν ἔργων ἀφιστάμενος· καὶ πλάκας χειρὶ Θεοῦ, γεγραμμένας δόγματα, τῆς σῆς ἀκραιφνοῦς θεολογίας, ἐδέξω μυσταγωγέ, τῶν ὑπερκοσμίων Γρηγόριε.

Θεοτοκίον

Γνώμῃ πρὶν πεσόντα τὸν Ἀδάμ, ἀνέστησας Πανάμωμε, τὴν ἐνυπόστατον τεκοῦσα ζωήν, ἐκ μήτρας παρθενικῆς, ἁγνισθείσης Πνεύματι, καὶ πρὸς ἀπαθῆ καὶ θειοτέραν ἀκήρατόν τε φυγήν, τοῦτον ἐπανήγαγες Δέσποινα.

Ἕτερος Κανὼν

Ὁ Εἱρμὸς

Σὺν τῶ θαυμασίῳ στάς, Ἀββακούμ, ἐπὶ τῆς θείας φυλακῆς σου Γρηγόριε, καὶ τὸν ἐπ᾿ ὤμων Χερουβὶμ κατανοήσας, τῆς παγκοσμίου γέγονας μυητὴς σωτηρίας, ἀεὶ κραυγάζων, Κύριε, δόξα τῇ δυνάμει σου.

Τὰς πλησιφαεῖς καὶ πέλας Θεοῦ ταξιαρχίας ἐκμιμούμενος Πάνσοφε, τὰ ὑπὲρ ταύτας ταῖς φρεσὶ περιπολεύων, πρὸς τὸν βυθὸν κατείληφας, τὴν ὑπέρτατον στάσιν, ἐντεῦθεν πλοῦτον φέρων, ἀνθρώποις ἀναφαίρετον.

τὸν οὐ ληπτὸν εἰσδύνας γνόφον, καὶ ὡς ἐκ πέτρας ἐπαθρήσας ὀπίσθια, συγκεκραμένην ὑλικῇ ἄϋλον φύσιν, καὶ ἀσυγχύτου μίξεως, χρηματίσας σημάντωρ, Χριστοῦ θεράπον, τοῦτον τοῖς δούλοις φέροις ἵλεων.

Θεοτοκίον

ρος ἀνεδείχθης σὺ νοητόν· ὅθεν ἐτμήθη ἀπορρήτως ὁ ἔντιμος Λίθος, λεπτύνων ζοφερᾶς πλάνης εἰκόνα, καὶ φωτισμῷ τῆς χάριτος, καταυγάζων τοὺς πίστει, ἀναβοῶντας· Κύριε, δόξᾳ τῇ δυνάμει σου.

Καταβασία

κάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἱ νέσεως.

δὴ ε'

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, Φιλάνθρωπε.

ημάτων ὁ φθόγγος, ὁ θεῖος τῶν σῶν, καὶ δογμάτων, ἡ χάρις ἡ ἔνθεος, ὡς τάχος ἀστραπῆς, πᾶσαν ἐπέδραμε τὴν γῆν, Τριάδα ἐν Μονάδι, Μονάδα ἐν Τριάδι, προσκυνεῖν Θεολόγε, θεολογῶν καὶ ἐκδιδάσκων ἡμᾶς.

ράσθης τῆς ὄντως, σοφίας Θεοῦ, καὶ τῶν λόγων τὸ κάλλος ἠγάπησας, καὶ πάντων προτετίμηκας, τερπνῶν τῶν ἐπὶ γῆς· διὸ σε τῷ στεφάνῳ, Παμμάκαρ τῶν χαρίτων, εὐπρεπῶς ἐκόσμησε, καὶ θεολόγον ἀπειργάσατο.

Γνωστῶς σὺ τὸν Ὄντα, ὡς πάλαι Μωσῆς, καθορᾶν θεορρῆμον ἐπόθησας, καὶ τούτου τὰ ὀπίσθια, τῇ πέτρᾳ σκεπασθείς, ἰδεῖν κατηξιώθης, καὶ πέλαγος τῆς θείας, ἐμυήθης οὐσίας, ἀκαταλήπτως φανερούμενον.

Θεοτοκίον

πάλαι τὴν Εὔαν, μητέρα τὴν σήν, διαπλάσας ἐκ σοῦ σεισωμάτωται, ἐκείνης τὸ κατάκριμα, καὶ τὴν Παρακοήν, προδήλως θεραπεύων, καὶ λύων ὡς οἰκτίρμον, καὶ Δεσπότης τῶν ὅλων, Θεογεννῆτορ Μητροπάρθενε.

Ἕτερος Κανὼν

Ὁ Εἱρμὸς

νθρακα πυρὸς τῶν Ἡσαΐου, Σεραφὶμ θίγει χειλέων ποτέ, τῇ λαβίδι ἀφελόμενον καὶ περιθέν, ὁ δέ, καθηράμενος, Δικαιοσύνην μάθετε, πᾶσαν ἐκήρυττε.

λῳ τῷ πυρὶ τῆς θεοπτίας, Παμμακάριστε Γρηγόριε, προσερπύσας καθαρότητι νοῦ καὶ ψυχῆς, ἀπλήστως αὐτοχερσί, τὸ τριλαμπὲς ἐξήντλησας φῶς ἰσοθέατον.

Ταῖς μαρμαρυγαῖς περιπαρείς, τοῦ Τρισηλίου ἀμαρύγματος, ἐκ τῆς αἴγλης πυρωθεὶς δέ, καὶ θείαις βολαῖς τὸν νοῦν ἐλλαμπόμενος, ἀντανακλώσας ἀκτῖνας, πᾶσιν ἐξέλαμψας.

Θεοτοκίον

Φῶς τὸ ἐκ φωτὸς τὸν τοῦ Πατρός, μονογενῆ Λόγον τὸν ἄναρχον, δεξαμένη Μητροπάρθενε, πύλη φωτός, σαφῶς ἐχρημάτισας, δικαιοσύνης Ἥλιον, πᾶσιν ἀστράψασα.

Καταβασία

ς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα· ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

δὴ ς'

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

είθροις τῶν σοφῶν, δογμάτων σου Πάνσοφε, Ἀρείου τὸν νοῦν τὸν θολερώτατον κατεξήρανας, ἐν γαλήνῃ φυλάττων τὴν ποίμνην σου, ἀπερίκλυστον, καθάπερ λογικήν κιβωτόν· ἥπερ εὐσεβείας σπέρματα, ἐναπέθου τὸ κάλλος τῶν λόγων σου.

να τῆς σεπτῆς, Τριάδος τὴν ἔλλαμψιν, πλουτήσῃς τὸν νοῦν, Πάτερ ἐστίλβωσας ἀκηλίδωτον, ὡς καινὸν καὶ νεόσμηκτον ἔσοπτρον, δι’ ἀσκήσεως ἀρίστης ἐργασάμενος· ἔνθεν καὶ θεοειδέστατος, ἀνεδείχθης ταῖς θείαις ἐμφάσεσιν.

λος συγκραθείς, τῇ αἴγλῃ τοῦ Πνεύματος, ἐγένου φωστήρ, Πάτερ ὁλόφωτος, τῇ λαμπρότητι, τῶν σῶν λόγων φωτίζων τὰ πέρατα, καὶ τῇ τῆς θεολογίας καθαρότητι, τέρπων τὴν τερπνὴν ὁμήγυριν, τῶν πιστῶν Θεολόγε Γρηγόριε.

Νέος Σαμουήλ, θεόσδοτος πέφηνας, δοθεὶς τῷ Θεῷ καὶ πρὸ συλλήψεως, Παμμακάριστε, σωφροσύνῃ ἁγνείᾳ κοσμούμενος, καὶ τῇ τῆς ἱερωσύνης παναγίᾳ στολῇ, Πάτερ, καθωραϊζόμενος, μεσιτεύων τῷ Πλάστῃ καὶ πλάσματι.

Θεοτοκίον

Τόμος καθαρὸς τὸν Λόγον δεχόμενος, γραφόμενον νῦν, τὸν ἀπερίγραπτον, τῇ Θεότητι, ἐγνωρίσθης Προφήταις καὶ πρότερον, Μητροπάρθενε Μαρία Θεονύμφευτε· σὺ γάρ, τὸν ἀπεριόριστον, ἐν γαστρί σου ἀφράστως ἐχώρησας.

Ἕτερος Κανὼν

Ὁ Εἱρμὸς

διαπόντιον, ὑπομείνας συμφοράν, φυγῇ κλύδωνος, κλήρου φορᾷ, καὶ λαγόσι συσχεθείς, ἁλίου θηρός, οὐ διεφθάρη, ἀλλ᾿ ἐβόα Ἰωνᾶς· Πρὸς σὲ ἡ ζωή μου ἀναβήτω Χριστέ.

ὑποβρύχιος, ταῖς φρεσὶν οὐ γεγονώς, κευθμῶνας, θείου ἐρευνήσας βυθοῦ, ἐκ δὲ τούτων, μαργαρίτην ἀρυσάμενος, σὺ τῷ Δεσπότῃ, καὶ σιγὴν ὥς περ λόγον, Γρηγόριε τέθεικας πανάριστε.

δι᾿ ἐντεύξεως, καθαρᾶς ἀγριουμένην κατευνάσας, ἅλα καὶ τῶν ξένων ἀποπτύσας λόγων ἅλμην, σὺ τῷ Δεσπότῃ ὡς οὐράνιος σταγών, λαὸν πιστὸν ἥρμοσας Γρηγόριε.

Θεοτοκίον

περινόητον, ἀνθρωπίνοις λογισμοῖς, τὸ μυστήριον Μήτηρ Θεοῦ, τῆς ἀρρήτου καὶ φρικτῆς λοχείας τῆς σῆς· σὺ γὰρ Παρθένε τὸν τῶν ὅλων Ποιητήν, τεκοῦσα Παρθένος διετέλεσας.

Καταβασία

βόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.

Κοντάκιον Ἦχος γ'

Ἡ Παρθένος σήμερον

Θεολόγῳ γλώττῃ σου, τὰς συμπλοκὰς τῶν ῥητόρων, διαλύσας ἔνδοξε, ὀρθοδοξίας χιτῶνα, ἄνωθεν ἐξυφανθέντα τὴν Ἐκκλησίαν, ἐστόλισας· ὃν καὶ φοροῦσα, σὺν ἡμῖν κράζει, τοῖς σοῖς τέκνοις· Χαίροις Πάτερ, θεολογίας ὁ νοῦς ὁ ἀκρότατος.

Ὁ Οἶκος

κ τῆς θεολογικῆς, καὶ ὑψηλῆς σοφίας σου ἔμπλησόν μου τὸν νοῦν, τὸν πτωχὸν καὶ ταλαίπωρον, ὅπως ἀνυμνήσω τὸν βίον σου Πάτερ· οὐ γὰρ ἰσχύσω λόγον προσάξαι σοι, εἰμὴ σὺ παράσχῃς μοι λόγον καὶ γνῶσιν, ἰσχὺν καὶ σύνεσιν· ὅπως ἐκ τῶν σῶν τὰ σὰ προσφέρω σοι, καὶ ἐκ τοῦ πλούτου τῶν ἀρετῶν σου, ἐκεῖθεν ἔχω ἀφορμάς, καὶ στεφανώσω τὴν σεπτὴν καὶ ἁγίαν κορυφήν σου, σὺν τοῖς πιστοῖς ἀνακράζων· Χαίροις Πάτερ, θεολογιας ὁ νοῦς ὁ ἀκρότατος.

Συναξάριον

Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου.

Στίχοι

Θεοῦ γινώσκειν ὀρθοδόξως οὐσίαν,

Χριστιανοῖς λεγάτον ἐκ Γρηγορίου.

Εἰκάδι Γρηγόριος Θεορήμων ἔκθανε πέμπτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πουπλίου.

Στίχοι

Ζωὴν ἔνυλον Πούπλιος καταστρέφει

Καὶ τὴν ἄϋλον καὶ νοητὴν λαμβάνει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μάρη.

Στίχοι

Πάσης ἀποστὰς ἀγάπης κόσμου Μάρης

Εἰ θεῖον ὕψος ἧκε θείας ἀγάπης.

Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἁγία Μεδούλη, σὺν τῇ συνοδίᾳ αὐτῆς, πυρὶ τελειοῦται.

Στίχοι

Σεπτὴ Μεδούλη, τοῦ Θεοῦ Λόγου δούλη,

Δούλοις Θεοῦ σύναθλος εἰς πῦρ ὡράθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δημητρίου τοῦ σκευοφύλακος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀπολλὼς ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Χριστὸν βιώσας μέχρι καὶ τέλους βίον,

Θραύει πονηροῦ πᾶν Ἀπολλὼς τὸ θράσος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ ζ'

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθήσαν, ἀλλ᾿ ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

λος ἐπιθυμίᾳ γλυκασμός τε, προφανῶς ὁ λόγος σου, ὅλος Γρηγόριε μεστός, εὐφροσύνης καὶ φαιδρότητος, θυμηδίας ἐμπιπλῶν, τοὺς πίστει ψάλλοντας· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Νοῒ πεφωτισμένῳ τὴν πηγήν, τῶν φωτισμάτων ἔφθασας· καὶ ταῖς ἐκεῖθεν ἀστραπαῖς, πυρπολούμενος κατέφλεξας, Εὐνομίου γλωσσαλγίας τῇ Τριάδι βοῶν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

νοίξας καταρράκτας τῆς ἀβύσσου, τῶν σοφῶν δογμάτων σου, ἀναστομώσας τε πηγὰς τῆς σοφίας σου, κατέκλυσας τοὺς τῆς πλάνης ἀρχηγούς, καταστραπτόμενος τῷ ἑνιαίῳ φωτὶ καὶ τρισηλίῳ.

Θεοτοκίον

μβρος ὡς ἐπὶ πόκον καταβάς, ἐν σῇ γαστρὶ σεσάρκωται, ὁ τῆς εἰρήνης ποταμός, ἡ πηγὴ τῆς ἀγαθότητος, ὁ σταγόνας ὑετοῦ ἐξαριθμούμενος, ὁ τῶν Πατέρων Θεός Εὐλογημένος.

Ἕτερος Κανὼν

Ὁ Εἱρμὸς

πῆλθον ὡς νυμφῶνα, τῆς καμίνου τὴν φλόγα τὴν ἄστεκτον, οἱ δι᾿ εὐσέβειαν ποτέ, Παῖδες Ἅγιοι δειχθέντες σαφῶς, καὶ συμφώνως ἀνυμνοῦντες, ὕμνον ἔμελπον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

δίκων Ἡγεμόνων, πρὸ βημάτων ἑστηκὼς Γρηγόριε, τοὺς αἱρετίζοντας πυρός, χαλεπώτερον φυσῶντας φορᾷ, εὐσεβείᾳ κατεπίμπρας τῇ Τριάδι βοῶν· Ὁ τῶν Πατέρων Θεός εὐλογητὸς εἶ.

Τριάδος ἐπιπνοίᾳ, τὴν δογμάτων εὐσεβῶν Γρηγόριε, ἀνεπιθόλωτον πηγήν, ἐκ χειλέων ἀναβλύσας τῇ γῇ, ἀνθοφόρον τὴν τραχεῖαν ἄρδων ἔδειξας· Ὁ τῶν Πατέρων Θεός εὐλογητὸς εἶ.

Θεοτοκίον

Νεκροῦται ὁ Προπάτωρ, ὡς ἀκαίρως τοῦ φυτοῦ γευσάμενος, σὺ δὲ τὴν ἄληκτον ζωήν, ὦ Παρθένε ἐκβλαστήσασα, τὸν Παράδεισον οἰκεῖν τοῦτον ἀνέστησας, Θεογεννῆτορ Ἁγνὴ εὐλογημένη.

Καταβασία

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελωδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

δὴ η'

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

σον τῷ Πατρὶ τὸν Λόγον καὶ τὸ Πνεῦμα, ἀγαθότητι καὶ βασιλείᾳ, εὐσεβῶς ἐδίδαξας, οὐσιώδη καὶ φυσικήν, τὴν ταυτότητα γινώσκων καὶ τὴν ἕνωσιν· διὸ ἀνεβόας ἀγαλλόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Δόξης τῆς ἀγγελικῆς κατηξιώθης· ὡς γὰρ Ἄγγελος ἔλαμψας κόσμῳ, τῇ Τριάδι Πάνσοφε, καθαγνίσας ἐπιμελῶς, τὴν ψυχήν τε καὶ τὸ σῶμα καὶ διάνοιαν· ᾗ νῦν ἀναμέλπεις εὐφραινόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

λεων ταῖς προσευχαῖς σου τὸν Δεσπότην, ἐργασάμενος αἴτησαι Πάτερ, τῶν πταισμάτων ἄφεσιν, τοῖς ἐν πίστει τὴν ἱεράν, καὶ πανέορτόν σου μνήμην ἑορτάζουσιν· ἐν ᾗ γεγηθότες ἀναμέλπομεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Μύστης τῆς τρισυποστάτου Μοναρχίας, καὶ Θεότητος τῆς ἐν Τριάδι, ἀρετῶν ἀσκήσεσι, χρηματίσας Τριαδικός, Θεολόγος ἀνεδείχθης Παμμακάριστε, καὶ νῦν ἀναμέλπεις ἀγαλλόμενος· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

ταὶς ἀρχαγγελικαῖς ὑμνολογίαις, δοξαζόμενος πλούσιος Λόγος, δι᾿ ἡμᾶς ἐπτώχευσε, σὲ Μητέρα τὴν καλλονήν, Ἰακώβ, εὐλογημένην ἐκλεξάμενος· διὸ ἀνυμνοῦντες ἀναμέλπομεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Ἕτερος Κανὼν

Ὁ Εἱρμὸς

Οἱ μὴ τῇ τροφῇ χρανθέντες Παῖδες, βασιλικῆς τραπέζης, εἰς πῦρ χαίροντες ἔβησαν ποτέ· καὶ ἐν φλογὶ δροσίζομενοι, προθύμως ἔψαλλον. Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τῆς Βαβυλωνίας Πάτερ φλογός, ὑπεραρθεὶς καὶ μᾶλλον, αὐτῇ τῇ εὐσεβείᾳ, πυρσωθεὶς Τριαδικός, μυστιπόλος ἐκφανθείς, καὶ κήρυξ βοᾷς· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τῆς πειραστικῆς ποικίλως Πάτερ, καὶ σιδηρᾶς καμίνου, τὸ πῦρ κατασβεννύων εὐμαρῶς, τῶν πειρασμων ὑπεκδύς, πρὸς οὐρανὸν ἀνέπτης βοῶν· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον

χρυσοφαὴς λυχνία τὴν σήν, συμβολικῶς ἐδήλου, θείαν γέννησιν, Ἄχραντε σεμνή· σὺ γὰρ τὸ Φῶς τὸ ἀπρόσιτον, τῷ κόσμῳ ἔλαμψας, ᾧ βοῶμεν· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Καταβασία

στέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

δὴ θ'

Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος, ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ᾿ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.

Νέμει σοι ζωὴν ἀκήρατον, ἡ ἀρχικὴ Τριάς, ἣν ἐθεολόγησας, δεξαμένη σου, τὰ δι᾿ αὐτὴν ἀγωνίσματα, καὶ τὰ δόγματα, καὶ τὰ παλαίσματα· ᾗ νῦν Πάτερ παρέστης, ὑπὲρ τοῦ κόσμου πρέσβυς ἄριστος.

Αἴγλῃ τριφεγγοῦς λαμπρότητος, τῆς ἐκ μιᾶς προερχομένης θεότητος, ἐλλαμπόμενος, ἱερομύστα Γρηγόριε, τοὺς ὑμνοῦντάς σε πίστει περίσῳζε, καὶ τῇ τῶν σῶν δογμάτων, θεολογίᾳ φωταγώγησον.

Δρόμον τὸν καλὸν τετέλεκας, τῆς ἀρχικῆς Τριάδος ὑπεραγωνισάμενος, καὶ θεώσεως, ὡς θεολόγος τετύχηκας, καὶ τοῦ θείου σου πόθου πληρώσεως, μετείληφας ἀξίως, Ἐκκλησιῶν ἡ σεμνοπρέπεια.

Θεοτοκίον

τοῦ φοβεροῦ σου θαύματος! σὺ γὰρ Παρθένε Θεοτόκε μυστήριον, τὸ πρὸ γενεῶν, καὶ πρὸ αἰώνων ἀπὸκρυφον, ἐν Θεῷ τῷ τὰ σύμπαντα κτίσαντι, τεκοῦσα Θεὸν Λόγον, ἀνερμηνεύτως ἐφανέρωσας.

Ἕτερος Κανὼν

Ὁ Εἱρμὸς

τὸν ἄνω βυθὸν τῆς θείας ἀκαταληψίας, εὐσεβῶς ἀνανηξάμενος, καὶ τὸν νοῦν ὡς ἐκ πέτρας ἀπεριλήπτου, τῆς θεαρχικῆς ἀπαιωρήσας Τριάδος, παμμακάριστε Πάτερ, σὲ μεγαλύνομεν.

τὸ εὐτελὲς ἔνδυμα, τοῦ νομικοῦ περιρρήξας γράμματος, καὶ τὸ ἐν αὐτῷ θεῖον κάλλος, καὶ μυστικὸν τῶν θείων τοῦ Πνεύματος, ἡμῖν ἀναπτύξας Γραφῶν, παμμακάριστε Πάτερ, σὲ μεγαλύνομεν.

ταῖς ἄνω χορείαις, συναρίθμιος ὑπάρχων, Ὅσιε Πάτερ (καὶ γὰρ σὺν αὐταῖς, εἰς αἰῶνα συναγελάζῃ ) · ὑπὲρ τῆς σῆς Ποίμνης, τὰς ἐντεύξεις ποιοῦ πρὸς Θεόν. Παμμακάριστε Πάτερ, σὲ μεγαλύνομεν.

τὰ θεῖα μαθών, ἐκ θείας καὶ ὑπὲρ νοῦν ἐπιπνοίας, Ὅσιε Πάτερ, καὶ πρὸς τὴν αὐτῶν, μυστικῶς ἀποτελεσθεὶς ἀδίδακτον ἕνωσιν, ἀσχέτῳ σου ἔρωτι, παμμακάριστε Πάτερ, σὲ μεγαλύνομεν.

Θεοτοκίον

Σὺ χωρίον Ἁγνή, τῆς θείας ἀπεριληψίας, ὑπὲρ φύσιν ἐχρημάτισας, ὡς Θεῷ τὴν σάρκα δανεισαμένη, τῷ σοῦ τὴν παρθενικήν, μὴ διαρρήξαντι μήτραν, ἐν τῷ τίκτειν ἀσπόρως, σὲ μεγαλύνομεν.

Καταβασία

ν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί· πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.

Ἐξαποστειλάριον

Τοῖς Μαθηταῖς

Μονάδα τρισυπόστατον, καὶ Τριάδα τελείαν, ἐν μιᾷ τῇ θεότητι, πάνσοφε Θεολόγε, ἐδίδαξας προσκυνεῖσθαι, φῶς εἰπὼν τὸν Πατέρα, καὶ τὸν Υἱὸν φῶς αὖθις τε, φῶς τὸ Ἅγιον Πνεῦμα· ἀλλὰ ἓν φῶς, ἀμερὲς ἀσύγχυτον· εἷς Θεὸς γάρ, τρανῶν τὸ ὁμοούσιον, ὦ Γρηγόριε μάκαρ.

Ἕτερον ὅμοιον

ψηγορίᾳ χρώμενος, σῶν δογμάτων πανσόφως, τρανῶς ἐθεολόγησας, τὸ ἀπόρρητον βάθος, τῶν τοῦ Χριστοῦ μυστηρίων, ἄθλους τε τῶν Ἁγίων, καὶ βίους ἐρρητόρευσας, ὦ Γρηγόριε μάκαρ· καὶ νῦν Θεός, ἐν μεθέξει πέλων τῇ πρὸς τὸ θεῖον, σώζοις κἀμέ καὶ δέχοιο, σαῖς σκηναῖς Θεολόγε.

Θεοτοκίον ὅμοιον

Μετὰ τῆς Θεομήτορος, καὶ Παρθένου Μαρίας, καὶ Βασιλείου πάνσοφε, παρεστως τοῦ Μεγάλου, τῇ ἀπροσίτῳ Τριάδι, τὴν εἰρήνην τῷ κόσμῳ, τῷ Βασιλεῖ τὰ τρόπαια, καὶ ἡμῖν σωτηρίαν, πρέσβευε, νῦν τοῖς ἀνευφημοῦσί σε Θεολόγε, Ἀρχιερεῦ Γρηγόριε, Ῥῆτορ τῆς Ἐκκλησίας.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ'

Ὁ ἐξ ὑψίστου κληθεὶς

Διατεμὼν τὸν τοῦ γράμματος σὺ γνόφον, εἰσέδυς τῷ πνεύματι πρὸς φῶς ὑπέρτερον· καὶ τὴν ἐκεῖθεν δεξάμενος, φωτοχυσίαν, θεολογίας πάντας ἐπλούτισας, Γρηγόριε πάνσοφε, τῆς Ἐκκλησίας φωστήρ· ταῖς ἀστραπαῖς δὲ τῶν λόγων σου, σκοτώδη νέφη, τὰ τῶν αἱρέσεων ἀπεμείωσας· ὅθεν αὐλίζῃ ἔνθα ἦχος, ἑορταζόντων Ἀγγέλοις συνόμιλος, ἱκετεύων ἀπαύστως τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεολόγος ὁ δεύτερος καὶ μύστης, τῆς θείας ἐλλάμψεως, ὁ τῆς Τριάδος φαιδρός, ὑπογραφεὺς ὁ τὴν ἄρρητον, καὶ θείαν φύσιν, ὑπερφυῶς διδάσκων Γρηγόριε· καὶ νῦν τηλαυγέστερον, ἐπαπολαύων Θεοῦ, τῶν σὲ τιμώντων μνημόνευε, καὶ ὑπερμάχει, τῆς Ἐκκλησίας, ἣν συνεκρότησας· σοῦ γὰρ ὁ φθόγγος ἐπὶ πάντα, τῆς οἰκουμένης διῆλθε τὰ πέρατα, ἐκδιδάσκων δοξάζειν, τὴν Τριάδα ὁμοούσιον.

Γεωπονήσας τῇ γλώσσῃ Θεηγόρε, καρδίας ταῖς αὔλαξι σπόρον τὸν ἔνθεον, θεολογίας ἐπλούτισας, τῆς ἀνωτάτω, τῆς Ἐκκλησίας ἄπαν τὸ πλήρωμα· ἐντεῦθεν ζιζάνια πυρὶ τοῦ Πνεύματος, τὰ τῶν αἱρέσεων ἔφλεξας, φιλοσοφίας, τῆς θεϊκῆς τρεφόμενος ἔρωτι, Πάτερ Πατέρων, καὶ Ποιμὴν Ποιμένων καὶ δόξα Πιστῶν, Ἱερέων φωστήρ, οἰκουμένης τὸ κλέος, παμμακάριστε Γρηγόριε.

Τῷ τῆς σοφίας κρατῆρι προσπελάσας, τὸ τίμιον στόμα σου, Πάτερ Γρηγόριε, θεολογίας ἐξήντλησας, τὸ θεῖον νᾶμα, καὶ τοῖς πιστοῖς ἀφθόνως μετέδωκας· αἱρέσεων ἔφραξας, ῥοῦν τὸν ψυχόλεθρον, τὸν βλασφημίας ἀνάμεστον, ὡς κυβερνήτην· εὗρε καὶ γὰρ σε Πνεῦμα τὸ Ἅγιον, ἀποσοβοῦντα καὶ ἐλαύνοντα, ὡς ἀνέμων πνοάς, δυσσεβῶν τὰς ὁρμάς, ἐν Μονάδι οὐσίας, τὴν Τριάδα καταγγέλλοντα.

Δόξα... Ἦχος α' Ἀνατολίου

Τὴν λύραν τοῦ Πνεύματος, τὸ τῶν αἱρέσεων θέριστρον, καὶ ὀρθοδόξων ἥδυσμα, τὸν δεύτερον Ἐπιστήθιον, τὸν τοῦ Λόγου αὐτόπτην, τοῖς δόγμασι γενόμενον, τὸν σοφόν Ἀρχιποίμενα, τῆς Ἐκκλησίας τὰ θρέμματα, θεολογικοῖς ὕμνοις προσείπωμεν. Σὺ εἶ ὁ Ποιμὴν ὁ καλός, ὁ δοὺς σεαυτὸν Γρηγόριε, ὡς ὁ Διδάσκαλος Χριστός, ὑπὲρ ἡμῶν, καὶ σὺν Παύλῳ χορεύεις, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

μαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἀγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς Παναγία Παρθένε.

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.

Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τῶν Κανόνων δὴ γ' καὶ ς'.

Προκείμενον. Ἦχος α΄. [Ψαλμός μη΄ 48]

Στίχος: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν·
Στίχος:
κούσατε ταῦτα, πάντα τὰ ἔθνη.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου
Κεφ. 7: 26-28, 8: 1-2

δελφοί, τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, ὃς οὐκ ἔχει καθ᾿ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ῾Αγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.
λληλούϊα
[γ΄]. Ἦχος β΄ [Ψαλμός 77].
Στίχ.
Προσέχετε, λαός μου, τῷ νόμῳ μου.
Στίχ.
νοίξω ἐν παραβολαῖς τὸ στόμα μου.

κ τοῦ κατὰ Ἰωάννην.
Κεφ. 10: 9-16

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. kαθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.