The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΑΠΡΙΛΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΔ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ἐλισάβετ, τῆς θαυματουργοῦ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ τῆς Ἑορτῆς γ' καὶ τῆς Ἁγίας γ'.

Ἦχος πλ. δ'

Οἱ Μάρτυρές σου Κύριε

Τοῖς πόνοις τοῖς ἀσκήσεως, ἐγκαρτερήσασα, ἐδέξω χάριν, ψυχῶν νοσήματα καὶ τῶν σωμάτων, Μῆτερ σεμνὴ ἀποσοβεῖν, πνεύματα διώκειν θείῳ Πνεύματι, πάντων τῶν ἐν θλίψεσι προΐστασθαι. Διὸ ταῖς, σαῖς πρεσβείαις, αἴτησαι πᾶσι ῥῶσιν, καὶ μέγα ἔλεος.

κόνις τῶν λειψάνων σου, τυφλοῖς ἀνάβλεψιν ἀναπηγάζει, καὶ πᾶσιν ἴασιν τοῖς ἀσθενοῦσι, καὶ προσπελάζουσι πιστῶς, καὶ ἐξαιτουμένοις σε βοήθειαν, Μῆτερ Ἐλισάβετ ἀξιάγαστε. Διὸ ταῖς σαῖς πρεσβείαις, αἴτησαι πᾶσι ῥῶσιν, καὶ μέγα ἔλεος.

Συμπάθειαν ἐξήσκησας, Πίστιν Ὀρθόδοξον καὶ τὴν ἀγάπην, τὴν πρὸς τὸν Κύριον καὶ τὸν πλησίον, θεομακάριστε σεμνή· ὅθεν θεία χάρις σοι τοῦ Πνεύματος, Μῆτερ Ἐλισάβετ ἀνεπαύσατο. Διὸ ταῖς σαῖς πρεσβείαις, δίδου ἡμῖν εἰρήνην, ῥῶσιν καὶ ἔλεος.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς

Εἰς τὸν Στίχον, τῆς Ἑορτῆς.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς.

Ἀπολυτίκιον

ν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ' εἰκόνα· λαβοῦσα γὰρ τὸν Σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττουσα ἐδίδασκες, ὑπερορᾶν μὲν σαρκός, παρέρχεται γάρ· ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὁσία Ἐλισάβετ τὸ Πνεῦμά σου.

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Οἱ Κανόνες τῆς Ἑορτῆς, καὶ τῆς Ἁγίας.

Ποίημα Ἰωσήφ.

δὴ α' Ἦχος πλ. δ'

Ἁρματηλάτην Φαραὼ

Ταῖς τῶν παθῶν με τρικυμίαις πάντοθεν, περικυκλούμενον, καὶ λογισμῶν σάλῳ, τὴν ψυχὴν δονούμενον, ἐπὶ λιμένα εὔδιον, τῶν Χριστοῦ θελημάτων, ταῖς προσευχαῖς σου κυβέρνησον, ὅπως Ἐλισάβετ ὑμνήσω σε.

Παρθενικαῖς ἠγλαϊσμένη χάρισι, θεομακάριστε, τῷ καθαρῷ Λόγῳ, ἐνυμφεύθης ἔνδοξε, ἐκ βρέφους δι' ἀσκήσεως, καὶ αὐτοῦ ζωηφόροις, ἐπηκολούθησας ἴχνεσι, νέκρωσιν παθῶν περιφέρουσα.

πορραγεῖσα τῆς τοῦ κόσμου σχέσεως, καὶ κολληθεῖσα σεμνή, τῷ τοῦ Χριστοῦ πόθῳ, τῆς σαρκὸς τὸ φρόνημα, διὰ νηστείας ἔτηξας, ἀρεταῖς δὲ καὶ πόνοις, καὶ προσευχαῖς καρτερήσασα, θαύματα τελεῖν κατηξίωσαι.

Θεοτοκίον

Σὲ τὴν τεκοῦσαν ὑπὲρ νοῦν Πανάμωμε, τὸν ἀδιαίρετον, Θεοῦ Πατρὸς Λόγον, διαπύρῳ ἔρωτι, ποθοῦσα ἡ ἀοίδιμος, Ἐλισάβετ δοχεῖον, Ἁγίου Πνεύματος γέγονε, θείαις ἀρεταῖς διαλάμπουσα.

δὴ γ'

Οὐρανίας ἁψῖδος

Οὐρανίους θαλάμους, φωτοειδεῖς ᾤκησας, νύμφη ἐκλεκτὴ γενομένη τοῦ Παντοκράτορος, καὶ τῶν ἰάσεων, τοὺς ποταμοὺς διεκβλύζεις, παθημάτων ῥεύματα, ἀποξηραίνοντας.

Τὸν Ἠλίαν ζηλοῦσα, καὶ Μωϋσῆν Πάνσεμνε, μήκει ἡμερῶν, ὡς ἐκεῖνοι, νηστείαν ἤνυσας, ἄρτον οὐράνιον, θεωριῶν σοφωτάτων, δεχομένη Χάριτι, τοῦ θείου Πνεύματος.

ποκάλυψις θεία, τῇ σῇ μητρὶ δέδοται, πρὸ τῆς σῆς συλλήψεως κόρη, τῆς ἐσομένης σοι, τῷ θείῳ Πνεύματι, δι' ἀρετῆς πολιτείας, Ἐλισάβετ ἔνδοξε, καὶ τῆς λαμπρότητος.

Θεοτοκίον

Παρθενίας σε μόνη, τὸ καθαρὸν τέμενος, ἡ πανευκλεὴς Ἐλισάβετ, πίστει ποθήσασα, χαίρει Πανάμωμε, τῷ σῷ Υἱῷ προσαχθεῖσα, εὐσεβῶς ὀπίσω σου ἀκολουθήσασα.

Ὁ Εἱρμὸς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

Κάθισμα Ἦχος γ'

Θείας πίστεως

Πόνους ἤνεγκας, τῆς ἐγκρατείας, χάριν εἴληφας, τῆς ἀπαθείας, καὶ ἰαμάτων Ἐλισάβετ θεόπνευστε, τοῦ θεραπεύειν παντοῖα νοσήματα, καὶ ἀπελαύνειν δαιμόνων ἐνέργειαν· Ἀξιάγαστε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ τῆς ἑορτῆς

δὴ δ'

Σύ μου ἰσχύς, Κύριε

φιν δεινόν, δράκοντα σὺ ἐθανάτωσας, προσευχῇ σου, πρότερον συντρίψασα, τοῦ πονηροῦ, πάσας μηχανάς, θείᾳ δυναστείᾳ, καὶ τοῦτον εἰς βρῶσιν δέδωκας, θηρίων Ἐλισάβετ, καὶ παντοίων ὀρνέων, τὸν τῶν ὅλων Δεσπότην δοξάζουσα.

Θείων ἀνδρῶν, τρόπους ζηλοῦσα διήνυσας θείῳ σθένει, τεσσαρακονθήμερον, Μῆτερ σεμνή, βρώσεως τινός, μὴ μεταλαβοῦσα, ἀλλ' ἄσιτος διαρκέσασα, σαρκὸς ἐπαναστάσεις, θανατοῦσα πανσόφως, καὶ ζωοῦσα τὸ πνεῦμα θεόπνευστε.

Θεοτοκίον

Μόνη Θεόν, φέρεις ἐν μήτρᾳ σαρκούμενον, τὸν τὸ εἶναι πᾶσι παρεχόμενον, ὃν ἐπεπόθησεν ἐκ ψυχῆς, τούτῳ μνηστευθεῖσα, ἡ Ἐλισάβετ ἐν Πνεύματι, Παρθένε Θεοτόκε, τῶν Ἀγγέλων τὸ θαῦμα, καὶ δαιμόνων τὸ τραῦμα πανθαύμαστε.

δὴ ε'

Ἵνα τὶ με ἀπώσω

πεξήρανας ῥεῖθρα, τὰ τῆς ἁμαρτίας δακρύων προσχύσεσι· καὶ αἱμάτων ῥύσιν, πολυχρόνιον ἔστησας χάριτι, εὐλαβῶν γυναίων, προσελθουσῶν σοι διαφόρως, Ἐλισάβετ Ὁσία πανεύφημε.

πὶ πλείονας χρόνους, ἄρτου τὴν μετάληψιν ἠρνήσω ἔνδοξε, ἐγκρατείας πόνοις, τὴν ψυχὴν εὐσεβῶς ἐκκαθαίρουσα, καὶ τὴν ἀσαρκίαν τῶν Ἀσωμάτων προσκτωμένη, Ἐλισάβετ Ὁσίων τὸ καύχημα.

λοτρόπως Κυρίῳ, πᾶσαν τὴν διάνοιαν ἀναθεμένη σου, ὀφθαλμοὺς νοὸς μέν, καὶ καρδίας αὐτῷ ἐνητένιζες, ἐν τρισὶ δὲ χρόνοις, τὸν οὐρανὸν οὐκ ἐθεάσω, ἀλλὰ γῆν ὡς ἐκ γῆς θεοδόξαστε.

Θεοτοκίον

περτέρα τῶν ἄνω, πέφυκας Δυνάμεων, Λόγον κυήσασα, τοῦ Πατρὸς Παρθένε, τὸν συνάναρχον καὶ συναΐδιον, οὗ ταῖς φρυκτωρίαις, ἡ θεοφόρος αὐγασθεῖσα, τῶν παθῶν τὴν ὁμίχλην διέλυσεν.

δὴ ς'

Ἱλάσθητί μοι Σωτὴρ

Τὸν ἔλεον τοῦ Θεοῦ, ἀσκητικῶς ἐπισπάσασθαι, ἐπιποθοῦσα σεμνή, ἐλαίου μετάληψιν, ἐκ βρέφους ἐξέκλινας, ἱλαρυνομένη, ταῖς τῶν πόνων ἐπιδόσεσιν.

βίος σου φωταυγής, ταῖς ἀρεταῖς κεκαλλώπισται, ἡ κοίμησις ἱερῶς, τοῖς θαύμασιν ἤστραψε, διώκουσα δαίμονας, καὶ παθῶν χειμῶνα, θείᾳ χάριτι σκεδάζουσα.

Τῷ κρύει καὶ παγετῷ, σαρκὸς γυμνώσει πυκτεύουσα, ἡλίου καῦσιν στερρῶς, ὑπέφερες στέργουσα, Ἐλισάβετ ἔνδοξε, πρὸς τὴν ἄνω θάλψιν, τὰς ἐλπίδας ἐπερείδουσα.

Θεοτοκίον

Συνέλαβες ἐν γαστρί, τὸν Προαιώνιον ἄχραντε, καὶ τέτοκας ἐν σαρκί, τὸν φύσει ἀσώματον, καὶ γάλακτι ἔθρεψας, τὸν τροφέα πάντων, Θεομῆτορ ἀπειρόγαμε.

Ὁ Εἱρμὸς

λάσθητί μοὶ Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Τὸ Κοντάκιον τῆς Ἑορτῆς

Συναξάριον

Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Ἐλισάβετ, τῆς θαυματουργοῦ.

Στίχοι

λισάβετ, λιποῦσα γῆν, Θεοῦ Λόγε,

Καλὴ καλὸν βλέπει σε νύμφη νυμφίον.

Εἰκάδι καί γε τετάρτῃ ἀπῆρε πόλονδε Ἐλισαβέτεια.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σάββα τοῦ Στρατηλάτου.

Στίχοι

πνιξε δεινὰ πνεύματα πλάνης Σάββας,

Ποταμόπνικτος Μάρτυς ὀφθεὶς Κυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτυρων τῶν διὰ τοῦ Ἁγίου Σάββα πιστευσάντων ἑβδομήκοντα στρατιωτῶν, ξίφει τελειωθέντων.

Στίχοι

Κάρας ἀριθμῶν τῷ ξίφει τετμημένας,

Εὕροις πεσόντας ἄνδρας ἑπτάκις δέκα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πασικράτους καὶ Βαλεντίωνος.

Στίχοι

Πασικράτης ἤρατο τμηθεὶς κράτος,

Βαλεντίωνος ἐκβαλὼν φόβον ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐσεβίου, Νέωνος, Λεοντίου, Λογγίνου καὶ ἑτέρων τεσσάρων.

Στίχοι

ριθμὸν ἰσάμιλλον ὀκτὼ Μαρτύρων,

Τὸν ἰσάκις τέμνουσιν ἴσον ἰσάκις.

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

δὴ ζ'

Παῖδες Ἑβραίων

Γνώμην φιλόθεον ἐκτήσω· μέτ' Ἀγγέλων γὰρ Ἁγνὴ ἐβιοτεύσω, ἀγρυπνοῦσα θερμῶς, καὶ ψάλλουσα προθύμως· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. 

Χεῖρα προτείνεις συμπαθείας, καὶ παρέλεις τὴν ὑγείαν τῷ λειψάνῳ, τοῖς προστρέχουσι σῷ, καὶ πίστει προσιοῦσι, μοναζουσῶν τὸ στήριγμα, Ἐλισάβετ θεοφόρε.

Θαύματα μέγιστα τελοῦσα, καὶ θεράπαινα δειχθεῖσα τοῦ Κυρίου, Ἐλισάβετ σεμνή, πρὸς τοῦτον νῦν μετέστης, σὺν τοῖς Ὁσίοις ψάλλουσα, ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

δε τὴν θλῖψίν μου Παρθένε, ἣν ἐπήγαγε τὸ πλῆθος τῶν κακῶν μου, καὶ γεέννης πυρός, ἐξάρπασον βοῶντα· Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

δὴ η'

Ἑπταπλασίως κάμινον

Οἱ τῇ σορῷ πελάζοντες, τῶν λειψάνων σου πάντοτε, πάσας τὰς αἰτήσεις, εὐσεβῶς λαμβάνουσι, Θεοῦ σε δοξάζοντος, ἀεὶ καὶ μεγαλύνοντος, τοῦ προσδεξαμένου, τούς σεπτούς σου ἀγῶνας, πρὸς ὃν βοᾷς ἀπαύστως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τὰ τῆς καρδίας ὄμματα, φωτισθεῖσα ἐν Πνεύματι, πίστει τῷ τὴν σήν, καταλαβόντι θείαν σορόν, τὸ βλέπειν δεδώρησαι, παρὰ Χριστοῦ πλουτήσασα, τὴν τῶν ἰαμάτων, δαψιλῆ χορηγίαν, πρὸς ὃν Ὁσία κράζεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Φωτοφανὴς ὡς ἥλιος, ἐπὶ γῆς ἀνατέταλκας, θείαις ἀρεταῖς, λαμπρυνομένη πάνσεμνε, βολίδας δὲ πέμπουσα, τῶν ἱερῶν θαυμάτων σου, ὧν οἱ μετασχόντες, Ἐλισάβετ βοῶσιν· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Σωματοφόρον τέτοκας, καὶ ἀγκάλαις ἐβάστασας, ἄχραντε Παρθένε, Ἰησοῦν τὸν Κύριον, τὸν πάντα βαστάζοντα, παντοδυνάμῳ νεύματι· ὅθεν ὡς Θεοῦ σε, ἀνυμνοῦμεν Μητέρα, βοῶντες, ἐν αἰνέσει· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

δὴ θ'

Ἔφριξε πᾶσα ἀκοὴ

δέσθαι κάλλος νοητόν, τοῦ Νυμφίου καθαρῶς ἐπεπόθησας, καί, ποῦ κοιτάζεις; αὐτῷ, ποῦ δὲ ποιμαίνεις; θερμῶς ἐκραύγαζες, ἐπαναπαύσομαι ἐν σοί, καὶ σοῦ ταῖς τερπνότησι, κατατερφθήσομαι, μεγαλύνουσα τὴν σὴν ἀγαθότητα.

θαῦμα! πῶς μετὰ ταφήν, καὶ χρονίαν ἐν μνημείῳ κατάθεσιν, ἀδιαλώβητον, τὸ σὸν ὁρᾶται λείψανον κείμενον, χαριτωθὲν καὶ λαμπρυνθέν, σημείοις καὶ τέρασι, καὶ ἰαμάτων κρουνούς, καθ' ἑκάστην τοῖς πιστοῖς παρεχόμενον!

Σύνεσιν ἔσχες ἐν ψυχῇ, καὶ ταπείνωσιν καὶ θείαν πραότητα, πίστιν ἀνόθευτον, καὶ σὺν ἐλπίδι ἀγάπην ἔνθεον, ἐν ὁλονύκτοις προσευχαῖς, Θεῷ προσεδρεύουσα, καὶ ταῖς ἐκεῖθεν αὐγαῖς, Ἐλισάβετ λαμπομένη φαιδρότατα.

Θεοτοκίον

Φεῖσαί μου Σῶτερ ὁ τεχθείς, καὶ φυλάξας τὴν τεκοῦσάν σε ἄφθορον, μετὰ τὴν κύησιν, ὅταν καθίσῃς κρῖναι τὰ ἔργα μου, τὰς ἀνομίας παρορῶν, καὶ τὰς ἁμαρτίας μου, ὡς ὑπεράγαθος, ἐλεῆμον ἀγαθὲ καὶ φιλάνθρωπε.

Ὁ Εἱρμὸς

φριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος ἑκών, κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.

 

Τὸ Ἐξαποστειλάριον τῆς Ἑορτῆς. Εἰς τὸν Στίχον Στιχηρὰ τῆς Ἑορτῆς, ἡ Α' Ὥρα καὶ Ἀπόλυσις.