The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ 

 ΟΚΤΩΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 ΤΗ ΚΒ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου καὶ Ἰσαποστόλου Ἀβερκίου, Ἐπισκόπου Ἱεραπόλεως τοῦ θαυματουργοῦ, καὶ τῶν Ἁγίων ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία τοῦ Ἱεράρχου.

Ἦχος β

Ὅτε, ἐκ τοῦ ξύλου σε.

λος, ἀνακείμενος Θεῷ, θείων πληρωτὴς προσταγμάτων, ὤφθης Ἀβέρκιε, χάριν δὲ δεξάμενος, ἐξ ὕψους Ἅγιε, νοσημάτων ἀπήλλαξας, ποικίλων ἀνθρώπους, δαίμονας ἀπήλασας, βωμοὺς κατέρραξας· γνῶσιν ἐνεφύτευσας θείαν, τοῖς τῇ ἀγνωσίᾳ ἀθλίως, πρώην κινδυνεύουσι μακάριε.

Θείων, διδαγμάτων ἀστραπαῖς, ἔλυσας πολύθεον νύκτα, Πάτερ Ἀβέρκιε, ὄρθρος δὲ ἀνέτειλας, υἱοὺς ἡμέρας τελῶν, τοὺς ἐν ζόφῳ ὑπάρχοντας, τὸ πρὶν ἱεράρχα, θαύματα παράδοξα ἐπιδεικνύμενος· ὅθεν τὴν ἁγίαν σου μνήμην, πίστει ἑορτάζομεν πάντες, ἀνυμνολογοῦντές σε θεόπνευστε.

Σκεύει, ἐν ἑνὶ θαυματουργῶν, οἶνόν τε καὶ ἔλαιον Πάτερ, καὶ εἶδος ἕτερον, ἥνωσας τηρούμενα ἐν τῷ προχέεσθαι, ἀμιγῆ θείᾳ χάριτι· θερμῶν δὲ ὑδάτων, χάριν δι' ἐντεύξεως, βλύσαι πεποίηκας, νόσους θεραπεύουσαν πάσας, τῶν προσερχομένων ἐν πίστει, καὶ μακαριζόντων σε Ἀβέρκιε.

Καὶ τρία τῶν Μαρτύρων.

Ἦχος δ

Ὡς γενναῖον ἐν Μάρτυσιν.

Παρανόμου προστάγματος, τῷ Θεῷ πειθαρχήσαντες, Παῖδες οἱ μακάριοι κατεφρόνησαν, καὶ δεσμευθέντες διέλυσαν, τῆς πλάνης τὸν σύνδεσμον, καὶ ἀξίαν κοσμικήν, ἀπωσάμενοι ἔλαβον, τὸ ἀξίωμα, τὸ αὐτοὺς περιδόξους ἐκτελέσαν, καὶ τὴν ἄνω  προξενῆσαν, τῆς βασιλείας ἀπόλαυσιν.

αυτοὺς πρὸς τὰ σκάμματα, τῆς ἀθλήσεως Ἅγιοι, καρτερῶς γυμνάζοντες κατεκρύπτεσθε, ἐν τῷ σπηλαίῳ  δεήσεσιν, ἀπαύστοις τὸν Κύριον, ἱκετεύοντες ἰσχύν, χορηγῆσαι καὶ δύναμιν· οἷς δὲ κρίμασιν, ὁ φιλάνθρωπος οἶδεν ἀφυπνῶσαι, ἐν εἰρήνῃ ὑμᾶς πάντας, θεαρχικῶς ἐγκελεύεται.

Μυστηρίῳ  μυστήριον, τοῖς  Ἁγίοις προστίθεται· ὡς γὰρ τελευτήσαντες, οὐκ ᾐσθάνοντο, οὕτω  καὶ νῦν ἐγειρόμενοι, σαφῶς κατεπλήττοντο· εἰς γὰρ πίστωσιν νεκρῶν, ἀναστάσεως γέγονε, τὸ τελούμενον· ὅπερ γνόντες οἱ ταύτην ἀθετοῦντες, στερεοῦνται ἐν τῇ πίστει, δοξολογοῦντες τοὺς Μάρτυρας.

Δόξα... Ἦχος γ

Ἰωάννου Μοναχοῦ.

ρχιερεῦ Ὅσιε, παμμακάριστε Πάτερ, θαυματουργὲ θεράπον Χριστοῦ Ἀβέρκιε, προφητικῷ ἐκλάμψας βίῳ, καὶ ἀποστολικῶν ἀξιωθεὶς χαρισμάτων, τῷ Σωτῆρι λειτουργῶν, σὺν Ἀγγέλοις ἀπαύστως, πρέσβευε ῥυσθῆναι ἀπὸ πάσης ἀπειλῆς τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Μεγάλη τοῦ Σταυροῦ σου.

γγέλων χαρμονὴ τῶν θείων Κόρη πέφυκας, τῶν Ἀποστόλων δόξα, καὶ Προφητῶν ἐκσφράγισμα, τῶν ἀνθρώπων τε πιστῶν ἡ προστασία, καὶ ὁδηγὸς σωτήριος, διὰ τοῦτό σε προσκυνοῦμεν Παρθένε.

Ἢ Σταυροθεοτοκίον.

ρῶσα τὸν ἐκ σοῦ τεχθέντα Παναμώμητε κρεμάμενον ἐν ξύλῳ, ὠλόλυζες βοῶσα· Ποθεινότατόν μου τέκνον, ποῦ σου ἔδυ τὸ κάλλος τὸ φωσφόρον, τοῦ καλλωπίσαντος, τῶν ἀνθρώπων τὸ γένος;

Εἰς τὸν Στίχον, Στιχηρά τῆς Ὀκτωήχου.

Δόξα... Ἦχος πλ. δ

Δεῦτε πᾶσα κτίσις, ἐν κυμβάλοις ψαλμικοῖς, καὶ ἐν φωναῖς ἀλαλαγμοῦ, αἶνον Θεῷ ἀναπέμψωμεν, τῷ πρὸ τῆς κοινῆς ἀναστάσεως, τὴν ἀνάστασιν ἡμῖν ἐμφανίσαντι, καὶ τοὺς πρὸ τριακοσίων δύο καὶ ἑβδομήκοντα τετελευτηκότας χρόνων Ἁγίους Παῖδας ἑπτά, δι' ἱκεσίας εὐσεβοῦς Βασιλέως ἀναστήσαντι ἐκ χοός, εἰς πτῶσιν ἀπίστων ἐχθρῶν, καὶ αἰσχύνην αἰώνιον, δόξαν δὲ καὶ ἔπαινον τῶν φοβουμένων αὐτόν· οἶδε γὰρ Κύριος, δοξάζειν τοὺς αὐτόν ἀντιδοξάζοντας· θέλημα γὰρ ποιεῖ τῶν φοβουμένων αὐτὸν ἐν ἀληθείᾳ, ὁ μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

Καὶ νῦν... Θεοτοκίον.

Ὢ τοῦ παραδόξου.

Χαῖρε Θεοτόκε Δέσποινα, χαῖρε Θεοῦ καθαρόν, οἰκητήριον ἄχραντε· χαῖρε θεῖον ὄχημα, τοῦ Λόγου θεοχώρητε, τὸ θεότευκτον χαῖρε παλάτιον· θεοπάροχον χαῖρε θησαύρισμα· θάλαμος ἔμψυχος· Θεοῦ θεία τράπεζα, καὶ κιβωτέ, καὶ δοχεῖον ἄμωμον, τοῦ θείου Πνεύματος.

Ἢ Σταυροθεοτοκίον.

τοῦ παραδόξου θαύματος! ὦ μυστηρίου καινοῦ! ὦ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ θεωροῦσά σε, ἐν μέσῳ δύο ληστῶν κρεμάμενον, ὃν ἀνωδίνως φρικτῶς ἐκύησε. Ἔκλαιε κράζουσα· Οἴμοι τέκνον φίλτατον! πῶς σὲ δεινός, δῆμος καὶ ἀχάριστος, Σταυρῷ προσήλωσεν;

Ἀπολυτίκιον τοῦ Ἱεράρχου.

Ἦχος δ'

Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω, τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια Πάτερ Ἀβέρκιε Ὅσιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ τῶν Μαρτύρων.

Ἦχος δ'  Ταχὺ προκατάλαβε.

Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν συνήθη Στιχολογίαν, ἀναγινώσκονται οἱ Κανόνες, εἷς τῆς Ὀκτωήχου, καὶ οἱ δύο παρόντες τῶν Ἁγίων.

Ὁ Κανὼν τοῦ Ἱεράρχου, οὗ ἡ Ἀκροστιχίς.

Ἀβερκίου μέγιστον ἐξᾴδω  κλέος.

Ἰωσήφ.

Ὠδὴ α  Ἦχος β

Δεῦτε λαοὶ.

Αἴγλῃ φαιδρᾷ, τῆς Τρισηλίου Θεότητος, καταυγασθεὶς Ἀβέρκιε, φῶς ἐχρημάτισας, τοὺς ἐν σκότει φωτίζων, καὶ πᾶσαν τῶν δαιμονων, λύων σκοτόμαιναν.

Βίον ἐν γῇ, ἔσχες Παμμάκαρ οὐράνιον, μετὰ σαρκὸς ὡς ἄσαρκος, πολιτευσάμενος, καὶ τὰ πάθη νεκρώσας, καὶ τῆς ἱερωσύνης, χάριν δεξάμενος. 

χων ἐν σοί, Πάτερ τὸν λόγον φθεγγόμενον, τῆς ἀλογίας ἔλυσας, τοὺς ματαιόφρονας, τῶν δαιμόνων τεμένη, καὶ ξόανα τῆς πλάνης, καταστρεψάμενος.

Θεοτοκίον.

ητορικαί, γλῶσσαι σοῦ λέγειν οὐ σθένουσι, τὴν ὑπὲρ λόγον σύλληψιν· Θεὸν γὰρ τέτοκας, ἐν σαρκὶ Παναγία, ἡμῖν ὁμοιωθέντα, δι' ἀγαθότητα.

Κανὼν τῶν Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς.

Τὴν ἑπτάφωτον Μαρτύρων σέβω  χάριν.

Ἰωσήφ.

Ὠδὴ α   Ἦχος δ

Θαλάσσης τὸ ἐρυθραῖον.

Τὴν θείαν, καὶ φωταυγῆ πανήγυριν, ὑμῶν τοὺς σέβοντας, ὡς τῷ μεγάλῳ  Μάρτυρες φωτί, παρεστῶτες δεόμεθα, περιφανῶς πρεσβεύσατε, παθῶν ἀχλύος ἐκλυτρώσασθαι.

νίκα, τὸ δυσσεβὲς καὶ ἄλογον, ἔγνωτε πρόσταγμα, παρακελεῦον θῦσαι βδελυκτοῖς, τοῦ Θεοῦ τοῖς  προστάγμασιν, ὠχυρωμένοι Μάρτυρες, ἀπαρασάλευτοι γεγόνατε.

Νηστείαις, καὶ προσευχαῖς προσείχετε, κατακρυπτόμενοι, καὶ ἑαυτοὺς πρὸς πάλην δυσμενῶν, ἑτοιμάζοντες Ἅγιοι· ὅθεν ὑμᾶς ὁ Κύριος, ἀπαρατρώτους διεφύλαξεν.

Θεοτοκίον.

Εὑρών σε,καθαρωτέραν Πάναγνε, πάσης τῆς κτίσεως, ὁ καθαρὸς ἐνῴκησεν ἐν σοί, ἐξοικίσαι βουλόμενος, τὴν ἐν' Ἀδὰμ οἰκήσασαν, παρανομίαν ὡς φιλάνθρωπος.

Τοῦ Ἱεράρχου.

Ὠδὴ γ

Στερέωσον ἡμᾶς.

Καὶ λόγοις ἱεροῖς καὶ ἐπιδείξεσι, θαυμάτων Ἀβέρκιε παραδόξων, τοὺς τῇ πλάνῃ θαλαττεύοντας, σωτηρίας πρὸς ὅρμον καθωδήγησας.

άσεις ἐνεργῶν, τελῶν ἐξαίσια, δαιμόνων ἀπείργων τὰς φαντασίας, σωτηρίας πᾶσιν αἴτιος, τοῖς  πλουτοῦσι προστάτης σὺ γεγέννησαι.

λόγος ἱερὸς ὁ βίος ἔνθεος, ὁ τρόπος τοῖς  θαύμασι διαλάμπων, ἡ ζωή σου Πάτερ ἔνδοξος, καὶ ὁ θάνατος τίμιος γεγένηται.

Θεοτοκίον.

πάρχων ὁ Θεὸς τὸ πρὶν ἀόρατος, ὡράθη Παρθένε δι' εὐσπλαγχνίαν, ἐκ γαστρός σου σωματούμενος· διὰ τοῦτο σε πίστει μακαρίζομεν.

Τῶν Μαρτύρων.

Εὐφραίνεται ἐπὶ σοὶ.

Προσήχθητε Βασιλεῖ, ὁμολογῆσαι δυσσεβεῖ Μάρτυρες, τὸ τοῦ Θεοῦ ὄνομα, τοῦ ἐν οὐρανοῖς βασιλεύοντος.

Τὴν πίστιν περιφανῶς, ἐνδεδυμένοι ὡς φαιδρὸν θώρακα, τοῖς  τοῦ ἐχθροῦ βέλεσιν, ἄτρωτοι ἐμείνατε Μάρτυρες.

ντέστητε ἀνδρικῶς, τῷ παρανόμῳ  Βασιλεῖ Ἅγιοι, σέβας ὑμῖν ἄλογον, φέρειν τοῖς  εἰδώλοις προστάττοντι.

Θεοτοκίον.

Φορέσας με ἐκ τῶν σῶν, θείων αἱμάτων ὁ Χριστὸς Ἄχραντε, καταστολὴν χάριτος, πάλαι γυμνωθέντα ἐνέδυσεν.

Ὁ Εἱρμὸς

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

Κάθισμα τοῦ Ἱεράρχου.

Ἦχος πλ. δ

Τὴν Σοφίαν καὶ Λόγον.

εράρχης ἐδείχθης χρῖσμα σεπτόν, περικείμενος Πάτερ θεουργικῶς, καὶ πάντας ἐν χάριτι, τελειῶν ἱερώτατε, δωρεαῖς δὲ θείων, θαυμάτων κοσμούμενος, ἐνεργεῖς σημεῖα, καὶ θαύματα ἄπειρα, νόσους θεραπεύων, καὶ τοὺς δαίμονας φλέγων, καὶ πλήθη πλανώμενα, ἐπιστρέφων Ἀβέρκιε· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς  ἑορτάζουσι πόθῳ, τὴν Ἁγίαν μνήμην σου.

Δόξα... τῶν Μαρτύρων.

Ἦχος δ

Ταχὺ προκατάλαβε.

ς στῦλοι ὑπάρχοντες, τῆς Ἐκκλησίας Χριστοῦ, τὰ τείχη ἐρρήξατε, τῆς ἀπιστίας σοφοί, ἑπτάφωτοι Μάρτυρες· ὅθεν πρὸ τοῦ θανάτου, τὴν Ἑλλήνων μανίαν, πάλιν δὲ μετὰ πότμον, τῆς αἱρέσεως ζάλην, ἐλάσαντες πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

καίνισας Ἄχραντε, τῷ θείῳ  τόκῳ  σου, φθαρεῖσαν ἐν πάθεσι, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.

Ἢ Σταυροθεοτοκίον.

Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν Παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου· ὃν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ συγχώρησιν πταισμάτων ἡμῖν δωρήσασθαι.

Τοῦ Ἱεράρχου.

Ὠδὴ δ

Ὑμνῶ σε, ἀκοῇ.

Μεγάλως, σὴν καθέδραν Ὅσιε, κατεκόσμησας Ἱεράρχα· μεγάλοις γὰρ θαύμασι διέπρεψας, καὶ πολιτείᾳ λαμπρᾷ, διὰ τοῦτό σε Ἀβέρκιε, ὁ Θεὸς ἡμῶν μεγάλως ἐδόξασεν.

λέους, θελητὴν τὸν Κύριον, ἐπιστάμενος θεοφόρε, θερμῶς αὐτὸν ᾔτησας, εἰς ἴασιν καὶ σωτηρίαν πολλῶν, τῶν θερμῶν ὑδάτων ἔκβλυσιν, τὴν θαυμαστὴν ποιήσασθαι Ἀβέρκιε.

Γονίμους, τὰς ἀγόνους χάριτι, ἀπετέλεσας διανοίας· ἐνθέμενος ταύταις γάρ, Ἀβέρκιε τοῦ λόγου σπόρον σαφῶς, ὡς καλῶν σπορεὺς ἐθέρισας, στάχυν ἑκατοστεύοντα θεόπνευστε.

Θεοτοκίον.

άσω, συντριβὴν Πανάμωμε, καὶ τὴν πάλαι ταλαιπωρίαν, τῶν γηγενῶν τέξασα, τὸν βαστάσαντα τὰς νόσους ἡμῶν, δι' εὐσπλαγχνίαν ἄφατον Θεόνυμφε.

Τῶν Μαρτύρων.

Δι' ἀγάπησιν Οἰκτίρμον.

ραιώθησαν οἱ Παῖδες ὡραιοτάτως, τῷ τοῦ Παντὸς Δεσπότῃ, οἰκειούμενοι· ὅθεν, πᾶσαν ἀπεκρούσαντο, κακίαν τοῦ ὄφεως.

Τὰς πλουσίας ἐκδεχόμενοι ἀντιδόσεις, πάντα τὸν πλοῦτον πᾶσι, πενομένοις κενοῦσιν, ὄλβον ἀντικτώμενοι, οἱ Ἅγιοι ἄφθαρτον.

Οἱ εὐγένειαν τὴν ἄνω  ἠγαπηκότες, ἐξ εὐγενῶν γονέων, γεννηθέντες οὐδόλως, εἳλοντο δυσγένειαν, κακῶν ἐπισύρεσθαι.

Θεοτοκίον.

Νέον βρέφος ἀπεκύησας τὸν προόντα, γεγηρακότα κόσμον, νεουργοῦντα Παρθένε, θείαις ἐπιγνώσεσι· διὸ σε δοξάζομεν.

Τοῦ Ἱεράρχου.

Ὠδὴ ε

Ὁ φωτισμὸς.

Στήσας τοὺς σούς, ἐπὶ πέτραν καρδίας θεόφρον πόδας, τοὺς ὑποπεσόντας τῇ ἀπωλείᾳ, καὶ σέβας λίθοις ἀπονέμοντας μάκαρ, θείοις λόγοις σέβειν ἐδίδαξας, πέτραν Ἰησοῦν, τὸν Χριστὸν καὶ Θεὸν ἡμῶν.

Τὸν ἰατρόν, τῶν ποικίλως νοσούντων καὶ σωτηρίαν, πάντων πλανωμένων τὴν ὁδηγίαν, τὴν μυροθήκην, τῶν σεπτῶν χαρισμάτων, τὸ δοχεῖον τοῦ θείου Πνεύματος, τόν ἱερομύστην, τιμῶμεν Ἀβέρκιον.

Οἶνος ἑνί, τῇ προστάξει σου σκεύει μετὰ ἐλαίου, ἕτερόν τε εἶδος ἐμβεβλημένα, καιρῷ ἰδίῳ, ἀμιγῆ παραδόξως ἐκκενοῦται τὴν ὑπερβάλλουσαν, χάριν σου δηλοῦντα θεόφρον Ἀβέρκιε.

Θεοτοκίον.

Νόμοι ἐν σοί, παραδόξως Παρθένε καινοτομοῦνται· τίκτεις γὰρ ἀσπόρως Θεὸν Σωτῆρα, καὶ διαμένεις παρθενεύουσα πάλιν, ξένον θαῦμα! ὅθεν Μητέρα σε, τοῦ Ἐμμανουήλ εὐσεβῶς καταγγέλλομεν.

Τῶν Μαρτύρων.

Σὺ Κύριέ μου φῶς.

Μαξιμιλιανόν, Ἰωάννην, Ἰάμβλιχον, Μαρτῖνόν τε τοὺς φωστῆρας, τοὺς τὰ πέρατα πάντα, φωτίζοντας τιμήσωμεν.

Αἰνέσωμεν πιστοί, Ἀντωνῖνον τὸν Ἔνδοξον, Ἐξακουστωδιανόν τε, Διονύσιον πόθῳ, τὸν πάνσοφον δοξάζοντες.

εόντων καὶ φθαρτῶν, ἀντηλλάξασθε Ἅγιοι, τὰ ἄφθαρτα καὶ μηδόλως παλαιούμεθα· ὅθεν ἀξίως μακαρίζεσθε.

Θεοτοκίον.

Τὴν πώρωσιν Ἁγνή, τῆς ψυχῆς μου διάλυσον, καὶ δίδου μοι εὐαισθήτως, τοῦ Υἱοῦ σου προσέχειν, τοῖς  θείοις ἐπιτάγμασιν.

Τοῦ Ἱεράρχου.

Ὠδὴ ς

Ἐν ἀβύσσῳ πταισμάτων.

ξ Ἑῴας εἰς Δύσιν ἐπέδραμες, τῆς δαιμονικῆς καὶ δεινῆς ἐνοχλήσεως, τὴν Βασιλίδα Ὅσιε, ἀπολύων δυνάμει τοῦ Πνευματος.

Ξένος κόσμου ὀφθεὶς ἱερώτατε, ξένα καὶ φρικτὰ ἐπετέλεσας θαύματα, καὶ περιὼν ἐν σώματι, καὶ τῶν τῇ δὲ ἀπάρας Ἀβέρκιε.

στραπόμορφος Πάτερ ὁρώμενος, τὰς δαιμονικὰς καθυπέταξας φάλαγγας, στέγειν τὴν σὴν Ἀβέρκιε, ἀπειλὴν μὴ σθενούσας θεόπνευστε.

Θεοτοκίον.

Διὰ σοῦ Παναγία Θεόνυμφε, οἱ νενεκρωμένοι ζωῆς ἠξιώθημεν· καὶ τῇ φθορᾷ δουλεύοντες, ἀφθαρσίαν σαφῶς ἐπλουτήσαμεν.

Τῶν Μαρτύρων.

Θύσω  σοι, μετὰ φωνῆς.

περθεν, εἰδωλικοῦ πελάγους ἐκπλέοντες, οἰακιζόμενοι ὅπλῳ, τοῦ Σταυροῦ λιμένας τοὺς αἰωνίους, Ἀθλοφόροι, νῦν ἐφθάσατε θέσει θεούμενοι.

αίνοντες, σταλαγμοῖς τῶν δακρύων τὸ ἔδαφος, τῇ πρὸς Θεὸν ἱκεσίᾳ, ἐκοιμήθητε χρόνοις πλείοσι· καὶ τὴν πάντων, ἀναστάντες δηλοῦτε ἀνάστασιν.

θαῦμα! πῶς οἱ πλείοσι χρόνοις ὑπνώσαντες, τὴν ἐσομένην τῶν πάντων, ἀβεβαίαν πλείστοις ἀνάστασιν, βεβαιοῦνται, αἱρετικῶν ἐμφράττοντες στόματα.

Θεοτοκίον.

Νέκρωσον, τῆς σαρκός μου Παρθένε τὸ φρόνημα, ἡ τὴν Ζωὴν τετοκυῖα, τὴν θανάτῳ  θάνατον καθελοῦσαν, καὶ τοὺς Παῖδας παραδόξῳ  ἐγέρσει δοξάσασαν.

Ὁ Εἱρμὸς.

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ Δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἰκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

Κοντάκιον τοῦ Ἱεράρχου.

Ἦχος πλ. δ

Ὡς ἀπαρχὰς.

ς Ἱερέα μεγιστον, καὶ Ἀποστόλων σύσκηνον, ἡ Ἐκκλησία γεραίρει σε ἅπασα, ἡ τῶν πιστῶν Ἀβέρκιε, ἣν ταῖς  σαῖς ἱκεσίαις περιφύλαττε μάκαρ, ἀκαταγώνιστον, ἐξ αἱρέσεως πάσης, καὶ ἄσειστον πολυθαύμαστε.

Ὁ Οἶκος.

ς πολύς σου ὁ πλοῦτος τῆς χάριτος! ἀριθμὸς δὲ οὐκ ἔστι τῆς δόξης σου· ἐκ μὴ ὄντων γὰρ πάντα παρήγαγες,ὁρατὰ καὶ ἀόρατα Κύριε. Αὐτὸς οὖν φιλάνθρωπε, δώρησαι τῇ βεβήλῳ  καρδίᾳ μου αἴνεσιν θείαν, ὁ ὑπ' Ἀγγέλων ἀπαύστως ὑμνούμενος, ἵνα τὸν Ἱεράρχην τιμήσω, τὸν ὡς ἀληθῶς πολυθαύμαστον.

Συναξάριον.

Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν καὶ Ἰσαποστόλου Ἀβερκίου, Ἐπισκόπου, Ἱεραπόλεως, τοῦ Θαυματουργοῦ.

Στίχοι

Δοὺς Ἀβέρκιος χοῦν χοῒ θνητῶν νόμῳ,

Θεὸς Θεῷ πρόσεισι, τῷ φύσει,θέσει.

Εἰκάδι δευτερίῃ Ἀβέρκιος ᾤχετο γαίης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ Μαξιμιλιανοῦ, Ἰαμβλίχου, Μαρτινιανοῦ, Διονυσίου, Ἀντωνίου, Ἐξακουστωδιανοῦ, καὶ Ἰωάννου.

Στίχοι

Παῖδες λιπόντες πρὸς μικρὸν μακροὺς ὕπνους,

πνωσαν αὖθις τὸν μετ' εἰρήνης ὕπνον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου, Ἐπισκόπου, καὶ Ἡρακλείου, Θεοδότης καὶ Γλυκερίας, Ἄννης καὶ Ἐλισάβετ.

Στίχοι

Τμηθεὶς ὁ σεπτός, Ἀλέξανδρος αὐχένα,

Καὶ Μάρτυς ἐστίν, οὐ θύτης Χριστοῦ μόνον.

Θεοδότην ἄγχουσι καὶ Γλυκερίαν,

Θεοῦ γλυκείας ἠγαπηκυίας δόσεις.

 Στῶμεν καλῶς, καὶ θῶμεν αὐχένας ξίφει,

θληφόροι λέγουσιν ἀλλήλαις δύο.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τοῦ Ἱεράρχου.

Ὠδὴ ζ

Εἰκόνος χρυσῆς.

ς θεῖος ποιμήν, ὡς θαυμάτων αὐτουργὸς τυφλοῖς τὸ βλέπειν, ἐντεύξει Πάτερ ἐχορήγησας, τὴν ἀκοὴν τοῖς  κωφεύουσι, κάθαρσιν λεπροῖς, εὐδρομίαν τοῖς  χωλοῖς ἀναμέλπουσιν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κηρύττει τὸ σόν, τερατούργημα Σοφὲ εἰς τὸν αἰῶνα, θερμῶν ὑδάτων ἡ ἀνάβλυσις, βωμὸς τῷ τάφῳ  σου κείμενος, ὃν ἐκ τῆς Ῥωμαίων μεγίστης, μετηνέγκατο πόλεως, τὸ πονηρὸν ἐξελαθέν, πνεῦμα Ἀβέρκιε.

Λαοῦ ταπεινοῦ, προηγήσω  ὑψηλὸς ἐν θεωρίαις, καὶ ἐνεργείαις καὶ δυνάμεσιν, ἀποδειχθεὶς Ἱερώτατε, καὶ τοῦ ὑψηλοῦ Βασιλέως, θεραπευτής, ᾧ κραυγάζομεν· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

τέχθη ἐκ σοῦ, ὃν ἐγέννησε Πατὴρ πρὸ τῶν αἰώνων, διτταῖς οὐσίαις καὶ θελήσεσιν, οἷα Θεός τε καὶ ἄνθρωπος, Κόρη γνωριζόμενος πᾶσι, τοῖς  ἐν πίστει κραυγάζουσιν· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τῶν Μαρτύρων.

Ἐν τῇ καμίνῳ.

Σὺν Ἰαμβλίχῳ, Ἐξακουστωδιανόν, Μαρτινιανόν, ἅμα Ἀντωνίνῳ  καὶ τὸν εὐκλεῆ, Ἰωάννην, Διονύσιον Μαξιμιλιανόν, τοὺς τοῦ Χριστοῦ τιμήσωμεν Μάρτυρας.

γκεκρυμμένοι, τῷ τὰ κρυπτὰ εἰδότι ηὔχεσθε, παῦσαι φανερὸν τὸν φθόνον τοῦ δυσσεβοῦς, κεκρυμμένως· καὶ θανόντες δέ, τὴν φοβερὰν τυποῦτε ἀνάστασιν.

Βίαις οὐδόλως, παρανομούντων κατεκάμφθητε, σέβας τοῖς  εἰδώλοις νεῖμαι θεοστυγές· διὰ τοῦτο πίστει σέβομεν, ὑμῶν τὰ λείψανα, ἁγιασμὸν λαμβάνοντες Ἅγιοι.

Θεοτοκίον.

φθης Ἀγγέλων, θεοκυῆτορ ὑπερέχουσα· ὤφθης, Ἀθλητῶν κραταίωμα ἀληθῶς· ὤφθης πάναγνε διάσωσμα, τῶν γινωσκόντων σε, παναληθῆ τοῦ Λόγου λοχεύτριαν.

Τοῦ Ἱεράρχου.

Ὠδὴ η

Τὸν ἐν καμίνῳ.

περιδέξιος Ποιμήν, ἡ ἀκένωτος πηγὴ τῶν ἰαμάτων, Ἐκκλησίας ὁ στῦλος, ὁ τῶν Πιστῶν στηριγμός, ὁ μέγας ἀστὴρ ὁ πολύφωτος, ὁ ἱερομύστης, Ἀβέρκιος τιμάσθω.

Σὺ ὥσπερ φοίνιξ ψαλμικῶς, ἐξανθήσας ἐν αὐλαῖς Θεοῦ τοῦ ζῶντος, ἐπληθύνθης ὡς κέδρος, καὶ ὡς ἐλαία Σοφέ, ἐφάνης ἐλαίῳ  τῶν ἔργων σου, πάντων ἱλαρύνων, τὰ πρόσωπα ἐν πίστει. 

ρους ἐπάνω  πρακτικῆς, πολιτείας ἐμφανῶς καθάπερ πόλις, ἐγνωρίσθης κειμένη, καὶ βυθισθεῖσαν τὸ πρίν, τῇ πλάνῃ Ὅσιε τὴν πόλιν σου, πόλεως τῆς ἄνω, δεικνύεις κληρονόμον.

Θεοτοκίον.

δοὺ ἡ κλίνη Σολομών, ἣν κυκλοῦσι δυνατοί, ὡς αἱ προρρήσεις, νῦν Γραφῆς τῆς ἁγίας, ἐν ᾗ Χριστὸς ὁ Θεός, σαρκώσει θείᾳ ἀνεπαύσατο, ἡ εὐλογημένη καὶ κεχαριτωμένη.

Τῶν Μαρτύρων.

Χεῖρας ἐκπετάσας Δανιὴλ.

Χαίρει Ἐφεσίων ἡ λαμπρά, σαφῶς Μητρόπολις, ὑμᾶς πλουτήσασα, πρὸς τὸν Πανάγαθον Ἅγιοι, πρεσβευτὰς καὶ ἀντιλήπτορας, ξένον ὀφθέντας ἐπὶ γῆς, τοῖς  πᾶσι θέαμα, τῇ ἐγέρσει τῇ παραδόξω, δι' ἧς ἐδοξάσθητε.

γρυπνοι ὠράθητε ἡμῶν, μετὰ τὴν κοίμησιν, Πάνσοφοι φύλακες, κατακοιμήσαντες κύματα, ἀπιστίας καὶ ἐμφράττοντες, αἱρετιζόντων ἐμφανῶς, ἄθεα στόματα, παραδόξως νεύσει Θεοῦ, ἐκτελοῦντες θαυμάσια.

ήγνυται ὑμῶν πρὸ τῶν ποδῶν, ὁ πλάνος κείμενος, νεκρὸς ἀναίσθητος, ὁ πρὶν καυχώμενος ἄμετρα, καὶ οἰήσει σκοτιζόμενος, καὶ μεγαλύνεται Χριστός, ὁ μεγαλύνας ὑμᾶς, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ερολογίαις ἱεραῖς, ὑμνολογήσωμεν τοὺς Παῖδας σήμερον, οὓς περ κατέστεψε Κύριος, ἀμαράντοις διαδήμασι, καὶ ἐμεγάλυνε, πολλῶν θαυμάτων λάμψεσι, μελῳδοῦντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον.

Νοσοῦσαν Παρθένε τὴν ἐμήν, ψυχὴν θεράπευσον, καὶ τὸν ἐνόντα μοι, παθῶν ἀπόπλυνον βόρβορον, καὶ τῷ βήματι παράστησον, τοῦ Παντοκράτορος Θεοῦ, ὅλον σῳζόμενον, ἵνα μέλπω· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ὁ Εἱρμὸς.

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Του Ἱεράρχου.

Ὠδὴ θ

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.

ς φωταυγής σου ὁ βίος, ὡς ὡραῖοι οἱ πόδες, ὡς λίαν θαυμαστὴ ἡ πρὸς Θεόν, νεῦσις ὁμοῦ καὶ οἰκείωσις, ὡς μεγίστη ἡ χάρις, ἡ ἄνωθεν δοθεῖσά σοι Σοφέ· διὰ τοῦτο ἐν πίστει, τιμῶμέν σε Ἀβέρκιε. 

Σὲ τὸν ὁμόσκηνον πάντων, τῶν Ἁγίων Μαρτύρων, τὸν σύνθρονον τῶν θείων Μαθητῶν, Πατριαρχῶν τὸν ὁμότιμον, Προφητῶν καὶ Ὁσίων, καὶ τῶν ἐπουρανίων Λειτουργῶν, τὸν συνόμιλον πίστει, γεραίρομεν Ἀβέρκιον.

παναγία σου μνήμη, ἁπλουμένη ἐν κόσμῳ, φωτίζει τῶν ἀνθρώπων τὰς ψυχάς, φέγγει πλουσίῳ  ἐν χάριτι, ἣν τελοῦντες ἐκ πόθου, παθῶν ἡμᾶς καὶ σκότους πειρασμῶν, ταῖς  πρεσβείαις σου ῥῦσαι, δεόμεθα Ἀβέρκιε.

Θεοτοκίον.

Φωτιστικὴν σε λυχνίαν, ὁ Προφήτης προβλέπει, λαμπάδιον τὸ θεῖον ἀληθῶς,ἐν ἑαυτῇ ἐπιφέρουσαν, Παναγία Παρθένε, τὸν μόνον ὑπερούσιον Θεόν, διὰ σπλάγχνα ἐλέους, ἐκ σοῦ ἐνανθρωπήσαντα.

Τῶν Μαρτύρων.

Λίθος ἀχειρότμητος ὄρους.

δοὺ δὴ τὶ καλόν, ἢ τὶ τερπνόν, Δαυῒδ ὁ θεῖος ἀνεβόα, ἀλλ' ἢ οἰκεῖν ἐν ὁμονοίᾳ, Ἁγίους Παῖδας σεπτὰ σκηνώματα, τὴν πρὸς τὸν Κτίστην ἕνωσιν, τετηρηκότας ἀδιάσπαστον.

φθητε ἑπτώροφος οἶκος, Μάρτυρες θεῖοι τῆς Τριάδος, ἔνδον ἐν σπηλαίῳ θανόντες, καὶ τῶν εἰδώλων οἴκους συντρίψαντες, καὶ πρὸς ναὸν οὐράνιον, εὐσεβοφρόνως μετοικήσαντες.

Σκίρτησον Χριστοῦ Ἐκκλησία, στύλους ἑπτὰ βαστάζοντάς σε, ἔχουσα Κυρίου τοὺς Παῖδας, δι' ὧν πεπτώκει τείχη ἀνίδρυτα, κακοπιστίας χάριτι, τοῦ τὴν ζωὴν νεκροῖς ἐμπνέοντος.

μεροφαεῖς ὡς ἀστέρες, πᾶσαν τὴν γῆν φωταγωγεῖτε, θείων ἀρετῶν καὶ θαυμάτων, φαιδραῖς ἀκτῖσι Παῖδες μακάριοι· διὸ ἡμῶν φωτίσατε, τὰ τῆς καρδίας αἰσθητήρια.

Θεοτοκίον.

Φέρεις ἐν ἀγκάλαις τὸν πάντα, θεία κατέχοντα παλάμῃ· ὃν περ ἐκδυσώπει Παρθένε, ἐμὲ τὸν μόνον ὄντα κατάκριτον, δι' εὐσπλαγχνίαν ἄφατον, ἐναγκαλίσασθαι καὶ σῶσαί με.

Ὁ Εἱρμὸς.

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.

Ἐξαποστειλάριον τοῦ Ἱεράρχου.

Τοῖς Μαθηταῖς συνέλθωμεν.

πιτελῶν Ἀβέρκιε, τέρατα καὶ σημεῖα, θερμῶν ὑδάτων ἔκβλυσιν, σαῖς εὐχαῖς ἀπειργάσω· καὶ τῇ προστάξει σου Πάτερ, ἐν ἑνὶ σκεύει οἶνος, μετὰ ἐλαίου εἶδός τε, ἕτερον βεβλημένα, θείᾳ ῥοπῇ, ἀμιγῆ προήρχοντο παραδόξως, καιρῷ ἰδίῳ  ἕκαστον, εἰς Χριστοῦ δόξαν θείαν.

Ἕτερον τῶν Μαρτύρων καὶ

Θεοτοκίον   ὁμοῦ.

Σὺν Ἰαμβλίχῳ  μέλψωμεν, Ἰωάννην, Μαρτῖνον, καὶ Ἀντωνῖνον ᾄσμασι, Μαξιμιλιανόν τε, καὶ Διονύσιον ἅμα, τῷ κλεινῷ Ἐξακούστῳ, φαιδρῶς πανηγυρίζοντες, τὴν λαμπράν αὐτῶν μνήμην, ὅπως εὐχαῖς, τούτων καὶ πρεσβείαις τῆς Θεοτόκου, πταισμάτων λύσιν εὕρωμεν, πρὸς Χριστοῦ τοῦ Σωτῆρος.

Εἰς τοὺς Αἴνους, ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἱεράρχου τρία, δευτεροῦντες τὸ πρῶτον.

Ἦχος πλ. δ

Κύριε, εἰ καὶ κριτηρίῳ.

χρισε, σὲ Ἀρχιερέα ἡ χάρις, τοῦ Παρακλήτου, Ἀβέρκιε, πλάνης καθαιροῦντα τεμένη, καὶ ἀνιστῶντα τῇ χάριτι, ναοὺς Θεοῦ ἱερούς, εἰς δόξαν τε καὶ αἴνεσιν,τοῦ τεχθέντος ἐκ Παρθένου, καὶ τὰ πάντα ἁγιάσαντος.

Θαύμασι, Πάτερ ἐβεβαίωσας πάντας, λόγους τοῦ θείου κηρύγματος, καὶ τοὺς πλανωμένους ἀνθρώπους, πρὸς θείαν γνῶσιν ἐπέστρεψας, φωταγωγὸς ἀπλανής, Ἀβέρκιε δεικνύμενος, καὶ δαιμόνων καθαιρέτης· διὰ τοῦτο εὐφημοῦμέν σε.

Μέγιστος, πᾶσιν ὥσπερ ἥλιος Πάτερ, τῇ οἰκουμένῃ ἀνέτειλας, λάμψεσι πανσόφων σου λόγων, καὶ ἰαμάτων λαμπρότησι, φωταγωγῶν τοὺς πιστούς, καὶ σκότος παθῶν πάντοτε, ἐκδιώκων συνεργείᾳ, τοῦ Ἁγίου μάκαρ Πνεύματος.

Δόξα... Ἦχος γ

ρχιερεῦ Ὅσιε, παμμακάριστε Πάτερ, θαυματουργὲ θεράπον Χριστοῦ Ἀβέρκιε, προφητικῷ ἐκλάμψας βίῳ, καὶ ἀποστολικῶν ἀξιωθεὶς χαρισμάτων, τῷ Σωτῆρι λειτουργῶν, σὺν Ἀγγέλοις ἀπαύστως, πρέσβευε ῥυσθῆναι ἀπὸ πάσης ἀπειλῆς τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Μεγάλη τοῦ Σταυροῦ σου.

γγέλων χαρμονὴ τῶν θείων Κόρη πέφυκας, τῶν Ἀποστόλων δόξα, καὶ Προφητῶν ἐκσφράγισμα, τῶν ἀνθρώπων τε πιστῶν ἡ προστασία, καὶ ὁδηγὸς σωτήριος· διὰ τοῦτό σε προσκυνοῦμεν Παρθένε.

Ἢ Σταυροθεοτοκίον.

ρῶσα τὸν ἐκ σοῦ τεχθέντα Παναμώμητε, κρεμάμενον ἐν ξύλῳ, ὠλόλυζες βοῶσα· Ποθεινότατόν μου Τέκνον, ποῦ σου ἔδυ τὸ κάλλος τὸ φωσφόρον, τοῦ καλλωπίσαντος τῶν ἀνθρώπων τὸ γένος;

Καὶ ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, καὶ Ἀπόλυσις.