The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΜΑΪΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΒ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλίσκου.  

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ Ἁγίου γ'.

Στιχηρὰ τοῦ Ἁγίου

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσιν

Βασιλείαν ἀσάλευτον, βασιλεύσας ἀπείληφας, Βασιλίσκε ἔνδοξε, καὶ παρίστασαι, τῷ βασιλεῖ τῶν δυνάμεων, σὺν πάσαις γηθόμενος, τῶν Ἀγγέλων στρατιαῖς, ἀναμέλπεις τε πάντοτε, τὸ ἀέναον, καὶ μακάριον ᾆσμα, φρυκτωρίαις, κατὰ μέθεξιν ταῖς θείαις, περιφανῶς αὐγαζόμενος.

Τοὺς σοὺς πόδας ὑπέδησαν, ταῖς κρηπῖσιν ἡλώσαντες, ἐν τῷ σὲ πορεύεσθαι τρίβους χαίροντα, τοῦ μαρτυρίου Ἀοίδιμε, μεθ' ὧν κατεπάτησας, κεφαλὴν τοῦ δυσμενοῦς, καὶ τελείως συνέτριψας, καὶ ἐβάδισας, εὐσταλῶς τὴν οὐράνιον πορείαν, τῷ Δεσπότῃ νικηφόρος, ἐμφανιζόμενος ἔνδοξε.

Προσευχῇ σου ἐβλάστησε, ξύλον ἄνικμον πρότερον, καὶ πηγὴν ἀνέβλυζε ζῶντος ὕδατος, τῇ δὲ ῥοῇ σου τοῦ αἵματος, ἡ γῆ καθηγίασται, ὁ ἀὴρ δὲ τῆς ψυχῆς, τῇ ἀνόδῳ πανόλβιε· ὅθεν πίστει σου, τὴν ἁγίαν τιμῶμεν Βασιλίσκε, καὶ πανέορτον ἡμέραν, ἐν ᾗ νομίμως ἠρίστευσας.

Δόξα... Καὶ νν... Τῆς Ἑορτῆς

Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων

Δόξα... Καὶ νν... Θεοτοκον

Ἦχος δ' Ὡς γενναῖον ἐν Μάρτυσιν

ς πρεσβείαν ἀκοίμητον, καὶ παράκλησιν ἔμμονον, κεκτημένη πάναγνε πρὸς τὸν Κύριον, τοὺς πειρασμοὺς κατακοίμισον, τὰ κύματα πράϋνον, τῆς ἀθλίας μου ψυχῆς, καὶ ἐν θλίψει ὑπάρχουσαν τὴν καρδίαν μου, παρακάλεσον Κόρη, δυσωπῶ σε, καὶ χαρίτωσον τὸν νοῦν μου, ὅπως ἀξίως δοξάζω σε.

Ἢ Σταυροθεοτοκίον

Τὸν ἀμνὸν καὶ ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ Ἀμνὰς ἡ τέξασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο, Υἱὲ ποθεινότατε, ταῦτά σοι ὁ ἀπειθής, δῆμος ἀνταποδίδωσιν, ὁ θαυμάτων σου, ἀπολαύσας μεγίστων, ἀλλὰ δόξα, τῇ ἀρρήτῳ σου καὶ θείᾳ, συγκαταβάσει φιλάνθρωπε.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς. Ἀπολυτίκιον τῆς Ἑορτῆς.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ὁ Κανὼν τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου.

Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.

Τὸν παμμέγιστον Βασιλίσκον αἰνέσω.

Ποίημα Ἰωσήφ.

δὴ α' Ἦχος πλ. δ'

Ἆσμα ἀναπέμψωμεν

Ταύτην τὴν φαιδράν σου ἑορτήν, τοὺς εὐσεβῶς γεραίροντας, Μάρτυς πολύαθλε, τὸν Βασιλέα Χριστόν, ἱκέτευε σῴζεσθαι, καὶ τῆς ἐπουρανίου, βασιλείας μετόχους γενέσθαι.

λος τῇ ἀγάπῃ τοῦ Χριστοῦ, ἀνακραθεὶς πανόλβιε, σαρκὸς ἠλόγησας, ὡς φθείρεσθαι μελλούσης, καὶ ἤνεγκας βάσανα, γνὼμῃ ἀνδρειοτάτῃ, στηλιτεύσας εἰδώλων τήν πλάνην.

Νύκτα ἀγνωσίας φωτισμῷ, τοῦ παναγίου Πνεύματος, καταλαμπόμενος, παρῆλθες Βασιλίσκε, καὶ ἄθλων λαμπρότησιν, ἥλιος καθωράθης, πᾶσαν κτίσιν φαιδρῶς καταυγάζων.

Θεοτοκίον

Πόκον προεώρα Γεδεών, τὴν ἄχραντον γαστέρα σου, δρόσον τὴν οὐράνιον, Παρθένε δεξαμένην, θαλάσσας ξηραίνουσαν, Κόρη, τῆς ἀθεΐας, καὶ τακείσας ἀρδεύουσαν φρένας.

δὴ γ'

Σὺ εἶ τὸ στερέωμα

Αἵμασιν ἀθλήσεως, εἰδωλικὴν πυρὰν ἔσβεσας, καὶ τῆς τρυφῆς, Μάρτυς τῷ χειμάρρῳ, ἐντρυφᾷς ἀγαλλόμενος.

Μάρτυρα Τριάδος σε, ἡ ἐκλεκτὴ δυὰς ἔνδοξε, τῶν Ἀθλητῶν, ἀπολειπομένη, πρὸς Χριστὸν ἀπεδήμησεν.

Μένεις τῶν συνάθλων σου, ἀπολειφθείς, Χριστὸν Κύριον, ὁμολογῶν πάντων Βασιλέα, Βασιλίσκε πολύαθλε.

Θεοτοκίον

Εὕροιμὶ σε Πάναγνε, χειραγωγοῦσάν με πάντοτε, πρὸς ἀρετάς, καὶ πρὸς μετανοίας, τὰς ὁδοὺς ἐμβιβάζουσαν.

Ὁ Εἱρμὸς

Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τό, φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

Κάθισμα Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ

Τῷ μόνῳ βασιλεῖ, νῦν παρίστασαι χαίρων, διάδημα φαιδρόν, καὶ στολὴν ἐξ οἰκείων, βαφεῖσαν αἱμάτων σου, ἱερῶς περικείμενος, καὶ θεούμενος, καθαρωτάτῃ μεθέξει· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, τελοῦντες ὑμνοῦμέν σε.

Δόξα... Καὶ νν... Τῆς Ἑορτῆς

Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων

Δόξα... Καὶ νν... Θεοτοκον

Ἦχος α' Τὸν τάφον σου Σωτὴρ

Προστάτιν πρὸς Θεόν, κεκτημένοι σε πάντες, προστρέχομεν σεμνή, τῷ ἁγίῳ ναῷ σου, αἰτούμενοι βοήθειαν, παρὰ σοῦ Ἀειπάρθενε, ῥῦσαι οὖν ἡμᾶς, τῆς τῶν δαιμόνων κακίας, καὶ ἐξάρπασον, ἐκ καταδίκης φρικώδους, τοὺς σὲ μακαρίζοντας.

Ἢ Σταυροθεοτοκίον

θαύματος καινοῦ! ὢ φρικτοῦ μυστηρίου! ἐβόα ἡ ἀμνὰς καὶ πανάμωμος Κόρη, ἐν ξύλῳ ὡς ἑώρακεν, ἁπλωθέντα τὸν Κύριον, ὁ τὰ σύμπαντα, ἐν τῇ δρακὶ περιφέρων, πῶς κατάκριτος, ὑπὸ κριτῶν παρανόμων, Σταυρῷ κατακρίνεται;

δὴ δ'

Εἰσακήκοα Κύριε

Γηπονήσας τὴν ἄρουραν, Μάρτυς τῆς ψυχῆς σου ἑκατοστεύοντα, στάχυν ἤνεγκας ἀθλήσεως, ἀποθήκαις θείαις συντηρούμενον.

ερᾶς ἐπακήκοας, ἄνωθεν παμμάκαρ φωνῆς καλούσης σε, καὶ τὸ πέρας τῆς ἀθλήσεως, βεβαιούσης Μάρτυς παναοίδιμε.

Σταθερὰν ἐνδεικνύμενος, ἔνδοξε τὴν ἔνστασιν ἐκαρτέρησας, ταῖς ἁλύσεσι δεσμούμενος, καὶ τῆς πλάνης λύων πάντα σύνδεσμον.

Τὸν Σατὰν ἀπηγχόνισας, θείαις ἀθληφόρε νευραῖς τῶν λόγων σου· νίκης ὅθεν κεκαλλώπισαι, Βασιλίσκε μάρτυς διαδήμασι.

Θεοτοκίον

Πατρὶ ὁμοούσιος, ὤφθη κατὰ πάντα ἀνθρώποις ὅμοιος, σαρκωθεὶς καθὼς ηὐδόκησεν, ἐκ τῶν σῶν αἱμάτων Παναμώμητε.

δὴ ε'

Ὀρθρίζοντες βοῶμέν σοι

Νομίμως ἐναθλῆσαι ἑλόμενος, ἀνομοῦντας, δυνάμει τοῦ Πνεύματος, Μάρτυς θεόφρον κατῄσχυνας.

Βαδίζων θαρσαλέως τὴν τρίβον, τοῦ μαρτυρίου, τὰ κέντρα συνέτριψας, τοῦ πολεμήτορος Ἔνδοξε.

Αἱ βάσεις σου τοῖς ἥλοις θεόφρον, ἐμπεπαρμέναι, ἐχθροῦ πολυμήχανον, κάραν τελείως συνέθλασαν.

Θεοτοκίον

Σαρκὸς ἐν ὁμοιώματι τέτοκας, Θεοτόκε, τὸν ἀκατανόητον, καὶ ἀπερίληπτον Κύριον.

δὴ ς'

Τὴν δέησιν ἐκχεῶ

κρίῳ τὸν ὑψωθέντα κηρύττων, ἐν ξηρῷ δεσμῆσαι ξύλῳ καὶ τοῦτο, σῶν προσευχῶν, ἑπομβρίαις δεικνύεις, χλωρὸν καὶ φύλλοις παντοίοις κατάκομον, εἰς στήριγμα τῶν εὐσεβῶν, Βασιλίσκε καὶ κλέος τῶν πόνων σου.

Λυθέντα σε σαρκικῆς προσπαθείας, οἱ παράνομοι ἀδίκως δεσμοῦσι, καὶ σιδηροῖς, περονίζουσιν ἥλοις, καὶ μακροτάταις ὁδοῖς συνελαύνουσι, τῷ αἵματι πᾶσαν τήν γῆν, ἁγιάζοντα Μάρτυς πολύαθλε.

στάμενος καὶ δεσμούμενος χεῖρας, ἀνεπτέρωσας καρδίας τὸ ὄμμα, πρὸς τὸν Θεόν, καὶ πηγὴν ἀναβλύσαι, ὕδατος ζῶντος αὐτὸν ἐδυσώπησας, εἰς μνήμην σου πανευκλεῆ, καὶ ψυχῶν θεραπείαν Μακάριε.

Θεοτοκίον

Συντρίμματα τῆς ἀθλίας ψυχῆς μου, καὶ τὰ χρόνια ἰάτρευσον πάθη, τὸν ἰατρόν, τῶν ψυχῶν καὶ σωμάτων, ἀνερμηνεύτως Παρθένε κυήσασα, καὶ σῶσόν με τὸν ἐπὶ σοί, τὰς ἐλπίδας Πανάμωμε θέμενον.

Ὁ Εἱρμὸς

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.

Κοντάκιον τῆς Ἑορτῆς

Συναξάριον

Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλίσκου.

Στίχοι

Βασιλίσκος ἐκτομῇ δοὺς τὴν κάραν,

Πατεῖ νοητοῦ βασιλίσκου τὴν κάραν.

Εἰκάδι δευτερίῃ Βασιλίσκος φάσγανον ἔτλη.

Ἅγιος Μάρτυς Μάρκελλος, μόλυβδον κοχλάζοντα ποτισθείς, τελειοῦται.

Ἅγιος μάρτυς Κόδρος ὑπὸ ἵππων συρόμενος τελειοῦται.

Ἅγιος Ἰωάννης ὁ Βλαδίμηρος, ὁ βασιλεὺς καὶ θαυματουργός, ξίφει τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ ζ'

Παῖδες Ἑβραίων

Κόσμος Μαρτύρων ἀνεδείχθης, ὑπερκόσμια σκηνώματα Τρισμάκαρ, κατοικῶν καὶ ἡμῖν, τοῖς πόθῳ σε τιμῶσι, τὸ κοσμικὸν κλυδώνιον, κατευνάζων σαῖς πρεσβείαις.

Οἶκος Τριάδος ἀνεδείχθης, τὰ ἰνδάλματα βωμούς τε τῶν εἰδώλων, καταράσσων σοφέ, καὶ ψάλλων τῷ Δεσπότῃ· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Νέμει σοι γέρα ὁ Δεσπότης, ἐναθλήσαντι στερρῶς καὶ καθελόντι, μηχανὰς τοῦ ἐχθροῦ, καὶ μέλποντι συντόνως· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας,

λλο στερέωμα ἐδείχθης, ὥσπερ ἥλιον τοὺς ἄθλους κεκτημένον, καὶ ὡς ἄστρα τῶν σῶν θαυμάτων Βασιλίσκε, τὴν ἱερὰν λαμπρότητα, καὶ πληθὺν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

δε ἣν ἔφησε Παρθένον, ἐν τῷ Πνεύματι ὁ μέγας Ἡσαΐας, ἐν γαστρὶ τὸν Θεόν, συνέλαβε καὶ τίκτει, ᾧ μελῳδοῦμεν, Κύριε, ὁ Θεος εὐλογητος εἶ.

δὴ η'

Νικηταὶ τυράννου

Νικητὴς τυράννων, καὶ πνευμάτων Ἔνδοξε τῆς πονηρίας, ἀνεδείχθης μέλπων, τῷ σὲ δυναμώσαντι ἀκαταπαύστως· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

νεκρώθης κόσμῳ, τῷ νεκροῖς διδόντι δὲ ζωὴν Δεσπότῃ, Βασιλίσκε Μάρτυς, ἀκλινῶς ἑπόμενος ἔψαλλες χαίρων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Σώματος βασάνους, ἐνεγκὼν στερρότητι ψυχῆς θεόφρον, Ἀσωμάτοις θείοις, συγχορεύων αἴνεσιν Θεῷ προσάγεις· Εὐλογεῖτε λέγων, τα ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

φθης πλατυτέρα, οὐρανῶν, χωρήσασα Θεον ἐν μήτρᾳ, τὸν στενοχωρίας πονηρὰς ῥυόμενον τοὺς μελῳδοῦντας· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολῶν σου σφόδρα, ἀντεχόμενοι Παῖδες ἐβόων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

δὴ θ'

Ἔφριξε πᾶσα ἀκοὴ

στίῳ Μάρτυς τοῦ Σταυροῦ, τῶν βασάνων διελθὼν τὸ κλυδώνιον, τὸν γαληνότατον, τῆς βασιλείας, ὅρμον κατέλαβες, καὶ ὥσπερ ἔμπορος καλός, τὸν φόρτον διέσωσας, τῆς εὐσεβείας Χριστῷ, τῷ τῶν ὅλων Βασιλεῖ καὶ Θεῷ ἡμῶν.

ς πάλαι πῦρ ἐξ οὐρανοῦ, ὁ θεσβίτης Ἠλιοὺ κατηγάγετο, οὕτω Μακάριε, τῇ σῇ δεήσει φλόγα κατήγαγες, δι' ἧς ἐκκαίεται ναός, εἰδώλων καὶ ξόανα, δαιμόνων φλέγονται, καὶ Θεὸς ὁ ποιητὴς μεγαλύνεται.

Σώματος λέλυσαι σοφέ, τῇ τοῦ ξίφους ἐκτομῇ δεξαμένων σου, σεπτῶν Δυνάμεων, τὸ θεῖον πνεῦμα νικῆσαν χάριτι, τῆς πονηρίας τὰ δεινά, πανόλβιε πνεύματα, καὶ νῦν τὰ ἄνω οἰκεῖς, στεφηφόρος Βασιλίσκε βασίλεια.

γῆ μὲν Μάρτυς τῇ ταφῇ, οὐρανὸς δὲ τῇ ψυχῇ καθηγίασται, τῇ σῇ θεόπνευστε· ὡς γὰρ πορφύραν λαμπρὰν ἐξ αἵματος, περιβαλλόμενος τοῦ σοῦ, Χριστῷ τῷ Θεῷ ἡμῶν, συμβασιλεύεις ἀεί, μεμνημένος τῶν πιστῶς μεμνημένων σου.

Θεοτοκίον

Φύσει μὲν πέφυκας Θεός, ἀλλ' ἠνέσχου περιθέσθαι τὸν ἄνθρωπον μήτραν ἀμώμητον, ἐθελουσίως, εἰσδὺς Φιλάνθρωπε· ὅθεν διπλᾶς τὰς φυσικάς, εἰδότες θελήσεις σου, σὲ μεγαλύνομεν, τὴν Μητέρα σου πιστῶς μακαρίζοντες.

Ὁ Εἱρμὸς

φριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.

Ἐξαποστειλάριον τῆς Ἑορτῆς

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς.

 

Τὰ λοιπά, ὡς σύνηθες, καὶ Ἀπόλυσις.