The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

ΝΟΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΑ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Ἡ ἐν τῷ Ναῷ Εἴσοδος τῆς Ὑπεραγίας Θεοτόκου.

 

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες τὸ πρῶτον.

Ἦχος α

Τῶν οὐρανίων ταγμάτων.

κ τοῦ Κυρίου λαβόντες, ἐπαγγελίας καρπόν, Ἰωακεὶμ καὶ Ἄννα, τοῦ Θεοῦ τὴν Μητέρα, εὐπρόσδεκτον θυσίαν, ἐν τῷ Ναῷ, προσενήνοχαν σήμερον, καὶ Ζαχαρίας, ὁ μέγας Ἀρχιερεύς, εὐλογήσας ὑπεδέξατο.

τῶν Ἁγίων Ἁγία, ἐν τοῖς Ἁγίοις οἰκεῖν, ἀξίως προσηνέχθη, ὡς θεόδεκτον θῦμα, καὶ ταύτης αἱ παρθένοι ταῖς ἀρεταῖς, ἐγκοσμούμεναι ἔμπροσθεν, λαμπαδουχοῦσαι προσέφερον τῷ  Θεῷ, ὥσπερ σκεῦος ἱερώτατον.

ξανοιγέσθω ἡ πύλη, τοῦ θεοδόχου Ναοῦ· τὸν γὰρ ναὸν τοῦ πάντων, Βασιλέως καὶ θρόνον, σήμερον ἐν δόξῃ ἔνδον λαβών, Ἰωακεὶμ ἀνατίθεται, ἀφιερώσας Κυρίῳ τήν ἐξ αὐτοῦ, ἐκλεχθεῖσαν εἰς Μητέρα αὐτοῦ.

Δόξα... καὶ νῦν  ...

Ἦχος πλ. δ

Δαυῒδ προανεφώνει σοι Ἄχραντε, προορῶν τὴν ἀφιέρωσιν, τῆς εἰσόδου σου ἐν τῷ Ναῷ, ἐν ᾗ τὰ πέρατα σήμερον ἑορτάζοντα, δοξολογοῦσί σε πανύμνητε· Τὴν γάρ πρὸ τόκου Παρθένον, καὶ μετὰ τόκον μείνασαν ἄφθορον, Μῆτερ τοῦ Λόγου τῆς ζωῆς, σήμερον ἐν τῷ Ναῷ  εἰσερχομένην, ὁ Ζαχαρίας εὐφραίνεται, ἀπολαβὼν σε Δέσποινα, καὶ τὰ Ἅγια τῶν Ἁγίων ἀγάλλονται, ὑποδεξάμενά σε τὴν τροφὸν τῆς ζωῆς ἡμῶν. Διὸ καὶ ἡμεῖς ἐν ᾠδαῖς ἐκβοῶμέν σοι. Ὑπερ ἡμῶν δυσώπησον, τὸν Υἱόν σου καὶ Θεόν ἡμῶν, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον.

Στιχηρὰ Προσόμοια.

Ἦχος β  Οἶκος τοῦ Ἐφραθᾶ.

Πύλαι τοῦ Ἱεροῦ, εἰσδέξασθε Παρθένον, εἰς Ἅγια Ἁγίων, ἀμόλυντον σκηνήν τε, Θεοῦ τοῦ Παντοκράτορος.

Στίχ. πενεχθήσονται τῷ  Βασιλεῖ.

Παρθένοι τὴν ἁγνήν, προπέμψατε Παρθένον, φαιδρῶς λαμπαδουχοῦσαι, εἰς Ἅγια Ἁγίων, ὡς Νύμφην τοῦ Παντάνακτος.

Στίχ. πενεχθήσονται ἐν εὐφροσύνῃ.

ρτον ἡ λογική, παστὰς Θεοῦ τοῦ Λόγου, χειρὶ θείου Ἀγγέλου, δέχεται κατοικοῦσα, Ἁγίων εἰς τὰ Ἅγια.

Δόξα... Καὶ νῦν  ... Ὅμοιον.

Φῶς σε τὸ τριλαμπές, ἀνάψαν Θεοτόκε, ἐν τῷ Ναῷ  τῆς δόξης, οὐράνιον τροφὴν σοι, ἐκπέμπει μεγαλύνον σε.

Ἀπολυτίκιον.  Ἦχος δ

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις· Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

Καὶ Ἀπόλυσις.

ΕΝ TΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

 Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὴν α Στάσιν τοῦ α Καθίσματος τοῦ Ψαλτηρίου. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς καὶ ψάλλομεν τὰ παρόντα προσόμοια Στιχηρά.

Ἦχος α

Ὢ τοῦ παραδόξου θαύματος.

Σήμερον πιστοὶ χορεύσωμεν, ἐν ψαλμοῖς καὶ ὕμνοις, τῷ  Κυρίῳ ᾄδοντες, τιμῶντες καὶ τὴν αὐτοῦ, ἡγιασμένην σκηνήν, τὴν ἔμψυχον κιβωτόν, τὴν τὸν ἀχώρητον Λόγον χωρήσασαν· προσφέρεται γὰρ Θεῷ, ὑπερφυῶς τῇ σαρκὶ νηπιάζουσα, καὶ Ἀρχιερεὺς ὁ μέγας, Ζαχαρίας δέχεται, εὐφραινόμενος ταύτην, ὡς Θεοῦ κατοικητήριον.

Σήμερον ναὸς ὁ ἔμψυχος, τῆς ἁγίας δόξης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἡ μόνη ἐν γυναιξίν, εὐλογημένη Ἁγνή, προσφέρεται τῷ  Ναῷ, τῷ  νομικῷ  κατοικεῖν εἰς τὰ Ἅγια, καὶ χαίρουσι σὺν αὐτῇ, Ἰωακεὶμ καὶ ἡ Ἄννα τῷ  πνεύματι, καὶ παρθενικαὶ χορεῖαι, τῷ  Κυρίω ᾄδουσι ψαλμικῶς μελῳδοῦσαι, καὶ τιμῶσαι τὴν Μητέρα αὐτοῦ.

Σὺ τῶν Προφητῶν τὸ κήρυγμα, Ἀποστόλων δόξα, καὶ Μαρτύρων καύχημα, καὶ πάντων τῶν γηγενῶν ἡ ἀνακαίνισις, Παρθένε Μήτηρ Θεοῦ· διὰ γὰρ σοῦ τῷ  Θεῷ κατηλλάγημεν. Διὸ τιμῶμεν τὴν σήν, ἐν τῷ ναῷ  τοῦ Κυρίου προέλευσιν, καὶ σὺν τῷ  Ἀγγέλῳ πάντες, ψαλμικῶς τὸ Χαῖρέ σοι, τῇ πανσέμνῳ βοῶμεν, τῇ πρεσβείᾳ σου σῳζόμενοι.

Ἔτερα Στιχηρὰ Προσόμοια.

Ἦχος δ  Ὡς γενναῖον.

Τῶν Ἁγίων εἰς Ἅγια, ἡ Ἁγία καὶ ἄμωμος, ἐν Ἁγίῳ Πνεύματι εἰσοικίζεται, καὶ δι' Ἀγγέλου ἐκτρέφεται, τῷ  ὄντι ὑπάρχουσα, ἁγιώτατος ναός, τοῦ Ἁγίου Θεοῦ ἡμῶν, τοῦ τὰ σύμπαντα, ἁγιάσαντος ταύτης εἰσοικήσει, καὶ θεώσαντος τὴν φύσιν, τὴν     τῶν βροτῶν ὀλισθήσασαν.

Αἱ νεάνιδες χαίρουσαι, καὶ λαμπάδας κατέχουσαι, τῆς λαμπάδος σήμερον προπορεύονται, τῆς νοητῆς καὶ εἰσάγουσιν, αὐτὴν εἰς τὰ Ἅγια, τῶν Ἁγίων ἱερῶς, προδηλοῦσαι τὴν μέλλουσαν, αἴγλην ἄρρητον, ἐξ αὐτῆς ἀναλάμψειν καὶ φωτίσειν, τοὺς ἐν σκότει καθημένους, τῆς ἀγνωσίας ἐν Πνεύματι.

Γηθομένη ὑπόδεξαι, Ζαχαρία ἐβόησεν, Ἄννα ἡ πανεύφημος, ἣν ἐκήρυξαν, Θεοῦ Προφῆται ἐν Πνεύματι, καὶ ταύτην εἰσάγαγε, εἰς τὸν ἅγιον Ναόν, ἱερῶς ἀνατρέφεσθαι, ὅπως γένηται, τοῦ Δεσπότου τῶν ὅλων, θεῖος θρόνος, καὶ παλάτιον καὶ κλίνη, καὶ φωταυγὲς ἐνδιαίτημα.

Δόξα... Καὶ νῦν  ...

Ἦχος πλ. δ

Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη πρὸς σὲ τὴν πανάμωμον, τροφὴν κομίζων σοι. Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Τῆς Ἐξοδου τὸ Ἀνάγνωσμα.

(Κεφ. 40, 15, 7, 9, 14, 28-29)

λάλησε Κύριος πρὸς Μωϋσῆν, λέγων. Ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου στήσεις τὴν Σκηνὴν τοῦ Μαρτυρίου. Καὶ θήσεις τὴν Κιβωτὸν τοῦ Μαρτυρίου, καὶ σκεπάσεις αὐτὴν τῷ  καταπετάσματι. Καὶ εἰσοίσεις τὴν τράπεζαν καὶ τὴν Λυχνίαν, καὶ θήσεις τὸ θυμιατήριον τὸ χρυσοῦν, εἰς τὸ θυμιᾶν ἐναντίον τῆς Κιβωτοῦ τοῦ Μαρτυρίου. Καὶ ἐπιθήσεις τὸ κάλυμμα τοῦ καταπετάσματος ἐπὶ τὴν θύραν τῆς Σκηνῆς τοῦ Μαρτυρίου. Καὶ λήψῃ τὸ ἔλαιον τοῦ χρίσματος, καὶ χρίσεις τὴν Σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ, καὶ ἁγιάσεις αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἔσται ἁγία. Καὶ ἁγιάσεις τὸ θυσιαστήριον, καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τῶν ἁγίων. Καὶ ἐποίησε Μωϋσῆς πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος, οὕτως ἐποίησε. Καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν     Σκηνὴν τοῦ Μαρτυρίου, καὶ δόξης Κυρίου ἐπλήσθη ἡ Σκηνή. Καὶ οὐκ ἠδυνήθη Μωϋσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ Μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ' αὐτὴν ἡ νεφέλη, καὶ δόξης Κυρίου ἐπλήσθη ἡ Σκηνή.

Βασιλειῶν Γ' το Ἀνάγνωσμα

(Κεφ. 8, 1-11)

γένετο, ὡς συνετέλεσε Σολομῶν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου καὶ ἐξεκκλησίασε πάντας τοὺς Πρεσβυτέρους Ἰσραὴλ ἐν Σιών, τοῦ ἀνενεγκεῖν τὴν     Κιβωτὸν τῆς διαθήκης Κυρίου ἐκ πόλεως Δαυΐδ, αὕτη ἐστὶ Σιών. Καὶ ἦραν οἱ Ἱερεῖς τὴν Κιβωτόν, καὶ τὸ Σκήνωμα τοῦ Μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῷ Σκηνώματι τοῦ Μαρτυρίου. Καὶ ὁ Βασιλεύς, καὶ πᾶς Ἰσραήλ, ἔμπροσθεν τῆς Κιβωτοῦ, καὶ εἰσφέρουσιν οἱ Ἱερεῖς τὴν Κιβωτὸν τῆς Διαθήκης Κυρίου εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ Δαβὶρ τοῦ οἴκου, εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὑπὸ τὰς πτέρυγας τῶν Χερουβίμ. Ὅτι τὰ Χερουβὶμ διαπεπετασμένα ταῖς  πτέρυξιν ἐπὶ τὸν τόπον τῆς Κιβωτοῦ, καὶ περιεκάλυπτον τὰ Χερουβὶμ ἐπὶ τὴν Κιβωτόν, καὶ ἐπὶ τὰ ἅγια αὐτῆς ἐπάνω. Καὶ οὐκ ἦν ἐν τῇ Κιβωτῷ, πλὴν αἱ δύο πλάκες λίθιναι, πλάκες τῆς διαθήκης, ἃς ἔθηκεν ἐκεῖ Μωϋσῆς ἐν Χωρήβ, ἃς διέθετο Κύριος. Καὶ ἐγένετο, ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ τοῦ Ἁγίου, καὶ ἡ νεφέλη ἔπλησε τὸν οἶκον Κυρίου. Καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἔπλησεν ἡ δόξα Κυρίου τὸν οἶκον Κυρίου.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα.

(Κεφ. 43, 27 & 44, 14)

Τάδε λέγει Κύριος· Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ Ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με. Υἱὲ ἀνθρώπου, ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ εἰσελεύσεται δι' αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐν αὐτῇ τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν     ὁδὸν τῆς πύλης τῆς πρὸς Βορρᾶν κατέναντι τοῦ οἴκου, καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Εἰς τὴν Λιτὴν.

Στιχηρὰ ἰδιόμελα. 

Ἦχος α Γεωργίου Νικομηδείας.

γαλλιάσθω σήμερον ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι εὐφροσύνην ῥανάτωσαν, ἐπὶ τὰ λίαν παράδοξα, μεγαλεῖα τοῦ Θεοῦ ἡμῶν· ἰδοὺ γὰρ ἡ πύλη, ἡ κατὰ Ἀνατολάς βλέπουσα, ἀποκυηθεῖσα ἐκ στείρας ἀκάρπου, ἐξ ἐπαγγελίας, καὶ τῷ  Θεῷ ἀφιερωθεῖσα εἰς κατοίκησιν, σήμερον ἐν τῷ Ναῷ, ὡς ἄμωμος προσφορὰ προσάγεται. Ἀγαλλιάσθω ὁ Δαυΐδ, κρούων τὴν  κινύραν. Ἀπενεχθήσονταί φησι, τῷ  Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονται, ἔσω ἐν τῇ σκηνῇ τοῦ Θεοῦ, ἔνδον τοῦ ἱλαστηρίου αὐτοῦ, ἀνατραφῆναι εἰς κατοίκησιν, τοῦ πρὸ αἰώνων ἐκ Πατρὸς ἀρρεύστως γεννηθέντος, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ  Τοῦ αὐτοῦ.

Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος ἐν Ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων, μυστικῶς πανηγυρίζει· μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ  Γαβριὴλ ἐκβοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων το μέγα ἔλεος.

Ὁ αὐτὸς.

Δεῦτε πάντες οἱ λαοί, τὴν μόνην ἀμώμητον ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν Προφητῶν προκηρυχθεῖσαν, καὶ ἐν Ναῷ προσενεχθεῖσαν, τὴν πρὸ αἰώνων προορισθεῖσαν Μητέρα, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, ἀναδειχθεῖσαν Θεοτόκον, Κύριε πρεσβείαις αὐτῆς, τὴν εἰρήνην σου παράσχου ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν  ... Ἦχος πλ. α

Λέοντος Μαΐστορος.

πέλαμψεν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος. Σήμερον γὰρ ἡ πρὸ τόκου Παρθένος, καὶ μετὰ τόκον Παρθένος μείνασα, ἐν τῷ Ναῷ  προσάγεται, καὶ χαίρει Ζαχαρίας ὁ πρέσβυς, ὁ γενέτης τοῦ Προδρόμου, καὶ βοᾷ γηθοσύνως. Ἤγγικεν ἡ προσδοκία τῶν θλιβομένων, ἐν Ναῷ ἁγίῳ ὡς ἁγία, ἀφιερωθῆναι εἰς κατοίκησιν τοῦ Παντάνακτος. Εὐφραινέσθω Ἰωακεὶμ ὁ προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλιάσθω, ὅτι προσήνεγκαν Θεῷ, ὡς τριετίζουσαν δάμαλιν, τὴν ἀμώμητον Δέσποιναν. Μητέρες συγχάρητε, παρθένοι σκιρτήσατε, καὶ στεῖραι συγχορεύσατε· ὅτι ἠνέῳξεν ἡμῖν τὴν     οὐρανῶν βασιλείαν, ἡ προορισθεῖσα Παντάνασσα. Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. α

Χαίροις ἀσκητικῶν.

Χαίρει ὁ οὐρανὸς καὶ ἡ γῆ, τὸν οὐρανὸν τὸν νοητὸν πορευόμενον, ὁρῶντες εἰς θεῖον οἶκον, ἀνατραφῆναι σεπτῶς, τὴν Παρθένον μόνην καὶ ἀμώμητον, πρὸς ἣν ἐκπληττόμενος, Ζαχαρίας ἐβόησε, Πύλη Κυρίου, τοῦ Ναοῦ ὑπανοίγω σοι, πύλας χαίρουσα, ἐν αὐτῷ περιχόρευε· ἔγνων γὰρ καὶ πεπίστευκα, ὡς ἤδη ἡ λύτρωσις, ἐπιδημήσει προδήλως, τοῦ Ἰσραὴλ καὶ τεχθήσεται, ἐκ σοῦ Θεὸς Λόγος, ὁ δωρούμενoς τῷ  κόσμῳ, τὸ μέγα ἔλεος.

Στίχ. πενεχθήσονται τῷ  Βασιλεῖ παρθένοι ὁπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.

ννα ἡ θεία χάρις σαφῶς, χαριτωθεῖσαν τὴν  ἁγνὴν Ἀειπάρθενον, προσάγει μετ' εὐφροσύνης, εἰς τὸν Ναὸν τοῦ Θεοῦ, προσκαλεσαμένη προπορεύεσθαι, αὐτῆς τὰς νεάνιδας λαμπαδηφόρους καὶ λέγουσα· Ἄπιθι τέκνον, τῷ  δοτῆρι γενήθητι, καὶ ἀνάθημα, καὶ εὐῶδες θυμίαμα. Εἴσελθε εἰς τὰ ἄδυτα, καὶ γνῶθι μυστήρια, καὶ ἑτοιμάζου γενέσθαι, τοῦ Ἰησοῦ οἰκητήριον, τερπνὸν καὶ ὡραῖον, τοῦ παρέχοντος τῷ  κόσμῳ, τὸ μέγα ἔλεος.

Στίχ. πενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως.

νδον ἐν τῷ Ναῷ  τοῦ Θεοῦ, ὁ θεοχώρητος ναὸς ἀνατίθεται, Παρθένος ἡ Παναγία, νεάνιδές τε αὐτῆς, νῦν λαμπαδηφόροι προπορεύονται. Σκιρτᾷ γεννητόρων, ἡ συζυγία ἡ ἄριστος, Ἰωακείμ τε, καὶ ἡ Ἄννα χορεύοντες, ὅτι ἔτεκον, τὴν τὸν Κτίστην κυήσασαν. Ἥτις περιχορεύουσα, εἰς θεῖα σκηνώματα, καὶ τρεφομένη Ἀγγέλου, διὰ χειρὸς ἡ πανάμωμος, Χριστοῦ ὤφθη Μήτηρ, τοῦ παρέχοντος τῷ  κόσμῳ, τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν  ... Ἦχος πλ. β

Σεργίου Ἁγιοπολίτου.

Σήμερον τὰ στίφη τῶν Πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν     θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν· τὴν  προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων, Παρθένoι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον, Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνoῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς, τὸ χαῖρε σὺν τῷ  Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ  Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον  Ἦχος δ

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς   πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις. (γ)

Καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α Στιχολογίαν, Κάθισμα

Ἦχος α

Τὸν τάφον σου Σωτὴρ.

Δικαίων ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ,  Ἱερῷ  ἐν ἁγίῳ, σαρκὶ νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἣν ηὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας. Ταύτην ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.

Δόξα... Καὶ νῦν  ...

Πάλιν τὸ αὐτὸ.

Μετὰ τὴν β Στιχολογίαν, Κάθισμα.

Ἦχος δ

Κατεπλάγη Ἰωσὴφ.

Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ  Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν. Τῷ  θείῳ δὲ Ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός. Μεγάλη ὄντως, ἡ πρόοδος σου, μόνη Θεόνυμφε καὶ ἀειπάρθενε.

Δόξα... Καὶ νῦν  ...

Πάλιν τὸ αὐτὸ

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.

Ἦχος πλ. δ

Τὸ προσταχθὲν μυστικῶς.

γαλλιάσθω ὁ Δαυῒδ ὁ ὑμνογράφος, καὶ χορευέτω Ἰωακεὶμ σὺν τῇ Ἄννῃ, ὅτι γόνος ἅγιος ἐξ αὐτῶν προῆλθε· Μαρία ἡ φωτοφόρος θεία λαμπάς, καὶ χαίρει εἰσερχομένη ἐν τῷ Ναῷ, ἣν καὶ βλέπων ηὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ χαίρων ἀνεκραύγαζε· Χαῖρε θαῦμα παγκόσμιον.

Δόξα... Καὶ νῦν  ...

Πάλιν τὸ αὐτὸ

Οἱ  Ἀναβαθμοί,  τὸ Α Ἀντίφωνον τοῦ δ Ἤχου. 

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα...

γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν...

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν. 

Προκείμενον   Ἦχος δ

κουσον θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Στίχ. ξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.

Πᾶσα πνοὴ 

Εὐαγγέλιον

κ τοῦ κατὰ Λουκᾶν.

Κεφ. 1:39-49, 56

ν ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριὰμ,  ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν ᾿Ιούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν ᾿Ελισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ ᾿Ελισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ῾Αγίου ἡ ᾿Ελισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γὰρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς· καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. ῎Εμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς· καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Ὁ Ν'   Εἴθ οὕτω 

Δόξα... Ἦχος β

Σήμερον ὁ ναὸς ὁ ἔμψυχος, τοῦ μεγάλου Βασιλέως, ἐν Ναῷ εἰσέρχεται, αὐτῷ ἑτοιμασθῆναι, εἰς θείαν κατοίκησιν, Λαοὶ ἀγαλλιᾶσθε.

Καὶ νῦν  ... Τὸ αὐτὸ.

Εἶτα, Στίχ. λέησόν με ὁ Θεός...

Καὶ ψάλλομεν ἰδιόμελον.

Ἦχος δ Τοῦ αὐτοῦ.

Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος ἐν Ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων, μυστικῶς πανηγυρίζει, μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ  Γαβριὴλ ἐκβοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Οἱ Κανόνες. Κανὼν πρῶτος, οὗ ἡ Ἀκροστιχὶς μέχρι τῆς ζ Ὠδής.

Σὺ τὴν χάριν, Δέσποινα, τῷ  λόγῳ δίδου.

Ποίημα τοῦ κυρίου Γεωργίου. 

Ὠδὴ α  Ἦχος δ

Ὁ Εἱρμὸς.

νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ     Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον.

Σοφίας πανάχραντε, σὲ θησαυρὸν ἐπιστάμενoι, καὶ χάριτος βρύουσαν, πηγὴν ἀέναον, τὰς τῆς γνώσεως, αἰτοῦμέν σε ῥανίδας, ἐπόμβρησον Δέσποινα, τοῦ ἀνυμνεῖν σε ἀεί.

πέρτερος Πάναγνε, τῶν οὐρανῶν χρηματίσασα, ναὸς καὶ παλάτιον, ἐν τῷ Ναῷ  τοῦ Θεοῦ, ἀνατίθεσαι, αὐτῷ ἑτοιμασθῆναι, εἰς θείαν κατοίκησιν, τῆς παρουσίας αὐτοῦ.

Τὸ φῶς ἀνατείλασα, ἡ Θεοτόκος τῆς χάριτος, πάντας κατελάμπρυνε, καὶ συνηγάγετο τὴν ὑπέρλαμπρον, αὐτῆς κατακοσμῆσαι, πανήγυριν ᾄσμασι· δεῦτε συνδράμωμεν.

πύλη ἡ ἔνδοξος, ἡ λογισμοῖς ἀδιόδευτος, τὰς πύλας διάρασα, τὰς τοῦ Ναοῦ τοῦ Θεοῦ, νῦν προτρέπεται, ἡμᾶς συνεισελθόντας, τὰ θεῖα θαυμάσια, κατατρυφῆσαι αὐτῆς.

Κανὼν δεύτερος.

Ποίημα τοῦ Κυρίου Βασιλείου.

Ὠδὴ α   Ἦχος α

δὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ  ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται.

Συνδράμωμεν σήμερον, τῇ Θεοτόκῳ· Τιμῶντες ἐν ᾄσμασι, καὶ πανηγυρίσωμεν, πνευματικὴν ἑορτήν· ἐν τῷ Ναῷ  γὰρ τῷ  Θεῷ, δῶρον προσφέρεται.

δαῖς ἀνυμνήσωμεν, τῆς Θεοτόκου, τὴν ἔνδοξον πρόοδον· τῷ  Ναῷ  γὰρ σήμερον, ὡς καὶ ναὸς τοῦ Θεοῦ, προσφέρεται προφητικῶς, δῶρον πολύτιμον.

Ἄννα ἡ ἄμεμπτος, ἠγαλλιᾶτο, ὡς δῶρον πολύτιμον, τῷ  Θεῷ προσφέρουσα, ἐν τῷ ναῷ  μητρικῶς, Ἰωακεὶμ δὲ σὺν αὐτῇ, πανηγυρίζει φαιδρῶς.

Δαυῒδ ὁ προπάτωρ σε, ὕμνησε πάλαι, Παρθένε Θεόνυμφε, θυγατέρα λέγων σε, τοῦ Βασιλέως Χριστοῦ, ὃν καὶ τεκοῦσα μητρικῶς, βρέφος ἐθήλασας.

Σαρκὶ τριετίζουσα, ἡ Θεοτόκος, Κυρίῳ προσάγεται, Ζαχαρίας ταύτην δέ, ὁ Ἱερεὺς τοῦ Θεοῦ, δεξάμενος ἐν τῷ Ναῷ, χαίρων ἀνέθετο.

Παρθένοι χορεύσατε, λαμπαδηφόροι, ἐξάρξατε σήμερον, καὶ μητέρες ᾄσατε, τῇ     Βασιλίδι Μητρί, προσερχομένῃ τῷ  Ναῷ, τοῦ Βασιλέως Χριστοῦ.

Δόξα...

Τριὰς ὁμοούσιε, Πάτερ καὶ Λόγε, καὶ Πνεῦμα τὸ Ἅγιον, σὲ πιστῶς δοξάζομεν, ὡς Ποιητὴν τοῦ παντός, καὶ σοὶ βοῶμεν εὐσεβῶς, σῶσον ἡμᾶς ὁ Θεός.

Καὶ νῦν  ...

Βαφῆς ἐξ αἱμάτων σου, τὴν ἁλουργίδα, φορέσας Πανάχραντε, προελθὼν ἀνέπλασεν, ὁ Βασιλεὺς καὶ Θεός, τὸ γένος ἅπαν τῶν βροτῶν, τῇ εὐσπλαγχνίᾳ αὐτοῦ.

Καταβασία.

Xριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε· ᾌσατε τῷ  Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

Ὠδὴ γ

Ὁ Εἱρμὸς.

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, κἄν τῇ σεπτῇ Εἰσόδῳ σου, στεφάνων δόξης ἀξίωσον.

Νυμφοστόλoς σήμερον ἐδείχθη, τερπνὸς τῆς Παρθένου ὁ ναός, καὶ θάλαμος δεχόμενος, τὴν ἔμψυχον παστάδα Θεοῦ, τὴν καθαρὰν καὶ ἄμωμον, καὶ λαμπροτέραν πάσης κτίσεως.

Δαυῒδ προεξάρχων τῆς χορείας, σκιρτᾷ καὶ χορεύει σὺν ἡμῖν, καὶ Βασιλίδα κράζει σε, πεποικιλμένην Ἄχραντε, παρισταμένην πάναγνε, ἐν τῷ Ναῷ  τῷ  Βασιλεῖ καὶ Θεῷ.

ξ ἧς ἡ παράβασις προῆλθεν, ἡ πάλαι τῷ  γένει τῶν βροτῶν, ἐκ ταύτης ἡ ἀνόρθωσις, καὶ ἀφθαρσία ἤνθησεν, ἡ Θεοτόκος σήμερον, προσαγομένη ἐν τῷ οἴκῳ Θεοῦ.

Σκιρτῶσιν Ἀγγέλων στρατηγίαι, καὶ πάντων ἀνθρώπων ἡ πληθύς, καὶ πρὸ προσώπου Πάναγνε, προστρέχουσί σου σήμερον, λαμπαδηφόροι κράζουσαι, τὰ μεγαλεῖά σου ἐν οἴκῳ Θεοῦ.

Κανὼν δεύτερος. 

Στερεωθήτω ἡ καρδία μου.

Πανηγυρίσωμεν φιλέορτοι, καὶ συνευφρανθῶμεν τῷ  πνεύματι, ἐν τῇ ἁγίᾳ Ἑορτῇ, εὐωχούμενοι σήμερον, θυγατρὸς τοῦ Βασιλέως, καὶ Μητρὸς τοῦ Θεοῦ ἡμῶν.

ωακεὶμ εὐφραίνου σήμερον, καὶ ἀγάλλου Ἄννα τῷ  πνεύματι, τὴν γεννηθεῖσαν ἐξ ὑμῶν, τῷ  Κυρίῳ προσάγοντες, τριετίζουσαν ὡς δάμαλιν, σεμνὴν τὴν Πανάμωμον.

Τὸ τοῦ Θεοῦ κατοικητήριον, ἐν Ναῷ ἁγίῳ προσφέρεται, ἡ Θεοτόκος Μαριάμ, τῇ     σαρκὶ τριετίζουσα, καὶ αὐτῆς λαμπαδουχοῦσαι, αἱ παρθένοι προτρέχουσιν.

τοῦ Θεοῦ ἀμνὰς ἡ ἄσπιλος, ἡ περιστερὰ ἡ ἀμόλυντος, ἡ θεοχώρητος σκηνή, τὸ τῆς δόξης ἁγίασμα, ἐν σκηνώματι ἁγίῳ, κατοικεῖν ᾑρετίσατο.

τριετίζουσα τῷ  σώματι, καὶ πολυετὴς ἐν τῷ πνεύματι, ἡ πλατυτέρα οὐρανῶν, καὶ τῶν ἄνω Δυνάμεων, ὑπερτέρα εὐφημείσθω, ἐν ᾠδαῖς ἡ Θεόνυμφος.

Τῆς Θεοτόκου ἑορτάζοντες, τὴν ἐν τοῖς ἀδύτοις προέλευσιν, λαμπαδουχοῦντες νοητῶς, ἐν φαιδρότητι σήμερον, καὶ ἡμεῖς σὺν ταῖς  παρθένοις, τῷ  Ναῷ  πλησιάσωμεν.

Οἱ Ἱερεῖς Θεοῦ ἐνδύσασθε, τὴν δικαιοσύνην ἐν χάριτι, καὶ ὑπαντήσατε φαιδρῶς, ὡς εἰσόδους παρέχοντες, θυγατρὶ τοῦ Βασιλέως, καὶ Θεοῦ εἰς τὰ Ἅγια.

Δόξα...

Φῶς ὁ Πατήρ, φῶς ὁ Υἱὸς αὐτοῦ, καὶ τὸ Πνεῦμα φῶς τὸ Παράκλητον· ὡς γὰρ Ἠλίου ἐξ ἑνός, ἡ Τριὰς ἀπαστράπτουσα, θεϊκῶς λαμπαδουχεῖ, καὶ συντηρεῖ τὰς ψυχάς ἡμῶν.

Καὶ νῦν  ...

Σὲ οἱ προφῆται προεκήρυξαν, κιβωτὸν Σεμνὴ ἁγιάσματος, θυμιατήριον χρυσοῦν, καὶ λυχνίαν καὶ τράπεζαν, καὶ ἡμεῖς ὡς θεοχώρητον, σκηνὴν ἀνυμνοῦμέν σε.

Καταβασία.

Τῷ  πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ  Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

Κάθισμα  Ἦχος δ

Κατεπλάγη Ἰωσὴφ.

ναβόησον Δαυΐδ, τὶς ἡ παροῦσα Ἑορτή, ἣν ἀνύμνησας ποτέ, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον. Ἀπενεχθήσονται εἰπών, τῷ  Βασιλεῖ μυστικῶς, παρθένοι ὄπισθεν αὐτῆς, καὶ αἱ πλησίον αὐτῆς, καὶ θαυμαστὴν ἐργάζου καὶ παγκόσμιον, τὴν ἑορτὴν τοῖς   κραυγάζουσιν. Ἡ Θεοτόκος, ἡμῖν ἐπέστη, τῆς σωτηρίας ἡ πρόξενος.

Δόξα... Καὶ νῦν  ...

Τὸ αὔτό. 

Ὠδὴ δ

Ὁ Εἱρμὸς.

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.

Πύλην ἀδιόδευτον ὁ τοῦ Θεοῦ, οἶκος εἰσδεχόμενος σήμερον, ἔπαυσε Νόμου, τὴν     λατρείαν καὶ σκιάν· Ὡς ἀληθῶς ἐπέφανε, κράζων τοῖς ἐν γῇ, ἡ ἀλήθεια.

ρος τὸ κατάσκιον ὃ προορῶν, πάλαι Ἀββακοὺμ προεκήρυξεν, ἔνδον χωρῆσαν, τῶν ἀδύτων τοῦ ναοῦ, τὰς ἀρετὰς ἐξήνθησε, καὶ κατακαλύπτει τὰ πέρατα.

δωμεν παράδοξα πᾶσα ἡ γῆ, ξένα καὶ ἐξαίσια πράγματα, πῶς ἡ Παρθένος, δι' Ἀγγέλου τὴν τροφήν, εἰσδεχομένη σύμβολα, τῆς οἰκονομίας κομίζεται.

Ναὸς καὶ παλάτιον καὶ οὐρανός, ἔμψυχος ὀφθεῖσα Θεόνυμφε, τοῦ Βασιλέως, ἐν Ναῷ τῷ  νoμικῷ, ἀφιεροῦσαι σήμερον, τούτῳ τηρουμένη πανάχραντε.

Κανὼν δεύτερος. 

Ἐν πνεύματι προβλέπων.

Προφῆτα Ἡσαΐα, προφήτευσον ἡμῖν· ἡ Παρθένος τὶς ἐστιν, ἡ ἔχουσα γαστρὶ; Ἡ ἐξ Ἰούδα τῆς ῥίζης ἀναφυεῖσα, καὶ γεννηθεῖσα ἐκ Δαυῒδ τοῦ Βασιλέως, σπέρματος ἁγίου καρπὸς εὐκλεής.

ξάρξατε παρθένοι, καὶ ᾄσατε ᾠδάς, ταῖς  χερσὶ κατέχουσαι, λαμπάδας τῆς Ἁγνῆς, καὶ Θεοτόκου τὴν πρόοδον εὐφημοῦσαι, νῦν ἀπιούσης ἐν Ναῷ τῷ τοῦ Κυρίου, ἅμα σὺν ἡμῖν ἑορτάζουσαι.

ωακεὶμ καὶ Ἄννα, εὐφραίνεσθε νυνί, ἐν Ναῷ προσάγοντες, Κυρίῳ τὴν ἁγνήν, Θεοῦ Μητέρα Χριστοῦ τοῦ παμβασιλέως, γενησομένην, ἐξ ὑμῶν δὲ γεννηθεῖσαν, οἷον τριετίζουσαν δάμαλιν.

γία τῶν Ἁγίων, ὑπάρχουσα σεμνή, ἐν Ναῷ ἠγάπησας, ἁγίῳ κατοικεῖν, καὶ τοῖς   Ἀγγέλοις Παρθένε προσομιλοῦσα, προσεκαρτέρεις παραδόξως οὐρανόθεν, ἄρτον δεχομένη, τροφὲ τῆς ζωῆς.

Τεκόντες παρ' ἐλπίδα, τὴν ἄχραντον Ἁγνήν, εὐσεβῶς ὑπέσχοντο, προσάξειν τῷ  Θεῷ, καὶ ἐκπληροῦσι παρέχοντες ὥς περ θῦμα, τὴν γεννηθεῖσαν ἐξ αὐτῶν Ἰωακείμ τε, σήμερον καὶ Ἄννα ἐν οἴκῳ Θεοῦ.

βλάστησεν ἡ ῥάβδος, ποτὲ τοῦ Ἀαρών, προτυποῦσα Ἀχραντε τὸν θεῖον τοκετόν, ὅτι ἀσπόρως συλλήψῃ, καὶ οὐ φθαρήσῃ, καὶ μετὰ τόκον παρθενεύουσα ὀφθήσῃ, βρέφος γαλουχοῦσα τὸν πάντων Θεόν.

Παρθένοι τῇ Παρθένω, Mητέρες τῇ Μητρί, εὐσεβῶς προσδράμετε, τιμῶσαι σὺν ἡμῖν, τὴν γεννηθεῖσαν ὡς ἄμωμον ἱερεῖον, καὶ τὴν τεκοῦσαν ὡς Θεῷ καρποφοροῦσαν, πάντες οὖν φαιδρῶς ἑορτάσωμεν.

Δόξα...

Τριάδα τοῖς προσώποις, Μονάδα τῇ μορφῇ, εὐσεβῶς δοξάζομεν, Θεὸν ἀληθινόν, ὃν ἀνυμνοῦσιν Ἀγγέλων καὶ Ἀρχαγγέλων, ταξιαρχίαι ὡς τῆς κτίσεως Δεσπότην, ἅπαντες πιστῶς προσκυνοῦντες ἀεί.

Καὶ νῦν  ...

κέτευε ἀπαύστως πανάχραντε Ἁγνή, ὃν σαρκὶ ἐκύησας, Υἱόν σου καὶ Θεόν, ἐκ πολυτρόπων παγίδων τοῦ διαβόλου, καὶ ἐκ παντοίων πειρασμῶν ἐπερχομένων, πάντας λυτρωθῆναι τοὺς δούλους σου.

Καταβασία.

άβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου Κύριε.

Ὠδὴ ε

Ὁ Εἱρμὸς.

ξέστη τὰ σύμπαντα ἐν τῇ σεπτῇ εἰσόδῳ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε· ἔνδον εἰσῆλθες ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί σε τὴν εἰρήνην βραβεύουσα.

γίασμα ἔνδοξον, καὶ ἱερὸν ἀνάθημα, σήμερον ἡ πάναγνος Παρθένος, ἀνατεθεῖσα ἐν τῷ Ναῷ  τοῦ Θεοῦ, τῷ  παμβασιλεῖ ἡμῶν Θεῷ, μόνῳ εἰς ἐνοίκησιν, συντηρεῖται ὡς οἶδεν αὐτός.

Τὸ κάλλος Πανάχραντε, τὸ τῆς ψυχῆς σου βλέπων ποτέ, πίστει Ζαχαρίας ἀνεβόα· Σὺ εἶ τὸ λύτρον, σὺ εἶ ἡ πάντων χαρά, σὺ εἶ ἡ ἀνάκλησις ἡμῶν, δι' ἧς ὁ ἀχώρητος, χωρητὸς μοι ὀφθήσεται.

τῶν ὑπὲρ ἔννοιαν, θαυμάτων σου Πανάχραντε! ξένη σου ἡ γέννησις ὑπάρχει, ξένος ὁ τρόπος ὁ τῆς αὐξήσεως, ξένα καὶ παράδοξα τὰ σά, πάντα Θεονύμφευτε, καὶ βροτοῖς ἀνερμήνευτα.

Λυχνία πολύφωτος, ὑπάρχουσα Θεόνυμφε, σήμερον ἐξέλαμψας ἐν οἴκῳ, τῷ  τοῦ Κυρίου, καὶ καταυγάζεις ἡμᾶς, τοῖς σεπτοῖς χαρίσμασιν ἁγνή, τοῖς   τῶν θαυμασίων σου, Θεοτόκε πανύμνητε.

Κανὼν δεύτερος.

Τὸ φαεινὸν ἡμῖν ἐξανάτειλον.

Λαμπροφορήσωμεν οἱ Ὀρθόδοξοι, πάντες συντρέχοντες, καὶ δοξάζοντες, τὴν     θεομήτορα, ὅτι Κυρίῳ, σήμερον προσφέρεται, ὡς θῦμα εὐπρόσδεκτον.

γαλλιάσθωσαν οἱ Προπάτορες, σήμερον Δέσποινα, καὶ εὐφραινέσθω ἡ τεκοῦσά σε, σὺν τῷ  πατρί σου· ὅτι ὁ καρπὸς αὐτῶν, Κυρίῳ προσάγεται.

Τὴν πολυώνυμον καὶ περίδοξον, ἄμωμον δάμαλιν, ὡς ἐν σαρκὶ κυοφορήσασαν, τὸν θεῖον μόσχον, πάντες ἀνυμνήσωμεν, πιστῶς ἑορτάζοντες.

Τὰ τῆς νυμφεύσεως ἀπογράφονται, θεῖα συμβόλαια, τῆς ὑπὲρ νοῦν κυοφορίας σου, ἁγνὴ Παρθένε, σήμερον ἐν Πνεύματι, ἁγίῳ ἐν οἴκῳ Θεοῦ.

ξανοιγέσθωσαν τὰ προπύλαια, δόξης Θεοῦ ἡμῶν, καὶ δεχέσθωσαν τὴν     ἀπειρόγαμον, Θεοῦ Μητέρα, ὥς περ τριετίζουσαν, ἀμίαντον δάμαλιν.

Τὸ πολυτίμητον καὶ κατάσκιον, ὄρος ὑμνήσωμεν, τὴν ἀειπάρθενον, Θεοῦ Μητέρα γενομένην· αὐτὴ γὰρ ἐξήστραψε, τὸ φῶς ἐν τοῖς πέρασι.

Δόξα...

Τὴν ὑπεράρχιον καὶ ἀΐδιον, μίαν θεότητα, δοξολογοῦντες προσκυνήσωμεν, τρισὶ προσώποις, φύσει ἀδιαίρετον, καὶ δόξῃ ἰσότιμον.

Καὶ νῦν  ...

Λιμένα εὔδιον καὶ ἀπόρθητον, τεῖχος κεκτήμεθα, τὴν πρεσβείαν σου ἐν περιστάσεσι, Θεοκυῆτορ, πάντοτε λυτρούμενοι, κινδύνων καὶ θλίψεων.

Καταβασία.

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς σου τὸν Ἀγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε.

Ὠδὴ ς

Ὁ Εἱρμὸς.

Tὴν θείαν, ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

πάντα φέρων τῷ  ῥήματι, εὐχῆς τῆς τῶν Δικαίων ἐπήκουσε· διὸ στειρώσεως, λύσας τὴν  νόσον ὡς εὔσπλαγχνος, τὴν τῆς χαρᾶς αἰτίαν τούτοις δεδώρηται.

Γνωρίσαι θέλων ὁ Κύριος, τοῖς   ἔθνεσιν αὐτοῦ τὸ σωτήριον, τὴν Ἀπειρόγαμον, νῦν ἐξ ἀνθρώπων παρέλαβε, καταλλαγῆς σημεῖον καὶ ἀναπλάσεως.

ς οἶκος οὖσα τῆς χάριτος, ἐν ᾧ οἱ θησαυροὶ ἐναπόκεινται, τῆς ἀπορρήτου Θεοῦ, οἰκονομίας Πανάχραντε, ἐν τῷ Ναῷ  μετέσχες τῆς ἀκηράτου τρυφῆς.

Διάδημά σε βασίλειον, δεξάμενος Ναὸς Θεονύμφευτε, κατεφαιδρύνετο, καὶ ὑπεχώρει τοῖς   κρείττοσι, τῶν προρρηθέντων βλέπων ἐν σοὶ τὴν ἔκβασιν.

Κανὼν δεύτερος.

Τὸν Προφήτην Ἰωνᾶν.

ορτάσωμεν Πιστοί, ἑορτὴν πνευματικήν, τὴν Μητέρα τοῦ Θεοῦ, ἀνυμνοῦντες εὐσεβῶς· ὑπάρχει γάρ, ἁγιωτέρα τῶν οὐρανίων Νοῶν.

ν ᾠδαῖς πνευματικαῖς, εὐφημήσωμεν πιστοί, τὴν Μητέρα τοῦ Φωτός, ὅτι σήμερον ἡμῖν, ἐπέφανε, προερχομένη ἐν τῷ ναῷ  τοῦ Θεοῦ.

ἀμίαντος ἀμνάς, καὶ ἁγνὴ περιστερά, προσηνέχθη κατοικεῖν, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἡ ἄμωμος, προορισθεῖσα γενέσθαι Μήτηρ Θεοῦ.

ν Ναῷ τῷ  νoμικῷ, τὰς εἰσόδους ἐκτελεῖ, ὁ ναὸς ὁ τοῦ Θεοῦ, ἡ οὐράνιος σκηνή, ἐξ ἧς ἡμῖν, τοῖς ἐν τῷ σκότει τὸ φῶς ἐξέλαμψεν.

Νηπιάζουσα σαρκί, καὶ τελεία τῇ ψυχῇ, ἡ ἁγία κιβωτός, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, εἰσέρχεται, κατατρυφῆσαι τῆς θείας χάριτος.

κ παντοίων πειρασμῶν, καὶ κινδύνων ψυχικῶν, ἐλευθέρωσον ἡμᾶς, τοὺς προστρέχοντας εἰς σέ, πανύμνητε ταῖς  σαῖς πρεσβείαις, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.

Δοξα...

Πατὴρ καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ εὐθές, τρισυπόστατε Μονάς, καὶ ἀχώριστε Τριάς, ἐλέησον τοὺς προσκυνοῦντας, τὸ θεῖον κράτος σου.

Καὶ νῦν  ...

ν γαστρί σου χωρητός, ὁ ἀχώρητος παντί, Θεομῆτορ γεγονώς, προελήλυθεν ἐκ σοῦ, πανάχραντε, διπλοῦς τῇ φύσει, Θεὸς καὶ ἄνθρωπος.

Καταβασία.

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.

Κοντάκιον.  Ἦχος δ

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνευματι Θείῳ· ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.

Ὁ Οἶκος.

Τῶν ἀπορρήτων τοῦ Θεοῦ καὶ θείων μυστηρίων, ὁρῶν ἐν τῇ Παρθένῳ, τὴν χάριν δηλουμένην, καὶ πληρουμένην ἐμφανῶς, χαίρω, καὶ τὸν τρόπον ἐννοεῖν ἀμηχανῶ  τόν ξένον καὶ ἀπόρρητον, πῶς ἐκλελεγμένη ἡ ἄχραντος, μόνη ἀνεδείχθη ὑπὲρ ἅπασαν τὴν     κτίσιν, τὴν ὁρατὴν καὶ τὴν νοουμένην. Διό, ἀνευφημεῖν βουλόμενος ταύτην, καταπλήττομαι σφοδρῶς νοῦν τε καὶ λόγον, ὅμως δὲ τολμῶν, κηρύττω καὶ μεγαλύνω· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.

Συναξάριον.

Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἐν τῷ Ναῷ  Εἰσόδου τῆς Θεομήτορος.

Στίχοι

νδον τρέφει σε Γαβριὴλ ναοῦ, Κόρη,

ξει δὲ μικρὸν καὶ τὸ Χαῖρέ σοι λέξων.

Βῆ ἱερὸν Μαρίη τέμενος παρὰ εἰκάδι πρώτῃ.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ

Ὁ Εἱρμὸς.

Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

δοὺ σήμερον, ἐπέλαμψε τοῖς   πέρασιν, ἔαρ, εὐφρόσυνον, καταφαιδρῦνoν ἡμῶν, ψυχὴν καὶ διάνοιαν, καὶ νοῦν τῇ χάριτι, ἡ πανήγυρις, τῆς Θεοτόκου σήμερον, μυστικῶς εὐωχηθῶμεν.

Δορυφορείτωσαν, σήμερον τὰ σύμπαντα, τῇ Βασιλίδι Μητρί, ὁ οὐρανὸς καὶ ἡ γῆ, Ἀγγέλων τὰ τάγματα, καὶ τῶν βροτῶν ἡ πληθύς, καὶ βοάτωσαν, ἐν τῷ Ναῷ  εἰσάγεται, ἡ χαρὰ καὶ ἡ λύτρωσις.

τοῦ γράμματος, παρέδραμεν ἐξέλιπε, νόμος καθάπερ σκιά, καὶ αἱ τῆς χάριτος, ἀκτῖνες ἐπέλαμψαν, ἐν τῷ Ναῷ  τοῦ Θεοῦ, εἰσαχθείσης σου, Παρθενομῆτορ Ἄχραντε, εἰσαεὶ εὐλογημένη.

ποτέτακται, τῷ  τόκῳ σου Πανάχραντε, ὡς Ποιητῇ καὶ Θεῷ, ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ τὰ καταχθόνια, καὶ πᾶσα γλῶσσα βροτῶν, ὅτι Κύριος, ὁμολογεῖ ἐπέφανεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Κανὼν δεύτερος.

Ἡ κάμινος Σωτὴρ ἑδροσίζετο.

Χορεύσωμεν φιλέορτοι σήμερον, ὑμνήσωμεν τὴν ἄχραντον Δέσποιναν, Ἰωακεὶμ καὶ Ἄνναν, ἐπαξίως γεραίροντες.

Προφήτευσον ὁ λέγων ἐν Πνεύματι· Ἀχθήσονται παρθένοι ὀπίσω σου, ἀπενεχθήσονταί σοι, εἰς Ναὸν τῇ Βασιλίδι Μητρί.

γάλλοντο Ἀγγέλων τὰ τάγματα, ηὐφραίνοντο Δικαίων τὰ πνεύματα, ὅτε Θεοῦ ἡ Μήτηρ εἰς τὰ Ἅγια προσήγετο.

Καὶ σώματι καὶ πνεύματι ἔχαιρε, σχολάζουσα Μαρία ἡ ἄμωμος, ἐν τῷ Ναῷ  Κυρίου, ὥσπερ σκεῦος Ἱερώτατον.

Λαμβάνουσα τροφὴν τὴν οὐράνιον, προέκοπτε σοφίᾳ καὶ χάριτι, ἡ γενομένη Μήτηρ, κατὰ σάρκα τοῦ Σωτῆρος Χριστοῦ.

Εἰσέφερον Ναοῦ εἰς ἐνδότατον, οἱ σώφρονες Πατέρες σου Ἄχραντε, ἀνατραφῆναι ξένως, εἰς κατοίκησιν Χριστοῦ τοῦ Θεοῦ.

Δόξα...

Δοξάσωμεν Τριάδα ἀχώριστον, ὑμνήσωμεν τὴν μίαν Θεότητα, σὺν τῷ  Πατρὶ τὸν Λόγον, καὶ τὸ Πνεῦμα τὸ Πανάγιον.

Καὶ νῦν  ...

κέτευε ὃν ἔτεκες Κύριον, ὡς εὔσπλαγχνoν τῇ φύσει ὑπάρχοντα, Θεογεννῆτορ σῶσαι, τὰς ψυχὰς τῶν ἀνυμνoύντων σε.

Καταβασία.

Oι Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἑπτοήθησαν· ἀλλ' ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η

Ἧς ἡ Ἀκροστιχὶς κατὰ ἀλφάβητον

Ὁ Εἱρμος.

κουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, βουλήν Ὑψίστου, ἀρχαίαν ἀληθινήν, γενοῦ πρὸς ὑποδοχήν, ἑτοίμη Θεοῦ· διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς συναναστρέφεται· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

χραντον ναὸν ἐν οἴκῳ Θεοῦ, προσάγουσα Ἄννα ποτέ, Boῶσα ἔφη, ἐν πίστει τῷ  Ἱερεῖ, Γονὴν τὴν ὑπὸ Θεοῦ, δοθεῖσαν κἀμoί, Δεδεγμένος νῦν εἰσάγαγε, ἐν τῷ ναῷ  τοῦ Κτίστου σου, καὶ χαίρων ψάλλε αὐτῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

φησεν ἰδὼν τῇ Ἄννῃ ποτέ, ἐν πνεύματι ὁ Ζαχαρίας· Ζωῆς Mητέρα, εἰσάγεις ἀληθινήν. Ἥν περ τηλαυγῶς οἱ Προφῆται Θεοῦ, Θεοτόκον προεκήρυξαν, καὶ πῶς Ναός χωρήσει αὐτήν; διὸ θαυμάζων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

κέτις Θεοῦ κατέστην ἐγώ, ἀντέφησεν Ἄννα αὐτῷ· Καλοῦσα τοῦτον ἐν πίστει καὶ προσευχῇ, Λαβεῖν τῆς ἐμῆς ὠδῖνος καρπόν· Μετὰ τόκον δὲ τὸ κύημα, προσάγειν τῷ  παρέχοντι· διὸ σκιρτῶσα βοῶ·Νόμιμον ὄντως τὸ ἔργον ἐστίν, ὁ Ἱερεὺς ἔφη αὐτῇ· Ξένον δὲ πάντῃ, τὸ πρᾶγμα κατανοῶ. Ὁρῶν τὴν προσαγομένην ἐν οἴκῳ Θεοῦ, Παραδόξως ὑπερβαίνουσαν, τὰ Ἅγια τῇ χάριτι· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ώννυμαι ἔφη ἡ Ἄννα αὐτῷ, μανθάνουσα ἅπερ λαλεῖς. Συνεὶς γὰρ ταῦτα τῷ  Πνεύματι τοῦ Θεοῦ. Τρανῶς τὰ τῆς Παρθένου ἐκήρυξας. Yποδέχου οὖν τὴν     ἄχραντον, ἐν τῷ Ναῷ  τοῦ Κτίστου σου, καὶ χαίρων ψάλλε αὐτῷ. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Φωσφόρος ἡμῖν ἀνῆψε λαμπάς, ἐβόησεν ὁ Ἱερεύς. Χαρὰν μεγίστην ἐκλάμπουσαν ἐν Ναῷ. Ψυχαὶ Προφητῶν συνευφραινέσθωσαν. Ὡς παράδοξα θεώμεναι, τελούμενα ἐν οἴκῳ Θεοῦ, καὶ ἐκβοάτωσαν νῦν. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Κανὼν δεύτερος.

Ὃν φρίττουσιν Ἄγγελοι.

Εὐφραίνεται σήμερον, φαιδρῶς Ἰωακείμ, καὶ Ἄννα ἡ ἄμεμπτος, Κυρίῳ τῷ  Θεῷ, προσφέρει θυσίαν τὴν δοθεῖσαν αὐτῇ, ἐξ ἐπαγγελίας, ἁγίαν θυγατέρα.

Kαυχῶνται οἳ Ἅγιοι, Δαυῒδ καὶ Ἰεσσαὶ· Ἰούδας σεμνύνεται· ἐκ ῥίζης γὰρ αὐτῶν, ἐβλάστησε γόνος, ἡ Παρθένος ἁγνή, ἐξ ἧς ἐγεννήθη, Θεὸς ὁ πρὸ αἰώνων.

Μαρία ἡ ἄχραντος, καὶ ἔμψυχος σκηνή, προσφέρεται σήμερον, ἐν οἴκῳ τοῦ Θεοῦ, καὶ δέχεται ταύτην, Ζαχαρίας χερσίν, ὡς ἡγιασμένον, κειμήλιον Kυρίου.

ς πύλην σωτήριον, καὶ ὄρος νοητόν, ὡς κλίμακα ἔμψυχον, Τιμήσωμεν πιστοί, τὴν     ὄντως Παρθένον, καὶ Mητέρα Θεοῦ, τὴν εὐλογηθεῖσαν, χερσὶ τῶν Ἱερέων.

Προφῆται, Ἀπόστολοι, καὶ Μάρτυρες Χριστοῦ, Ἀγγέλων τὰ τάγματα, καὶ πάντες γηγενεῖς, τιμήσωμεν ὕμνοις, τὴν  Παρθένον ἁγνήν, ὡς εὐλογημένην, Mητέρα τοῦ Ὑψίστου.

Ναῷ  σε προσέφερον, πανάχραντε Ἁγνή, οἱ θείως τεκόντες σε, ὡς θῦμα καθαρόν, καὶ ξένως αὐλίζῃ, ἐν ἀδύτοις Θεοῦ, προετοιμασθῆναι, εἰς κατοικίαν Λόγου.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὸν Kύριον.

 μνείσθω τρισάγιος, Πατὴρ καὶ ὁ Υἱός, καὶ Πνεῦμα, τὸ Ἅγιον, ἀμέριστος Μονάς, ἡ μία θεότης, ἡ κρατοῦσα δρακί, τὴν σύμπασαν κτίσιν, εἰς πάντας τοὺς αἰῶνας.

Καὶ νῦν  ...

ἄναρχος ἄρχεται, ὁ Λόγος ἐν σαρκί, τεχθεὶς ὡς ηὐδόκησε, Θεός τε καὶ βροτός, ἐκ Κόρης Παρθένου, ἀναπλάττων ἡμᾶς, τοὺς πρὶν πεπτωκότας, δι' ἄκραν εὐσπλαγχνίαν.

Καταβασία.

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Kύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ

Ἦς ἡ Ἀκροστιχίς, κατ' ἀλφάβητον ἀντιστρόφως.

Mεγαλυνάριον.

γγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο πῶς ἡ Παρθένος εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.

Ὁ Εἱρμὸς.

ς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, χείλη δὲ πιστῶν, τῇ     Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

γγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.

ς ὑπέρλαμπρον Θεοτόκε ἁγνή, Ψυχῆς τὸ καθαρὸν ἔχουσα κάλλος· Χάριτος Θεοῦ δ' ἐμπιπλαμένη οὐρανόθεν· Φωτὶ ἀϊδίῳ καταυγάζεις ἀεί, τοὺς ἐν εὐφροσύνῃ βοῶντας· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

γγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς παραδόξως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.

περίπταται Θεοτόκε ἁγνή Τὸ θαῦμά σου τὴν δύναμιν τῶν λόγων· Σῶμα γὰρ ἐν σοὶ κατανοῶ  ὑπὲρ λόγον, Ῥοῆς ἁμαρτίας ἀνεπίδεκτον· ὅθεν εὐχαρίστως βοῷ  σοι· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

γγελοι καὶ ἄνθρωποι τῆς Παρθένου, τὴν Εἴσοδον τιμήσωμεν, ὅτι ἐν δόξῃ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.

Παραδόξως προδιετύπου Ἁγνή, ὁ Νόμος σε σκηνὴν καὶ θείαν στάμνον, Ξένην κιβωτόν, καὶ καταπέτασμα καὶ ῥάβδον, Ναὸν ἀκατάλυτον, καὶ πύλην Θεοῦ· Ὅθεν ἐκδιδάσκει σοι κράζειν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

γγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες κατεπλήττοντο, πῶς θεαρέστως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.

Μελῳδῶν σοι προεκελάδει Δαυῒδ, Λαλῶν σε θυγατέρα Βασιλέως, Κάλλει ἀρετῶν, ἐκ δεξιῶν παρισταμένην, ἰδὼν τοῦ Θεοῦ πεποικιλμένην σε· ὅθεν προφητεύων ἐβόα· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

γγελοι σκιρτήσατε σὺν Ἁγίοις, Παρθένοι συγχορεύσατε· ἡ γὰρ Θεόπαις εἰσῆλθεν, εἰς τὰ Ἅγια των Ἁγίων.

Θεοδόχον προθεωρῶν Σολομῶν, Ἠνοίξατο σε πύλην Βασιλέως, Ζῶσάν τε πηγὴν ἐσφραγισμένην, Ἐξ ἧς τὸ ἀθόλωτον ἡμῖν προῆλθεν, ὕδωρ τοῖς   ἐν πίστει βοῶσιν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

γγελοι καὶ ἄνθρωποι τὴν Παρθένον, ἐν ὕμνοις μεγαλύνωμεν· θεοπρεπῶς γὰρ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.

Διανέμοις τῶν χαρισμάτων τὴν σήν, Γαλήνην Θεοτόκε τῇ ψυχῇ μου, βρύουσα ζωήν, τοῖς σὲ τιμῶσι κατὰ χρέος, Αὐτὴ περιέπουσα καὶ σκέπουσα, καὶ διατηροῦσα βοᾶν σοι· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

Κανων δεύτερος.

Τὴν φωτοφόρον Νεφέλην.

Μεγαλυνάριον.

Μεγάλυνον ψυχή μου, τὴν προσενεχθεῖσαν, ἐν τῷ ναῷ  Κυρίου, καὶ εὐλογηθεῖσαν, χερσὶ τῶν Ἱερέων.

Σ η μ ε ί ω σ ι ς

Τὸ Μεγαλυνάριον τοῦτο ἐπαναλαμβάνεται καὶ εἰς τὰ ἐφεξῆς Τροπάρια μέχρι τοῦ Δοξαστικοῦ.

κ τῶν Δικαίων προῆλθεν, Ἰωακεὶμ καὶ τῆς Ἄννης, ἐπαγγελίας ὁ καρπός, ἡ θεόπαις Μαρία, καὶ ὡς θυμίαμα δεκτόν, σαρκὶ νηπιάζουσα προσφέρεται, Ἱερῷ  ἐν ἁγίῳ, ὡς Ἁγία, εἰς τὰ Ἅγια οἰκεῖν.

Τὴν νηπιάζουσαν φύσει, καὶ ὑπὲρ φύσιν Μητέρα, ἀναδειχθεῖσαν τοῦ Θεοῦ, εὐφημήσωμεν ὕμνοις, ἐν τῷ Ναῷ  τῷ  νομικῷ· Κυρίῳ γὰρ σήμερον προσφέρεται, εἰς ὀσμήν εὐωδίας, τῶν Δικαίων, ὡς καρπὸς πνευματικός.

Σὺν τῷ  Ἀγγέλῳ τὸ χαῖρε, τῇ  Θεοτόκῳ προσφόρως, ἀναβοήσωμεν πιστοί· Χαῖρε πάγκαλε Νύμφη, χαῖρε νεφέλη φωτεινή, ἐξ ἧς ἡμῖν ἔλαμψεν ὁ Κύριος, τοῖς ἐν σκότει ἀγνοίας, καθημένοις, χαῖρε πάντων ἡ ἐλπίς.

μνον ἐπάξιον πᾶσα, τῇ  Θεοτόκῳ ἡ κτίσις, σὺν τῷ  Ἀγγέλῳ Γαβριήλ, ἀνακράζει βοῶσα, Χαῖρε ἡ Μήτηρ τοῦ Θεοῦ, δι' ἧς ἐλυτρώθημεν πανάμωμε, τῆς ἀρχαίας κατάρας, γεγονότες ἀφθαρσίας κοινωνοί.

τῶν Ἁγίων Ἁγία, καὶ Θεομήτωρ Μαρία, ταῖς  ἱκεσίαις σου Ἁγνή, ἐλευθέρωσον ἡμᾶς, ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, καὶ πάσης αἱρέσεως καὶ θλίψεως, τοὺς πιστῶς προσκυνοῦντας, τὴν εἰκόνα, τῆς ἁγίας σου μορφῆς.

Τῶν Χερουβὶμ ὑπερτέρα, τῶν Σεραφὶμ ἀνωτέρα, καὶ πλατυτέρα οὐρανῶν, ἀνεδείχθης Παρθένε, ὡς τὸν ἀχώρητον παντί, ἐν μήτρᾳ χωρήσασα Θεὸν ἡμῶν, καὶ τεκοῦσα ἀφράστως, ὃν δυσώπει, ἐκτενῶς ὑπὲρ ἡμῶν.

Δόξα...

Μεγάλυνον, ψυχή μου, τῆς Τρισυποστάτου, καὶ ἀδιαιρέτου Θεότητος τὸ κράτος.

Τὴν Τρισυμόστατον φύσιν, καὶ ἀδιαίρετον δόξαν, τὴν ἐν Θεότητι μιᾷ, ὑμνουμένην ἀπαύστως, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Τριάδα ἀχώριστον δοξάσωμεν, σὺν Υἱῷ  τὸν Πατέρα, καὶ τὸ Πνεῦμα προσκυνοῦντες εὐσεβῶς.

Καὶ νῦν  ...

Μεγάλυνον, ψυχή μου, τὴν  τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω Στρατευμάτων.

πὸ τὴν σὺν εὐσπλαγχνίαν, τοὺς καταφεύγοντας πίστει, καὶ προσκυνoῦντας εὐσεβῶς, τὸν Υἱόν σου Παρθένε, Θεογεννῆτορ ὡς Θεόν, τοῦ κόσμου καὶ Κύριον ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, καὶ παντοίων πειρασμῶν.

Καταβασία.

Μυστήριον ξένoν, ὁρῶ  καὶ παράδοξον, οὐρανὸν τὸ σπήλαιον θρόνον Χερουβικὸν τὴν Παρθένον τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.

Ἐξαποστειλάριον.

Γυναῖκες ἀκουτίσθητε.

ν πάλαι προκατήγγειλε, τῶν Προφητῶν ὁ σύλλογος, στάμνον καὶ ῥάβδον καὶ πλάκα, καὶ ἀλατόμητον ὄρος, Μαρίαν τὴν Θεόπαιδα, πιστῶς ἀνευφημήσωμεν· σήμερον γὰρ εἰσάγεται, εἰς τὰ Ἅγια τῶν Ἁγίων, ἀνατραφῆναι Κυρίῳ. (γ')

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α

Τῶν οὐρανίων ταγμάτων.

Λαμπαδηφόροι παρθένοι, τὴν Ἀειπάρθενον, φαιδρῶς ὁδοποιοῦσαι, προφητεύουσιν ὄντως, ἐν Πνεύματι τὸ μέλλον· ναὸς γὰρ Θεοῦ, ἡ Θεοτόκος ὑπάρχουσα, πρὸς τὸν ναόν μετὰ δόξης Παρθενικῆς, νηπιόθεν ἐμβιβαζεται.

παγγελίας ἁγίας, καὶ ὁ καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη τῷ  κόσμῳ, ὡς πάντων ὑπερτέρα· ἣ εὐσεβῶς, προσαγομένη ἐν οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων ἀποπληροῖ, συντηρουμένη θείῳ Πνεύματι.

πουρανίῳ τραφεῖσα, Παρθένε ἄρτῳ πιστῶς, ἐν τῷ Nαῷ  Κυρίου, ἀπεκύησας κόσμῳ, ζωῆς ἄρτον τὸν Λόγον, οὗ ὡς ναός, ἐκλεκτὸς καὶ πανάμωμος, προεμνηστεύθης τῷ  Πνεύματι μυστικῶς, νυμφευθεῖσα τῷ  Θεῷ καὶ Πατρί.

ξανοιγέσθω ἡ πύλη, τοῦ θεοδόχου Ναοῦ· τὸν γὰρ ναὸν τοῦ πάντων, Βασιλέως καὶ θρόνον, σήμερον ἐν δόξῃ, ἔνδον λαβών, Ἰωακεὶμ ἀνατίθεται, ἀφιερώσας Κυρίῳ τήν ἐξ αὐτοῦ, ἐκλεχθεῖσαν ὡς Μητέρα αὐτοῦ.

Δόξα... Καὶ νῦν  ...

Ἦχος β  Λέοντος Μαΐστορος.

Σήμερον τῷ  Ναῷ  προσάγεται, ἡ Πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται· Tαύτῃ ἐκβοήσωμεν, ὡς ὁ Ἄγγελος· Χαῖρε μόνη ἐν γυναιξὶν εὐλογημένη.

Δοξολογία Μεγάλη, καὶ Ἀπόλυσις.

Δίδοται καὶ ἅγιον ἔλαιον τοῖς   Ἀδελφοῖς.

Εἰς τὴν Λειτουργίαν.

Τὰ Τυπικὰ καὶ τῶν Κανόνων ἡ γ καὶ ς Ὠδή.

 

Ἀντίφωνον α

Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Δεδοξασμένα ἐλαλήθη περί σοῦ ἡ πόλις τοῦ Θεοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Δόξα... Καὶ νῦν ...

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Ἀντίφωνον β

γίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός...  

γιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός...  

Αὕτη ἡ πύλη Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός...  

γιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός...  

Δόξα... Καὶ νῦν ...

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ...

Ἀντίφωνον γ

Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Ἦχος δ

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς   πᾶσι προκαταγγέλλεται· Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη.

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον...

πενεχθήσονται τῷ  Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς.

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον...

ΑΠΟΣΤΟΛΟΣ

Προκείμενον. Ἦχος γ Ὠδή τῆς Θεοτόκου [Λουκ. α]

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου

Κεφ.  9:1-7

δελφοί, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε ῞Αγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτῃ ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται ῞Αγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ῞Αγια ῾Αγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος ᾿Ααρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω· δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.

λληλούϊα [γ΄].  Ἦχος πλ. β΄ [Ψαλμός 44].

Στίχ. κουσον, θύγατερ, καὶ ἴδε.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

ΕΥΑΓΓΕΛΙΟΝ

κ τοῦ κατὰ Λουκᾶν.

Κεφ. 10:38-42; 11:27-28

 

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ ᾿Ιησοῦς εἰς κώμην τινά. γυνὴ δέ τις, ὀνόματι Μάρθα, ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ, ἤκουε τὸν λόγον αὐτοῦ. Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ᾿Ιησοῦς· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά, ἑνὸς δέ ἐστι χρεία. Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. ᾿Εγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου, εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε· Μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ, καὶ φυλάσσοντες αὐτόν.

 

Κοινωνικὸν.

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.