The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ 

 ΦΕΒΡΟΥΑΡΙΟΣ

ΕΧΩΝ ΗΜΕΡΑΣ ΤΡΙΑΚΟΝΤΑ ΜΙΑΝ

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΚΑ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Τιμοθέου τοῦ ἐν Συμβόλοις.

 

 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ 

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ'

Ὢ τοῦ παραδόξου θαύματος

Πάτερ θεόφρον Τιμόθεε, δι' ἐγκρατείας πολλῆς, καὶ συντόνου δεήσεως, τῶν παθῶν σκιρτήματα, παντελῶς ἐξηφάνισας, καὶ ἀπαθείας χάριν δεξάμενος, δοχεῖον ὤφθης τοῦ θείου Πνεύματος· ὅθεν τὰ πνεύματα, ἀπελαύνεις πάντοτε τὰ πονηρά, ζῶν καὶ μετὰ θάνατον, θεομακάριστε.

Πάτερ θεόφρον Τιμόθεε, τοῦ Ἀβραὰμ μιμητής, ἀψευδὴς ἐχρημάτισας, θεραπεύων πάντοτε, τοὺς πρὸς σὲ καταφεύγοντας, Ἰὼβ ἐκτήσω τὸ ἐν τοῖς πόνοις στερρόν, Δαυῒδ τὸ πρᾷον ἀνατεινόμενος, βίον ἰσάγγελον, ἐπὶ γῆς διήνυσας, τῶν ὀρεκτῶν, ἔφθασας τὸ ἔσχατον, ὑπὲρ ἡμῶν δυσωπῶν.

Πάτερ ἱερὲ Τιμόθεε, τῆς σωφροσύνης εἰκών, ἐγκρατείας ὑπόδειγμα, εὐσεβείας, ἴνδαλμα, καὶ πηγὴ κατανύξεως, ὀρθοδοξίας ἔρεισμα ἄσειστον, τῶν ἰαμάτων ῥεῖθρον ἀέναον, ἥλιος ἄδυτος, τέκνον θείας χάριτος, καὶ Μοναστῶν, ὤφθης ἐγκαλλώπισμα, σεβασμιώτατε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

λος ὁ βίος μου ἄσωτος, ἡ δὲ ψυχὴ ἀσελγής, καὶ τὸ σῶμα παμμίαρον, καὶ ὁ νοῦς ἀκάθαρτος, καὶ τὰ ἔργα παμβέβηλα, καὶ ὅλος ὄντως εἰμὶ ὑπεύθυνος, τῆς καταδίκης καὶ κατακρίσεως, ποῦ νῦν πορεύσομαι, καὶ πρὸς τίνα φεύξομαι, εἰμὴ πρὸς σὲ; Δέσποινα σπλαγχνίσθητι καὶ δεῦρο σῶσόν με.

Ἢ Σταυροθεοτοκίον

τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου φρικτοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ ὡς ἑώρακεν, ἐν μέσῳ δύο ληστῶν κρεμάμενον, ὃν ἀνωδίνως φρικτῶς ἐκύησεν, ἔκλαιε λέγουσα· Οἴμοι Τέκνον φίλτατον! πῶς ὁ δεινός, δῆμος καὶ ἀχάριστος, Σταυρῷ προσήλωσε;

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, λέγεται ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς.

Σὲ τῶν Μοναστῶν τὸ κλέος μέλπω μάκαρ.

Ἄνευ τῶν Θεοτοκίων. Θεοφάνους

δὴ α' Ἦχος πλ. δ'

Εἱρμὸς

σωμεν ᾠδὴν τῷ Θεῷ, τῷ ἐκ πικρᾶς δουλείας, Φαραὼ ῥυσαμένῳ Ἰσραήλ, καὶ ἐν πυρίνῳ στύλῳ, καὶ φωτὸς νεφέλῃ καθοδηγήσαντι, ὅτι δεδόξασται.

Σὲ τὸν νοητὸν ἀστέρα, τὸν ἐν τῷ ὕψει Πάτερ, τῆς ἐγκρατείας ἀναλάμψαντα φαιδρῶς, καὶ τῶν πιστῶν καρδίας καταυγάζοντα, μάκαρ Τιμόθεε, ἀνευφημοῦμεν ἀεί.

χων πρὸς Θεὸν ἐκτενές, τῆς διανοίας ὄμμα, τῆς ἀμελείας τὸν ὕπνον, ἐκ ψυχῆς ἀπετινάξω Πάτερ, καὶ ναὸς ἐγένου θείου Πνεύματος, καὶ ἁγιάσματος τόπος Τιμόθεε.

Τὰς τοῦ πονηροῦ μηχανάς, τῇ ταπεινώσει Πάτερ, συμπεφραγμένος διῆλθες ἀβλαβῶς, καὶ πρὸς Θεὸν ὑψώθης, καὶ αὐτοῦ τῇ δόξῃ διὰ παντός, ἐντρυφᾷς μάκαρ Τιμόθεε.

Θεοτοκίον

Τὴν ἀνερμηνεύτως Θεόν, τὸν Ποιητὴν τῶν ὅλων, ἐν τῇ γαστρὶ συλλαβοῦσαν, καὶ σαρκὶ ὡς ἀληθῶς τεκοῦσαν Θεοτόκον Κόρην, καὶ παρθενεύουσαν, ὕμνοις τιμήσωμεν.

δὴ γ' Ὁ Εἱρμὸς

Στερέωμά μου Σωτὴρ ὑπάρχεις, καταφυγή μου καὶ δύναμις, σαλευθεῖσαν τὴν καρδίαν μου, στερέωσον εἰς τὸν φόβον σου, ὅτι οὐκ ἔστιν ἅγιος, ὡς σὺ ὁ Θεὸς ἡμῶν.

Οἰκτείρων πάντας τῇ συμπαθείᾳ, ἄλλος Ἀβραὰμ ἐχρημάτισας, δεξιούμενος τοὺς πάντοθεν, παραβάλλοντας ὦ Τιμόθεε, καὶ δι' αὐτῶν τὸν πάντων, θεραπεύων Θεόν.

Νεκρώσας μέλη τὰ ἐπὶ γῆς σου, Πάτερ ὥς φησιν ὁ Ἀπόστολος, τῆς ζωῆς τῆς ἐπουρανίου, συμμέτοχος ἀναδέδειξαι, ἐν ᾗ τῶν τιμώντων σε, ἀεὶ μέμνησο.

νατολή σου τῶν ἔργων Πάτερ, ἥλιος γεγένησαι ἄδυτος, ταῖς ἀκτῖσι τῶν ἀγώνων, τὰ πέρατα καταυγάζων ἀεί, καὶ τῶν δαιμόνων λύων τὴν σκοτόμαιναν.

Θεοτοκίον

γνὴ Παρθένε τοῦ Βασιλέως, τῶν βασιλευόντων Γεννήτρια, τὰς σειράς μου τῶν πταισμάτων, διάρρηξον καὶ ὁδήγησον, πρὸς μετανοίας τρίβους ταῖς πρεσβείαις σου.

Κάθισμα Ἦχος πλ. δ'

Ταχὺ προκατάλαβε

Παρθένος τῷ σώματι σὺ ἀναδέδειξαι, πιστῶς τῷ ποιήσαντι, σὺ πεφανέρωσαι, Πατὴρ ἡμῶν Ὅσιε· ὅθεν καὶ συνευφραίνῃ, ταῖς φρονίμοις Παρθένοις, πίστει δὲ συγχορεύεις, τοῖς ὁσίοις Πατράσιν, ἡμῖν δὲ ἐπεφάνης βρύων τὰ θαύματα.

Θεοτοκίον

Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμῶν πολεμοῦντας, γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου μόνε φιλάνθρωπε.

Ἢ Σταυροθεοτοκίον

Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὃν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.

δὴ δ' Ὁ Εἱρμὸς

ξ ὄρους κατασκίου, Λόγε ὁ Προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόησε καὶ ἐν φόβῳ, ἐδοξολόγει σου τὴν δύναμιν.

Σὺ ταῖς προσευχαῖς, ἀεὶ ὠχυρωμένος, τὰ τῶν νοητῶν, ἐχθρῶν τόξα καὶ βέλη, ὥς περ νηπίων τοξεύματα ἐλογίσω, Πάτερ ἀοίδιμε Τιμόθεε.

Τὸν τῆς πρὸς ἡμᾶς, Χριστοῦ οἰκονομίας, σχέσει προσκυνῶν, θεόφρον χαρακτῆρα, πεῖραν ὑπέστης μαστίγων ὑπὸ τῶν τοῦτον, ἀπαρνουμένων ὦ Τιμόθεε.

ς τις ἀνδριάς, ἀσάλευτος ὑπῆρξας, ἐν τῇ πρὸς Θεόν, ἀεὶ δοξολογία, μηδ' ὁπωσοῦν ἀναπαύσεως ἐν ταῖς ταύτης, ὥραις μετέχων ὦ Τιμόθεε.

Θεοτοκίον

Νέον ἐπὶ γῆς, ἐγέννησας Παιδίον, τὸν ἐκ τοῦ Πατρός, πρὸ πάντων τῶν αἰώνων, γεγεννημένον ἀρρεύστως, Μῆτερ ἁγία, Χριστιανῶν ἡ ἐπανόρθωσις.

δὴ ε' Ὁ Εἱρμὸς

Τὸν ζόφον τῆς ψυχῆς μου, διασκέδασον φωτοδότα, Χριστὲ ὁ Θεός, ὁ τὸ ἀρχέγονον σκότος διώξας τῆς ἀβύσσου, καὶ δώρησαί μοι τὸ φῶς τῶν προσταγμάτων σου Λόγε, ἵνα ὀρθρίζων δοξάζω σε.

Νοῒ κεκαθαρμένῳ, παρεστὼς τῇ Τριάδι μακάριε, καὶ ταῖς ἐκεῖθεν ἀκτῖσι πυρσευόμενος Πάτερ, τοὺς ἐν σκότει ἡμᾶς κινδυνεύοντας, τῶν ψυχικῶν παθημάτων, φωτίζεις ἑκάστοτε.

Τὴν σάρκα ἐγκρατείᾳ, τὴν ψυχὴν ἀπαθείᾳ κοσμούμενος, τοῦ Βασιλέως των ὅλων, θεράπων ἐγνωρίσθης, καὶ παρ' αὐτοῦ ἐναργεῖς, τὰς τῶν θαυμάτων ἐδέξω, Τιμόθεε χάριτας.

Οὐ γνώμῃ περιέργῳ, ἀλλ' ἀπλάστῳ καρδίᾳ αἰτήσασα, ἡ προσελθοῦσά σοι στεῖρα, διὰ πιστοῦ οἰκέτου, εὔτεκνος δείκνυται ἐξ ἀτεκνίας, ὑμνοῦσα Χριστὸν τὸν Θεόν ἡμῶν.

Θεοτοκίον

Οἰκήσας ἐν γαστρί σου, ὁ οἰκῶν ἐν ὑψίστοις, σὲ ἀπειργάσατο, οὐρανῶν πλατυτέραν, Μαρία Θεοτόκε, ὃν ὑπὲρ πάντων ἡμῶν ὡς ἀγαθή, μὴ ἐλλίπῃς πρεσβεύειν Θεόνυμφε.

δὴ ς' Ὁ Εἱρμὸς

λάσθητί μοι Σωτὴρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Καλῶς σου διατηρῶν, τὸ παρθενίας ἀξίωμα, ἐν ὅλῃ σου τῇ ζωῇ, γυναίῳ οὐδὲ ποτε, κατ' ὄψιν συνέτυχες, τὴν ἐκ τούτου βλάβην, παντελῶς ἀποκρουσάμενος.

Λιμένι τῷ νοητῷ, ἐγκαθωρμίσθης τοῖς κύμασι, τῶν ἡδονῶν μὴ βραχείς, παμμάκαρ Τιμόθεε, ἀλλὰ ταῖς τοῦ Πνεύματος, ζωηφόροις αὔραις, εὐπλοήσας, Παναοίδιμε.

μάκρυνας ψαλμικῶς, ἐν ὄρεσι διαιτώμενος, καὶ ταῖς ἐρήμοις ἀεί, σοφὲ αὐλιζόμενος, ἕως οὗ εἰσήλασας, εἰς Θεοῦ τὴν πόλιν, τὴν οὐράνιον Τιμόθεε.

Θεοτοκίον

νώτοις χερουβικοῖς, ἀπεριγράπτως καθήμενος, περιγραπτῶς ἐν τῇ σῇ, κοιλίᾳ ἐνῴκησε, σαρκὶ οὐ Θεότητι, καὶ ἐκ σοῦ προῆλθε, διασῴζων με Πανάμωμε.

Κοντάκιον Ἦχος δ'

Ἐπεφάνης σήμερον

ς ἀστὴρ πολύφωτος ἐκ τῆς Ἑῴας, ἀναλάμψας ηὔγασας, ἐν ταῖς καρδίαις τῶν πιστῶν, τὰς ἀρετὰς τῶν θαυμάτων σου, θαυματοφόρε θεόφρον Τιμόθεε.

Συναξάριον

Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Τιμοθέου τοῦ ἐν Συμβόλοις.

Στίχοι

Καὶ ζῶντα Τιμόθεε καὶ τεθνηκότα,

Τιμᾷ Θεὸς ζώντων σε καὶ τεθνηκότων.

Εἰκάδι Τιμόθεον πρώτῃ κατὰ σῆμα κάλυψεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Εὐσταθίου, Πατριάρχου ντιοχείας τῆς μεγάλης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γεωργίου, Ἐπισκόπου Ἀμάστριδος.

Στίχοι

Γεώργιος, καὶ λιπὼν τὸ σαρκίον,

Πολλοῖς γεωργεῖ ψυχικὴν σωτηρίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Ἰωάννης, Πατριάρχης Κωνσταντινουπόλεως, ὁ ἀπὸ Σχολαστικῶν, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Χριστοῦ τέθνηκας ὁ Σχολαστικὸς θύτης,

Καὶ τῶν μακρῶν σου νῦν σχολὴν ἄγεις πόνων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Ζαχαρίας, Πατριάρχης Ἱεροσολύμων, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Μακάριος εἶ καὶ θανὼν Ζαχαρία,

Ζαχαρία πρόεδρε γῆς μακαρίας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

δὴ ζ' Ὁ Εἱρμὸς

δι' Ἀγγέλου Παῖδας, ἐκ πυρὸς διασώσας, καὶ τὴν βροντῶσαν κάμινον, μεταβαλὼν εἰς δρόσον, εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Σβέσας παθῶν τὴν φλόγα, τῶν δακρύων τῇ δρόσῳ, χάριν θαυμάτων ἔβλυσας, δι' ὧν ἀποκαθαίρεις τοὺς μολυσμούς, τῶν παθημάτων Τιμόθεε.

Μακαρισμοῦ τοῦ θείου, ἀψευδῶς τετύχηκας, τὴν τῶν πραέων Ὅσιε, κληρονομήσας χώραν, καὶ τῆς χαρᾶς τῶν ἐκλεκτῶν ἐμφορούμενος.

Λύσιν ἁμαρτημάτων, τοῖς τελοῦσιν ἐκ πόθου, τὸ ἱερὸν μνημόσυνον, τῆς μεταστάσεώς σου, ὡς παρρησίαν εὑρηκώς, Παμμάκαρ αἴτησαι.

Θεοτοκίον

Λελυτρωμένοι πάντες, τῆς ἀρχαίας κατάρας, τῷ παναγίῳ τόκῳ σου, εὐλογημένη, σὲ εὐλογοῦμεν Θεοτόκε ἀμίαντε.

δὴ η' Ὁ Εἱρμὸς

στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς θαλάσσῃ ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν, σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις, τῷ Δημιουργῷ καὶ κτίστῃ εἰς τοὺς αἰῶνας.

Παθοκτόνος γεγένησαι, δι' ἐγκρατείας πολλῆς, καὶ συντόνου Πάτερ τῆς ἀγρυπνίας, ἀναβάσεις ἀεί, ἀρετῶν Ὅσιε, μελετῶν ἐν καρδίᾳ, καὶ ἐκ δόξης βαίνων ἐπὶ δόξαν, τῆς ἀτελευτήτου, ζωῆς καὶ ἀφθαρσίας.

ς θυμίαμα Ὅσιε, τὰς προσευχάς σου Θεῷ, τῷ καθαρωτάτῳ, σὺ προσενέγκας καθαρᾶς ἐκ ψυχῆς, θείαν ἐνέργειαν, παρ᾽ αὐτοῦ ἐκομίσω τῶν θαυμάτων, δαίμονας ἐλαύνειν, καὶ τὰς τῶν ἀνθρώπων ἰᾶσθαι ἀσθενείας.

Μισοπόνηρος ἄκακος, καὶ συμπαθὴς καὶ πραΰς, καὶ δικαιοσύνῃ κεκοσμημένος, Πάτερ γέγονας, ὅσιος, ἄμεμπτος, ἀπεχόμενος πάσης ἀδικίας, στῦλος Μοναζόντων· ὅθεν σε τιμῶμεν, Πιστοὶ εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Μόνην σε ἐξελέξατο, τὴν καλλονὴν Ἰακώβ, τοῦ Πατρὸς ὁ Λόγος, καὶ σοῦ ἐν μήτρᾳ κατεσκήνωσε, καὶ ὡς ηὐδόκησεν, ὑπὲρ πάντας ὡραῖος τοὺς ἀνθρώπους, Πάναγνε προῆλθε, τὴν ἀμαυρωθεῖσαν, ἡμῶν καθαίρων φύσιν.

δὴ θ' Ὁ Εἱρμὸς

Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἐγείρας κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης.

γιωσύνης τέμενος, κατανύξεως πηγή, συμπαθείας ῥεῖθρον, ἀνεδείχθης Σοφέ, ἀγάπης τὸ ἄπειρον πέλαγος, Κυρίου θεράπων ἀψευδής, καὶ οὐρανοπολίτης, καὶ Ἀγγέλων σύσκηνος, καὶ θαυμάτων βρύσις.

Κατακαυχᾶσθαι ἔλεον, Πάτερ κρίσεως εἰδώς, οὐ παρεῖδες ξένον, ἀλλὰ πᾶσι χρηστῶς, τὰ σπλάγχνα διήνοιξας Ὅσιε, πατὴρ χρηματίσας ὀρφανῶν, καὶ τῶν χηρῶν προστάτης, καὶ γυμνῶν ἀμφίασις, καὶ τροφὴ πεινώντων.

πὸ τῆς γῆς ἐχώρησας, πρὸς τὸν οὐρανόν, ἔνθα εἶχες ἔτι περιὼν ἐν σαρκί, καλῶς τὸ πολίτευμα Ὅσιε, ἡμῖν ἱλασμόν ἁμαρτιῶν, πρεσβεύων δωρηθῆναι, τοῖς πιστῶς τιμῶσί σου, τὴν Ἁγίαν μνήμην.

εῖθρα ἡμῖν ἑκάστοτε, ἡ τιμία σου σορός, ἰαμάτων Πάτερ ἀναβλύζει, παθῶν ἐκχύσεις παντοίων ξηραίνοντα, καὶ πᾶσαν ἀρδεύοντα ψυχήν, πρὸς εὐκαρπίαν θείαν, ἱερὲ Τιμόθεε, τοῦ Χριστοῦ θεράπον.

Θεοτοκίον

ήμασι σοῖς ἑπόμεναι, γενεαὶ τῶν γενεῶν, Μακαρία σε μακαριοῦσιν ἀεί· Θεὸν γὰρ τὸν ὄντως μακάριον, ἐκύησας ἄχραντε Ἁγνή, τὸν πάντας μακαρίους, τοὺς αὐτῷ δουλεύοντας, ἀψευδῶς ποιοῦντα.

 

Καὶ ἡ λοιπὴ τοῦ Ὄρθρου Ἀκολουθία, κατὰ τὴν τάξιν, καὶ Ἀπόλυσις.