The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

ΔΕΚΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 ΤΗ ΚΑ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἰουλιανῆς, τῆς ἐν Νικομηδείᾳ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια Προεόρτια.

Ἦχος δ’  Ἔδωκας σημείωσιν.

Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος, πρὸς αὐτὸν ἀνακέκραγε, Προφήτης ἐν πνεύματι· ὁδὸν γὰρ ἐξεῦρε, πᾶσαν ἐπιστήμης, μετὰ δὲ ταῦτα τοῖς βροτοῖς, σάρκα φορέσας ὁμοιωθήσεται· Παρθένου γὰρ θεόπαιδος, ἀποτεχθῆναι ἐπείγεται, προσιτὸς μοι γενόμενος, ὁ τῇ φύσει ἀπρόσιτος.

Θημωνία ἅλωνος, ἡ σὴ κοιλία Πανάμωμε, Θεοτόκε γνωρίζεται, στάχυν ἐγεώργητον, ὑπὲρ νοῦν καὶ λόγον, φέρουσα ἀφράστως· ὃν ἐν Σπηλαίῳ Βηθλεέμ, ἀποκυήσεις τήν κτίσιν ἅπασαν, ταὶς θείαις ἐπιγνώσεσι, μέλλοντα θρέψειν ἐν χάριτι, καὶ λιμοῦ τὸ ἀνθρώπινον, ψυχοφθόρου λυτρώσεσθαι.

Δάμαλις ἡ ἄμωμος, τὸν σιτευτὸν Μόσχον φέρουσα, ἐν κοιλίᾳ προέρχεται, εἰς ἅγιον Σπήλαιον, παραδόξῳ λόγῳ, τοῦτον ἀποτέξαι, καὶ σπαργανῶσαι ὡς βροτόν, καὶ ἀνακλῖναι φάτνῃ ὡς νήπιον. Ἡ κτίσις προεόρταζε, χαρμονικῶς μεγαλύνουσα, τὸν τοιαῦτα παράδοξα, ἐπὶ γῆς ἐργαζόμενον.

Στιχηρὰ τῆς Ἁγίας

Ἦχος δ’

Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ταῖς βαφαῖς ταῖς ἐξ αἵματος, σωτηρίου ἱμάτιον, σεαυτῇ πανεύφημε ἐπιχρώσασα, καὶ λαμπρυνθεῖσα τῷ πνεύματι, Κυρίῳ μεμνήστευσαι, ἀθανάτῳ Βασιλεῖ, συντηροῦντί σε ἄμωμον, ἀδιάφθορον, εἰς αἰῶνα αἰῶνος ἐν θαλάμοις, οὐρανίοις ὡς Παρθένον, περικαλῆ καὶ ἀκήρατον.

Αἰκισμοῖς ὁμιλήσασα, καὶ πυρὶ προσπελάσασα, καὶ σαρκὸς σπαράγματα καρτερήσασα, καὶ τῶν λεβήτων τὰ βράσματα, γενναίως ἐνέγκασα, οὐχ ἡττήθης λογισμῷ, οὐ ξοάνοις ἐπέθυσας, ἀλλὰ κλίνασα, τῷ Θεῷ τὸν αὐχένα τῇ τοῦ ξίφους, τιμωρίᾳ στεφηφόρος, πρὸς οὐρανοὺς ἀνελήλυθας.

σπερ προῖκα πολύτιμον, τῷ Νυμφίῳ προσήγαγες, Ἀθληφόρε ἔνδοξε δῆμον ἅγιον, τοῖς θαυμασίοις πιστεύσαντα, οἷς πίστει ἐτέλεσας, ἀνωτέρα καὶ ποινῶν, καὶ τροχοῦ καταφλέγοντος, καὶ στρεβλώσεων, ἐν Χριστῷ δεικνυμένῃ τῷ τὴν νίκην, οὐρανόθεν σοι Παρθένε, θεουργικῶς χορηγήσαντι.

Δόξα... Καὶ νύν... Ἦχος πλ. β’

Σιὼν πανηγύριζε, Ἱερουσαλὴμ εὐφραίνου, Πόλις Χριστοῦ τοῦ Θεοῦ, ὑπόδεξαι τὸν Κτίστην, ἐν Σπηλαίῳ καὶ Φάτνῃ χωρούμενον· ἀνοίξατέ μοι πύλας, εἰσελθὼν ἐν αὐταῖς, ὄψομαι τὸν ὡς βρέφος σπαργανούμενον, καὶ τῇ  δρακὶ συνέχοντα τὴν κτίσιν, ὃν ὑμνοῦσιν Ἄγγελοι, ἀκαταπαύστῳ φωνῇ· Ζωοδότην Κύριον, τὸν σῴζοντα τὸ γένος ἡμῶν.

Ἀπόστιχα Στιχηρὰ Προσόμοια

Ἦχος β’  Οἶκος τοῦ Ἐφραθᾶ.

Πάντων τῶν Προφητῶν, αἱ προρρήσεις πληροῦνται· ὁ Χριστὸς γὰρ γεννᾶται, ἐν Βηθλεὲμ τῇ  πόλει, ἐκ τῆς ἁγνῆς θεόπαιδος.

Στίχ. Θεὸς ἀπὸ Θαιμὰν ἥξει.

Δόξα τῶν γηγενῶν, καὶ καύχημα καὶ κλέος, Βηθλεὲμ ἡ τιμία, μητρόπολις ἡ θεία, ὑπόδεξαι τὸν Κτίστην σου.

Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου.

Λόγος ὁ τοῦ Πατρός, δι' οὗ τὸ πᾶν ὑπέστη, ἀπαθῶς καὶ ἀρρεύστως, ὑπόστασις ὁρᾶται, μία ἐκ δύο φύσεων.

Δόξα... Καὶ νῦν ... ὅμοιον.

πόλις Βηθλεέμ, εὐτρέπισον τῷ Κτίστῃ, τὸ Σπήλαιον, τὴν Φάτνην, τὰ σπάργανα· ἐν σοὶ γάρ, τεχθῆναι παραγίνεται.

Ἀπολυτίκιον, Προεόρτιον.

Ἦχος δ’  Κατεπλάγη Ἰωσὴφ.

τοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα, Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

Δόξα... Τῆς Ἁγίας.

Ἦχος δ’  Κατεπλάγη Ἰωσὴφ.

ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ· Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι, καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου, καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί· ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν...

τοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου· Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα, Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

Εἰς τὰ Ἀπόδειπνα ψάλλομεν τὸ Διῴδιον, οὗ ἡ Ἀκροστιχίς. 

Τρίτῃ τε.

Ὠδὴ η’ Ἦχος β’  Ὁ Εἱρμὸς.

Τῷ δόγματι τῷ τυραννικῷ, οἱ ὅσιοι τρεῖς Παῖδες μὴ πεισθέντες, ἐν τῇ καμίνῳ βληθέντες, Θεὸν ὡμολόγουν ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

αθυμίας ὕπνον ἀφ' ἡμῶν, βαλώμεθα, καὶ ψυχῶν ἐγρηγόρσει, τῷ τικτομένῳ ἐκ Κόρης ἁγνῆς, Χριστῷ ἀναμέλψωμεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

κανούσθω πρᾶξις ἀγαθή, ἡμῶν τῷ τῆς ψυχῆς ταμείῳ, ὅπως φαιδρῷ τῷ προσώπῳ, Χριστῷ τικτομένῳ ψάλλωμεν·Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Τὸ τάλαντον ἔργοις ἀγαθοῖς, αὐξήσαντες, ὥσπερ δῶρα τῷ δόντι, ἀντὶ χρυσοῦ καὶ λιβάνου Χριστῷ, καὶ σμύρνης προσάξωμεν, ἐρχομένῳ τεχθῆναι, ἐκ Κόρης θεόπαιδος.

Ὠδὴ θ’  Ὁ Εἱρμὸς.

τὸν ἀχώρητον Θεόν, ἐν γαστρὶ χωρήσασα, καὶ χαρὰν τῷ κόσμῳ κυήσασα, σὲ ὑμνοῦμεν, Παναγία Παρθένε.

Τοῖς ἐπιγνώμοσι Χριστός, γρηγορεῖν ἐντέταλται, τὴν αὐτοῦ ἐλπίζουσιν ἔλευσιν, ἐκ Παρθένου· καὶ γὰρ ἥκει τεχθῆναι.

ν τῇ δευτέρᾳ σου Χριστέ, ἐνδημίᾳ σύσκηνον, δεξιοῖς με δεῖξον προβάτοις σου, σὴν τιμῶντα, ἐν σαρκὶ παρουσίαν.

ν τῇ προτέρᾳ σου Χριστέ, παρουσίᾳ ἔσωσας, τὸν Ἀδάμ, ἀλλ' ἐν τῇ δευτέρᾳ σου, τοὺς τιμῶντας, τὴν σὴν Γέννησιν σῷζε.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἡ συνήθης Στιχολογία. Μετὰ δὲ τὴν α’ Στιχολογίαν, Κάθισμα.

Ἦχος β’  Ὁ εὐσχήμων Ἰωσὴφ.

ἀπρόσιτος Θεός, δι' εὐσπλαγχνίαν προσιτός, γενόμενός μοι θέλων, προέρχεται σαρκί, γεννηθῆναι ὡς ἄνθρωπος, ἐν πόλει Βηθλεέμ, ἐκ Παρθένου νεάνιδος, ὃν ὑποδέξασθαι προθύμως σπουδάσωμεν, ἀνακράζοντες φόβῳ· Κύριε δόξα σοι.

Δόξα... Καὶ νῦν... τὸ αὐτὸ.

Μετὰ τὴν β’ Στιχολογίαν.

Κάθισμα.

Ἦχος γ’  Τὴν ὡραιότητα.

Θαῦμα παράδοξον, ὁρᾶται σήμερον! ὁ γὰρ Σωτὴρ ἡμῶν, ἐν τῷ σπηλαίῳ σαρκί, ἐκ τῆς Παρθένου δι' ἡμᾶς, τεχθῆναι νῦν ἐπείγεται, Μάγοι μετὰ δώρων δέ, ὡς βασιλεῖ προσκυνήσουσι, Ποιμένες τε καὶ Ἄγγελοι, αὐτὸν δοξολογήσουσι, μεθ' ὧν καὶ ἡμεῖς βοῶμεν· Δόξα τῷ δι' ἡμᾶς ἐνανθρωπήσαντι.

Δόξα... Καὶ νῦν... τὸ αὐτὸ.

Ὁ Κανὼν ὁ προεόρτιος, οὗ ἡ Ἀκροστιχίς, κατὰ ἀλφάβητον. Ἰωσήφ.

Ὠδὴ α’  Ἦχος δ’  Ὁ Εἱρμὸς.

Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοι ὡς ἐν τυμπάνῳ, τῇ  νεκρώσει τοῦ σώματος, ἐπινίκιον, ᾄσω μελῴδημα.

γάλλου οὐρανέ, καὶ ἡ γῆ εὐφραινέσθω· ὁ Θεὸς γὰρ μεθ' ἡμῶν, γενόμενος σαρκί, ἐκ Παρθένου νεάνιδος, τίκτεται καὶ σπαργανοῦται, τὰς σειρὰς διαλύει δέ, τῶν ἐμῶν ἐγκλημάτων ὡς εὔσπλαγχνος.

Βασίλισσα ἁγνή, Βασιλέα τῶν ὅλων, ἀποτίκτει ὑπὲρ νοῦν, τὸν ἄνω τοῖς  πιστοῖς, βασιλείαν ἀνοίγοντα, καὶ τὴν ἐν ἡμῖν ἀθλίως, βασιλεύουσαν πάντοτε, ἁμαρτίαν τελείως ἐξαίροντα.

Γραφαὶ προφητικαί, περαιοῦνται· Ἰδοὺ γάρ, ὃν προήγγειλαν Χριστόν, ἐν πόλει Βηθλεέμ, φανεροῦται σαρκούμενος· τούτου νῦν προεορτάσαι, τα Γενέθλια σπεύσωμεν, διανοίας εὐθύτητι σήμερον.

Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς.

Μέλπειν σε Μάρτυς προσθέτω Θεὸς χάριν. Ἰωσήφ.

Ὠδὴ α’   Ἦχος δ’

Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας, Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.

Μαρτύρων, περιφανῶς λαμπρότησι, περιαστράπτουσα, περὶ Θεὸν χορεύεις ἱερῶς, θεουμένη Πανεύφημε, καὶ φωτισμὸν πρεσβείαις σου, παρεχομένη τοῖς  ὑμνοῦσί σε.

τρώθης, τῷ γλυκυτάτῳ ἔρωτι, Χριστοῦ πανεύφημε, καὶ σαρκικὰς λιποῦσα ἡδονάς, καὶ μνηστῆρα ἐπίκηρον, κατεγγυήθης ἄμωμος, Ἁγνὴ Παρθένος τῷ Νυμφίῳ σου.

Λαμπρύνας, φωτοφανέσι κάλλεσι, τὴν σὴν διάνοιαν, ὁ Πλαστουργὸς τῶν ὅλων καὶ Θεός, οὐρανίων θαλάμων σε, παρθενικῶς χορεύουσαν, Μάρτυς θεόφρον κατηξίωσε.

Θεοτοκίον.

Παρθένος, τὸν Πλαστουργὸν τῆς φύσεως, τεκεῖν ἐπείγεται, ἐν τῷ Σπηλαίῳ σάρκα ἐξ αὐτῆς, καθ' ὑπόστασιν ἄρρητον, ὑπερφυῶς φορέσαντα, ὅπως θεώσῃ τὸ ἀνθρώπινον.

Προεόρτιος.

Ὠδὴ γ’  Ὁ Εἱρμὸς.

τι στεῖρα ἔτεκεν, ἡ ἐξ Ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις, ἠσθένησε συναγωγή, τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν, Ἅγιος εἶ Κύριε.

Δανιὴλ ἐξ ὄρους σε, παρθενικοῦ λίθον Λόγε, ἀποτμηθέντα βλέπει, ἐκλεπτύνοντα βωμούς, εἰδωλικοὺς τῷ κράτει σου· διὰ τοῦτο φόβῳ σε δοξάζομεν.

ξ Ἑῴας Μάγοι σε, τῷ Βασιλεῖ τῶν ἁπάντων, ὁδηγηθέντες ἄστρῳ, δῶρα προσάγουσι Χριστέ, σμύρναν χρυσὸν καὶ λίβανον, ἐκπλαγέντες τὴν σὴν συγκατάβασιν.

Ζωηφόρον ἄσταχυν, χώρα ἀνήροτος φέρει, ἀποτεκεῖν ἐν πόλει, τῆς Βηθλεὲμ ἡ Μαριάμ, πάντων ψυχὰς ἐκτρέφοντα, τῶν βοώντων· Ἅγιος εἶ Κύριε.

Τῆς Ἁγίας. 

Εὐφραίνεται ἐπὶ σοὶ.

τέλεσας τὴν ψυχήν, ναὸν πανάγιον Θεοῦ Ἔνδοξε, θείοις ναοῖς πάντοτε, ὕμνοις καὶ εὐχαῖς παρεδρεύουσα.

Μεγίστων ἐπιτυχεῖν, ἐφιεμένη δωρεῶν Πάνσεμνε, πόνους σαρκὸς ἔφερες, ὡς ἐν ἀλλοτρίῳ τῷ σώματι.

Αἱμάτων σου σταλαγμοῖς, τῆς ἀθεΐας τὴν πυρὰν ἔσβεσας, καὶ τῶν πιστῶν ἤρδευσας, Ἰουλιανὴ τὰ φρονήματα.

Θεοτοκίον.

υόμενος τοὺς βροτούς, ὁ συμπαθὴς ἐκ τῆς ἁγνῆς τίκτεται, ἐν Βηθλεὲμ σπάργανα, νήπιον καθάπερ δεχόμενος.

Ὁ Εἱρμὸς.

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ  μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

Κάθισμα Προεόρτιον  Ἦχος γ’

Τὴν ὡραιότητα.

Χαρᾶς ἐμπλήσθητε, πάντα τὰ πέρατα· ἡ Θεοτόκος γάρ, τεκεῖν ἐπείγεται, τὸν Βασιλέα τοῦ παντός, ὢ θαύματος ἀνεκφράστου! ἄρχεται ὁ Ἄναρχος, καὶ σαρκοῦται ὁ Ἄσαρκος Σπήλαιον εἰσδέχεται, τὸν συνέχοντα ἅπαντα. Ἡ Βηθλεὲμ ἀγάλλου, καὶ χόρευε ἡ κτίσις, ἡμέραν προεόρτιον.

Δόξα... Τῆς Ἁγίας.

Ἦχος δ’

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Πεποικιλμένη ἀρεταῖς θεοσδότοις, διηνθισμένη τῷ σεπτῷ μαρτυρίῳ, ὅλη καλὴ καὶ ἄμωμος ὡράθης σεμνή· ὅθεν σου ὁ Κύριος, νῦν ἠράσθη τοῦ κάλλους, καὶ πρὸς φωτεινότατον, σὲ νυμφῶνα εἰσῆξεν, ἐν ᾧ χορεύεις, Ἰουλιανή, μετὰ Μαρτύρων Χριστὸν μεγαλύνουσα.

Καὶ νῦν... Προεόρτιον.

Ταχὺ προκατάλαβε.

Παρθένοι προεξάρξατε, τῇ  τῆς Παρθένου χαρᾷ, Μητέρες αἰνέσατε, τὴν προπομπὴν τῆς Μητρός, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Μάγοι σὺν τοῖς  Ἀγγέλοις, σὺν ἡμῖν οἱ Ποιμένες· ἔρχεται γὰρ ἐν πόλει, Βηθλεὲμ τοῦ γεννῆσαι, υἱὸν τὸν πρὸ αἰώνων Θεόν, σῴζοντα κόσμον φθορᾶς.

Προεόρτιος. 

Ὠδὴ δ’  Ὁ Εἱρμὸς.

καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ  ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ  δυνάμει σου.

ἁγία μυροθήκη, τοῦ σεπτοῦ ἁγιάσματος, Βηθλεὲμ ἐν πόλει, τοῦτο ἐκκενῶσαι προέρχεται, ἁγιασμὸν ἡμῖν πᾶσι παρεχόμενον, τοῖς  κραυγάζουσι· Δόξα Χριστὲ τῇ  δυνάμει σου.

Θεηγόρε Ἡσαΐα, τὰ σεπτά σου κηρύγματα, γεγονότα βλέπων, πράγματα ἀγάλλου καὶ χόρευε· ἡ γὰρ Παρθένος ἀσπόρως ἀπεκύησεν, ἐν Σπηλαίῳ σαρκί, Βηθλεὲμ τὸν ἀχώρητον.

ησοῦς σαρκὶ γεννᾶται, καὶ ἐν χρόνῳ ὁ Ἄχρονος, καθορᾶται βρέφος, λύων μου τὰ χρόνια πταίσματα, καὶ τῇ  ἀφάτῳ πτωχείᾳ πλουτίζει με, τὸν πτωχεύσαντα, φθοροποιαῖς παραβάσεσι.

Τῆς Ἁγίας. 

Ἐπαρθέντα σε ἰδοῦσα.

Τεταμένην τὴν διάνοιαν κεκτημένη, πρὸς τὸν τῶν ὅλων Κύριον, σαρκὸς τεταμένης, καὶ μαστιζομένης δεινῶς, οὐδόλως ἐφρόντισας, Ἰουλιανὴ καλλιπάρθενε.

περίσχυσαν οἱ ἔρωτες τοῦ Δεσπότου, τοὺς τῆς σαρκὸς πανεύφημε, Μάρτυς ἀμαυρῶσαι· ὅθεν κατεφρόνησας, καὶ πλούτου καὶ μνήστορος, καὶ πολυτρόπων κολάσεων.

Σὲ τὴν ἄσπιλον ἀμνάδα καθάπερ λύκοι, οἱ δυσμενεῖς σπαράττοντες, Μάρτυς ταῖς αἰκίαις, ἄμωμον ὁλόκληρον, Θεοῦ ἀπετέλεσαν, θεῖον ἱερεῖον καὶ σφάγιον.

Θεοτοκίον.

Παρθενίαν μετὰ τόκον ἐσφραγισμένην, ἡ Θεοτόκος βλέπουσα, θάμβει συσχεθεῖσα, Τέκνον ἀνεκραύγαζε· πῶς νῦν σπαργανώσω σε, ψάμμῳ σπαργανοῦντα τὴν θάλασσαν.

Προεόρτιος.

Ὠδὴ ε’  Ὁ Εἱρμὸς.

σεβεῖς οὐκ ὄψονται, τὴν δόξαν σου Χριστέ, ἀλλ' ἡμεῖς σε μονογενές, Πατρικῆς ἀπαύγασμα, δόξης Θεότητος, ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε φιλάνθρωπε.

Κόρης ἀποτίκτεται, Θεὸς Ἐμμανουήλ, καὶ ἐν φάτνῃ ἀνακλιθείς, τὴν ἡμῶν ἀνάκλησιν, θέλων ἐργάζεται· τούτου τὰ Γενέθλια, εὐσεβῶς προεορτάσωμεν.

Λόγος ὢν προάναρχος, Πατρὸς καὶ συμφυής, ἐπὶ φάτνης ἀνακλιθείς, τῶν ἀλόγων ἔλυσας, τῆς ἀλογίας ἡμᾶς, τοὺς προεορτάζοντας, εὐσεβῶς τὰ σὰ Γενέθλια.

Μακαρία πέφυκεν, ἡ ῥίζα Ἰεσσαί, ἐκβλαστήσασα τὴν ἁγνήν, ἄνθος θεῖον φέρουσαν, Χριστὸν τὸν Κύριον, οὗ προερτάσωμεν, τὰ Γενέθλια γηθόμενοι.

Τῆς Ἁγίας. 

Σὺ Κύριέ μου φῶς.

οῦν μάρτυς δυσσεβοῦς, ἀθεΐας ἐξήρανας, τοῖς  ῥεύμασι τῶν αἱμάτων, τῶν ἀδίκως χυθέντων, καὶ πῦρ ἁπάσης ἔσβεσας.

λόκληρον σαυτήν, τῷ Θεῷ προσενήνοχας, ἐρύθημα παρθενίας, ταῖς βαφαῖς τῶν αἱμάτων, λαμπρότερον τελέσασα.

Σῷ κάλλει τὴν ψυχήν, τετρωμένη παρέδραμεν, ὦ Δέσποτα ἡ Παρθένος, τὰ ὁρώμενα κάλλη, ἀθλήσει διαλάμπουσα.

Θεοτοκίον.

Θαῦμα καινοπρεπές! ἡ Παρθένος ἐπείγεται, ἡ Ἄχραντος ἐν Σπηλαίῳ, Βηθλεὲμ τοῦ κυῆσαι, Θεὸν ἐνανθρωπήσαντα.

Προεόρτιος.

Ὠδὴ ς’  Ὁ Εἱρμὸς.

λθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεός, ἐκ βυθοῦ ἀνάγαγε, τὴν ζωήν μου Πολυέλεε.

Νέον ἐπὶ γῆς ἡμῖν Παιδίον, τεχθεὶς ὁ πρὸ αἰώνων, ἐκ Πατρὸς ἀρρήτως ἀναλάμψας, τῆς παλαιᾶς, πάντας ἠλευθέρωσε, παραβάσεως ὡς εὔσπλαγχνος.

Ξένα καὶ παράδοξα ἠκούσθη, ἐν Βηθλεὲμ τῇ  πόλει, γεννηθέντος σου ἄναρχε Λόγε· Ποιμένες γάρ, μετ' Ἀγγέλων ὕμνον σοι, ὡς Δεσπότῃ προσεκόμιζον.

ἀστὴρ τὸν τῆς δικαιοσύνης, καταμηνύει Μάγοις, ἀπορρήτως Ἥλιον τεχθέντα, οὗ τὰ σεπτά, νῦν προεορτάσωμεν, ἀγαλλόμενοι Γενέθλια.

Τῆς Ἁγίας. 

Θύσω σοι, μετὰ φωνῆς.

ρωτι, τετρωμένη τῷ θείῳ ἐκραύγαζες· Χριστὸν ἐπείγομαι φθάσαι, τὸν ὡραῖον κάλλει· ὅθεν βασάνους, ὑπομένω, ἀκλινεῖ γηθομένη φρονήματι.

Τείνεσθαι, ἀνηλεῶς καὶ ῥάβδοις συντρίβεσθαι, τὴν τοῦ Κυρίου ἀμνάδα, πονηρὸς διώκτης προσέταττε, τεταμένην, πρὸς Χριστὸν τὴν διάνοιαν ἔχουσαν.

ρθρισας, πρὸς Χριστὸν τὸν ἀνέσπερον Ἥλιον, καὶ ταῖς αὐτοῦ φρυκτωρίαις, καὶ ψυχὴν θεόφρον, καὶ τὴν καρδίαν, κατηυγάσθης, καὶ πρὸς φῶς μετετέθης ἀΐδιον.

Θεοτοκίον.

Θάλασσαν, σπαργανώσας ὁμίχλῃ βουλήματι, κυοφορεῖται ὁ Κτίστης, ἐκ Παρθένου Κόρης καὶ σπάργανα, ὥσπερ βρέφος, καταδέχεται κόσμον λυτρούμενος.

Ὁ Εἱρμὸς.

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

Κοντάκιον Προεόρτιον.

Ἦχος β’  Τὰ ἄνω ζητῶν.

ν τῇ Βηθλεέμ, ὁρῶντες σπαργανούμενον, τὸν πᾶσαν τὴν γῆν, κρατοῦντα τῇ  χειρὶ αὐτοῦ, προεόρτια ᾄσματα, τῇ  Τεκούσῃ τοῦτον προσενέγκωμεν· μητρικῶς γὰρ εὐφραίνεται, κρατοῦσα ἐν κόλποις τὸν Υἱὸν τοῦ Θεοῦ.

Ὁ Οἶκος.

Τὸν τοῦ Θεοῦ Υἱὸν ἡ Παρθένος ἐν ἀγκάλαις κρατοῦσα, καὶ μητρικοῖς ἀσπασμοῖς καταφιλοῦσα ἐφθέγγετο· Σπορὰν οὐκ ἔγνων ἐν τῇ συλλήψει, καὶ φθορὰν οὐχ ὑπέστην ἐν τῇ γεννήσει, ἀλλ' ἁγνὴ ὥσπερ πρώην εἰμὶ καὶ μετὰ γέννησιν· διό σου προσκυνῶ Τέκνον τὴν πολλὴν εὐσπλαγχνίαν, καὶ ἄφατον μεγαλουργίαν, ἣν ἔδειξας εἰς ἐμέ· ὅθεν καὶ ἀγάλλομαι, κρατοῦσα ἐν κόλποις τὸν Υἱὸν τοῦ Θεοῦ.

Συναξάριον.

Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας μάρτυρος Ἰουλιανῆς.

Στίχοι

ουλιανῆς ἀγλάϊσμα τὸ ξίφος,

ς προξενῆσαν ἀγλαὸν ταύτῃ στέφος.

κτανον εἰκάδι πρώτῃ Ἰουλιανὴν ἐρατεινήν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι πεντακόσιοι Μάρτυρες, οἱ ἐν Νικομηδείᾳ διὰ τῆς Ἁγίας ουλιανῆς πιστεύσαντες, ξίφει τελειοῦνται.

Στίχοι

Πεντακοσίους εἶδεν ἐκτετμημένους,

Νικομήδους Μάρτυρας νικηφόρους.

Τῇ αὐτῇ ἡμέρᾳ, Αἱ Ἅγιαι ἑκατὸν τριάκοντα γυναῖκες αἱ ἐν Νικομηδείᾳ, ξίφει τελειοῦνται.

Στίχοι

Σὺν πενταπλῇ προὔτεινεν εἰκάδι ξίφει,

Τριπλῇ γυναικῶν μαρτύρων δεκὰς κάρας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου Μάρτυρος Θεμιστοκλέους.

Στίχοι

Τὰς ἐκ σιδηρῶν ὀξέων ἥλων ξέσεις,

ς τις σιδηροῦς καρτερεῖς Θεμιστόκλεις.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Προεόρτιος.

Ὠδὴ ζ’  Ὁ Εἱρμὸς.

Νέοι τρεῖς ἐν Βαβυλῶνι, πρόσταγμα τυραννικόν, εἰς φλήναφον θέμενοι, ἐν μέσῳ πυρὸς ἀνεβόων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Πῶς σε Σπήλαιον χωρήσει, ἐρχόμενον δι' ἡμᾶς, τεχθῆναι Ἀχώρητε; πῶς σε γαλουχήσει Παρθένος, τροφέα πάντων εὔσπλαγχνε, Ἰησοῦ χρηματίζοντα;

ήμασιν ἀκολουθοῦντες, τοῦ Μάντεως Βαλαάμ, Μάγοι ἐπισπεύδουσι, Χριστὸν προσκυνῆσαι σὺν δώροις, ἐπεγνωκότες τοῦτον, πάσης πνοῆς βασιλεύοντα.

Στειρεύουσα τῶν ἀνθρώπων, φύσις πάσης ἀρετῆς, ἀγάλλου καὶ χόρευε· ἥκει γὰρ Χριστὸς ἐκ Παρθένου, σαρκὶ τεχθῆναι, ὅπως δείξῃ καλοῖς εὐτεκνοῦσάν σε.

Τῆς Ἁγίας.

Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι.

ν ἀφροσύνῃ, πυρακτωθέντι σε τῷ λέβητι, Μάρτυς, δικαστὴς προσρίπτει ἀνηλεῶς, δι' Ἀγγέλου δὲ ὁ Κύριος, ἀδιαλώβητόν σε διέσωσε, τοῦτον γεραίρουσαν.

Οὐ δειλιῶσα, ἀνδρειοφρόνως μᾶλλον δὲ πάνσεμνε, Μάρτυς, τῇ  πυρᾷ προσέρχῃ ἀναψυχῆς, αἰσθομένη καὶ κραυγάζουσα· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Σοῦ τῷ Νυμφίῳ, καθάπερ προῖκα προσήγαγες, δῆμον καὶ λαὸν πιστεύσαντα εἰς αὐτὸν καὶ τῆς πλάνης ἀμαυρότητα, ταῖς φωτοβόλοις σου, θαυματουργίαις ἀποκρουσάμενον.

Θεοτοκίον.

Χαῖρε χωρίον, τοῦ Ἀχωρήτου Μητροπάρθενε, τοῦτον· σαρκοφόρον μέλλεις γὰρ δι᾿ ἡμᾶς, ἐν Σπηλαίῳ τίκτειν Ἄχραντε, ἐπανορθούμενον, τῶν οἰκείων χειρῶν τὸ πλαστούργημα.

Προεόρτιος. 

Ὠδὴ η’  Ὁ Εἱρμὸς.

Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Τὸν πολλαῖς με Χριστὲ παραβάσεσι, τῶν ληστῶν χρηματίσαντα σπήλαιον, δι' εὐσπλαγχνίαν ἄφατον, διασῴζων τεχθῆναι, ἐν τῷ Σπηλαίῳ, ἐκ Παρθένου Ἁγνῆς κατηξίωσας.

πογράφων τελείαν μοι ἄφεσιν, ἀπεγράφης τῷ Καίσαρος δόγματι, ὁ Ποιητὴς τῆς κτίσεως, σὺν τοῖς  δούλοις, ὑμνῶ σου τῆς εὐσπλαγχνίας, τὸ ἀμέτρητον ἔλεος Δέσποτα.

Φωτεινὸν τοῦ Δεσπότου Παλάτιον, πῶς ὑπῆλθες σμικρότατον Σπήλαιον, τὸν Βασιλέα Κύριον, δι ἡμᾶς σαρκωθέντα, ἀποκυῆσαι, Παναγία Παρθένε Θεόνυμφε;

Τῆς Ἁγίας.

Χεῖρας ἐκπετάσας.

νω σου τὸ ὄμμα καὶ τὸν νοῦν, πρὸς τὸν δυνάμενον, ἔχουσα σῴζειν Θεόν, λεβήτων βράσματα χάριτι, θείου Πνεύματος κατέσβεσας, ἀναβοῶσα τὴν ᾠδήν, τῶν Παίδων Μάρτυς πιστῶς· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ήμασι τυράννου δυσμενοῦς, ὑπηρετούμενοι, πυρὸς ἐπάξιοι, οἱ ματαιόφρονες ζῶσάν σε, τῇ  πυρᾷ Μάρτυς ἐνέβαλον, ἀλλ' οὐκ ἐφλέχθης τῷ πυρί, τῇ  τοῦ Νυμφίου στοργῇ θεοφόρε, δροσιζομένη καὶ τοῦτον γεραίρουσα.

στασο πρὸ βήματος Χριστόν, ἀνακηρύττουσα, Θεὸν ἀθάνατον, καθυπομείναντα σταύρωσιν, καὶ τὴν πλάνην θανατώσαντα, καὶ τὴν ἀθάνατον ζωήν, πιστοῖς παρέχοντα, τοῖς  βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον.

Νέφει τὴν ἐπίβασιν αὐτοῦ, τιθεὶς ὁ Κύριος διὰ νεφέλης ἡμῖν, Παρθένου τίκτεσθαι ἔρχεται, ὅπως λύσῃ τῶν ψυχῶν ἡμῶν, τῆς ἁμαρτίας ζοφερά, νέφη βοώντων αὐτῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὁ Εἱρμὸς.

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Προεόρτιος.

Ὠδη θ’  Ὁ Εἱρμὸς.

Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.

Χορεύσωμεν ἅπαντες πιστοί, σκιρτήσωμεν, καὶ συμφώνως ἀλαλάξωμεν, ἥκει ἡ πάντων σωτηρία, ἐγγίζει τοῦ τεχθῆναι ὁ Κύριος, καὶ σῶσαι τοὺς αὐτοῦ τὰ Γενέθλια, εὐσεβοφρόνως ἑορτάζοντας.

Ψαλτήριον ἅγιε Δαυῒδ ἀνάλαβε, καὶ κιθάραν καὶ μελῴδησον· Τοῦ Ἐφραθᾶ οἶκος εὐφραίνου· Πατὴρ γὰρ ἐκ γαστρὸς ὃν ἐγέννησεν, ἐν σοὶ περιφανῶς ἀποτίκτεται, ἐκ τῆς Παρθένου σωματούμενος.

Θεοτοκίον.

ς ὄμβρος, ὡς μέγας ὑετὸς ἐν τῇ μήτρᾳ σου, ὁ Δεσπότης καταβέβηκε, καὶ αὐχμηρίᾳ ἀθεΐας, τὴν γῆν κεχερσωμένην κατήρδευσε, καὶ πλάνης τὰς θαλάσσας ἐξήρανε, Θεογεννῆτορ Μητροπάρθενε.

Τῆς Ἁγίας.

Λίθος ἀχειρότμητος.

ουλιανῆς ἀθληφόρου, τοὺς ὑπὲρ πίστεως ἀγῶνας, Ἄγγελοι ἐθαύμασαν ὅπως, ἐν γυναικείᾳ φύσει κατῄσχυνε, τὸν τὴν αὐτῆς προμήτορα, ἐν Παραδείσῳ θανατώσαντα.

ς περικαλὴς ἀθληφόρος, καὶ περιδέξιος Παρθένος, στέφος ἀνεπλέξω νομίμως, δικαιοσύνης καταπατήσασα, μετὰ σαρκὸς τὸν ἄσαρκον, καὶ νικηφόρος χρηματίσασα.

Σὲ τὴν νοητὴν Χελιδόνα, καὶ ἀδιάφθορον Τρυγόνα, καὶ Περιστερὰν μαρτυρίῳ, κεχρυσωμένας ἔχουσαν πτέρυγας, καὶ πρὸς τὸν Θεὸν πετάσασαν, καταπαύσασαν γεραίρομεν.

νθησας κοιλάσιν ὡς κρίνον, ταῖς τῶν Μαρτύρων ἀθλοφόρε, Ἰουλιανή, καὶ ὡς ῥόδον, τὴν παρθενίαν εὔοσμον φέρουσα, τῷ νοητῷ Νυμφίῳ σου, θεῖον ὀσφράδιον γεγένησαι.

Θεοτοκίον.

Φέρουσα τὸν φέροντα πάντα, πρὸς Βηθλεὲμ ἔρχῃ Παρθένε, τοῦτον καὶ κυῆσαι ἐν φάτνῃ, προσανακλῖναι καθάπερ νήπιον, τὴν τῶν βροτῶν ἀνάκλησιν, διαφερόντως ἐργαζόμενον.

Ὁ Εἱρμὸς.

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.

 

Ἐξαποστειλάριον τῆς Ἁγίας.

Τὸν νυμφῶνά σου βλέπω.

Τὸν νυμφῶνά σου Λόγε, ἡ Μάρτυς ἐπιποθοῦσα, βασάνων ἅπασαν πεῖραν, στερρῶς ὑπέστη ῥοπῇ σου· Ἧς πρεσβείαις ὡς Θεός, δέομαί σου, τὴν ψυχήν μου οἰκτείρησον.

Προεόρτιον ὅμοιον.

Βηθλεὲμ γῆ Ἰούδα, εὐτρέπισον τὰς εἰσόδους· ἐν σοὶ γὰρ ἡ Παρθένος, καὶ Θεοτόκος ἥκει νῦν , ἐν Σπηλαίῳ τοῦ τεκεῖν, ὡς βροτόν, τὸν Θεόν μου καὶ Κύριον.

Εἰς τους Αἴνους, ἱστῶμεν Στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. β’  Αἱ Ἀγγελικαὶ.

δημιουργός, νῦν προέρχεται Σοφία, αἱ προφητικαί, διανίσχουσι νεφέλαι, ἡ χάρις αἰθριάζει, ἡ ἀλήθεια ἔλαμψε, παύεται αἰνίγματα σκιώδη, ἡ τῆς Ἐδὲμ ἠνοίγη πύλη, Ἀδὰμ χόρευε, ὁ πλαστουργὸς Θεὸς ἡμῶν, ἑκὼν πεπλαστούργηται.

Θεσπίσματα πληρῶν, Προφητῶν καὶ τὰς ὁράσεις, τίκτεται σαρκί, καὶ παχύνεται ὁ Λόγος, καὶ φάτνῃ τῶν ἀλόγων, γεννηθεὶς ἀνακλίνεται. Τοῦτο συγκατάβασις ἡ ἄκρα! τοῦτο ἡ φρικτὴ οἰκονομία! δι' ἣν ψάλλομεν· Ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.

να τῆς φθορᾶς, τὸν ἰὸν ἀποκαθάρῃς, καὶ τὴν ἀρχικήν, ἀναπλάσῃς μοι εἰκόνα, σαρκοῦσαι καὶ θηλάζεις, καὶ σπαργάνοις ὁ νεύματι, πάντα περιάγων ἐνειλίσσῃ, τερατουργὲ ὑμνῶ σε Λόγε, βουλῆς Ἄγγελε, τῆς πατρικῆς, δι' ἧς ἐγώ, ἀπαθανατίζομαι.

Κόλπων Πατρικῶν, οὐκ ἐκστὰς βροτὸς ὡράθης, καὶ Παρθενικαῖς, ἐποχούμενος ὠλέναις, τοὺς Μάγους ἐκ Περσίδος, δι' ἀστέρος ἐκάλεσας, ἄνακτα Θεὸν σε προσκυνοῦντας· πνεύματι χειλέων ἀσεβοῦντας, ἐθνῶν ἄρχοντας, ὃς ἀνελεῖς, καὶ ποιμανεῖς, λαὸν περιούσιον.

Δόξα... ὅμοιον.

Λόγος ὁ Πατρί, ὁμοούσιος ὑπάρχων, ἐκ παρθενικῶν, φυραθεὶς ἁγνῶν αἱμάτων, καὶ πλάττεται καὶ αὔξει, χρονικῷ διαστήματι, αὖθίς τε γεννᾶται ἐν Σπηλαίῳ, ἔκπληξις! ἀλλ' Ἄγγελοι κροτοῦσι, βροτοὶ μέλπουσιν· Ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.

Καὶ νῦν... ὅμοιον.

Μάντεως χρησμοί, Βαλαὰμ ἀποπληροῦνται· οἱ γὰρ Περσικαῖς, τερατείαις κεχηνότες, ἀστέρος ἀσυνήθους, τῇ  ἐλλάμψει τὸν ἄδυτον, Ἥλιον Χριστὸν καταυγασθέντες, ἐν Βηθλεὲμ σωματωθέντα, Θεὸν ἄνακτα, καὶ ἐθελούσιον νεκρόν, τοῖς  δώροις τεκμαίρονται.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος β’  Οἶκος τοῦ Ἐφραθᾶ.

Προλάμπει ὁ ἀστήρ, ἤδη ἐν τῷ Σπηλαίῳ· Ποιμένες μέτ' Ἀγγέλων, οἱ Μάγοι μετὰ δώρων, προφθάσαι εὐτρεπίσθητε.

Στίχ. Θεὸς ἀπὸ Θαιμὰν ἥξει

να τῶν Προφητῶν, πληρώσῃ τὰς προρρήσεις, ἐν Βηθλεὲμ γεννᾶται, καὶ τὴν Ἐδὲμ ἀνοίγει, τοῖς  ἐξ Ἀδὰμ ὁ Κύριος.

Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου.

Μύρισον Βηθλεέμ, τὴν Φάτνην τὴν ἁγίαν· ἐν σοὶ γὰρ ὁ Δεσπότης, προσεφαπλοῖ ἀκτῖνας, τῆς ἑαυτοῦ Θεότητος.

Δόξα... Καὶ νῦν... ὅμοιον.

Δεῦτε οἱ γηγενεῖς, συμφώνως τὴν Παρθένον, Θεοτόκον Μαρίαν, ὑμνήσωμεν ἀπαύστως, ἐξ ἧς ὁ Χριστὸς τίκτεται.

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου ὡς σύνηθες, καὶ Ἀπόλυσις.