The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ 

 ΙΑΝΟΥΑΡΙΟΣ

ΕΧΩΝ ΗΜΕΡΑΣ ΤΡΙΑΚΟΝΤΑ ΜΙΑΝ

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ 

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐθυμίου τοῦ Μεγάλου.

 

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων

Τῶν οὐρανίων ἁψίδων, περιϊπτάμενος, δι᾿ ἀρετῆς ἐνθέου, παμμακάριστε Πάτερ, ὑπέδυς ἐν τῷ γνόφῳ, δι᾿ ἧς ἀληθῶς, οὐκ ἐν αἰνίγμασιν Ὅσιε, ἀλλ᾿ ἐν τῇ χάριτι ὤφθης τῇ τοῦ Θεοῦ, τὰς ἐλλάμψεις εἰσδεχόμενος. (Δίς)

Ταῖς ἀρεταῖς ἐκλαμπρύνας, ψυχὴν καὶ ἔννοιαν, πρὸς οὐρανὸν μετήχθης, εἰς Χριστοῦ βασιλείαν. Εὐθύμιε τρισμάκαρ, προσφέρων αὐτῷ, τὰ τῶν πόνων σου δράγματα, ἐν ἀσκηταῖς· σὺ φωστὴρ γὰρ ἀναδειχθείς, τῆς ἀγήρω ἀπολαύεις τρυφῆς.

Τὸ ὁμοούσιον ὄντως, Τριὰς ἡ ἄναρχος, Πνεύματος κατοικίαν, ἐν σοὶ ἀναθεμένη, λαμπρότατον φωστῆρα, ἀνέδειξέ σε, θεοφόρε, Εὐθύμιε· τῶν χαμαιζήλων γὰρ πάντων ὑπεραρθείς, οὐρανῶν οἴκησιν εὕρηκας.

Δόξα... Ἦχος β'

σιε Πάτερ, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας, ὄργανον γέγονας τοῦ ἁγίου Πνεύματος, καὶ παρ᾿ αὐτοῦ λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τούς ἀνθρώπους, καταφρονεῖν τῶν ἡδέων, νῦν δὲ τῷ θείῳ φωτί, καθαρώτερον ἐλλαμπόμενος, φώτισον καὶ ἡμῶν τὰς διανοίας, Πάτερ Εὐθύμιε.

Καὶ νῦν... Θεοτοκίον

Σὲ μεγαλύνομεν Θεοτόκε βοῶντες. Χαῖρε ἡ πύλη ἡ κεκλεισμένη· δι᾿ ἧς ἠνοίγη ἀνθρώποις, ὁ πάλαι Παράδεισος.

Ἀπόστιχα Στιχηρὰ

Ἦχος β'

Οἶκος τοῦ Ἐφραθᾶ

Δόλους τῶν πονηρῶν, δαιμόνων θριαμβεύσας, τῇ τοῦ Σταυροῦ δυνάμει, ἐτράνωσας τὴν δόξαν, Χριστοῦ Πάτερ Εὐθύμιε.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

ρθης ὡς Ἠλιού, ἐν ἅρματι πυρίνῳ, καὶ συνεκράθης μάκαρ, ἀμέσως τῇ Τριάδι, Εὐθύμιε παγκόσμιε.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Φέρων ἐν ταῖς χερσί, σοῦ Πάτερ τοῦ Κυρίου, Σταυρὸν τὰ τῶν δαιμόνων, φαντάσματα τελείως, Εὐθύμιε ἠφάνισας.

Δόξα... Καὶ νῦν... Θεοτοκίον ὅμοιον

Χαῖρε ἡ τὴν χαράν, τοῦ κόσμου δεξαμένη, Χριστὸν τὸν ζωοδότην, καὶ παύσαντα τὴν λύπην, Παρθένε τῆς Προμήτορος.

Ἀπολυτίκιον

Ἦχος δ'

Εὐφραίνου ἔρημος ἡ οὐ τίκτουσα, εὐθύμησον ἡ οὐκ ὠδίνουσα, ὅτι ἐπλήθυνέ σοι τέκνα, ἀνὴρ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, εὐσεβείᾳ φυτεύσας, ἐγκρατείᾳ ἐκθρέψας, εἰς ἀρετῶν τελειότητα. Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεός, εἰρήνευσον τὴν ζωὴν ἡμῶν.

Καὶ Ἀπόλυσις

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

 Στιχολογοῦμεν τὴν α' στάσιν τοῦ Μακάριος ἀνήρ.

Εἰς δέ το, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α'

Πανεύφημοι Μάρτυρες

Πάτερ Εὐθύμιε τὸν σόν, τόκον προκατήγγειλε, σταλεὶς οὐράνιος Ἄγγελος, ὡς τοῦ βλαστήσαντος, ἐκ νηδύος στείρας, Ἰωάννου· τούτου γάρ, ἐδείχθης ζηλωτὴς ἐκμαγεῖόν τε, ἀκτήμων ἄοικος· βαπτιστὴς καὶ ὀρεσίτρορος, ὑπερλάμψας, τοῖς ἀπείροις θαύμασι.

Πάτερ Εὐθύμιε καρπός, ἔφυς μὲν στειρώσεως, ἀλλ᾿ ὤφθης ὄντως πολύγονος· ἐκ γὰρ τοῦ σπέρματος, τοῦ πνευματικοῦ σου, Μοναστῶν πεπλήρωται, ἡ ἔρημος ἡ πρὶν ἀδιόδευτος· καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Πάτερ Εὐθύμιε ὁ σός, βίος ἀνυπέρβλητος, ἡ Πίστις ὄντως ὀρθόδοξος· καὶ γὰρ ἐκ πράξεων, πρὸς ὑψηλοτάτην, θεωρίαν ἤλασας, σοφίας ἐνδιαίτημα, ἐν δύω φύσεσιν, ἕνα σέβων τῆς Τριάδος Χριστόν, ᾧ πρεσβεύεις, ὑπὲρ τῶν ψυχῶν ἡμων.

Ἔτερα Στιχηρὰ Προσόμοια

Ἦχος δ'

Ὁ ἐξ ὑψίστου κληθεὶς

ἐκ νηδύος μητρὸς ἡγιασμένος, ὅτε τὸ παντέφορον ὄμμα τὴν πρόθεσιν, καὶ τὴν ῥοπὴν πρὸς τὰ κρείττονα, ἐπειγομένην, ἀνεπιστρόφως σοῦ προεώρακε, τότε Παμμακάριστε, δῶρον θεόσδοτον, τῆς εὐθυμίας φερώνυμον, μεμηνυκὸς σε, τὴν τῶν φυσάντων λύει κατήφειαν· ὅθεν ἐκ βρέφους προηγμένος, τῷ εὐεργέτῃ Θεῷ εὐηρέστησας, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

χαρισμάτων ἐνθέων πεπλησμένος, σὲ ὡς ἀκηλίδωτον, ἔσοπτρον Πάτερ εὑρών, Χριστὸς τῶν θείων ἐμφάσεων, λαμπρὰς οἰκείου, μαρμαρυγὰς φωτὸς σοι ἐξήστραψεν, ἐντεῦθεν ἰάσεων, ἄφθονος ὤφθης πηγή, διατροφή τε λιμώττουσι, καὶ τῶν διψώντων, δι᾿ ἐπομβρίας ἄρδων τὴν ἔφεσιν· τὰς ψυχικὰς δὲ διαθέσεις ὁρῶν, σοῦ τῶ λόγῳ σοφῶς ἐβελτίους Θεῷ· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τάς ψυχὰς ἡμῶν.

θεωρίᾳ καὶ πράξει διαλάμψας, σοῦ ὁ μὲν ἰσάγγελος βίος κανὼν ἀρετῆς, καὶ χαρακτὴρ ἀκριβέστατος, τῶν αἱρουμένων, Θεῷ λατρεύειν ἐν τελειότητι· ὁ σὸς δὲ θεόσοφος λόγος Εὐθύμιε, Τριάδα σέβειν ἐδίδαξε, Χριστὸν δὲ ἕνα, ἐν δύω φύσεσι γνωριζόμενον· καὶ τὰς Συνόδους ἰσαρίθμους, τῇ τετρακτύϊ τῶν Εὐαγγελίων Χριστοῦ· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Ἦχος γ'

φιερωθεὶς τῷ Θεῷ ἐκ κοιλίας μητρικῆς, ὡς ἄλλος Σαμουήλ, Πάτερ Εὐθύμιε, φερωνύμως γέγονας, εὐθυμία τῶν πιστῶν, Μοναζόντων βακτηρία, καὶ ἑδραίωμα, τοῦ Ἁγίου Πνεύματος καθαρὸν οἰκητήριον. Αἴτησαι ἡμῖν τοῖς τιμῶσί σε τὸ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον

Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου τόκον Πανσεβάσμιε;πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ᾿ ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

Εἴσοδος, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. 5, 15-23 & 6, 1-3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν· καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταί, περάτων γῆς· ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. 4, 7-15)

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη· Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχήν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γάρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν, Στιχηρά.

Ἰδιόμελα Ἦχος γ' Γερμανοῦ

Εὐθυμεῖτε ἔλεγε, τοῖς γεννήτορσιν Ἄγγελος Κυρίου, ὅτι παιδίον ἐκ σπλάγχνων γεννήσεται ἡμῖν, εὐθυμίας φερώνυμον· ἐνεφύης δὲ γαστρί, φέρων αὐτοῖς τὸ ἐπάγγελμα, καὶ ἐκ σπαργάνων τῇ εὐχῇ συνανεστράφης, Πάτερ Εὐθύμιε.

Ὁ αὐτὸς Τοῦ Στουδίτου

χυρωμένος τὸν νοῦν γνώσει θείᾳ, Πάτερ Εὐθύμιε, τὰ παρερχόμενα παρέδραμες, μηδὲν θαυμάσας τῶν ἐπιγείων, ἐν μὲν θλίψεσι μεγαλόφρων φανεὶς καὶ γενναιότατος, ἐν δὲ ἀσκήσει καὶ εὐθυμίᾳ, ταπεινὸς καὶ μέτριος· καὶ τοῦ παρόντος βίου τὸ ἄστατον πέλαγος, σοφῶς διαπεράσας, εἰς εὔδιον λιμένα κατήντησας. Χριστὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β' Τοῦ αὐτοῦ

Τῶν ἐν τῷ βίῳ πραγμάτων κατεφρόνησας, Πάτερ Εὐθύμιε ὅτι τὴν ἄνω πολιτείαν ἐπεπόθησας· πλοῦτον ἑβδελύξω, ἐνδυσάμενος ταπείνωσιν· τρυφὴν ἐμίσησας, καὶ ἐπεσπάσω τὴν ἐγκράτειαν· ἀδικίαν ἀπεβάλου, καὶ ἐδίωξας δικαιοσύνην· διὸ Πάτερ Ὅσιε, μνημόνευε καὶ ἡμῶν, ἐν ταῖς ὁσίαις εὐχαῖς σου πρὸς Κύριον.

Δόξα... Ἦχος δ'

λαμψαν τὰ καλὰ ἔργα σου, ὡς ἥλιος, ἐπὶ τῆς γῆς καὶ ἐν οὐρανῷ, Χριστοῦ θεράπον Εὐθύμιε· ὀρθοδόξως γὰρ ἐκήρυξας ἡμῖν, τὴν ἀληθῆ καὶ ἀμώμητον Πίστιν Χριστοῦ· διὸ ἱκέτευε Ὅσιε Πάτερ, ἐν τῇ μνήμῃ σου θεοφόρε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον

Νεῦσον παρακλήσεσι, σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα, μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον Στίχ. Προσόμοια.

Ἦχος πλ. α'

Χαίροις ἀσκητικῶν

Χαίροις ὡς εὐθυμίας ἀρχή, τῆς Ἐκκλησίας γεγονὼς Πάτερ Ὅσιε· τῇ σῇ γὰρ γεννὴσει πάσας, αἱρετικῶν τὰς ὁρμάς, ἐκ Θεοῦ προνοίας ἀπεκρούσατο· διὸ σε φερώνυμον, ὀνομάζει Εὐθύμιον. Τῶν οὐρανίων, Οὐσιῶν δὲ τὰ τάγματα, χαρὰς ἔπλησας, τῇ τοῦ βίου λαμπρότητι, οἷς καὶ συναυλιζόμενος, φωτός τε πληρούμενος, καὶ πανολβίου καὶ θείας, ἐναπολαύων ἐλλάμψεως, Χριστὸν νῦν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

άβδῳ τῇ τοῦ Σταυροῦ στηριχθείς, τῆς ἀνομίας τοὺς χειμάρρους ἐξήρανας· χειμάρρουν τρυφῆς δὲ θείας, καὶ Παραδείσου πηγήν, νοερῶς Παμμάκαρ ποτιζόμενος, πηγάς σωτηρίους, ἐν τῇ ἐρήμῳ ἀνέδειξας· ἐπιρροαῖς δέ, θείου Πνεύματος Ὅσιε, πιαινόμενος, ὥσπερ φοίνιξ ἀνέδραμες, ὕψος πρὸς ἐπουράνιον· καὶ στῦλος πυρίμορφος, ὤφθης θεόφρον καὶ πλήρης, φωτοειδοῦς ἐπιλάμψεως, Χριστοῦ· ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

ντως ἕως σκηνῆς θαυμαστῆς, ἕως τοῦ οἴκου τοῦ Θεοῦ Παμμακάριστε, διῆλθες ἀγαλλιάσει, καὶ εὐφροσύνῃ ψυχῆς, ἔνθα ἦχος Πάτερ ἑορτάζοντος, τερπνῆς ἀκουσόμενος, καὶ γλυκείας ὑμνήσεως, καὶ τῆς ἀφράστου, θυμηδίας καὶ τέρψεως, γενησόμενος, ἐν μεθέξει Εὐθύμιε· ἧς μόνης ἐφιέμενος, τὴν σάρκα ἐνέκρωσας· ἧς καὶ ἐπέτυχες θείᾳ, δικαιοσύνῃ κοσμούμενος, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος πλ. α'

σιε Πάτερ, οὐκ ἔδωκας ὕπνον σοῖς ὀφθαλμοῖς, οὐδὲ τοῖς βλεφάροις σου νυσταγμόν, ἐως οὗ τὴν ψυχὴν καὶ τὸ σῶμα, τῶν παθῶν ἠλευθέρωσας, καὶ σεαυτὸν ἡτοίμασας, τοῦ Πνεύματος καταγώγιον· ἐλθὼν γὰρ ὁ Χριστὸς σὺν τῷ Πατρί, μονὴν παρὰ σοὶ ἐποιήσατο· καὶ τῆς ὁμοουσίου Τριάδος, θεράπων γενόμενος, μεγαλοκήρυξ Εὐθύμιε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρητον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον

Ἦχος δ'

Εὐφραίνου ἔρημος ἡ οὐ τίκτουσα, εὐθύμησον ἡ οὐκ ὠδίνουσα· ὅτι ἐπλήθυνέ σοι τέκνα, ἀνὴρ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, εὐσεβείᾳ φυτεύσας, ἐγκρατείᾳ ἐκθρέψας, εἰς ἀρετῶν τελειότητα. Ταῖς αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεός, εἰρήνευσον τὴν ζωὴν ἡμῶν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα Ἦχος δ'

Ἐπεφάνης σήμερον

Τῷ φωτὶ λαμπόμενος τῷ ἀπροσίτῳ, ὡς ἀστὴρ ἐξέλαμψας, ἐν ταῖς ἐρήμοις, διδαχαῖς, καταφωτίζων Εὐθύμιε, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι.

Δόξα... Ὅμοιον

ξ Αἰγύπτου ἤστραψας ὡς ἑωσφόρος, καὶ τὸν κόσμον ἔλαμψας, ταῖς φαειναῖς σου ἀρεταῖς, ἠγλαϊσμένε Εὐθύμιε, πᾶσιν ἐκλάμψας, τὸ φῶς τῆς ἀσκήσεως.

Καὶ νῦν... Θεοτοκίον

ν τῇ σκέπῃ πάναγνε, τῇ σῇ Παρθένε, προσφυγόντων δέησιν, προσδεξαμένη παρ᾿ ἡμῶν, μὴ διαλίπῃς πρεσβεύουσα, τῷ Φιλανθρώπῳ, σωθῆναι τοὺς δούλους σου.

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα Ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον

Τὰς φροντίδας τοῦ βίου ἀπαρνησάμενος, καὶ Ἀγγέλων τὸν βίον ἀναλαβόμενος, ἐγκρατείᾳ τὴν ψυχὴν κατελάμπρυνας· καὶ θαυμάτων ἐκ Θεοῦ, χάριν ἐδέξω δαψιλῶς, Εὐθύμιε θεοφόρε, ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν εὐσεβῶς εὐφημούντων σε.

Δόξα... τὸ αὐτὸ

Καὶ νῦν... Θεοτοκίον

Παναγία Παρθένε ἡμᾶς ἐλέησον, τοὺς προσφεύγοντας πίστει πρὸς σὲ τὴν εὔσπλαγχνον, καὶ αἰτουμένους τὴν θερμήν σου νῦν ἀντίληψιν· δύνασαι γὰρ ὡς ἀληθῶς, τούς πάντας σῴζειν ὡς οὖσα, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, ταῖς μητρικαῖς σου πρεσβείαις, ἀεὶ χρωμένη θεοχαρίτωτε.

Μετὰ τὸν Πολυέλεον.

Κάθισμα Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον

Τὴν πτωχείαν τὴν ὄντως τοῦ δι᾿ ἡμᾶς, ἐκ Παρθένου τεχθέντος ἀναλαβών, ἡγήσω τὰ πρόσκαιρα, ὡσεὶ χόρτον Μακάριε· τοῦ γνωστικοῦ γὰρ ξύλου γευσάμενος Ὅσιε, Μοναζόντων ἐδείχθης, Διδάσκαλος ἔνθεος· ὅθεν καὶ πρὸς ζῆλον, Ἀγγελικῆς πολιτείας, διήγειρας ἅπαντας, καὶ πρὸς γνῶσιν τῆς Πίστεως. Σημαιοφόρε Εὐθύμιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... τὸ αὐτο

Καὶ νῦν... Θεοτοκίον

ς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου.

Οἱ Ἀναβαθμοί, τὸ α Ἀντίφωνον τοῦ δ Ἤχου.

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα...

γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν...

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Προκείμενον Ἦχος δ'

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Στίχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν.

 

Πᾶσα πνοή.

Εὐαγγέλιον.

κ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 11: 27-30

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς, καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Ν Ψαλμός χύμα.

λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Δόξα... Ταῖς τοῦ σοῦ Ὁσίου...

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...

Στίχ. λέησόν με ὁ Θεός...

Ἰδιόμελον Ἦχος πλ. β'

σιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι᾿ ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.

Ὁ Κανὼν τῆς Θεοτόκου εἰς ς' καὶ τοῦ Ὁσίου οἱ δύω εἰς η'.

Ὁ πρῶτος ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ. οὗ ἡ ἀκροστιχὶς μετὰ τῶν Εἱρμῶν.

Ὄλβος πέφηνας γηγενῶν Εὐθύμιε.

δὴ α' Ἦχος δ' Ὁ Εἱρμὸς

Οὐκ ἔστι σοι ὅμοιος, δεδοξασμένε Κύριε· ἐν χειρὶ γὰρ κραταιᾷ, ἐλυτρώσω τὸν λαόν, ὃν ἐκτήσω Φιλάνθρωπε.

Λύεις τὴν κατήφειαν, τοῖς παραδόξως φύσασιν, ἐκ Θεοῦ ἐπαγγελθείς, καὶ πρὸ τοῦ τόκου σου δωρεά, εὐθυμίας φερώνυμος.

Βοᾷ χαριστήριον, ἡ Ἐκκλησία Ὅσιε, δεξαμένη σε βλαστόν, ἐκ Θεοῦ εἰρηνικῆς, εὐθυμίας προάγγελον.

Ὁ δεύτερος ποίημα Θεοφάνους. οὗ ἡ ἀκροστιχίς.

Ταῖς σαῖς προσευχαῖς Παμμάκαρ, φῶς μοι νέμοις.

δὴ α' Ἦχος πλ. δ'

ρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα τῷ Θεῷ ἀναμέλποντα.

Ταῖς προσευχαῖς σου καὶ ταῖς σαῖς δεήσεσιν, ἐκδυσωπῶν τὸν Θεόν, τὸ σκοτεινὸν νέφος, τὸ τῆς ἀθυμίας μου, Παμμάκαρ διασκέδασον, εὐθυμίας ὑπάρχων, καὶ θυμηδίας ἀνάπλεως, τῷ Παμβασιλεῖ παριστάμενος.

λλος καθάπερ Σαμουὴλ θεόσδοτος, καὶ πρὸ συλλήψεως, ἐπαγγελθεὶς Πάτερ, πάσαις ἐναπέφηνας, ταῖς Ἐκκλησίαις Ὅσιε, φερωνύμως τὴν κλῆσιν, κατάλληλον ἐπαγόμενος, τῇ τῆς εὐθυμίας φαιδρότητι.

κετηρίᾳ καὶ δεήσει χρώμενοι, οἱ σοὶ γεννήτορες, πρὸς τὸν Θεὸν δῶρον, θεῖόν σε κομίζονται, καὶ φωτοφόρον βλάστημα, τῇ γεννήσει μηνύον τῆς εὐσεβείας τήν ἔλλαμψιν, καὶ τὸν τῆς αἱρέσεως ἔλεγχον.

Σὺ ἐκ Παιδὸς καθιερώθης Ὅσιε, τῷ δεδωκότι Θεῷ, καὶ πρὸς αὐτὸν βλέπων, καὶ καθοδηγούμενος, ζωοποιοῖς προστάγμασι, τοῖς αὐτοῦ θεοφόρε, πρὸς ὕψος ἤρθης μετάρσιον, τὸ τῶν ἀρετῶν διὰ Πίστεως.

Θεοτοκίον

Σὲ Θεομῆτορ προστασίαν ἔχοντες, οὐ δειλιάσομεν, τὸ τῶν ἐχθρῶν στῖφος, τὸ ἀντιμαχόμενον, τοῖς εὐσεβῶς δοξάζουσι, τὸν ἐκ σοῦ γεννηθέντα, Θεὸν τῶν ὅλων καὶ Κύριον, ὃν ὑπὲρ ἡμῶν ἐκδυσώπησον.

Καταβασία

Χέρσον ἀβυσσοτόκον, πέδον ἥλιος, ἐπεπόλευσε ποτέ· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.

δὴ γ' Ὁ Εἱρμὸς Ἦχος δ'

Οὐκ ἐν σοφίᾳ καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ᾿ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἐστιν Ἅγιος, πλήν σου Φιλάνθρωπε.

Σὲ ἡ τεκοῦσα, τὸ τῆς Ἄννης ζηλώσασα Ὅσιον, ὡς τὸν πάλαι Σαμουήλ, θυσίαν ζῶσαν προσήγαγε, Θεῷ τῷ δοξάσαντι, καὶ πρὸ συλλήψεως.

Περιουσίᾳ τῆς πρὸ Θεὸν ἀγάπης πυρούμενος, λογισμῷ πανευσεβεῖ, παθῶν ἐκράτησας Ὅσιε· διὸ θεία χάρις σοι, ἐπανεπαύσατο.

Ἕτερος

Ὁ στερεώσας κατ' ἀρχὰς

πὸ στειρώσεως τεχθείς, πνευματικῆς, γεωργὸς πολυγονώτατος ὤφθης, τὰς ἀκάνθας ἐκτεμών, τῆς ἀσεβείας, Ὅσιε, καὶ εὐσεβείας σπόρον, ἔνθεον καταβαλόμενος.

ερουργὸς ὑπερφυῶν, καὶ μυστικῶν θεαμάτων, θεοφόρε γεγονώς, τοὺς ἀπίστους, προσενήνοχας Χριστῷ, θεοπρεπῶς πιστεύοντας, ταῖς διδαχαῖς σου Πάτερ, διδασκομένους τὰ κρείττονα.

Σωφρονεστάτῳ λογισμῷ, καὶ εὐσεβεῖ κεχρημένος, τῶν ῥευστῶν καὶ φθειρομένων αὐτίκα, τὴν αἰώνιον ζωήν, καὶ τὴν τρυφὴν προέκρινας, δι᾿ ἐγκρατείας ἄκρας, σάρκα νεκρώσας Εὐθύμιε.

Πυρπολουμένῃ τῇ ψυχῇ, καὶ τετρωμένῃ τῷ πόθῳ, τοῦ Χριστοῦ, τὰς πυριφλέκτους ἐνέδρας, τῶν δαιμόνων ἐκφυγών, τῇ δροσοβόλῳ χάριτι, κατελαμπρύνθης Πάτερ, σημειοφόρος γενόμενος.

Θεοτοκίον

ήσεις τῶν θείων Προφητῶν, καὶ τὰς αὐτῶν προφητείας, ἐπεσφράγισας τεκοῦσα τὸν Λόγον, τὸν λαλοῦντα δι᾿ αὐτῶν, καὶ τὰς αὐτῶν πληρώσαντα, θεηγορίας μόνη, εὐλογημένη Πανύμνητε.

Καταβασία

Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.

Κάθισμα Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον

γκρατείας ἐλαίῳ τὴν τῆς ψυχῆς, ἐκπληρώσας λαμπάδα πνευματικῶς, ποθῶν τὴν ἀείφωτον, τοῦ Νυμφίου σου ἔλευσιν, προσευχαῖς ἀγρύπνοις, ἐτήρησας, Ὅσιε, καὶ νυμφῶνι τούτου, εὐφραίνει μακάριε· ὅθεν ἐπαξίως τὴν τρυφὴν ἐκομίσω, τὴν ὄντως ἀείζωον, καὶ θαυμάτων ἐνέργειαν. Θεοφόρε Εὐθύμιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... τὸ αὐτὸ

Καὶ νῦν... Θεοτοκίον

Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν δυσχερῶν, νῦν ὡς ἀκυβέρνητον ποντουμένην τῷ κλύδωνι, ἁμαρτιῶν τε φόρτῳ, ὀφθεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾍδου ἐλθεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ σου πρεσβεία, καὶ σῶσον παρέχουσα, σὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

δὴ δ' Ὁ Εἱρμὸς

κλινας Χριστὲ τῇ καταβάσει σου, οὐρανοὺς ἐν συνέσει, καὶ ὤφθης σεσαρκωμένος ἐπὶ γῆς. Διὸ πάντες βοῶμεν· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

Φυλάξας τὸν νοῦν ἀμετεώριστον, ἐκ σπαργάνων τὸν βίον, ἀνάβασιν ἐπεδείξω πρὸς Θεόν· ᾧ προβαίνων ἐκράθης, ἐκ δυνάμεως Πάτερ εἰς δύναμιν.

ράσθης Χριστοῦ τῆς ταπεινώσεως, μετανάστης ἐντεῦθεν, πρὸς ἄστυ τὸ θεοδόχον γεγονώς, συσταυροῦσαι τῇ γνώμῃ, τῷ Σταυρὸν διὰ σὲ ὑπομείναντι.

Νομίμως ἀθλῆσαι προελόμενος, ἐξεδύσω τὸν βίον· γυμνὸν δὲ τῷ ἀντιπαλῳ προσπλακείς, τῇ Χριστοῦ ἐκμιμήσει, ἐν ἐρήμῳ τὸ τρόπαιον ἔστησας.

Ἕτερος

Σύ μου ἰσχύς, Κύριε

λον σαυτόν, Πάτερ Θεῷ καθιέρωσας, ἀθανάτου, δόξης ἐφιέμενος, καὶ πρὸς αὐτόν, ἕδραμες θερμῶς, διὰ πολιτείας, ἀμέμπτου καὶ δι᾿ ἀσκήσεως, καὶ βίου λαμπροτάτου, ἀνενδότως κραυγάζων· Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Σὺ τὴν πηγήν, Ὅσιε τῆς ἀγαθότητος, ἀγαπήσας, ὅλης ἐκ δυνάμεως, τοῖς Ἀσκηταῖς, γέγονας πηγή, θείων χαρισμάτων, διψῶντας, τούτους ἰώμενος· πηγὰς γὰρ ὥσπερ πάλαι, Μωϋσῆς ἐν ἐρήμῳ, παραδόξως Παμμάκαρ ἀνέβλυσας.

πιφανείς, ἐκ τῶν ἀδύτων τοῦ Πνεύματος, τῆς παιδίσκης, γόνους ἠλευθέρωσας, υἱοὺς Θεοῦ ἀξιοπρεπῶς, τούτους ἀναπλάσας, υἱοθεσίας Βαπτίσματι· τοῦ θείου γάρ Προδρόμου, μιμησάμενος βίον, Βαπτιστὴς ἀνεδείχθης Εὐθύμιε.

πὸ Θεοῦ, τοῖς ἀγνοοῦσιν Εὐθύμιε, ἐπεγνώσθης, χάριτι λαμπόμενος· οὐ γὰρ τὴν σήν, ἔδει ἀρετήν, ὄντως ἐν ἐρήμῳ, λαθεῖν καὶ κατακαλύπτεσθαι· διὸ σε φωτοφόρον, ὡς φωστῆρα τοῖς πᾶσιν, ὁ Δεσπότης τῶν ὅλων ἀνέδειξε.

Θεοτοκίον

Χαῖρε σεμνή, χαῖρε Παρθένε πανάχραντε, χαῖρε Ὄρος, χάριτι κατάσκιον, χαῖρε Σκηνή· χαῖρε Κιβωτέ, χαῖρε Λυχνία, τὸ Φῶς τὸ θεῖον βαστάζουσα· χαρᾶς γὰρ ἀνεκφράστου, καὶ ψυχῶν εὐφροσύνης, τοῖς πιστεύουσι πρόξενος γέγονας.

Καταβασία

κάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα, τῆς σῆς αἰνέσεως.

δὴ ε' Ὁ Εἱρμὸς

σεβεῖς οὐκ ὄψονται, τὴν δόξαν σου Χριστέ· ἀλλ᾿ ἡμεῖς σὲ Μονογενές, Πατρικῆς ἀπαύγασμα δόξης Θεότητος, ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε φιλάνθρωπε.

Σεαυτὸν ὑπέταξας, τῷ νόμῳ τοῦ Θεοῦ· τὸ γὰρ σῶμά σου ὡς ψυχῆς Θεοφόρε ὄργανον, ἐδουλαγώγησας, τῆς σαρκὸς τὸ φρόνημα, καθυποτάξας τῷ πνεύματι.

Γεγηθὼς διήνυσας, τὴν τρίβον τῆς ζωῆς· καὶ Θεοῦ φόβον συλλαβών, σωτηρίαν ἔτεκες τοῖς πλανωμένοις, ἀναλάμψας ἥλιος, τῇ ἐρήμῳ καλυπτόμενος.

Ἕτερος

Ἵνα τὶ με ἀπώσω

σκητῶν εὐσεβείας, ἐπὶ τὴν οὐράνιον τρίβον Εὐθύμιε, προηγήσω Πάτερ, καὶ πρὸς κληροδοσίαν ἀνώλεθρον, ἐν ὑψίστοις ἄγων, στῦλος πυρός τε καὶ νεφέλης, δεδειγμένος τῇ αἴγλῃ τοῦ Πνεύματος.

ατρὸν ἀσθενούντων, ἄγαν συμπαθέστατον κόσμῳ δεδώρηται, ὁ Χριστὸς σε Πάτερ, καὶ πεινώντων τροφέα παράδοξον, παιδευτὴν ἀφρόνων, σωφρονιστὴν ἀγνωμονούντων, ὀρφανῶν καὶ πτωχῶν ἀντιλήπτορα.

Συμπαθὴς ἐλεήμων, γνώμην ταπεινόφρονα φέρων γεγένησαι, τῶν παθῶν ἐκτέμνων, τὰς αἰτίας ἐνθέοις διδάγμασι, καὶ σοφίζων Πάτερ, καὶ νουθετῶν τοὺς φοιτητάς σου, καὶ ψυχῶν θεραπεύων νοσήματα.

Πανταχοῦ τὰς ἀκτῖνας, πέμπων τῶν θαυμάτων σου πάντας ἐφώτισας· καὶ μαγνῆτις ὥσπερ, ἐφειλκύσω πρὸς τὰ σὰ παιδεύματα, διαπλάττων ἤθη, καὶ τῶν ψυχῶν τὰς διαθέσεις, ἐμβατεύων ψυχῆς καθαρότητι.

Θεοτοκίον

ληθῆ Θεοτόκον, πάντες σε κηρύττομεν Θεοχαρίτωτε, οἱ τῇ σῇ γεννήσει, τῆς φθαρτῆς λυτρωθέντες γεννήσεως, καὶ πρὸς τὴν ἀμείνω, πάλιν ζωὴν ἀνακληθέντες, διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν.

Καταβασία

ς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ᾿ Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα, ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Ὠδὴ ς' Ὁ Εἱρμὸς

λθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων· ἀλλ' ὡς Θεὸς ἐκ βυθοῦ ἀνάγαγε, τὴν ζωήν μου Πολυέλεε.

Γόνους ὥσπερ πάλαι τῆς παιδίσκης, τῆς παλιγγενεσίας, τῷ λουτρῷ καὶ νῦν υἱοθετήσας, ταῖς σαῖς λιταῖς, θεοφόρε σύντριψον, τὸν ζυγὸν τὸν τῆς δουλείας ἡμῶν.

θετο σοφὸν σε οἰκονόμον, καὶ παιδευτὴν ἀφρόνων, πονηρίας πνευμάτων διώκτην, ἡ τοῦ Θεοῦ, θεοφόρε χάρις σοι, ἐναργῶς ἐν σοὶ σκηνώσασα.

Ἕτερος

Ἱλάσθητί μοι Σωτήρ.

Μεγίστην παρὰ Θεοῦ τὴν ἐξουσίαν δεξάμενος, τὰ πλήθη τῶν δυσμενῶν, δαιμόνων ἐδίωξας, τῆς τούτων στρεβλώσεως, ἰώμενος πάντας, τοὺς ἐν πίστει σοι προστρέχοντας.

Μακάριος ἀληθῶς, ἐγένου Πάτερ Εὐθύμιε, πτωχείαν πλουτοποιόν, καὶ πένθος χαρμόσυνον, κτησάμενος Ὅσιε· δι' ὧν βασιλείαν, οὐρανῶν ἐκληρονόμησας.

πώσω τὴν ἐπὶ γῆς, τιμὴν καὶ δόξαν εὐμάραντον, ἀΐδιον δὲ ζωήν, καὶ κλῆρον ἀκήρατον, Παμμάκαρ ἀπείληφας, σκηνὰς οὐρανίους, κατοικήσας ἀσφαλέστατα.

Θεοτοκίον

Κυρίαν σε τοῦ παντός, καὶ Δέσποιναν ὀνομάζομεν, τὸν ὄντως ὄντα Θεόν· ἀρρήτως γὰρ τέτοκας, τὸν πάντα ποιήσαντα, καὶ διακρατοῦντα, καὶ συνέχοντα Πανάμωμε.

Καταβασία

βόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστέ, σὺ Θεός μου.

Κοντάκιον Ἦχος πλ. δ'

Ὡς ἀπαρχὰς τῆς φύσεως

ν τῇ σεπτῇ γεννήσει σου, χαρὰν ἡ κτίσις εὕρατο, καὶ ἐν τῇ θείᾳ μνήμῃ σου Ὅσιε, τὴν εὐθυμίαν ἔλαβε τῶν πολλῶν σου θαυμάτων· ἐξ ὧν παράσχου πλουσίως ταῖς ψυχαῖς ἡμῶν, καὶ ἀποκάθαρον ἁμαρτημάτων κηλῖδας, ὅπως ψάλλωμεν, Ἀλληλούϊα.

Ὁ Οἶκος

Οἱ ἐν πάσῃ τῇ γῇ μαρτυρήσαντες

κ ῥᾳθύμου καρδίας τὴν αἴνεσιν, πῶς προσοίσω ὁ ἄθλιος δέδοικα, καὶ ὑμνήσω τὸν μέγαν Εὐθύμιον; ἀλλὰ τούτου θαρρῶν ταῖς δεήσεσιν, ἐν εὐθυμίᾳ καὶ σπουδῇ πολλῇ, τῇ ᾠδῇ ἐγχειρήσω, καὶ πᾶσιν ἐξείπω αὐτοῦ τὴν πολιτείαν, καὶ τὴν γέννησιν, καὶ πῶς οἱ τούτου γονεῖς ἔψαλλον τό, Ἀλληλούϊα.

Συναξάριον

Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐθυμίου τοῦ Μεγάλου.

Στίχοι

Τὶ κοινὸν Εὐθύμιε σοὶ καὶ τῷ βίῳ;

Πρὸς Ἀγγέλους ἄπαιρε τοὺς ξένους βίου

Λῆξε βίου Εὐθύμιος εἰκάδι ἠϋγένειος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Βάσσου, Εὐσεβίου, Εὐτυχίου καὶ Βασιλίδου.

Στίχοι

Χεῖρας Βάσσου τέμνουσι χεῖρες δημίων,

Χεῖρες βέβηλοι, χεῖρας ἡγιασμένας.

Τμηθεὶς πέλυξιν Εὐσέβιος πᾶν μέλος,

Τὴν Ὀρθόδοξον Πίστιν ἄτρωτος μένει.

Εὐτύχιον διεῖλον εἰς μέρη τρία,

θείως Θεοῦ Πρόσωπα τιμῶντα τρία.

πορραγῆναι μὴ θέλων Βασιλίδης,

Μοίρας Ἀθλητῶν, ἐρράγη τὴν γαστέρα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰννᾶ, Πιννᾶ, καὶ Ῥιμμᾶ.

Στίχοι

Θάλψις δεχέσθω τοὺς Ἀθλητὰς τοῦ κρύους,

ννᾶν, Πιννᾶν, Ῥιμμᾶν τε τοὺς κρυσταλλίνους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μακαρίου Πέτρου τοῦ Τελώνου.

Στίχοι

Καλεῖ σε Πέτρε Χριστὸς ἐκ τελωνίου

Πρὸς ἀρετὴν πρίν, νῦν δὲ πρὸς τρυφὴν πόλου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ ζ' Ὁ Εἱρμὸς

Νέοι τρεῖς ἐν Βαβυλῶνι, πρόσταγμα τυραννικόν, εἰς φλήναφον θέμενοι, ἐν μέσῳ φλογὸς ἀνεβόων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

φθης εἴσω τῆς νεφέλης, Πάτερ τῷ ὑπερφυεῖ, πυρὶ καλυπτόμενος, ὡς θεῖος βοῶν μυστιπόλος· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Νέμει σοι τὰ ὑπὲρ φύσιν, Πάτερ ὁ Δημιουργός, ἀφθόνως τῆς φύσεως, ψυχῶν διαθέσεις προφαίνων, τῶν μετασχόντων Ὅσιε, τῆς σαρκὸς τοῦ Κυρίου σου.

να καὶ μετὰ τὴν θείαν, σάρκωσιν μονογενῆ, ἐν δύω ταῖς φύσεσιν, Εὐθύμιε σέβων ἐβόας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ἕτερος

Θεοῦ συγκατάβασιν

σκήσεως στάδιον, ἁγιωσύνης Πάτερ γυμνάσιον, τὸν σὸν ἔδειξας βίον, δι᾿ ἐγκρατείας ἄκρας ἑνούμενος, τοῖς Ἀσωμάτοις κραυγάζων Εὐθύμιε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ομφαίαν σε δίστομον, ἠκονημένην Χριστὸς ἀνέδειξε, τῶν ἐχθρῶν τὰς καρδίας, καὶ τῶν δαιμόνων σφάττουσαν φάλαγγας, καὶ τῶν ψαλλόντων ψυχὰς κατευφραίνουσαν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Φωτὸς ἐμφορούμενος, τοῦ Τρισηλίου Πάτερ φῶς δεύτερον, τῇ μεθέξει τοῦ πρώτου, μεμορφωμένος ὤφθης Εὐθύμιε, τὰς λαμπηδόνας ἐκπέμπων τοῖς ψάλλουσιν· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

ς ὄρθρος ἀνέτειλας, δικαιοσύνης Ἥλιον ἔχουσα, τὸν ἐκ σκότους τὸν κόσμον, τῆς ἀγνωσίας ἀνακαθαίροντα, θεογνωσίας ἀκτῖσιν, ᾧ ψάλλομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Καταβασία

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ ἀκηράτῳ ἐνοικήσαντα Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

δὴ η' Ὁ Εἱρμὸς

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεῷ σεαυτὸν καθιερώσας, καὶ ἅψας τῆς συνειδήσεως τὴν κάμινον, ὅλον σου Εὐθύμιε· χαίρων ὡλοκαύτωσας, ὡς ἱερεῖον ἄμωμον, τὸν βίον μέλπων Χριστῷ· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Υἱοθετηθεὶς χάριτι θείᾳ, ὡς κλῆρον τὴν τῶν μελλόντων γνῶσιν εἴληφας· φύσεως κρατήσας γάρ, φύσιν ὑπερβέβηκας, προγνωστικῶς πρὸς ἔκβασιν, σπεύδων Εὐθύμιε. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, βοῶν εἰς τοὺς αἰῶνας.

Ἕτερος 

Ἑπταπλασίως κάμινον

Συντονωτάτῃ χρώμενος, ἐγκρατείᾳ Πανόβλιε, πρὸς ὑψηλοτάτην, πολιτείαν ἔφθασας, δοχεῖον γενόμενος, χωρητικὸν τοῦ Πνεύματος, τοῦ ζωοποιοῦ, καὶ τῶν ἐκεῖθεν πλουσίως, βρυόντων χαρισμάτων, μελῳδῶν ἀνενδότως· Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μεταναστεύων ἔφθασας, τῆς Σιὼν τὴν ἀκρόπολιν, εἰς τὰς αἰωνίους, δὲ μονὰς κατήντησας, καὶ κλῆρον οὐράνιον, ἐκ τῶν οἰκείων πόνων εὑρών, ταῖς Ἀγγελικαῖς, χοροστασίαις συμψάλλεις· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

λολαμπὴς ὡς ἥλιος, τὰς ἐρήμους ἐφώτισας, τοὺς σκοτεινομόρφους, ἀπελάσας δαίμονας, καὶ στῦλος ὁλόφωτος, οὐρανομήκης γέγονας, θαυματοποιούς, μαρμαρυγὰς ἀποστίλβων, ἀπαύστως ἀνακράζων· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ερωτάταις πράξεσι, διὰ βίου κοσμούμενος, τὴν ἀρχικωτάτην, ἀρετὴν κατώρθωσας, δογμάτων ὀρθότητι, διαπρεπὴς γενόμενος, καὶ θεολογίας ἀκριβοῦς ὑποφήτης, βοῶν ἀδιαλείπτως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Νύμφη Θεοῦ πανάμωμε, τοὺς πρὸς σὲ καταφεύγοντας, τῆς αἰχμαλωσίας, τῶν παθῶν ἐξάρπασον· καὶ τὴν αὐτοδέσποτον, ἐλευθερίαν Δέσποινα, ταῖς τῶν ὀρθοδόξων, Ἐκκλησίαις παράσχου, ταῖς πίστει μελῳδούσαις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Καταβασία

στέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείᾳ, προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

δὴ θ' Ὁ Εἱρμὸς

Μετὰ τόκον σε Ἁγνή, καὶ πρὸ τοῦ τόκου, καὶ ἐν τόκῳ ἄχραντε, σὲ πᾶσα ἡ κτίσις καταγγέλλουσα, ὡς Θεοτόκον ἀληθῆ μεγαλύνομεν.

αμάτων σε πηγήν, καὶ πρὸ θανάτου καὶ ἐν θήκαις Ὅσιε, κεκοιμημένον εὐμοιρήσαντες, ὡς νικηφόρον ἀθλητὴν μακαρίζομεν.

πιγείῳ Βασιλεῖ, τὸν ἐν ὑψίστοις ἀρωγὸν ἀπέργασαι, κατὰ Βαρβάρων, καὶ τῇ ποίμνῃ σου, κατὰ ποικίλων πειρασμῶν Πάτερ Ὅσιε.

Ἕτερος

Ἐξέστη ἐπὶ τούτῳ

γνώρισε Χριστὸς σοι τὴν πρὸς αὐτόν, πολυέραστον Πάτερ ἀνάλυσιν, ὥσπερ Μωσεῖ, πάλαι τῷ θεόπτῃ, οὗ μιμητής, δι᾿ ἀρετῆς γενόμενος, ῥήξας σὺ τὴν θάλασσαν τῶν παθῶν, διέβης ἀκωλύτως, πρὸς γῆν ἐπαγγελίας, τοὺς ἐναντίους τροπωσάμενος.

Μετέστης ὡς, Ἠλίας ὁ ζηλωτής, ἀρετῶν ἐποχούμενος ἅρματι, πρὸς οὐρανόν, ὅπου τὸ πολίτευμα ἐμφανῶς, τὸ σὸν ἐγράφη Ὅσιε· καὶ νῦν τῷ Δεσπότῃ παρεστηκώς, μνημόνευε τῶν πίστει, τὴν μνήμην σου τελούντων, τὴν φωτοφόρον καὶ πανίερον.

βίος σου Παμμάκαρ Ἀγγελικός, ἡ ζωὴ δὲ Θεόφρον ὑπέρλαμπρος, ἡ δὲ ψυχή, φωτοειδεστάτη θεοειδής, καὶ εὐσεβὴς ἡ πίστις σου· θείων γὰρ δογμάτων ὑφηγητής, ἐγένου Θεοφόρε, καὶ κήρυξ Ὀρθοδόξου, διδασκαλίας ἐχρημάτισας.

κέτην σε καὶ πρέσβυν πρὸς τὸν Θεόν, πρεσβευόμενον Πάτερ συγχώρησιν, ἁμαρτιῶν, καὶ τῶν ὀφλημάτων καὶ τῶν χρεῶν, ἀποκοπὰς αἰτούμενον, θείους μιμησάμενον οἰκτιρμούς, προβάλλομαι προθύμως, ἐλπίδι τῆς πρεσβείας, τῆς σῆς Θεόφρον στηριζόμενος.

Θεοτοκίον

Σωτήριος γενοῦ μοι πύργος Ἁγνή, τῶν δαιμόνων ἀπείργων τὰς φάλαγγας, καὶ πειρασμῶν, ὄχλον καὶ κινδύνων ἀποσοβῶν καὶ τῶν παθῶν τὴν ἔφοδον, πόρρω ἀπελαύνων, καὶ καθαράν, διδοὺς ἐλευθερίαν, καὶ θείων χαρισμάτων, τὴν ἀφθονίαν παρεχόμενος.

Καταβασία

ν νόμῳ σκιᾷ καὶ γράμματι τύπον κατίδωμεν οἱ πιστοί· πᾶν ἄρσεν, τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρὶ ἀπειράνδρῳ, μεγαλύνομεν.

Ἐξαποστειλάριον

Γυναῖκες ἀκουτίσθητε

κ μήτρας καθηγίασε, Θεὸς σε Πάτερ Ὅσιε, Ἱερεμίαν ὡς πάλαι, καὶ Σαμουὴλ Θεοφόρε, προφήτην θεῖον δείξας σε, τερατουργὲ Εὐθύμιε, τῶν Ἀγγέλων ὁμόσκηνε· μεθ' ὧν μνημόνευε πάντων, τῶν σὲ πιστῶς ἀνυμνούντων.

Ἕτερον ὅμοιον

ς πάλαι τοῦ βλαστήσαντος Προδρόμου θεῖος Ἄγγελος ἐκ στειρευούσης νηδύος, τὸν σὸν κατήγγειλε τόκον· διὸ καὶ τούτου γέγονας ἐκμαγεῖον Εὐθύμιε, Βαπτιστής ὀρεσίτροφος, ἀκτήμων ἄοικος πᾶσι, χαρίσμασι διαλάμπων.

Θεοτοκίον ὅμοιον

ν δύω ταῖς θελήσεσι, καὶ φύσεσι Πανάμωμε, μιᾷ δὲ τῇ ὑποστάσει, τίκτεις Θεὸν ἀπορρήτως, τὸν δι᾿ ἡμᾶς πτωχεύσαντα, μέχρι Σταυροῦ θελήματι, καὶ ἡμῖν χαρισάμενον, τὸν τῆς Θεότητος πλοῦτον, Θεοκυῆτορ Παρθένε.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ'

Ὢ τοῦ παραδόξου θαύματος

σιε Πάτερ Εὐθύμιε, καταλιπὼν τὰ ἐν γῇ, τῷ Χριστῷ ἠκολούθησας, μὴ προκρίνας ἔνδοξε, τὰ φθαρτὰ πρὸς τὰ μένοντα· καὶ ἐν ἐρήμῳ, ὥσπερ ἐν πόλει οἰκῶν, τάς τῶν δαιμόνων, φάλαγγας ὤλεσας. Ὢ τὶς ἰσχύσειεν, ἐξειπεῖν Ἀοίδιμε, τῆς σῆς ψυχῆς, ὄντως τὴν θερμότητα, τὴν πρὸς τὸν Κύριον! (Δίς)

σιε Πάτερ Εὐθύμιε, σὺ ἀνεδείχθης κανών, Μοναζόντων καὶ καύχημα, ὀρθοδόξων ἥδυσμα, καὶ λαμπρὸς οἰκουμένης φωστήρ· τοῦ γὰρ δολίου ἐχθροῦ οὐκ ἔπτηξας, τάς ἐκφοβήσεις, ἐν τῷ σπηλαίῳ οἰκῶν. Ὢ τοῦ χαρίσματος, τοῦ ἐν σοὶ Μακάριε! δι᾿ οὗ σαφῶς, πᾶσαν κατεπάτησας, τὴν τῶν δαιμόνων ὀφρύν.

σιε Πάτερ Εὐθύμιε, σὺ ἀληθῶς πρὸς Θεόν, τὴν ψυχὴν ἀνεπτέρωσας, καὶ ἀσκήσει Ἅγιε, τὰς αἰσθήσεις ἐκάθηρας· καὶ ταῖς ἀπαύστοις, εὐχαῖς πανόλβιε, τῆς ἀθανάτου ζωῆς ἠξίωσαι. Ὦ ἐγκαλλώπισμα, Ἀσκητῶν ἀοίδιμε, σὲ ὁ Χριστὸς χαίρων ὑπεδέξατο· εἰς τὰς ἀΰλους μονάς.

Δόξα... Ἦχος πλ. δ'

Τῶν Μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σε τιμῶμεν Εὐθύμιε· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων ὁμόσκηνε καὶ Δικαίων· μεθ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Ἦχος πλ. δ'

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.

 Εἰς τὴν Λειτουργίαν

 Τυπικά, καὶ ἐκ τοῦ Κανόνος δὴ γ' καὶ ς'. Ἀπόστολον, Εὐαγγέλιον καὶ Κοινωνικόν, Ζήτει εἰς Ὁσίους.