The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ 

 ΦΕΒΡΟΥΑΡΙΟΣ

ΕΧΩΝ ΗΜΕΡΑΣ ΤΡΙΑΚΟΝΤΑ ΜΙΑΝ

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Κ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Λέοντος, Ἐπισκόπου Κατάνης.

 

 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ 

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ'

Ὢ τοῦ παραδόξου θαύματος

Λέον θεόφρον πανόλβιε, ἀσκητικαῖς ἀγωγαῖς, καὶ τελείαις καθάρσεσι, τῷ Θεῷ καὶ Κτίστῃ σου, καθαρῶς προσκολλώμενος, φωτὸς ἐνθέου ἔμπλεως γέγονας, καὶ χαρισμάτων θείων τετύχηκας, πάθη ἀνίατα, θεραπεύειν πάντοτε, καὶ προσευχῶν, μάστιγι, ἀκάθαρτα, διώκειν πνεύματα.

Λέον τῷ ὄντι μακάριος, Ἀρχιερεὺς γεγονώς, ἐπὶ χλόην ἐξέθρεψας, ῥάβδῳ θείας πίστεως, ὡς ποιμὴν ἀληθέστατος, ὀρθοδοξίας καὶ τελειότητος, τὴν σὴν ἀγέλην σθένει τοῦ Πνεύματος, ἧς κατενώπιον, ἐκτελῶν τεράστια, θεοπρεπῶς, κλέος ἀναφαίρετον, ἐκληρονόμησας.

λαιον θεῖον ἀρύσασθε, ὡς ἐκ πηγῆς προϊόν, βλαστανούσης ἀέναον, τῆς τιμίας λάρνακος, τοῦ σοφοῦ Ἀρχιποίμενος, καὶ τῷ τῶν ὅλων, Θεῷ βοήσατε· ὁ ἐν Ἁγίοις σου θαυμαζόμενος, τούτου δεήσεσι, σῶσον ἡμᾶς οἴκτειρον, ὡς ἀγαθός, πίστει ἑορτάζοντας, τὴν θείαν μνήμην αὐτοῦ.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Δεῦρο ψυχή μου στενάζουσα, καὶ τῶν δακρύων κρουνούς, ἐκ καρδίας πηγάζουσα, τῇ Παρθένῳ βόησον, καὶ Μητρὶ τοῦ Θεοῦ ἡμῶν. Διὰ τὸ πλῆθος, τῶν οἰκτιρμῶν σου Ἁγνή, τῆς φοβερᾶς με, ῥῦσαι κολάσεως, καὶ κατασκήνωσον, ἔνθα ἡ ἀνάπαυσις καὶ ἡ χαρά, ἡ διαιωνίζουσα, καὶ ἡ ἀπόλαυσις.

Ἢ Σταυροθεοτοκίον

λιος Τέκνον ἠμαύρωται, καὶ ἡ σελήνη τὸ φῶς, εἰς ζοφῶδες ἱμάτιον, γνοφερῶς μετέβαλε· γῆ κλονεῖται, καὶ ῥήγνυται, τὸ τοῦ ναοῦ σου δὲ καταπέτασμα· κἀγὼ πῶς Τέκνον, οὐ διαρρήξομαι, σπλάγχνα καὶ ὄμματα; παρειὰς γλυκύτατε καταξανῶ, ἀδίκως σε θνῄσκοντα, βλέπουσα Σῶτέρ μου.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, λέγεται ὁ Κανών, οὗ ἡ, Ἀκροστιχίς.

Λέοντα πηγὴν ὄντα θαυμάτων σέβω. ὁ Ἰωσήφ.

δὴ α' Ἦχος πλ. δ' Εἱρμὸς

γρὰν διοδεύσας ὡσεί ξηράν· καὶ τὴν Αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

Λαμπτῆρά σε θεῖον ἡ τοῦ Χριστοῦ, φαιδρὰ Ἐκκλησία, κεκτημένη Λέον σοφέ, ταῖς τῶν ἀρετῶν σου φρυκτωρίαις, καὶ τῶν θαυμάτων πλουσίως φωτίζεται.

κ βρέφους ἀνέθηκας σεαυτόν, τῷ πάντων Δεσπότῃ, καὶ νεκρώσει τῶν ἡδονῶν, ζῶσα τούτῳ γέγονας θυσία, θύων σαυτὸν ἀναιμάκτως Μακάριε.

βίος σου φέγγει τῶν ἀρετῶν, κατηγλαϊσμένος, καὶ θαυμάτων ταῖς ἀστραπαῖς, καθωραϊσμένος θεοφόρε, περιφανῆ σε τοῖς πᾶσιν εἰργάσατο.

Θεοτοκίον

Ναὸς ἐχρημάτισας τοῦ Θεοῦ, ἀμόλυντε Κόρη, τοῦ οἰκήσαντος ὑπὲρ νοῦν, ἐν σοὶ Θεοτόκε καὶ τὴν πλάνην, ἐκ τῶν ψυχῶν τῶν βροτῶν ἐξοικίσαντος.

δὴ γ' Ὁ Εἱρμὸς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

Τὰ σωτήρια Πάτερ, καὶ εὐσεβῆ δόγματα, τῆς ὀρθοδοξίας φυλάττων ἀδιαλώβητα, ποίμνην ἐξέθρεψας, ἐπὶ νομὰς ζωηφόρους, καὶ πρὸς ἐπουράνιον, μάνδραν εἰσήλασας.

νελθὼν ἐν τῷ ὕψει, τῶν ἀρετῶν Ὅσιε, χρῖσμα ἱερὸν ὑπεδέξω, καὶ τὸν Πανύψιστον, πανσόφως ᾔνεσας, ὑψηλοτάτη καθέδρα, λειτουργήσας χάριτι, τούτῳ ὡς Ἄγγελος.

Πειρασμοὺς ὑπομείνας, διὰ Χριστὸν Ὅσιε, τῆς ἀθανασίας μετέσχες καὶ τῆς θεώσεως, μύρον εὐῶδες δέ, διηνεκῶς ἀναβλύζον, ἁγιάζεις πίστει σοι, τοὺς προσπελάζοντας.

Θεοτοκίον

λαβὶς ἡ τοῦ θείου, καὶ φωταυγοῦς ἄνθρακος, βάτος ἡ πυρὶ μὴ φλεχθεῖσα, τῷ τῆς Θεότητος, τὰ φρυγανώδη μου, πάντα κατάφλεξον πάθη, τοῦ πυρὸς ἐξάρπασον, διαιωνίζοντος.

Κάθισμα Ἦχος γ'

Θείας πίστεως

Μέγας ἥλιος τῇ οἰκουμένῃ, ἀνατέταλκας τῶν ἀρετῶν σου, ἀναλάμψει καὶ θαυμάτων λαμπρότητι, φωταγωγήσας Πιστῶν τὰ συστήματα, καὶ ἀφανίσας παθῶν ἀμαυρότητα· Λέον Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Θείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα Παρθένον σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος· Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἢ Σταυροθεοτοκίον

ἀμίαντος Ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι τέκνον! πῶς πάσχεις θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον.

δὴ δ' Ὁ Εἱρμὸς

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

Γηπονήσας τὴν ἄρουραν, σοῦ τῆς διανοίας ἑκατοστεύοντα, στάχυν ἤνεγκας Πανόλβιε, ἀρετῶν ἐνθέων καὶ ἰάσεων.

ἁγία σου Ἅγιε, θήκη ἀενάως ἔλαιον ἅγιον, ἀναβλύζει ἁγιάζουσα, τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι.

Νοσημάτων καθάρσιον, πονηρῶν, δαιμόνων φυγαδευτήριον, Ἱεράρχα, ἐχρημάτισας, καὶ πιστῶν ἀνθρώπων καταφύγιον.

Θεοτοκίον

τοῖς πᾶσιν ἀχώρητος, Πάναγνε χορεῖται ἐν τῇ νηδύϊ σου, διασῴζων με χρηστότητι, τὸν βεβυθισμένον ἁμαρτήμασιν.

δὴ ε' Ὁ Εἱρμὸς

να τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.

Νοΐ καθαρωτάτῳ, νοῦν τὸν πάντων αἴτιον ἑνοπτριζόμενος, παρ' αὐτοῦ ἐδέξω, χαρισμάτων τὴν αἴγλην θεόπνευστε, καὶ τῶν ἰαμάτων, τὰς ἱερὰς φωτοχυσίας· δι' ὧν λύεις παθῶν τὴν σκοτόμαιναν.

Τὸν ἀπάταις δαιμόνων, πάντας τοὺς πιστεύοντας Χριστῷ μωραίνοντα, τῷ πυρὶ δικαίᾳ, παραδέδωκας ψήφῳ Μακάριε, καὶ ψυχὰς ἐρρύσω, τῆς ὀλεθρίου τούτου βλάβης, ὡς Ποιμὴν ἀληθὴς καὶ σωτήριος.

ναφθείσης ἐν μέσῳ, ἔστης ἀκατάφλεκτος πυρᾶς Ἀοίδιμε· ἡ γὰρ θεία δρόσος, τοῦ Ἁγίου ἐκύκλου σε Πνεύματος, ὡς Ἱερομύστην, ὡς λειτουργὸν τῆς θείας δόξης, ὡς τῆς ἄνω λαμπρότητος μέτοχον.

Θεοτοκίον

Θεωρήσαντες πάλαι, ἐνθεαστικώτατα θεοχαρίτωτε, οἱ σεπτοὶ Προφῆται, μυστηρίου τὸ βάθος τὸ ἄφραστον, τῆς σεπτῆς λοχείας, σοῦ τῆς ἁγνῆς ποικιλοτρόπως, ὡς ἐχώρησαν τοῦτο προήγγειλαν.

δὴ ς' Ὁ Εἱρμὸς

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ δη προσήγγισε· καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.

όμματοι τῇ ἐντεύξει σου Πάτερ, ἐκομίσαντο τὸ βλέπειν θεόφρον· τὸν γὰρ Χριστόν, συνεργὸν κεκτημένος, καὶ πρὸς αὐτὸν τῆς ψυχῆς σου τὰ ὄμματα, κτησάμενος διηνεκῶς, τὰς αἰτήσεις πλουσίας ἐλάμβανες.

πῆρξας τῷ βασιλεῖ θαυμάσιε, φοβερώτατος ἡνίκα προβαίνων, ἐν ταῖς αὐλαῖς, ταῖς αὐτοῦ ἐπεφέρου, τῷ ἱματίῳ σου ἅπτοντας ἄνθρακας· ἐδόξαζε γὰρ σε Χριστός, ὃν τῷ βίῳ σου Λέον ἐδόξασας.

Μυρίζει σου ἡ σορὸς τῶν λειψάνων, καὶ προχέει ἀενάως Παμμάκαρ, ὥσπερ πηγή, καθαρὰ καὶ εὐώδης, ἔλαιον θεῖον, δι' οὗ φυγαδεύονται, νοσήματα ἐκ τῶν Πιστῶν, καὶ ὑγεία τοῖς χρήζουσι δίδοται.

Θεοτοκίον

γίασον τὴν ψυχήν μου Παρθένε, ἡ τὸν Ἅγιον κυήσασα Λόγον, τὸν ἀληθῶς, ἐν ἁγίοις ὡς θέμις, ἀναπαυόμενον μόνον Θεὸν ἡμῶν, καὶ δίδου μοι ὡς ἀληθῶς, κατανύξεως ὄμβρους Πανάμωμε.

Κοντάκιον Ἦχος πλ. β´

Τὴν ἐν πρεσβείαις

Τὸν ἀπὸ βρέφους Κυρίῳ ἀνατεθέντα, καὶ ἐκ σπαργάνων τὴν χάριν ἀνειληφότα, πάντες τοῖς ᾄσμασι στεφανώσωμεν, Λέοντα τὸν φωστῆρα τῆς Ἐκκλησίας καὶ πρόμαχον· αὐτῆς γὰρ ὑπάρχει τὸ στήριγμα.

Ὁ Οἶκος

Τράνωσόν μου τὴν γλῶσσαν Χριστέ μου, καὶ παράσχου μοι λόγον, ὁ τῶν λόγων δοτήρ, καὶ παροχεὺς τῆς ζωῆς ἡμῶν, ἵνα ἰσχύσω ἐγκωμιάσαι τοῦ σοφοῦ Ἱεράρχου τόν βίον ὅλον, ὃν ἐν τῇ γῇ διαπύρῳ ἀγάπῃ ἐτέλεσε, καὶ εἴληφεν οὐρανόθεν τῶν ἀπείρων θαυμάτων τὸ πέλαγος, καὶ τῶν δογμάτων τὴν δύναμιν, δι' ὧν τὴν Ἐκκλησίαν κατηύγασεν· αὐτῆς γὰρ ὑπάρχει τὸ στήριγμα.

Συναξάριον

Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Λέοντος, Ἐπισκόπου Κατάνης.

Στίχοι

Οἰ μὲν νεκρὸς Λέοντος, εἶ δ' οἵου πύθῃ,

Πάντως ἐροῦμεν. Τοῦ προέδρου Κατάνης.

Εἰκάδι ἀμφὶ Λέοντα χυτὴν ἐπὶ γαῖαν ἔχευσαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαδώκ, Ἐπισκόπου, καὶ τῶν σὺν αὐτῷ τελειωθέντων τὸν ἀριθμὸν ἑκατὸν εἰκοσιοκτώ.

Στίχοι

Φέρει σὺν ὀκτὼ καὶ Σαδὼκ Ἐπισκόπῳ,

δωδεκαπλῆ Μαρτύρων δεκὰς ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Βησσαρίωνος.

Στίχοι

Πολλῶν ἱδρώτων καὶ πόνων Βησσαρίων,

Πολλὰς θανὼν εὕρηκεν ἀντιμισθίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀγάθωνος Πάπα Ῥώμης.

Στίχοι

ώμης Ἀγάθων οἴακας διευθύνας,

Πρύμναν ἔκρουσε πρὸς νοητοὺς λιμένας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ ζ' Ὁ Εἱρμὸς

Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Τάξεις τῶν θείων Ἀσωμάτων, μετὰ σώματος μιμούμενος θεόφρον, ἐλειτούργεις Θεῷ, ἀπαύστως ἀναμέλπων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

τα κωφεύοντα Παμμάκαρ, δι' ἐντεύξεως ἠνέῳξάς σου θείας, καὶ χωλοῖς προφανῶς, παρέχεις εὐδρομίαν· Εὐλογητὸς εἶ μέλπουσιν, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Νεύματι θείῳ τοῦ Δεσπότου, ἀκατάφλεκτος διέμεινας ἐν μέσῳ, εἰσελθὼν τοῦ πυρός· ὁ μέτοχος δὲ τούτου, κρίσει δικαίᾳ φλέγεται, Ἡλιόδωρος εὐχῇ σου.

Θεοτοκίον

Σοῦ τὴν νηδὺν μὴ καταφλέξαν, τῆς Θεότητος τὸ πῦρ Παρθενομῆτορ, σωματοῦται ἐκ σοῦ, τὰ πέρατα φωτίζον, ταῖς θεϊκαῖς λαμπρότησι· διὰ τοῦτό σε ὑμνοῦμεν.

δὴ η' Ὁ Εἱρμὸς

Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολῶν σου σφόδρα ἀντεχόμενοι, Παῖδες ἐβόων· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ξεχύθη χάρις, Πάτερ σοῦ τοῖς χείλεσιν ἱερομύστα· διὰ τοῦτο Λέον, ὁ Θεὸς σε ἔχρισεν Ἀρχιερέα, τοῦ λαοῦ βοῶντα· Ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Βασιλεῖ Παμμάκαρ, τῷ διαιωνίζοντι εὐαρεστήσας, ἐπιγείῳ Λέον, βασιλεῖ παρέστηκας ἄνθρακας φέρων, καὶ τὴν τούτου Πάτερ, καταπλήττων ἔννοιαν, ταῖς θαυματουργίαις, ταῖς λίαν παραδόξοις.

ς ἐλαία Πάτερ, φυτευθεὶς κατάκαρπος οἴκῳ Κυρίου, φέρεις μετὰ τέλος, ἐκ τοῦ θείου σκήνους σου ἔλαιον θεῖον, Πιστῶν πᾶσαν νόσον, ἀπελαύνων πάντοτε, τῶν εἰς σὲ μετὰ πόθου, σοφὲ προσπεφευγότων.

Θεοτοκίον

βουλήσει πάντα, ἐκτελῶν Πανάμωμε εὐλογημένη, βουληθεὶς καὶ μήτραν, τὴν σὴν κατεσκήνωσε, καὶ σάρξ ὡράθη, καὶ ἐθέωσέ με, φθαρέντα τὸ πρότερον, τοῦ ἀπατεῶνος, κακίστου συμβουλίᾳ.

δὴ θ' Ὁ Εἱρμὸς

φριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν· ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον μεγαλύνομεν.

να σε θείαις ἐν φωναῖς, μακαρίζωμεν ὁσίως βιώσαντα, καὶ τὰ οὐράνια, περιπολοῦντα καὶ ἀγαλλόμενον, παθῶν καὶ θλίψεων ἡμᾶς, εὐχαῖς σου διάσῳζε, καὶ περιστάσεων, Ἱεράρχα καὶ Ποιμὴν ἀξιάγαστε.

ς κλῆμα τῆς ἀληθινῆς, γεγονὼς Πάτερ ἀμπέλου ἐβλάστησας, ἀρετῶν βότρυας, θαυμάτων γλεῦκος ἐναποστάζοντας· ἐξ οὗ οἱ πίνοντες πιστῶς, ὑγείαν κομίζονται, καὶ ἀγαλλίασιν, εὐφημοῦντές σε ἀεὶ Λέον Ὅσιε.

Σῶμά σου γέγονε ναός, Ἁγίου καὶ σεπτοῦ Πάτερ Πνεύματος· καὶ νῦν κατάκειται, τοῦ θείου ἔνδον ναοῦ, ὃν ἥγειρας, εἰς δόξαν Λέον καὶ τιμήν, Λουκίᾳ τῇ μάρτυρι, θαυμάτων βρύων ἡμῖν ποταμοὺς τοῖς εὐσεβῶς σε γεραίρουσι.

λιος ὤφθης φωταυγής, ἀρετῶν λαμπαδουχίαις τὰ πέρατα περιαυγάζων ἀεὶ· καὶ νῦν πρὸς φέγγος μετέβης ἄρρητον· τὴν φωτοφόρον σου διό, μνήμην ἑορτάζοντας, Λέον Πανόλβιε, σκοτασμοῦ πάντας δεινοῦ ἀπολύτρωσαι.

Θεοτοκίον

Φρίττω σου μόνε Βασιλεῦ, τὴν δευτέραν παρουσίαν καὶ δέδοικα, ἄμετρα πταίσας σοι, καὶ μεταγνώσει μὴ βελτιούμενος· ἀλλ' ὡς ὑπάρχων ἀγαθός, ἐπίστρεψον σῶσόν με, τῆς κυησάσης σε, εὐπροσδέκτοις, Ἰησοῦ παρακλήσεσι.

Ἐξαποστειλάριον

Γυναῖκες ἀκουτίσθητε

Λαμπτῆρα καὶ διδάσκαλον, καὶ Ἱεράρχην μέγιστον, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, γνωρίζει σὲ Ἱεράρχα· τὰ τέκνα ταύτης Ὅσιε, καλῶς Πάτερ ἐποίμανας, ἐπὶ νομὴν σωτήριον, Λέον θεόφρον ἅγιε, αἱρετικοὺς ἐκδιώξας, καθάπερ θῆρας ἀγρίους.

Θεοτοκίον

Κατάνης ὁ πολύφωτος, ἀστὴρ καὶ διαυγέστατος, τερατουργὸς Ἱεράρχης, Λέων ὁ μύστης Τριάδος, κυρίως Θεοτόκον σε, Ἁγνὴ τρανῶς ἐκήρυξε, νῷ καὶ ψυχῇ καὶ σώματι· ἣν καὶ ἡμεῖς ἀνυμνοῦμεν, σαφῶς Θεοῦ ὡς Μητέρα.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ τῆς Ὀκτωήχου.

 

Καὶ ἡ λοιπὴ ἀκολουθία τοῦ Ὄρθρου, κατὰ τὴν τάξιν, καὶ Ἀπόλυσις.