The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

ΣΕΠΤΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 ΤΗ Α ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Ἀρχὴ τῆς Ἰνδίκτου, ἤτοι τοῦ νέου Ἔτους, καὶ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν τοῦ Στυλίτου καὶ Ἀρχιμανδρίτου, καὶ ἡ σύναξις τῆς Ὑπεραγίας Θεοτόκου τῶν Μιασηνῶν, καὶ τοῦ Ἁγίου μάρτυρος Ἀειθαλᾶ, καὶ τῶν Ἁγίων τεσσαράκοντα Γυναικῶν, καὶ Ἀμμοῦν διακόνου καὶ διδασκάλου αὐτῶν, καὶ τῶν Ἁγίων μαρτύρων Καλλίστης, Εὐόδου καὶ Ἑρμογένους τῶν αὐταδέλφων, καὶ μνήμη Ἰησοῦ τοῦ Ναυῆ, καὶ ἡ ἀνάμνησις τοῦ μεγάλου ἐμπρησμοῦ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Στιχολογοῦμεν τὴν α στάσιν τοῦ, Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι καὶ ψάλλομεν Στιχηρὰ τῆς Ἰνδίκτου τρία, καὶ ἕτερα Ἰδιόμελα τοῦ Ὁσίου δ.

 

Τῆς Ἰνδίκτου

Ἦχος α

Τῶν οὐρανίων.

Τῆς αὐτολέκτου καὶ θείας διδασκαλίας Χριστοῦ, τὴν προσευχὴν μαθόντες, καθ᾿ ἑκάστην ἡμέραν, βοήσωμεν τῷ Κτίστῃ· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς κατοικῶν, τὸν ἐπιούσιον ἄρτον δίδου ἡμῖν, παρορῶν ἡμῶν τὰ πταίσματα.

ς τῶν Ἑβραίων τὰ κῶλα ἐν τῇ ἐρήμῳ ποτέ, ἀπειθησάντων ὄντως, σοὶ τῷ πάντων Δεσπότῃ, ἀξίως κατεστρώθη οὕτω καὶ νῦν, τὰ ὀστᾶ διασκόρπισον, τῶν δυσσεβῶν καὶ ἀπίστων Ἀγαρηνῶν, ψαλμικῶς παρὰ τὸν ᾍδην Χριστέ.

ἐν Σιναίῳ τῷ ὄρει τὰς πλάκας γράψας ποτέ, αὐτὸς καὶ νῦν ἐν πόλει, Ναζαρὲτ κατὰ σάρκα, βιβλίον κατεδέξω προφητικόν, ἀναγνῶναι Χριστὲ ὁ Θεός· καὶ τοῦτο πτύξας ἐδίδασκες τοὺς λαούς, πεπληρῶσθαι τὴν Γραφὴν ἐπὶ σοί.

Στιχηρὰ τοῦ Ὁσίου

Ἦχος πλ. α

Αὐτόμελον

σιε Πάτερ, καλὴν ἐφεῦρες κλίμακα, δι᾿ ἧς ἀνῆλθες ἐν τῷ ὕψει, ἣν εὗρεν Ἠλίας ἅρμα πυρός· ἀλλ᾿ ἐκεῖνος μὲν τὴν ἄνοδον ἄλλοις οὐκ ἔλιπε, σὺ δὲ καὶ μετὰ θάνατον ἔχεις τὸν στῦλόν σου, Οὐράνιε ἄνθρωπε, ἐπίγειε ἄγγελε, φωστὴρ ἀκοίμητε τῆς οἰκουμένης, Συμεὼν Ὅσιε, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

σιε Πάτερ, εἰ ἦν τὸν στῦλον φθέγξασθαι, οὐκ ἂν ἐπαύσατο βοῶν σου, τοὺς πόνους τοὺς μόχθους τοὺς ὀδυρμούς· ἀλλ᾿ ἐκεῖνος ἐβαστάζετο, εἴπερ ἐβάσταζεν, ὡς δένδρον πιαινόμενος ἐκ τῶν δακρύων σου, ἐξέστησαν Ἄγγελοι, ἐθαύμασαν ἄνθρωποι, δαίμονες ἔπτηξαν τὴν ὑπομονήν σου, Συμεὼν Ὅσιε, πρέσβευε τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.

σιε Πάτερ, δυνάμει θείου Πνεύματος, τὸν σὸν μιμούμενος Δεσπότην, ἐν στύλῳ ἀνῆλθες ὡς ἐν σταυρῷ· ἀλλ᾿ ἐκεῖνος τὸ χειρόγραφον πάντων ἐξήλειψε, σὺ δὲ τήν ἐπανάστασιν τῶν παθῶν ἔλυσας, ἐκεῖνος ὡς πρόβατον, καὶ σὺ ὥσπερ σφάγιον· ἐκεῖνος ἐν σταυρῷ, καὶ σὺ ἐν τῷ στύλῳ, Συμεὼν Ὅσιε, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν.

Ἕτερα Στιχηρὰ Ἰδιόμελα τοῦ Ὁσίου

Ἦχος β

κ ῥίζης ἀγαθῆς ἀγαθὸς ἐβλάστησε καρπὸς ὁ ἐκ βρέφους Ἱερὸς Συμεών, χάριτι μᾶλλον ἢ γάλακτι τραφείς· καὶ ἐπὶ πέτραν τὸ σῶμα ὑψώσας, πρὸς Θεὸν δὲ ὑπερυψώσας τὴν διάνοιαν, αἰθέριον διεδομήσατο ταῖς ἀρεταῖς ἐνδιαίτημα, καὶ ταῖς θείαις Δυνάμεσι συμμετεωροπορῶν, Χριστοῦ γέγονεν οἰκητήριον, τοῦ Θεοῦ καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτὸς.

Τὸ μνημόσυνόν σου εἰς τὸν αἰῶνα μένει, Ὅσιε Πάτερ Συμεών, καὶ τὸ πρᾶον τῆς καρδίας σου θεράπον μακάριε· εἰ γὰρ καὶ μετέστης ἐξ ἡμῶν, ὁ ποιμὴν ὁ καλός, ἀλλ᾿ οὐκ ἀπέστης ἀφ᾿ ἡμῶν τῷ πνεύματι, ἐν ἀγάπῃ Θεῷ παριστάμενος, καὶ σὺν Ἀγγέλοις χορεύων ἐν οὐρανοῖς, μεθ᾿ ὧν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτὸς . Κυπριανοῦ.

τῶν λειψάνων σου θήκη Πανεύφημε Πάτερ, πηγάζει ἰάματα, καὶ ἡ ἁγία σου ψυχή, Ἀγγέλοις συνοῦσα, ἀξίως ἀγάλλεται. Ἔχων οὖν πρὸς Κύριον, Ὅσιε παρρησίαν, καὶ μετὰ τῶν Ἀσωμάτων χορεύων ἐν οὐρανοῖς, αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτὸς.  Γερμανοῦ.

γάπησας θεοφόρε, τὴν ἀνωτάτω φιλοσοφίαν, καὶ ἔξω κόσμου ἐγένου, ζῶν ὑπὲρ τὰ ὁρώμενα· καὶ ἔσοπτρον ἀκηλίδωτον Θεοῦ, θεῖον ἀνεδείχθης· καὶ ὢν ἀεὶ ἡνωμένος φωτί, φῶς προσελάμβανες, καὶ τρανότερον τοῦ μακαρίου ἔτυχες τέλους, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν σοφὲ Συμεών.

Δόξα... Ἦχος πλ. β

Γερμανοῦ.

Θεία χάρις ἀπῃώρητο, ἐπὶ τῇ θήκῃ τῶν λειψάνων σου, ἡγιασμένε Συμεών· διὸ καὶ εἰς ὀσμὴν μύρου τῶν θαυμάτων σου δραμούμεθα, τῶν νοσημάτων τὴν ἴασιν ἀρυόμενοι· Ἀλλὰ Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... ὁ αὐτὸς

Βυζαντίου

Πνεύματι Ἁγίῳ συνημμένος, ἄναρχε Λόγε καὶ Υἱέ, ὁ πάντων ὁρατῶν καὶ ἀοράτων συμπαντουργὸς καὶ συνδημιουργός, τὸν στέφανον τοῦ ἐνιαυτοῦ εὐλόγησον, φυλάττων ἐν εἰρήνῃ τῶν Ὀρθοδόξων τὰ πλήθη, πρεσβείαις τῆς Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων σου.

 

Εἴσοδος, τό, Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. 61, 1-10)

Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν· καλέσαι ἐνιαυτὸν Κυρίου δεκτόν, καὶ ἡμέραν ἀνταποδόσεως τῷ Θεῷ ἡμῶν, παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιών δόξαν ἀντὶ σποδοῦ· ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης, ἀντὶ πνεύματος ἀκηδίας, καὶ κληθήσονται γενεά, δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν. Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίους, ἐξηρημωμένας τὸ πρότερον· ἐξαναστήσονται, καὶ ἀνακαινιοῦσι πόλεις ἐρήμους, ἐξηρημωμένας ἀπὸ γενεὰς εἰς γενεάν. Καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνoντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες, καὶ ἀμπελουργοὶ ὑμῶν. Ὑμεῖς δὲ Ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ ἡμῶν. Ῥηθήσεται ὑμῖν· ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε, ἀντί της αἰσχύνης ὑμῶν τῆς διπλῆς, καὶ ἀντὶ τῆς ἐντροπῆς, ἀγαλλιάσεται ἡ μερὶς αὐτῶν. Διὰ τοῦτο τὴν γῆν αὐτῶν ἐκ δευτέρου κληρονομήσουσι, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Ἐγὼ γὰρ εἰμι Κύριος, ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις, καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς. Καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν, καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν· καὶ ὁ ὁρῶν αὐτούς, ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον εἰς τοὺς αἰῶνας ὑπὸ Θεοῦ, καὶ εὐφροσύνη εὐφρανθήσονται ἐπὶ Κύριον.

Λευϊτικοῦ τὸ Ἀνάγνωσμα

(Κεφ. 26, 3-10 καὶ ἐκλογὴ)

λάλησε Κύριος τοῖς υἱοῖς Ἰσραήλ, λέγων· Ἐὰν τοῖς προστάγμασί μου πορεύησθε,  καὶ τὰς ἐντολάς μου φυλάσσησθε, καὶ ποιῆτε αὐτάς, δώσω τὸν ὑετὸν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν, καὶ καταλήψεται ὑμῖν ὁ ἀλοητὸς τὸν τρυγητόν, καὶ ὁ τρυγητός καταλήψεται τὸν σπόρον. Καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονήν, καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, καὶ οὐκ ἔσται ὑμᾶς ὁ ἐκφοβῶν· καὶ ἀπολῶ θηρία ἐκ τῆς γῆς ὑμῶν, καὶ πόλεμος οὐ διελεύσεται διὰ τῆς γῆς ὑμῶν, καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐνώπιον ὑμῶν, καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατόν, καὶ ἑκατόν ὑμῶν διώξονται μυριάδας. Καὶ ἐπιβλέψω ἐφ᾿ ὑμᾶς, καὶ εὐλογήσω ὑμᾶς, καὶ αὐξανῶ ὑμᾶς, καὶ πληθυνῶ ὑμᾶς, καὶ στήσω τὴν διαθήκην μου μεθ᾿ ὑμῶν. Καὶ φάγεσθε παλαιά, καὶ παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε. Καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμᾶς, καὶ ἐμπεριπατήσω ἐν ὑμῖν, καὶ ἔσομαι ὑμῶν Θεός, καὶ ὑμεῖς ἔσεσθέ μοι λαός. Ἐὰν δὲ μὴ εἰσακούσητέ μου, μηδὲ ποιήσητε τὰ προστάγματά μου ταῦτα, ἀλλὰ ἀπειθήσητε αὐτοῖς, καὶ τοῖς κρίμασί μου προσοχθήσῃ ἡ ψυχὴ ὑμῶν, ὥς τε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου, καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν. Ἐπιστήσω ἐφ᾿ ὑμᾶς τὴν ἀπορίαν, καὶ σπερεῖτε διακενῆς τὰ σπέρματα ὑμῶν, καὶ ἔδονται τοὺς πόνους ὑμῶν οἱ ὑπεναντίοι ὑμῶν. Καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφ᾿ ὑμᾶς, καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν ὑμῶν, καὶ διώξονται ὑμᾶς, καὶ φεύξεσθε οὐδενὸς διώκοντος ὑμᾶς· καὶ συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑμῶν· καὶ θήσω τὸν οὐρανὸν ὑμῖν ὡς σιδηροῦν, καὶ τὴν γῆν ὡσεὶ χαλκῆν. Καὶ ἔσται εἰς κενόν ἡ ἰσχὺς ὑμῶν, καὶ ἡ γῆ ὑμῶν οὐ δώσει τὸν σπόρον αὐτῆς, καὶ τὰ ξύλα τοῦ ἀγροῦ οὐ δώσει τὸν καρπὸν αὐτῶν. Καὶ ἀποστελῶ ἐφ᾿ ὑμᾶς τὰ θηρία τὰ ἄγρια τῆς γῆς, καὶ ἐξαναλώσει τὰ κτήνη ὑμῶν, καὶ ὀλιγοστοὺς ποιήσει ὑμᾶς ἐπιπορευομένη μάχαιρα. Καὶ ἔσται ἡ γῆ ὑμῶν ἔρημος καὶ αἱ ἐπαύλεις ὑμῶν ἔσονται ἔρημοι· ὅτι ὑμεῖς ἐπορεύθητε πρὸς μὲ πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ· λέγει Κύριος ὁ Θεός, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. 4, 7-15)

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Εἰς τὸν Στίχον, Στιχηρὰ Ἰδιόμελα τῆς Ἰνδίκτου.

Ἰωάννου Μοναχοῦ

Ἦχος α

πέστη ἡ εἴσοδος τοῦ ἐνιαυτοῦ, συγκαλοῦσα γεραίρειν ταύτην τοὺς λαμπρύνοντας, Καλλίστην, Εὔοδον καὶ Ἑρμογένην, τοὺς αὐταδέλφους ἀθλητάς, Συμεὼν τὸν ἰσάγγελον· Ἰησοῦν τὸν τοῦ Ναυῆ, τοὺς ἐν Ἐφέσῳ Ἑπταρίθμους Παῖδας, καὶ τὴν τετραδεκαπύρσευτον τῶν Ἁγίων Γυναικῶν χορείαν· ὧν ταῖς μνείαις κοινωνοῦντες, φιλέορτοι, βοήσωμεν ἐκτενῶς· Κύριε, εὐλόγησον τὰ ἔργα τῶν χειρῶν σου, καὶ καταξίωσον ἡμᾶς λυσιτελῶς περαιῶσαι, τὴν τοῦ χρόνου περίοδον.

Ὁ αὐτὸς.

Στίχ. Σοὶ πρέπει ὕμνος ὁ Θεὸς ἐν Σιών.

Τοῦ αὐτοῦ.

Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἐν σοφίᾳ τὰ πάντα δημιουργήσας, καὶ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραγαγών, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ, καὶ τὴν πόλιν ἡμῶν φύλαττε ἀπολιόρκητον· τοὺς δὲ πιστοὺς Βασιλεῖς ἡμῶν, ἐν τῇ δυνάμει σου εὔφρανον, νίκας χορηγῶν αὐτοῖς κατά των πολεμίων, διά της Θεοτόκου δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἦχος β

Στίχ. Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου.

Κυπριανοῦ.

Θαυμαστὸς εἶ ὁ Θεός, καὶ θαυμαστὰ τὰ ἔργα σου, καὶ αἱ ὁδοί σου ἀνεξιχνίαστοι· πέλεις γὰρ σοφία τοῦ Θεοῦ, καὶ ὑπόστασις τελεία καὶ δύναμις, συνάναρχός τε καὶ συναΐδιος συνεργία· διὸ παντοδυνάμῳ ἐξουσίᾳ κόσμῳ ἐπεδήμησας, ζητῶν ὃ ἐκάλλυνας πλάσμα, ἀνεκφράστως ἐξ ἀπειράνδρου Μητρός, μὴ τραπεὶς τῇ θεότητι, διαθέμενος ὅρους καὶ χρόνους, εἰς σωτηρίαν ἡμῶν ἀναλλοίωτε, διὰ τοῦτό σοι βοῶμεν, Ἀγαθὲ Κύριε, δόξα σοι.

Ὁ αὐτὸς.

Στίχ. Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ.

Ἰωάννου Μοναχοῦ

ἐν σοφίᾳ τὰ πάντα δημιουργήσας, προαιώνιε Λόγε τοῦ Πατρός, καὶ τὴν σύμπασαν κτίσιν, παντοδυνάμῳ σου λόγῳ συστησάμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ τὰς αἱρέσεις κατάβαλε, διὰ τῆς Θεοτόκου, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Δόξα... Ἦχος πλ. α.

σιε Πάτερ, καλὴν ἐφεῦρες κλίμακα, δι᾿ ἧς ἀνῆλθες ἐν τῷ ὕψει, ἣν εὗρεν Ἠλίας ἅρμα πυρός· ἀλλ᾿ ἐκεῖνος μὲν τὴν ἄνοδον ἄλλοις οὐκ ἔλιπε, σὺ δὲ καὶ μετὰ θάνατον ἔχεις τὸν στῦλόν σου, Οὐράνιε ἄνθρωπε, ἐπίγειε ἄγγελε, φωστὴρ ἀκοίμητε τῆς οἰκουμένης, Συμεὼν Ὅσιε, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... ὁ αὐτὸς.

Ἰωάννου Mοναχοῦ

Σὺ Βασιλεῦ, ὁ ὢν καὶ διαμένων, καὶ εἰς αἰῶνας ἀτελευτήτους, δέξαι δυσώπησιν αἰτούντων ἁμαρτωλῶν σωτηρίαν· καὶ παράσχου φιλάνθρωπε τῇ γῇ σου εὐφορίαν, εὐκράτους τοὺς ἀέρας χαριζόμενος· τῷ πιστοτάτῳ Βασιλεῖ συμπολέμει, κατὰ ἀθέων βαρβάρων, ὡς ποτὲ τῷ Δαυΐδ· ὅτι ἤλθοσαν οὗτοι ἐν σκηναῖς σου, καὶ τὸν πανάγιον τόπον ἐμίαναν Σῶτερ· ἀλλ᾿ αὐτὸς δώρησαι νίκας, Χριστὲ ὁ Θεός, τῇ πρεσβείᾳ τῆς Θεοτόκου· νίκη γὰρ σὺ τῶν Ὀρθοδόξων καὶ καύχημα.

Ἀπολυτίκιον τῆς Ἰνδίκτου

Ἦχος β

πάσης δημιουργὸς τῆς κτίσεως, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου Κύριε, φυλάττων ἐν εἰρήνῃ τοὺς Βασιλεῖς καὶ τὴν πόλιν σου, πρεσβείαις τῆς Θεοτόκου, καὶ σῶσον ἡμᾶς.

Δόξα... τοῦ Ὁσίου  Ἦχος α

πομονῆς στῦλος γέγονας, ζηλώσας τοὺς προπάτορας Ὅσιε, τὸν Ἰὼβ ἐν τοῖς πάθεσι, τὸν Ἰωσὴφ ἐν τοῖς πειρασμοῖς, καὶ τὴν τῶν Ἀσωμάτων πολιτείαν, ὑπάρχων ἐν σώματι, Συμεὼν Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Ἦχος βαρὺς

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ Κόσμου· μόνη γὰρ ὑπάρχεις Μήτηρ καὶ Παρθένος, ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῶ Θεῷ, εἰρήνην δωρήσασθαι πάσῃ τῇ οἰκουμένῃ.

 

Καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α᾿ Στιχολογίαν, Κάθισμα τῆς Ἰνδίκτου.

Ἦχος πλ. δ

Τὴν Σοφίαν καὶ Λόγον.

καιροὺς καρποφόρους καὶ ὑετούς, οὐρανόθεν παρέχων τοῖς ἐπὶ γῆς, καὶ νῦν προσδεχόμενος, τὰς αἰτήσεις τῶν δούλων σου, ἀπὸ πάσης λύτρωσαι, ἀνάγκης τὴν πόλιν σου, οἱ οἰκτιρμοὶ καὶ γάρ σου, εἰς πάντα τὰ ἔργα σου. Ὅθεν τὰς εἰσόδους, εὐλογῶν καὶ ἐξόδους, τὰ ἔργα κατεύθυνον ἐφ᾿ ἡμᾶς τῶν χειρῶν ἡμῶν, καὶ πταισμάτων τὴν ἄφεσιν, δώρησαι ἡμῖν ὁ Θεός· σὺ γὰρ ἐξ οὐκ ὄντων τὰ σύμπαντα, ὡς δυνατὸς εἰς τὸ εἶναι παρήγαγες.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ.

Μετὰ τὴν β᾿ Στιχολογίαν, Κάθισμα τοῦ Ὁσίου

Ἦχος πλ. α

Τὸν συνάναρχον Λόγον.

γκρατείᾳ τὸν βίον σου κατεκόσμησας, καὶ νεκρώσας τὸ σῶμά σου ἐξηφάνισας, τοῦ ἐχθροῦ τὰς προσβολὰς Πάτερ μακάριε· καὶ μετέστης πρὸς Θεόν, εἰς τὴν αἰώνιον ζωήν, ὡς ἄξιος κληρονόμος· διὸ μὴ παύσῃ πρεσβεύων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Ἦχος δ

Ταχὺ προκατάλαβε.

Εἰσῆλθες ἐν τῷ σκάμματι, τοῦ μαρτυρίου πιστῶς, Καλλίστη κηρύττουσα, σὺν τοῖς δυσὶν ἀδελφοῖς, Χριστὸν τὸν Θεὸν ἡμῶν· πόθῳ γὰρ θρεψαμένη, νοερὰ σκεύη ὄντως, τῆς Χριστοῦ Ἐκκλησίας, ἀπετέλεσας τούτους· διὸ καὶ συνηρμόσθης αὐτοῖς, Μάρτυς εἰς τὴν ἄνω ζωήν.

Καὶ νῦν... Θεοτοκίον  ὅμοιον.

Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία πανάχραντε· λῦσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, σκέδασον τὰς ἐνέδρας, καὶ τὰ θράση Παρθένε, τῶν νῦν ἐφοπλιζομένων, κατὰ τῶν δούλων σου.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα τῶν ἁγίων Γυναικῶν

Ἦχος α

Τὸν τάφον σου Σωτὴρ.

μνάδες λογικαί, τῷ ἀμνῷ καὶ ποιμένι, προσήχθητε πιστῶς, διὰ τοῦ μαρτυρίου, τὸν δρόμον τελέσασαι, καὶ τὴν πίστιν τηρήσασαι· ὅθεν σήμερον, περιχαρῶς εὐφημοῦμεν, Ἀξιάγαστοι, τὴν ἱερὰν ὑμῶν μνήμην, Χριστὸν μεγαλύνοντες.

Δόξα... Καὶ νῦν... Ἦχος δ

Κατεπλάγη Ἰωσὴφ.

ς Δεσπότῃ τοῦ παντός, καὶ χορηγῷ τῶν ἀγαθῶν, σοὶ προσπίπτομεν πιστῶς, ἀναβοῶντες ἐκτενῶς. Ὑπὸ τῆς σῆς δυσωπούμενος εὐσπλαγχνίας, Σωτὴρ καὶ ταῖς εὐχαῖς τῆς τεκούσης σε, καὶ πάντων τῶν ἀεὶ εὐαρεστούντων σοι, ἐνιαυτὸν εὐπρόσδεκτον προσάξαι σοι, ὡς ἀγαθὸς καταξίωσον, τοὺς ἐν οὐσίαις, δυσὶ τιμῶντας, καὶ πιστῶς σε δοξάζοντας.

Οἱ Ἀναβαθμοί, τὸ α Ἀντίφωνον τοῦ δ Ἤχου.

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα...

γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν...

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Προκείμενον  Ἦχος δ

Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς ἀὐτοῦ.

Στίχ. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθός.

 

Εὐαγγέλιον.

 Ἐκ τοῦ κατὰ Λουκᾶν.

Κεφ. 6: 17-22

Τῷ καιρῷ ἐκείνῳ,  ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Ν Ψαλμός χύμα.

λέησόν με, Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, Θεὸς Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Δόξα... Ταῖς τοῦ σοῦ Ὁσίου...

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...

Στίχ. λέησόν με ὁ Θεός...

Ἦχος β

ἐν σοφίᾳ τὰ πάντα δημιουργήσας, προαιώνιε Λόγε τοῦ Πατρός, καὶ τὴν σύμπασαν κτίσιν παντοδυνάμῳ σου λόγῳ συστησάμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ τὰς αἱρέσεις κατάβαλε, διὰ τῆς Θεοτόκου, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Καὶ οἱ Κανόνες

Ὁ Κανὼν τῆς Ἰνδίκτου.

Ποίημα Ἰωάννου Μοναχοῦ.

Ὠδὴ α.  Ἦχος α.  Ὁ Εἱρμὸς.

σωμεν πάντες λαοί, τῷ ἐκ πικρᾶς δουλείας, Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι, καὶ ἐν βυθῷ θαλάσσης, ποδὶ ἀβρόχῳ ὁδηγήσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

σωμεν πάντες Χριστῷ, δι᾿ οὗ συνέστη τὰ πάντα, καὶ ἐν ᾧ διατελεῖ ἀδιάπτωτα, ὡς ἐξ ἀνάρχου φύντι, Θεοῦ Πατρὸς ἐνυποστάτῳ Λόγῳ, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

σωμεν πάντες Χριστῷ, τῷ πατρικῇ εὐδοκίᾳ, ἐπιφανέντι ἐκ Παρθένου καὶ κηρύξαντι, ἐνιαυτὸν Κυρίου δεκτόν, ἡμῖν εἰς ἀπολύτρωσιν, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

ν Ναζαρὲτ εἰσελθών, ὁ παροχεὺς τοῦ νόμου, ἐν ἡμέραις τῶν σαββάτων ἐδίδασκε, νομοθετῶν Ἑβραίοις, τὴν ἔλευσιν αὐτοῦ τὴν ἄφραστον, δι᾿ ἧς ὡς ἐλεήμων, σώσει τὸ γένος ἡμῶν.

Θεοτοκίον

δοντες πάντες Πιστοί, τὴν ὑπερθαύμαστον Κόρην, τὴν τὸν Χριστὸν τῇ οἰκουμένῃ ἀνατείλασαν, καὶ χαρᾶς τὰ πάντα πληρώσασαν, τῆς ἀϊδίου ζωῆς, ἀεὶ ἀνυμνήσωμεν, ὅτι δεδόξασται.

Κανὼν τῶν Ἁγίων Γυναικῶν, οὗ ἡ Ἀκροστιχίς.

 

Στερρῶν Γυναικῶν Μαρτύρων μέλπω πόνους.

Ὠδὴ α  Ἦχος δ

Ἀνοίξω τὸ στόμά μου.

Στερρῶς τὸν ἀντίπαλον, κατηγωνίσασθε Μάρτυρες, ἀσκήσει μὲν πρότερον, ἔπειτα δεύτερον, τῇ δι᾿ αἵματος, ἀθλήσει, διὰ τοῦτο, ὑμῶν τὰ μνημόσυνα, πίστει γεραίρομεν.

Τρωθεῖσαι τῷ ἔρωτι, τοῦ δι᾿ ἡμᾶς ὑπομείναντος, σταυρόν τε καὶ θάνατον, τούτου τοῖς ἴχνεσιν, ἠκολούθησαν, αἱ Ἁγίαι γυναῖκες, σαρκὸς τὴν ἀσθένειαν, ἐπιλαθόμεναι.

λλήνων θρησκεύματα, καὶ τῶν δαιμόνων ἱδρύματα, τῷ ὅπλῳ τῆς πίστεως, κατηδαφίσατε, καὶ προσήχθητε, ναῷ ἐπουρανίῳ κειμήλια ἔμψυχα, Μάρτυρες πάνσεμνοι.

Θεοτοκίον

ωσθεῖσαι τῇ χάριτι, τοῦ ἐκ τῆς σῆς ἀνατείλαντος, νηδύος Πανάμωμε, κόραι νεάνιδες, διεκρούσαντο, βασάνων τρικυμίαν, καὶ σοῦ ἀπηνέχθησαν, ὀπίσω χαίρουσαι.

Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.

Δέχου τὸν ὕμνον, Συμεὼν πανόλβιε.

Ἄνευ τῶν Θεοτοκίων. Ἰωάννου Μοναχοῦ.

Ὠδὴ α  Ἦχος πλ. δ

Ἄσωμεν τῶ Κυρίω.

Δίδου μοι ἐν ὀργάνῳ, γλώττης σαθρῷ, ὦ θεοφόρε Συμεών, τῷ τὴν ᾠδὴν σοι πλέκοντι, ταῖς δεήσεσι ταῖς σαῖς, γνώσεως φῶς θεοδίδακτον.

γνωσαν τὴν σοφίαν, Πάτερ τὴν σήν, Πέρσαι Αἰθίοπτες, Ἰνδοὶ καὶ Σκύθαι καὶ Ἀράβων πληθύς, καὶ ἐδόξασαν Χριστόν, τὸν διὰ σοῦ δοξαζόμενον.

Χάριτος ἐπληρώθης πνευματικῆς· ποιμαντικῶν γὰρ ἐκ σηκῶν, ὡς, Ἰακὼβ Δαυῒδ καὶ Μωσῆς, ἀρχηγέτης λογικῶν, ὤφθης θρεμμάτων Μακάριε.

Θεοτοκίον.

χραντε Θεοτόκε, χαῖρε σεμνή, ἡ τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ χωρήσασα, λυτρωθῆναι τῶν δεινῶν, αἴτησαι τοὺς ἀνυμνοῦντάς σε.

Καταβασία.

Σταυρὸν χαράξας Μωσῆς, ἐπ᾿ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ᾿ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

 

Τῆς Ἰνδίκτου. Ὠδὴ γ 

Ὁ Εἱρμὸς.

Στερέωσόν με Χριστέ, ἐπὶ τὴν ἄσειστον πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισόν με φωτὶ τοῦ προσώπου σου· οὐκ ἔστι γὰρ Ἅγιος, πλήν σου φιλάνθρωπε.

Στερέωσον ἀγαθέ, ἣν κατεφύτευσε πόθῳ, ἐπὶ τῆς γῆς ἡ δεξιά σου, κατάκαρπον ἄμπελον, φυλάττων σου τὴν Ἐκκλησίαν Παντοδύναμε.

ν ἔργοις πνευματικοῖς, θεοτερπέσι κομῶντας, τὸ ἔτος τοῦτο, διαγαγεῖν καταξίωσον Κύριε, τοὺς πίστει σε μέλποντας, Θεὸν τοῦ παντός.

Γαλήνιόν μοι Χριστέ, τὸν ἐνιαύσιον κύκλον δίδου οἰκτίρμον, καὶ ἔμπλησόν με τῶν λόγων τῶν θείων σου, οὓς ὤφθης φάσκων, Ἰουδαίοις ἐν σάββασιν.

Θεοτοκίον

ς μόνην ὑπερφυῶς, τὴν ὑπεράνθρωπον χάριν, ἐν τῇ γαστρί σου δεξαμένην ἀτρέπτως σκηνώσαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἀεὶ σε δοξάζομεν.

Tῶν Ἁγίων Γυναικῶν.

Τόξον δυνατῶν.

ώμῃ πανσθενεῖ ῥωννύμεναι, τὴν τῶν ἀντιπάλων κατεπαλαίσατε δύναμιν, διὰ τοῦτο ὡς νικηφόροι, πρὸς Χριστοῦ ἐστεφανώθητε.

φθη τῶν θηρῶν τὰ χάσματα, θείᾳ δυναστείᾳ τοῦ Χριστοῦ ἀνενέργητα, καὶ ἐρρύσθητε θεοφόροι, ἀβλαβεῖς Θεὸν γεραίρουσαι.

Νεύσει πρὸς Θεὸν θεούμεναι, τῆς πολυθεΐας τὸν κρυμὸν ἀπεκρούσασθε, καὶ πρὸς θάλψιν τῆς ἄνω δόξης, Ἀθληφόροι κατηντήσατε.

Θεοτοκίον

Γνόντες εὐσεβῶς κηρύττομεν, σὲ παναληθῆ Θεοῦ Μητέρα Πανάμωμε· διὰ σοῦ γὰρ ἡμῖν ὁ Πλάστης, ὁμιλῆσαι κατηξίωσεν.

Τοῦ Ὁσίου

Τὸν φόβον σου.

ξέως φυγών, τὴν νιφετώδη φορὰν τῶν πνευμάτων, πρὸς σωτήριον ηὐτομόλησας μονὴν Συμεών, ἐξ ἧς καὶ τὴν ἀγήρω ζωὴν ἐκαρπώσω.

πέκλινας χαίρων, τὴν πειθήνιον ἀκοήν σου Παμμακάριστε, τῷ Δεσπότῃ μακαρίζοντι, καὶ μακαριζομένην εὗρες πολιτείαν.

Τοῦ λόγου δεξάμενος τὰ σπέρματα, τῆς καρδίας σου ταῖς αὔλαξι, τῶν δακρύων ἐπιβλύσεσι Χριστῷ, πολύχουν στάχυν, ἀρετῶν ἐδρέψω.

Θεοτοκίον.

ρρήτως συνέλαβες Θεόνυμφε, τὸν Σωτῆρά τε καὶ Κύριον, τὸν λυτρούμενον ἡμᾶς τῶν δεινῶν, τοὺς σὲ ἐν ἀληθείᾳ ἐπικαλουμένους.

Καταβασία.

άβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα, τῇ στειρευούσῃ δὲ πρώην Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.

Κάθισμα  τοῦ Ὁσίου

Ἦχος πλ. δ

Τὴν Σοφίαν καὶ Λόγον.

περζέσας τῇ πίστει Πάτερ σοφέ, καὶ προσκαίρων ἁπάντων ὑπεριδών, Χριστῷ ἠκολούθησας, τῇ δυνάμει τοῦ Πνεύματος, ἐγκρατείᾳ τήξας, τὸ σῶμά σου Ὅσιε, οὐρανῶν τὴν δόξαν, ἀεὶ προορώμενος· ὅθεν καὶ ἐφεῦρες, πρὸς ἀνάβασιν θείαν, τοῦ στύλου τὴν κλίμακα, τῷ σῷ πόθῳ κατάλληλον, Συμεὼν ἱερώτατε. Πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Τῶν Ἁγίων Γυναικῶν.

Ἦχος α

Τὸν τάφον σου Σωτὴρ.

μνάδες λογικαί, τῷ ἀμνῷ καὶ ποιμένι, προσήχθητε πιστῶς, διὰ τοῦ μαρτυρίου, τὸν δρόμον τελέσασαι, καὶ τὴν πίστιν τηρήσασαι· ὅθεν σήμερον, περιχαρῶς εὐφημοῦμεν, Ἀξιάγαστοι, τὴν ἱερὰν ὑμῶν μνήμην, Χριστὸν μεγαλύνοντες.

Καὶ νῦν... τῆς Ἰνδίκτου.

Ἦχος δ

Κατεπλάγη Ἰωσὴφ.

ς Δεσπότῃ τοῦ παντός, καὶ χορηγῷ τῶν ἀγαθῶν, σοὶ προσπίπτομεν πιστῶς, ἀναβοῶντες ἐκτενῶς· Ὑπὸ τῆς σῆς δυσωπούμενος εὐσπλαγχνίας, Σωτὴρ καὶ ταῖς εὐχαῖς τῆς τεκούσης σε, καὶ πάντων τῶν ἀεὶ εὐαρεστούντων σοι, ἐνιαυτὸν εὐπρόσδεκτον, προσάξαι σοι, ὡς ἀγαθὸς καταξίωσον, τοὺς ἐν οὐσίαις, δυσὶ τιμῶντας, καὶ πιστῶς σε δοξάζοντας.

 

Τῆς Ἰνδίκτου. Ὠδὴ δ  

 Ὁ Εἱρμὸς.

Κατενόησα Παντοδύναμε τὴν σὴν οἰκονομίαν, καὶ μετὰ φόβου ἐδόξασά σε Σωτήρ.

παρχὴν σοι ἐνιαύσιον, ὁ λαός σου προσφέρει, Ἀγγέλων ὕμνοις, δοξολογῶν σε Σωτήρ.

ς φιλάνθρωπος καταξίωσον, ἀρξαμένους τοῦ ἔτους, καὶ συμπληρῶσαι σοι εὐαρέστως Χριστέ.

Παντοκράτορ μόνε Κύριε, τῶν ἐτῶν τὰς ἑλίξεις, γαληνιώσας τῷ κόσμῳ δώρησαι.

Θεοτοκίον.

ς λιμένα νῦν τῶν ψυχῶν ἡμῶν, καὶ βεβαίαν ἐλπίδα, τὴν Θεοτόκον πάντες ὑμνήσωμεν.

Τῶν Ἁγίων Γυναικῶν.

Ὁ καθήμενος.

πομείνασαι βασάνους, καὶ στρεβλώσεις τοῦ σώματος, διαφόροις τρόποις, θλάσιν τε μελῶν καὶ κατάφλεξιν, τὰς οὐρανίους σκηνώσεις ἐκληρώσασθε, ἀπολαύουσαι, ξύλου ζωῆς, Ἀξιάγαστοι.

Νεανίδων μακαρίων, τὸν ἀγῶνα ἐθαύμασαν, οὐρανῶν Δυνάμεις, ὅπως τὸν ἐχθρὸν ἐτροπώσαντο, ἐν γυναικείᾳ τῇ φύσει δυναμούμεναι, τῇ δυνάμει, τοῦ ἐκ γυναικὸς ἀνατείλαντος.

πορρίψασαι τοῦ κόσμου, ματαιότητα ἅπασαν, τῷ Θεῷ καὶ μόνῳ, ὅλῃ τὴ ψυχῇ ἐκολλήθητε· ὅθεν ἀσκήσεως πόνους καὶ ἀθλήσεως, ὑπεμείνατε, Νύμφαι Χριστοῦ καρτερώτατα.

σχυρότατον ὡς ὅπλον, τὸν Σταυρὸν περιφέρουσαι, πρὸς τὰς ἐναντίας, ἀντιπαρετάξασθε φάλαγγας, μετὰ Χριστοῦ δὲ τὴν νίκην, ἀπηνέγκασθε, τοῦ νικήσαντος, κόσμον δυνάμει θεότητος.

Θεοτοκίον.

Καταβέβηκεν ὡς ὄμβρος, ἐπὶ πόκον ἐν μήτρᾳ σου, Κύριος, ὡς ἔφη, πάλαι ὁ Προφήτης Πανάμωμε, ὃν ἐν δυσὶ ταῖς οὐσίαις, ἀπεγέννησας, ᾧ κραυγάζομεν· Δόξα Χριστὲ τῇ δυνάμει σου.

Τοῦ Ὁσίου.

Εἰσακήκοα Κύριε.

Οὐκ ἐν ψάμμῳ Πανόλβιε, ἀλλ᾿ ἐν βαθυτάτοις πόνοις σου θέμενος, τὴν κρηπῖδα τῆς ἀσκήσεως, ἀρετῶν ἐδείμω πύργον ἄσειστον.

Νεμομένης τὸ σῶμά σου, σχοίνου τραχυτάτης φόβῳ καθήλωσαι, τῷ τοῦ πνεύματος, καὶ σχοίνισμα, κληρουχίας θείας εὗρες Ὅσιε.

πενόστει τοῦ σώματος, τὰ ἐγκεκρυμμένα πάθη πανόλβιε, ἐν σαπρίᾳ κοιταζόμενον, τῶν σκωλήκων Πάτερ δεδιότων σε.

Μετὰ πάθος ἑκούσιον, τὸν ζωοποιὸν νεκρὸν ἐκμιμούμενος, ὥς περ μνήματι τῷ φρέατι, σεαυτὸν ζοφώδει ζῶντα δέδωκας.

Θεοτοκίον

Τὸν Θεὸν ὃν ἐκύησας, ἄχραντε Μαρία δυσώπει πάντοτε, τοῖς οἰκέταις σου δωρήσασθαι, τῶν πλημμελημάτων τὴν συγχώρησιν.

Καταβασία.

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

Τῆς Ἰνδίκτου. Ὠδὴ ε 

Ὁ Εἱρμὸς.

κ νυκτὸς ὀρθρίζοντες ὑμνοῦμέν σε Χριστέ, τὸν τῷ Πατρὶ συνάναρχον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν. Τὴν εἰρήνην τῷ κόσμῳ παράσχου φιλάνθρωπε.

πληρῶν τὰ σύμπαντα χρηστότητος Χριστέ, σὺ εὐκραῆ καὶ εὔφορον, εὐλογίαις στεφανούμενον, τὸν πολύκυκλον χρόνον, τοῖς δούλοις σου δώρησαι.

Τὴν τοῦ ἔτους ἄμειψιν ἀνάδειξον ἡμῖν, μεταβολὴν πρὸς κρείττονα, εἰρηναίαν τε κατάστασιν, τοῖς εἰδόσί σε Λόγε Πατρὶ συναΐδιον.

πὶ γῆς ἐλήλυθας συνάναρχε Πατρί, τοῖς αἰχμαλώτοις ἄφεσιν, καὶ πηροῖς ἀνάβλεψιν, πρὸς Πατρὸς ἀναγγέλλων, ὁ χρόνων ἐπέκεινα.

Θεοτοκίον

Τὰς ἡμῶν ἐλπίδας Θεοτόκε ἁγνή, καὶ τὴν ἡμῶν πεποίθησιν, ἐπὶ σὲ ἀνατιθέμεθα· εὐμενῆ ἡμῖν δίδου, Παρθένε ὃν ἔτεκες.

Τῶν Ἁγίων Γυναικῶν.

Ἀσεβεῖς οὐκ ὄψονται.

ς ἀμνάδες ἄμωμοι, ὡς θύματα δεκτά, τῷ ἀμνῷ τῷ ἀληθινῷ, καὶ ποιμένι Mάρτυρες προσηνέχθητε, προσφοραὶ ὁλόκληροι, καὶ δεκτὰ ὁλοκαυτώματα.

Νεκρωθεῖσαι σώματι, ἐζήσατε ψυχή, τοῦ νεκρώσαντος τὴν ἰσχύν, τοῦ θανάτου Μάρτυρες ὡς μιμησάμεναι, καὶ σταυρὸν καὶ θάνατον, καὶ τὰ πάθη τὰ ἑκούσια.

Μίαν γνώμην φέρουσαι, ἐν σώμασι πολλοῖς, ἕνα Κύριον Ἰησοῦν, διαφόροις μάστιξι καταξαινόμεναι, καὶ πυρὶ καιόμεναι, ὡμολόγουν αἱ θεόφρονες.

Θεοτοκίον.

νόρθωσον πεσόντα με, ἐν λάκκῳ πειρασμῶν, καὶ κυβέρνησον ἡ Θεόν, κυβερνήτην τέξασα, μόνη Πανάμωμε, τὸν τὰ πρὶν ἑνώσαντα, διεστῶτα ἀγαθότητι.

Τοῦ Ὁσίου.

Φώτισον ἡμᾶς.

Νέον Δανιήλ, Συμεὼν Χριστὸς σε ἔδειξεν· ἐκ γὰρ λάκκου θηριώδους σε, δι᾿ ἐμφανείας, ἀλώβητον ἀνεκόμισεν.

λον σεαυτόν, τῷ Κυρίῳ ἀναθέμενος νιφετοῦ κρυμοῦ καὶ καύσωνος, ταῖς ἐναντίαις, πιότησιν ἐγγεγύμνασο.

Νέος Μωϋσῆς, καὶ Ἠλίας ἀναδέδειξαι, ἐν μιᾷ τεσσαρακονθήμερον, τροφῇ ἀνύων, διὰ βίου παντὸς Ὅσιε.

Θεοτοκίον

Δυσώπησον ἀεί, τὸν Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἀπειρόγαμε Μαρία ἁγνή, τοῦ καταπέμψαι ἡμῖν τοῖς πιστοῖς τὸ ἔλεος.

Καταβασία.

τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος, δι᾿ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Τῆς Ἰνδίκτου. Ὠδὴ ς

Ὁ Εἱρμὸς.

Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε, κἀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι.

Πολιτείας ἀπάρξασθαι, εὐαρέστου σοι Δέσποτα, σὺν τῇ ἐτησίῳ ὑπάρξει, ἡμᾶς καταξίωσον.

μερῶν τῶν τοῦ πνεύματος, ἐν μεθέξει τοῦ νόμου σου, ἀνάδειξον πλήρεις οἰκτίρμον, Σωτὴρ τοὺς ὑμνοῦντάς σε.

Θεοτοκίον.

Τοὺς εἰς σὲ καταφεύγοντας, ἀπὸ πάσης δεόμεθα, ῥῦσαι ἀπειλῆς ἡ τεκοῦσα, Χριστὸν τὸν Θεὸν ἡμῶν.

Τῶν ἁγίων Γυναικῶν.

Ἐβόησε, προτυπῶν.

ηγνύμενον, καὶ ποσὶ γυναικῶν συμπατούμενον, καθορῶσα, ἡ προμήτωρ ἐνθέως ἀγάλλεται, τὸν αὐτὴν δολίως, Παραδείσου τὸ πρὶν ἐξορίσαντα.

Τὴν ἄσκησιν, τῇ ἀθλήσει προθύμως συνάψασαι, τῷ νυμφίῳ, τῶν ψυχῶν νῦν ἀφθόρως συνήφθητε, καὶ νυμφῶνι θείῳ, γηθομένη ψυχὴ ἐναυλίζεσθε.

ψούμενα, τῶν βασάνων τὰ ἄγρια κύματα, τῶν Μαρτύρων, τὰς ὁλκάδας βυθίσαι οὐκ, ἴσχυσαν· κραταιᾷ χειρὶ γάρ, πρὸς τοὺς θείους λιμένας κατήντησαν.

Θεοτοκίον.

ημάτων σου, τὰς ἐκβάσεις ὁρῶσα μεγάλυνον, ἐπὶ πλεῖον, Θεομῆτορ τὸν σὲ μεγαλύναντα· γενεαὶ γὰρ πᾶσαι, σὲ ἰδοὺ ἀληθῶς μακαρίζουσι.

Τοῦ Ὁσίου.

Xιτῶνά μοι παράσχου.

Σημείων καὶ τεράτων σε Χριστός, αὐτουργὸν ἀνέδειξε, τῆς θείας Μακάριε, ἐνεργείας δεδειχὼς ἐνδιαίτημα.

ψώθη σου τὸ σῶμα Συμεών, ὡς σταυρῷ τῷ κίονι· διὸ συνδεδόξασαι, τῷ ἐν ξύλῳ διὰ σὲ ὑψωθέντι Χριστῷ.

Μετάρσιον πορείαν ἐφευρών, Συμεὼν θεσπέσιε, πρὸς ὕψος οὐράνιον, τοὺς ὑμνοῦντάς σε πιστῶς ἀνακόμιζε.

Θεοτοκίον.

Ναὸν σε τοῦ Θεοῦ καὶ κιβωτόν, καὶ παστάδα ἔμψυχον, καὶ πύλην οὐράνιον, Θεοτόκε οἱ Πιστοὶ καταγγέλλομεν.

Καταβασία.

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.

Κοντάκιον τῆς Ἰνδίκτου.

 

     Ποιηθὲν τῶ 1813 ἔτει ὑπὸ τοῦ ἀοιδίμου Πατριάρχου Κωνσταντινοπόλεως, Κυρίλλου ς.

Ἦχος γ

Ἡ Παρθένος σήμερον.

ἀρρήτῳ σύμπαντα, δημιουργήσας σοφίᾳ, καὶ καιροὺς ὁ θέμενος, ἐν τῇ αὐτοῦ ἐξουσίᾳ, δώρησαι, τῷ φιλοχρίστῳ λαῷ σου νίκας· ἔτους δέ, τάς τε εἰσόδους καὶ τάς ἐξόδους, εὐλογήσαις κατευθύνων, ἡμῶν τὰ ἔργα πρὸς θεῖόν σου θέλημα.

Ἕτερον τοῦ Ὁσίου.

Ἦχος β  Αὐτόμελον.

Τὰ ἄνω ζητῶν, τοῖς κάτω συναπτόμενος, καὶ ἅρμα πυρός, τὸν στῦλον ἐργασάμενος, δι᾿ αὐτοῦ συνόμιλος, τῶν Aγγέλων γέγονας Ὅσιε, σὺν αὐτοῖς Χριστῷ τῶ Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἶκος.

Τοῦ Συμεὼν τὸν ἄμεμπτον βίον, ποία γλῶσσα ἀνθρώπων ἐξαρκέσει ποτέ, πρὸς ἔπαινον ἐξηγήσασθαι; ὅμως ὑμνήσω Θεοῦ σοφία, τὰ τοῦ ἥρωος ἆθλα καὶ τοὺς ἀγῶνας, τοῦ ἐν τῇ γῇ ὡς φωστῆρος φανέντος τοῖς πᾶσι βροτοῖς, καὶ μεγάλως τῇ καρτερίᾳ τῷ χορῷ τῶν Ἀγγέλων ἐκλάμψαντος· σὺν τούτοις γὰρ ψάλλων ἀπαύστως Χριστῷ, πρεσβεύων οὐ παύει ὑπὲρ πάντων ἡμῶν.

Συναξάριον.

Μὴν Σεπτέμβριος, ἔχων  ἡμέρας λ.

Ἡ ἡμέρα ἔχει ιβ καὶ ἡ νὺξ ὣρας ιβ.

Τῇ Α τοῦ αὐτοῦ μηνός, Ἀρχὴ τῆς, Ἰνδίκτου, ἤτοι τοῦ νέου ἔτους.

Στίχοι

νδικτον ἡμῖν εὐλόγει νέου Χρόνου,

καὶ Παλαιέ, καὶ δι᾿ ἀνθρώπους Νέε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ποιοῦμεν τοῦ γενομένου θαύματος παρὰ τῆς Ἁγίας Θεοτόκου ἐν τῇ Μονῇ τῶν Μιασηνῶν, καὶ μνήμη τοῦ γενομένου ἐμπρησμοῦ.

Στίχοι

Αὐθαιρέτως ἄνεισιν ἄγρα τις ξένη,

Λίμνης βυθοῦ πάντιμος εἰκὼν Παρθένου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν τοῦ Στυλίτου.

Στίχοι

Λιπὼν Συμεὼν τὴν ἐπὶ στύλου βάσιν,

Τὴν ἐγγὺς εὗρε τοῦ Θεοῦ Λόγου στάσιν.

ψιβάτης Συμεὼν Σεπτεμβρίου ἔκθανε πρώτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ὁσίας Μάρθας, μητρὸς τοῦ Ὁσίου Συμεών, καὶ τῆς ὁσίας Εὐανθίας, καὶ ἡ κοίμησις Ἰησοῦ τοῦ Ναυῆ.

Στίχοι

ν γῇ ξενίζει Μάρθα τὸν Χριστὸν πάλαι.

Σὲ δὲ ξενίζει Μάρθα Χριστὸς ἐν πόλῳ.

ν τοῦ τρέχειν ἔστησεν ἥλιον πάλαι.

Λιπὼν Ἰησοῦς, Ἥλιον δόξης βλέπει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων τεσσαράκοντα γυναικῶν, Μαρτύρων, Παρθένων καὶ Ἀσκητριῶν, καὶ Ἀμμοῦν Διακόνου, καὶ διδασκάλου αὐτῶν.

Στίχοι

Δισεικαρίθμοις παρθένοις πῦρ καὶ ξίφος,

Θεοῦ προεξένησαν Υἱὸν νυμφίον.

μμοῦν καλύπτραν ἔμπυρον δεδεγμένος,

Τὸ σαρκικὸν κάλυμμα χαίρων ἐξέδυ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ αὐταδέλφων Εὐόδου, Καλλίστης, καὶ Ἑρμογένους.

Στίχοι

Κάλλιστον ὄντως εὗρε Καλλίστη τέλος,

Σὺν τοῖς καλοῖς τμηθεῖσα διττοῖς συγγόνοις.

ὅσιος Μελέτιος ὁ νέος, ὁ ἐν τῷ ὄρει Νυουπόλεως ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται.

ἅγιος νεομάρτυς, Ἀγγελῆς ὁ ἐν Κωνσταντινοπόλει μαρτυρήσας κατὰ τὸ 1680 ξίφει τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τῆς Ἰνδίκτου. Ὠδὴ ζ 

Ὁ Εἱρμὸς.

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ᾿ ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

ρχόμενοι τοῦ ἔτους καὶ τῶν ὕμνων, ἀπαρχὴν ποιούμεθα τῷ βασιλεύοντι Χριστῷ, βασιλείαν τὴν ἀπέραντον, ὁ ὀρθόδοξος λαός, εὐσεβῶς μέλποντες· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

ὢν πρὸ τῶν αἰώνων, ἐπ᾿ αἰῶνα τε καὶ ἔτι Κύριος, τοῖς ἀναμέλπουσι Χριστέ, ἡ πηγὴ τῆς ἀγαθότητος, τῶν χρηστῶν σου δωρεῶν τὸ ἔτος πλήρωσον, ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Οἱ δοῦλοι τῷ Δεσπότῃ, εἰς πρεσβείαν τὴν ἁγνὴν Μητέρα σου, σοὶ προβαλλόμεθα Χριστέ, ἀπὸ πάσης περιστάσεως, τὸν λαόν σου ἀγαθὲ ῥυσθῆναι ψάλλοντα· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Τῶν ἁγίων Γυναικῶν.

Ὁ διασώσας ἐν πυρὶ.

ς ἀκατάπληκτον τὸ σόν, φρόνημα Ἀμμοῦν θεοφόρε· καὶ γὰρ ἐξάρχων τοῦ χοροῦ, τῶν παρθένων, βασάνους οὐκ ἔπτηξας, σὺν αὐταῖς τελειούμενος, ὡς διάκονος καὶ μύστης τῆς θείας δόξης.

Νυμφαγωγὸς οἷα σοφός, λόγοις ὑπαλείφεις ἀνδρείας, πρὸς τὸν νυμφίον ἀφορᾶν, καὶ σαρκὸς καρτερεῖν τὰ ἐπίπονα, κραυγαζούσας τὰς Μάρτυρας· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Μὴ ἀποκάμωμεν ἰδού, ἤνοικται τὸ στάδιον Κόραι· στῶμεν ἀνδρείως ὁ Χριστός, τοὺς στεφάνους προτείνει, τοῦ σώματος, ἑαυτῶν μὴ φεισώμεθα, ἀνεβόων αἱ γενναῖαι ἐν τῷ σταδίῳ.

Θεοτοκίον.

Εὐλογημένος ὁ καρπός, τῆς εὐλογημένης γαστρός σου, ὃν εὐλογοῦσιν οὐρανῶν, αἱ Δυνάμεις, βροτῶν τε συστήματα, ὡς ἡμᾶς λυτρωσάμενον, τῆς κατάρας τῆς ἀρχαίας Εὐλογημένη.

Τοῦ Ὁσίου.

Παῖδες θεοσεβεῖς.

λυσας μὲν αὐχμὸν ἀπορουμένοις, καὶ πύλας αὐτοῖς ὑετοῦ ἤνοιξας, καὶ τὴν γῆν κλονουμένην ἐντεύξεσιν ἔστησας, καὶ λαοὺς κραυγάζειν ἐδίδαξας· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ς μέγιστος φωστὴρ τῆς Ἐκκλησίας, πολύφωτός τε Συμεὼν ἥλιος, πανταχοῦ τὰς ἀκτῖνας, ἐκπέμπων ἐφώτιζες, καὶ λαοὺς κραυγάζειν ἐδίδασκες· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Νάματα πανταχόθεν συρρυέντα, θεράπον Χριστοῦ, ἀνθρώπων πέλαγος, ἐν τῇ μάνδρᾳ τῆς σῆς, συνεκρότει ἀσκήσεως, ὑπὸ σοῦ βοᾶν παιδευόμενοι· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἤμών.

Πάλαι μὲν τοῦ Πρεσβύτου ταῖς ἀγκάλαις, πλαξὶ δὲ τῆς σῆς καρδίας Ὅσιε, ἀοράτῳ δυνάμει, Χριστὸς ἀνεπαύσατο, Συμεών· διὸ ἀνεκραύγαζες· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

πρεπε τῷ ἀσπόρως σαρκουμένῳ, ἐκ σοῦ προελθεῖν Παρθένε ἄχραντε· σὺ γὰρ ἔφυσας τὸν πάντων ἁγνὴ ἀνυπέρβλητον, ᾧ βοῶντες, ὕμνοις κραυγάζομεν· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Καταβασία.

κνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Τῆς Ἰνδίκτου. Ὠδὴ η 

Ὁ Εἱρμὸς.

Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ, διαφυλάξαντα Παῖδας, καὶ τὴν βροντῶσαν κάμινον, μεταβαλόντα εἰς δρόσον, Χριστὸν τὸν Θεὸν ὑμνεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

ς ἀρχηγῷ τῆς σωτηρίας Χριστέ, ἀπαρχὴν σοι προσφέρει τὴν ἐνιαύσιον, ἡ σεπτὴ Ἐκκλησία κραυγάζουσα· Ὑμνεῖτε, καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.

Τὸν ἐκ μὴ ὄντων τὰ πάντα σοφῶς, καινουργήσαντα Κτίστην, καὶ διεξάγοντα τῶν καιρῶν τὰς ἑλίξεις βουλήματι, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Τῷ διεξάγοντι τὰ πάντα Θεῷ, καὶ καιροὺς ἀλλοιοῦντι, πρὸς τὴν πολύτροπον τῶν ἀνθρώπων κυβέρνησιν ψάλλομεν· Ὑμνεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Τὴν Θεομήτορα Παρθένον ἁγνήν, ἐν ἐτῶν περιόδοις καὶ ἑλίξεσιν, ὀρθοδόξων βροτῶν τὰ συστήματα, ὑμνοῦμέν σε ὡς Θεοτόκον, καὶ πάντων σωτηρίαν.

Τῶν ἁγίων Γυναικῶν.

Παῖδας εὐαγεῖς.

Λαμπροὺς καὶ φαιδροὺς ὡς ἐξ αἱμάτων, χιτῶνας μαρτυρικῶς περιεβάλεσθε, συναπεκδυσάμεναι, ὄντως τὸν φθειρόμενον, ταῖς ἁμαρτίαις ἄνθρωπον, καὶ ἀναμέλπουσαι· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Πλουσίου φωτὸς φωτοχυσίαις, Ἡλίου τοῦ νοητοῦ θείαις λαμπρότησιν, μάρτυρες λαμπόμεναι, νύκτα παρεδράμετε, τῆς ἀθεΐας ψάλλουσαι ἐν ὁμονοίᾳ ψυχῆς· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ς ἄρνες ὡς ἄσπιλοι ἀμνάδες, ὡς θεῖαι περιστεραὶ καὶ ἐθελούσια, θύματα προσήχθητε, Μάρτυρες τῷ κτίσαντι, καὶ ὡς θυσίαι ἄμωμοι, συμφώνως ψάλλουσαι· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Προστάξει τυράννων παρανόμων, τὸν ἄδικον θάνατον ὑπέστητε, μέλη συγκοπτόμεναι, ῥάβδοις συντριβόμεναι, ἀνηλεῶς τυπτόμεναι, ξίφει τεμνόμεναι· διὸ τὰς ἀθανάτους κληροῦσθε, ἐν ἀγαλλιάσει πλουσίας ἀντιδόσεις.

Θεοτοκίον.

πίσω σου ἔδραμον γυναῖκες, τῶν μύρων τῶν ἡδυπνόων ἐπαισθόμεναι, πάναγνε Θεόνυμφε, μόνη ἀπειρόγαμε, τοῦ ἐκ γαστρός σου λάμψαντος, μονογενοῦς Υἱοῦ, καὶ σοὶ συμβασιλεύουσιν ὄντως, ἀνυμνολογοῦσαι Χριστὸν εἰς τοὺς αἰῶνας.

Τοῦ Ὁσίου.

Τὸν ἐν ὄρει ἁγίῳ.

πὸ πάσης χωρήσας προσπαθείας, καὶ μητρῴαν ἀσθένειαν οἰκτείρας, οἷά περ ζῶν ἐφάνης μετὰ θάνατον, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε βοῶν εἰς τοὺς αἰῶνας.

Νεανίαν συσφίγγεις παρεθέντα, καὶ τὴν κλίνην τὸν Φύλαρχον προστάττεις, ἐπὶ τῶν ὤμων φέρειν ἱερώτατε, Κύριον ὑμνοῦντα, καὶ ὑπερυψοῦντα εἰς πάντας τοὺς αἰῶνας.

λαμπρύνας Iὼβ διὰ τοῦ πάθους, ἡλκωμένης σαρκός σου τὴν σαπρίαν, εἰς μαργαρίτην ἔτρεψε πολύτιμον, σὲ Χριστοῦ θεράπον, Συμεὼν δοξάζων, εἰς πάντας τοὺς αἰῶνας.

Λῃσταρχοῦντα ἀλάστορα ὡς πάλαι, ἐπὶ ξύλου Λῃστὴν προσεκαλέσω, ταῖς Συμεὼν ὦ Δέσποτα ἐντεύξεσιν· ὅθεν σε ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Τὴν δι᾿ Ἀγγέλου τὸ Χαῖρε δεξαμένην, καὶ τεκοῦσαν τὸν Κύριον τῆς δόξης, καὶ τὸ φῶς τῷ κόσμῳ ἀνατείλασαν, πάντες σὲ ὑμνοῦμεν, καὶ δοξολογοῦμεν Παρθένε Θεοτόκε.

Καταβασία.

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

Τῆς Ἰνδίκτου. Ὠδὴ θ

 Ὁ Εἱρμὸς.

Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ᾿ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.

Λόγε τοῦ Θεοῦ καὶ Δύναμις, ἡ ἀληθὴς Σοφία καὶ ἐνυπόστατος, ἡ συνέχουσα, καὶ κυβερνῶσα τὰ πάντα σοφῶς, καὶ τὸν νῦν ἐπιστάντα τοῖς δούλοις σου, καιρὸν ἐν καταστάσει, γαληνιώσῃ διεξάγαγε.

Μόνη πρὸ αἰώνων πέφυκας, ὡς ποιητὴς αἰώνων καὶ βασιλεύουσα, τρισυπόστατε, μία θεότης ἀμέριστε, ταῖς λιταῖς τῆς ἁγνῆς Θεομήτορος, τὸν νικηφόρον, τῇ κληρουχίᾳ σου ἀνάδειξον.

Θεοτοκίον.

Σῶτερ τοῦ παντὸς καὶ πρύτανι, δημιουργὲ καὶ παντοκράτορ τῆς κτίσεως, ταῖς δεήσεσι, τῆς ἀλοχεύτως τεκούσης σε, τὴν εἰρήνην τῷ κόσμῳ σου δώρησαι, τηρῶν τήν Ἐκκλησίαν, ἀκαταπαύστως ἀστασίαστον.

Τῶν ἁγίων Γυναικῶν.

Εὔα μὲν τῷ τῆς παρακοῆς.

Νάουσιν ἰάσεων κρουνοὺς τοῖς χρῄζουσιν, ὡς ἐκ κρήνης αἱ Πανόλβιοι, παύουσι λύμην νοσημάτων, παθῶν ἀποδιώκουσι καύσωνα, καρδίας τῶν φιλοθέων ἀρδεύουσι, πρός εὐκαρπίαν θείων πράξεων.

θεῖος διάκονος Ἀμμοῦν, Κελσίνα τε, καὶ πρὸς τούτοις τεσσαράκοντα, θεῖαι θεόφρονες γυναῖκες, ἀθλήσασαι νομίμως ἐστέφθησαν· καὶ νῦν μετὰ Ἀγγέλων χορεύουσιν, ἃς κατὰ χρέος μακαρίζομεν.

ψώθητε κράτος κατ᾿ ἐχθρῶν ἀράμεναι, Ἀγγέλοις ὡμοιώθητε, ξύλου τρυφᾶτε ἀκωλύτως, ζωῆς ἐν Παραδείσῳ θεόνυμφοι, πηγῆν νῦν τῶν καλῶν κατειλήφατε, ὑπὲρ τοῦ κόσμου ἱκετεύουσαι.

Θεοτοκίον.

Σοφίας χωρίον ὑπὲρ νοῦν τῆς κρείττονος, ἀνεδείχθης Κόρη ἄμωμε, ἔμψυχος θρόνος τε καὶ πύλη· διὸ ὡς βασιλίδα ἠγάπησαν, παρθένοι σε Παρθένε ὀπίσω σου, ἀπενεχθεῖσαι τῆς θεόπαιδος.

Τοῦ Ὁσίου.

Τὸν προδηλωθέντα.

Βεβασιλευκότα, παθῶν διὰ καρτερίας, ὁ Χριστὸς σε προσήκατο, Συμεὼν θεοφόρε, τῆς αὐτοῦ κοινωνὸν σκηπτρουχίας· ὅθεν σε ὕμνοις μεγαλύνομεν.

αματικῆς χάριτος κατηξιωμένος, ἐξ ἀσύλων τοῦ Πνεύματος, θησαυρῶν θεοφόρε, Συμεὼν τὰς ἰάσεις βραβεύεις, τοῖς πανηγυρίζουσι τὴν μνήμην σου.

πιβεβηκώς, Ὅσιε τῆς οὐρανοδρόμου, ἀρετῆς καὶ αἰθέριον ἆθλον ἐνδεδειγμένος, καὶ πρὸς σκηνὰς ἀναπτὰς οὐρανίους, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον

Βάτος καιομένη, πυρὶ καὶ μὴ φλεγομένη, ἀνεδείχθης ὦ Παρθένε, συλλαβοῦσα ἀσπόρως, τὸν Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, ὃν ἀκαταπαύστως μεγαλύνομεν.

Καταβασία.

Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ᾿ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν.

Ἑτέρα.

διὰ βρώσεως τοῦ ξύλου, τῷ γένει προσγενόμενος θάνατος, διὰ Σταυροῦ κατήργηται σήμερον· τῆς γὰρ προμήτορος ἡ παγγενὴς κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς Ἁγνῆς Θεομήτορος, ἣν πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν μεγαλύνουσιν.

Ἐξαποστειλάριον τῆς Ἰνδίκτου.

Τοῖς Μαθηταῖς.

Θεὲ Θεῶν καὶ Κύριε, τρισυπόστατε φύσις, ἀπρόσιτε ἀΐδιε, ἄκτιστε καὶ τῶν ὅλων, δημιουργὲ παντοκράτορ, σοὶ προσπίπτομεν πάντες, καὶ σὲ καθικετεύομεν· Τὸ παρόν ἔτος τοῦτο, ὡς ἀγαθός, εὐλογήσας φύλαττε ἐν εἰρήνῃ, τους Βασιλεῖς καὶ ἅπαντα, τὸν λαόν σου Οἰκτίρμον.

Τοῦ Ὁσίου,  ὅμοιον.

Φωστῆρος δίκην Ὅσιε, ὁ φωσφόρος σου βίος, ἀστράψας κατεφώτισε, τὴν ὑφήλιον πᾶσαν, ταῖς τῶν θαυμάτων ἀκτῖσι· διὰ στύλου γὰρ Πάτερ, ἀνῆλθες ὡς ἐν κλίμακι, πρὸς Θεὸν ἔνθα πάντων, τῶν ὀρεκτῶν, Συμεὼν τὸ ἔσχατον ὄντως πέλει, ὑπὲρ ἡμῶν δεόμενος, τῶν τιμώντων σε Μάκαρ.

Θεοτοκίον  ὅμοιον

Δημιουργὸς καὶ πρύτανις, πάσης κτίσεως πέλων, καιροὺς καὶ χρόνους θέμενος, ἐν τῇ σῇ ἐξουσία, τὸν ἐνιαύσιον κύκλον, εὐλογίαις Οἰκτίρμον, χρηστότητος στεφάνωσον, ἐν εἰρήνῃ φυλάττων, σοῦ τὸν λαόν, ἀβλαβῆ ἀπήμαντον δυσωποῦμεν, πρεσβείαις τῆς τεκούσης σε, καὶ τῶν θείων Ἀγγέλων.

     Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Ἰδιόμελα.

Ἦχος γ

Ἰωάννου Μοναχοῦ.

Προαιώνιε Λόγε τοῦ Πατρός, ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, καὶ συστησάμενος τὴν κτίσιν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι· καὶ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, δωρούμενος εἰρήνην ταῖς Ἐκκλησίαις σου, νίκας τῷ πιστοτάτῳ Βασιλεῖ, εὐφορίαν τε τῇ γῇ, καὶ ἡμῖν τὸ μέγα ἔλεος.

Τοῦ αὐτοῦ  Ἦχος δ

βασιλεία σου Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· πάντα γὰρ ἐν σοφίᾳ ἐποίησας, καιροὺς ἡμῖν καὶ χρόνους προθέμενος· διὸ εὐχαριστοῦντες κατὰ πάντα καὶ διὰ πάντα βοῶμεν. Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ καταξίωσον ἡμᾶς ἀκατακρίτως βοᾶν σοι, Κύριε δόξα σοι.

Ὁ αὐτὸς.  Ἀνδρέου Πυροῦ.

Αἱ πορεῖαί σου ὁ Θεός, αἱ πορεῖαί σου μεγάλαι καὶ θαυμασταί· διὸ τῆς οἰκονομίας σου, τὴν δυναστείαν μεγαλυνοῦμεν, ὅτι φῶς ἐκ φωτός, ἐπεδήμησας εἰς ταλαίπωρον κόσμον σου, καὶ τὴν πρώτην ἀνεῖλες ἀράν, τοῦ παλαιοῦ Ἀδάμ, ὡς ηὐδόκησας Λόγε, καὶ ἡμῖν ἐν σοφίᾳ, καιροὺς καὶ χρόνους ὑπέθου, τοῦ δοξάζειν τὴν παντουργικήν σου ἀγαθότητα, Κύριε δόξα σοι.

Ἦχος β  Γερμανοῦ.

τε τῷ πάθει σου Κύριε, τὴν οἰκουμένην ἐστερέωσας, τότε καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν, Γυναῖκες ἠνδρίσαντο, κατὰ τοῦ πικροτάτου τυράννου· καὶ τὴν ἧτταν τῆς μητρὸς ἀνακαλεσάμεναι, πάλαι ἐν τῇ τρυφῇ τοῦ Παραδείσου γεγόνασιν, εἰς δόξαν σοῦ τοῦ γεννηθέντος ἐκ γυναικός, καὶ σώσαντος τὸ γένος τῶν ἀνθρώπων.

Δόξα... τοῦ Ὁσίου.  Ἦχος β

κ ῥίζης ἀγαθῆς, ἀγαθὸς ἐβλάστησε καρπός, ὁ ἐκ βρέφους ἱερὸς Συμεών, χάριτι μᾶλλον ἢ γάλακτι τραφείς· καὶ ἐπὶ πέτραν τὸ σῶμα ὑψώσας, πρὸς Θεὸν δὲ ὑπερυψώσας τὴν διάνοιαν, αἰθέριον διεδομήσαντο ταῖς ἀρεταῖς ἐνδιαίτημα, καὶ ταῖς θείαις δυνάμεσι συμμετεωροπορῶν, Χριστοῦ γέγονεν οἰκητήριον, τοῦ Θεοῦ καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Ἦχος πλ. δ

Γερμανοῦ.

ἀρρήτῳ σοφίᾳ συστησάμενος τὰ σύμπαντα, Λόγε Χριστὲ ὁ Θεός, ὁ καιροὺς καὶ χρόνους ἡμῖν προθέμενος, τὰ ἔργα τῶν χειρῶν σου εὐλόγησον, τὸν δὲ πιστὸν Βασιλέα ἐν τῇ δυνάμει σου εὔφρανον, διδοὺς αὐτῷ κατὰ βαρβάρων τὴν ἰσχύν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.

 

     Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τῶν Κανόνων τῆς, Ἰνδίκτου, καὶ τοῦ Ὁσίου, Ὠδὴ γ καὶ ς.

Προκείμενον. Ἦχος δ [Ψαλμός 146, 134]

Στίχ. Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς ἀὐτοῦ.
Στίχ. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθός.

Πρὸς  Τιμοθέου Α΄ Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα.

Κεφ.  2:1-7

Τέκνον Τιμόθεε, παρακαλῶ πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Εἷς γὰρ Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς ᾿Ιησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις, εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος, ― ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, ― διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.

Καὶ Ἕτερον Ἀπόστολον τοῦ Ὁσίου

Προκείμενον. Ἦχος βαρύς  [Ψαλμός 115]

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Στίχ.
Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ ἡμῖν;

Πρὸς Κολασσαεῖς Ἐπιστολῆς Παύλουτὸ Ἀναγνωσμα.

Κεφ. 3:12-16

δελφοί, ἐνδύσασθε, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύ-νην, πρᾳότητα, μακροθυμίαν, ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς· ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος. Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε· ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ἐν χάριτι ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.

 

λληλούϊα [γ΄].  Ἦχος δ΄ [Ψαλμός 64].

Στίχ.  Σοὶ πρέπει ὕμνος, ὁ Θεός, ἐν Σιών.
Στίχ.
Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου.

Εὐαγγέλιον.

κ τοῦ κατὰ Λουκᾶν.

Κεφ. 4: 16-22

Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ ᾿Ιησοῦς εἰς τὴν Ναζαρέτ, οὗ ἦν τεθραμμένος· καὶ εἰσῆλθε κατὰ τὸ εἰωθὸς αὐτῷ, ἐν τῇ ἡμέρᾳ τῶν Σαββάτων, εἰς τὴν Συναγωγήν· καὶ ἀνέστη ἀναγνῶναι. Καὶ ἐπεδόθη αὐτῷ βιβλίον ῾Ησαΐου τοῦ Προφήτου· καὶ ἀναπτύξας τὸ βιβλίον, εὗρε τὸν τόπον οὗ ἦν γεγραμμένον· Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρῦξαι ἐνιαυτὸν Κυρίου δεκτόν. Καὶ πτύξας τὸ βιβλίον, ἀποδοὺς τῷ ὑπηρέτῃ, ἐκάθισε· καὶ πάντων ἐν τῇ Συναγωγῇ οἱ ὀφθαλμοὶ ἦσαν ἀτενίζοντες αὐτῷ. Ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς· Ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. Καὶ πάντες ἐμαρτύρουν αὐτῷ, καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος, τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ

Καὶ τοῦ Ὁσίου.

κ τοῦ κατὰ Ματθαῖον.

Κεφ. 11: 27-30

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς, καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Κοινωνικὸν τῆς Ἰνδίκτου

Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, Κύριε. Ἀλληλούϊα.