The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

ΝΟΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Α ΤΟΥ  ΜΗΝΟΣ

Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Δαβὶδ τοῦ ἐν τῇ νήσῳ Εὐβοίᾳ ἀσκήσαντος.

Ποίημα Γερασίμου Μικραγιαννανίτου

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος β' Ὅτε ἐκ τοῦ ξύλου.

τε ἀπὸ ῥίζης ἱερᾶς, ἤνθησας ὡς ἄνθος εὐῶδες, Δαβὶδ μακάριε, τότε ἐκ νεότητος ὅλος θεόληπτος, ἀληθῶς ἐχρημάτισας, φρονήσει τελείᾳ, καὶ Ἁγίῳ Πνεύματι, κατευθυνόμενος· ὅθεν καὶ εἰς ἄνδρα προκόψας, τῆς πνευματικῆς ἡλικίας, ἀρετῶν ἐργάτης ὤφθης δόκιμος.

τε ὁ Κυρίου Βαπτιστής, ὤφθη ἐμφανῶς σοι καλῶν σε, πρὸς βίον ἔνθεον, τότε ἠκολούθησας αὐτῷ γηθόμένος, καὶ ναῷ τούτου Ὅσιε, θερμῶς παρεδρεύσας, πᾶσι προετύπωσας, τὴν σὴν λαμπρότητα· ὅθεν ὁ τεκών σε εὑρών σε, τῆς σῆς ἐξεπλάγη θέοφρον, οὐρανίου κλήσεως τὴν ἔκφανσιν.

τε εὐδοκίᾳ θεϊκῇ, Πάτερ ἐν Εὐβοίᾳ ἐπέστης, ὡς ἄλλος ἄγγελος, τότε φροντιστήριον ψυχῶν σωτήριον, τῷ Σωτῆρι ἀνήγειρας, Δαβὶδ θεοφόρε, οἷα ἔμπνουν ὄργανον, τῆς θείας χάριτος ἔνθα ἡ σορὸς σῶν λειψάνων, βρύει ἰαμάτων τὰ ῥεῖθρα, τοῖς πιστῶς προστρέχουσι τῇ σκέπῃ σου.

Χαίρει ἡ Λοκρὶς ἡ σὴ πατρίς, θεῖόν σε βλαστὸν κεκτημένη, καὶ μέγα καύχημα, νῆσος τῆς Εὐβοίας δέ, ἐν σοὶ ἀγάλλεται, ἐξαιρέτως καὶ τέρπεται, Δαβὶδ θεοφόρε, κλέος εὑραμένη σε, καὶ ἀρωγὸν ἀληθῆ, σῴζοντα αὐτὴν πάσης βλάβης· ὅθεν καὶ ἀμφότεραι Πάτερ, τὴν ἁγίαν μνήμην σου γεραίρουσι.

Δόξα. Ἦχος α'.

ποβαλὼν ὡς ἀληθῶς, ἀπὸ νεότητος Πάτερ, τῆς γεηρᾶς τρυφῆς τὴν ἀπόλαυσιν, τῷ Χριστῷ ἠκολούθησας, ὁλικῇ ἐφέσει καὶ τῶν πάλαι Ὁσίων, τὰς ἀρετὰς μιμησάμενος, ἰσάγγελον ζωὴν διήνυσας, καὶ ποικίλοις χαρίσμασι, παρὰ Θεοῦ ἐδοξάσθης ᾧ πρέσβευε δεόμεθα, Δαβὶδ θεοφόρε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.

 μαρτωλῶν τάς δεήσεις προσδεχομένη, καὶ θλιβομὲνων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς Παναγία Παρθένε.

Ἀπόστιχα.

Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ.

λαμψας ἀληθῶς, ὡς ἥλιος ἐν κόσμῳ, τῶν ἀρετῶν τῷ φέγγει, καὶ πάντας καταυγάζεις, Δαβὶδ τοὺς σὲ γεραίροντας.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Χαίρει ὡς ἀληθῶς, ἡ εὐαγὴς Μονή σου, Δαβὶδ θαυματοφόρε, κανόνα σε καὶ τύπον, βίου ἀρίστου ἔχουσα.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον...

Κάρα σου ἡ σεπτή, ἀΰλῳ ἐνεργείᾳ, πηγάζει τοῖς αἰτοῦσι, Δαβὶδ θαυματοφόρε, ἰάματα σωτήρια.

Δόξα. Τριαδικόν.

Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι Ἁγίῳ, Τριὰς Ὑπεραγία, ἐλέησον τὸν κόσμον, πρεσβείαις τοῦ Ὁσίου σου.

Καὶ νῦν. Θεοτοκίον.

σχες ἐν τῇ γαστρί, σαρκούμενον τὸν Λόγον, καὶ τέτοκας ἀφράστως, Χριστὸν τὸν πάντων Κτίστην, Παρθένε κόσμον σῴζοντα.

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἁγιου.

Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.

Τῷ Χριστῷ ἀναθέμενος, σεαυτὸν ἐκ νεότητος, τοῦ φωτὸς τῆς χάριτος ὤφθης ἔμπλεως, καὶ ἀσκητὴς ἐνθεώτατος, Δαβὶδ παμμακάριστε, ἀνεδείχθης ἀληθῶς, ἐγκρατείας τοῖς σκάμμασι, καθηράμενος, τὴν ψυχὴν καὶ τὸ σῶμα θεοφόρε· διὰ τοῦτο ἐδοξάσθης, τοῦ Παρακλήτου τῇ χάριτι.

Τῆς φωνῆς ὡς ἀκήκοας, τοῦ Προδρόμου τῆς χάριτος, τούτῳ ἠκολούθησας θείῳ ἔρωτι, νήπιος ὢν μὲν τῷ σώματι, φρονήσει δὲ τέλειος, προτυπώσας ἐμφανῶς, τὴν οὐράνιον κλῆσίν σου, Δαβὶδ Ὅσιε· ὡς γὰρ ἄγγελος Πάτερ ἐβιώσω, καὶ Χριστοῦ τῆς Ἐκκλησίας, φωστὴρ ἐδείχθης νεόφωτος.

Τῆς Λοκρίδος τὸ βλάστημα, καὶ Εὐβοίας τὸ καύχημα, Μοναστῶν τὸ ἔνθεον ἐγκαλλώπισμα, τῶν ἀρετῶν τὸ ὑπόδειγμα, φρονήσεως ὄργανον, καὶ ἀγάπης τῆς διπλῆς, φερωνύμως τὸ σκήνωμα, τὸ περίβλεπτον, καταστέψωμεν ἄνθεσιν ᾀσμάτων, τὸν Δαβὶδ τὸν θεοφόρον, ὡς ἡμῶν πρέσβυν πρὸς Κύριον.

Προσόμοια ἕτερα.

Ἦχος πλ. δ'. Τὶ ὑμᾶς καλέσωμεν.

Τί σε ὦ Δαβὶδ ὀνομάσωμεν; τῆς ἀγάπης θεῖον στόμα, ἢ ἠθῶν διορθωτήν; ὁδηγὸν τῶν Μοναζόντων, ἢ διδάσκαλον σοφόν; ἀστέρα, ἐκ Λοκρίδος ἀνατείλαντα, φωστῆρα, τῆς Εὐβοίας φαεινότατον· πολλά σου τὰ κατορθώματα, καὶ μείζονα τὰ χαρίσματα. Ἱκέτευε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.

Τίς τοὺς σοὺς ἀγῶνας δυνήσεται, ἐξειπεῖν Πάτερ ἀξίως, καὶ τάς θείας δωρεάς; τάς ἐνέδρας τῶν δαιμόνων, καὶ τάς τούτων μηχανάς; τάς ὕβρεις, τῶν ἀπίστων καὶ τὰς μάστιγας, ἃς ἔφερες γενναίως Δαβὶδ Ὅσιε; Διό σε νῦν μακαρίζομεν, καὶ μετὰ πόθου βοῶμέν σοι. Ἱκέτευε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.

Πάθη χαλεπὰ καὶ νοσήματα, ἡ σορὸς τῶν σῶν λειψάνων, θεραπεύει τῶν πιστῶν, καὶ δαιμόνων ἐξ ἀνθρώπων, ἀπελαύνει τὴν ἀχλύν· διό σου, τῇ σεπτῇ Κάρᾳ προσπίπτοντες, ἰάσεις δαψιλεῖς ἀπαρυόμεθα, καὶ εὐλαβῶς σοι κραυγάζομεν· Δαβὶδ Πατέρων ἀγλάϊσμα, ἱκέτευε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος.πλ. β΄.

Σήμερον ὡς ἀστὴρ καινοφανής, ἡ τοῦ Ὁσίου Δαβὶδ ἀνέτειλε μνήμη, τοὺς εὐσεβεῖς καταυγάζουσα, ταῖς νοηταῖς ἀκτῖσιν· ὡς γὰρ υἱὸς φωτὸς πολιτευσάμενος, τῷ φωτὶ τῶν θείων ἐντολῶν ἰθύνει, τοὺς πρὸς αὐτὸν βοῶντας χαίροις ὁ ἀπὸ βρέφους Θεῷ ἀνατεθείς, καὶ τὴν δοθεῖσάν σοι κλῆσιν, λαμπροτέραν δείξας τοῖς ἔργοις σου· χαίροις τῶν Μοναστῶν ὑπογραμμός, καὶ τῆς ἐν πνεύματι ζωῆς, ὑποφήτης πρακτικώτατος χαίροις Λοκρίδος ἀγλάϊσμα, Εὐβοίας κλέος καὶ ἔφορος, καὶ τῆς Ἐκκλησίας ἀστὴρ τηλαυγέστατος. Ἀλλ' ὡς ἔχων παρρησίαν Πάτερ, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Ὁ αὐτός.

Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. γ', 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. γ.' 15.)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῶ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν.

Ἰδιόμελα. Ἦχος α'.

Εὐφραίνου ἐν Κυρὶῳ, ἡ νῆσος Εὔβοια, Δαβὶδ τὸν Ὅσιον πλουτοῦσα, ὡς θησαυρὸν οὐράνιον· θείᾳ γὰρ προνοίᾳ, ἐν σοὶ ὁδηγηθείς, περιὼν μὲν τῷ βίῳ, θεῖός σοι διδάσκαλος ὤφθη, καὶ ὁδηγὸς πρὸς τὰ κρείττονα· μεταστὰς δὲ τῶν τῇδε, ἀντιλήπτωρ πέλει σοι ταχύς, καὶ πρὸς Χριστὸν μεσίτης θερμότατος· καὶ τὴν ἁγίαν αὐτοῦ Κάραν, ὡς ἱλαστήριον περικυκλοῦσα ἅγιον, τῶν ἐξ αὐτῆς ἁγίων δωρεῶν, τρύφησον βοῶσα Δαβὶδ παμμακάριστε, ἀπαύστως ἱκέτευε, σῴζεσθαι τοὺς σὲ μακαρίζοντας.

Ἦχος β'.

νατεθεὶς ἀπὸ παιδὸς τῷ Σωτῆρι, ἀσκητικῶς αὐτῷ ἠκολούθησας, Δαβὶδ θεόσοφε ὄψεως γὰρ θείας ἀξιωθείς, τοῦ Προδρόμου τῆς χάριτος, τὸν βίον αὐτοῦ ἐζήλωσας, ἀγάπῃ θείᾳ πτερούμενος, καὶ φρονήσεως πλούτῳ κοσμούμενος· καὶ τύπον σαυτὸν παραστήσας, ἐναρέτου ζωῆς, πλείστους ἔσχες μιμητάς, καὶ ζηλωτὰς τῶν τρόπων σου· Χριστὸς γὰρ σὲ ἐδόξασεν ὁ δοξασθεὶς τῇ ἀσκήσει σου.

Ἦχος γ΄

Καταλιπὼν τὰ ἐπὶ γῆς, ὡς τὰ ἄνω ποθῶν καὶ ζητῶν, τῷ Χριστῷ εὐηρέστησας Πάτερ Ὅσιε· καὶ ἐν Εὐβοίᾳ γεγονώς, ὡς πλήρης Πνεύματος Ἁγίου ναὸν σεπτὸν ἀνήγειρας, τῷ ἐν Θαβὼρ ἐκλάμψαντι Σωτῆρι, ὡς τῶν θείων ἐλλάμψεων, θεωρὸς θεοειδής· καὶ φροντιστήριον ψυχῶν ἀπεργασάμενος, τοῖς φοιτηταῖς σου ἔλεγες: Ἀλλοιωθῶμεν ὦ τέκνα, τὴν καλὴν ἀλλοίωσιν, τὸν νοῦν τοῦ κόσμου χωρίσαντες, ὡς ἂν σύμμορφοι Χριστοῦ γενώμεθα, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν.

Ἦχος δ'.

Τὸν ἐν κινδύνοις βοηθόν, καὶ ἐν νόσοις ἰατρὸν ταχύτατον, Δαβὶδ τὸν μακάριον, εὐφημήσωμεν σήμερον· ὑπέρ, τοῦ πέλας γὰρ κινδύνοις προσωμίλησε, καὶ ἀσκήσει ὁσίων ἀρετῶν, ὑπὲρ ἥλιον ἔλαμψε καὶ θαυμάτων δυνάμει δοξασθείς, πᾶσιν ἀφθόνως τοῖς πιστοῖς, τάς αἰτήσεις παρέχει· διὸ πρὸς αὐτὸν θερμῶς βοήσωμεν λέγοντες: Φύλατττε μακάριε, τὴν Ποίμνην σου ἄτρωτον, ἀπὸ πάσης προσβολῆς ἐναντίας καὶ περιστάσεως.

Δόξα. Ἦχος πλ. α΄.

σιε Πάτερ, ἀπὸ βρέφους ποθήσας τῆς ἀκηράτου ζωῆς τὴν δόξαν, τὰ τοῦ κόσμου τερπνὰ κατεφρόνησας διὸ καὶ κατὰ Παῦλον ἔλεγες: Χριστῷ συνεσταύρωμαι ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· παρ' οὗ κατ' ἀξίαν δοξασθείς, τὴν χάριν τῶν ἰαμάτων ἐκομίσω, καὶ τῶν αἰωνίων ἀγαθῶν τὴν ἀπόλαυσιν. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, Δαβὶδ μακάριε, Ὁσίων ὁμόσκηνε.

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καί, δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.

Χαίροις ὁ τῆς Λοκρίδος βλαστός, τὸ τῆς Εὐβοίας ἐνθεώτατον καύχημα, Ὁσίων τῶν πάλαι τύπος, καὶ χαρακτὴρ ἀκριβής, καὶ κατορθωμάτων ἀφομοίωμα· αὐτῶν γὰρ τοῖς ἴχνεσιν, ἐκ νεότητος Ὅσιε, στερρῶς βαδίσας, ἀρετῶν μύστης ἄριστος, ἀναδέδειξαι, καὶ ζωῆς θείας ὄργανον· ὅθεν χαρίτων ἔμπλεως, τοῦ Πνεύματος γέγονας, θαυματουργῶν τοῖς αἰτοῦσι, τὴν σὴν ὀξεῖαν ἀντίληψιν, Δαβὶδ Θεοφόρε, ἐξαιτούμενος τοῖς πᾶσι, τὸ μέγα ἔλεος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Χαίρων ἀπὸ παιδὸς τῷ Θεῷ, ἀνατεθεὶς ὥσπερ ἀνάθημα τίμιον, τῇ κλήσει τῇ οὐρανίῳ, τῆς του Προδρόμου φωνῆς, τοῦτον ἐθεάσω προσκαλοῦντά σε· ἐντεῦθεν ἐμάκρυνας, συγγενῶν καὶ πατρίδος σου, καὶ πλείστους τόπους, διαμείβων ἐτέλεσας, πρὸς ἀκρότητα, ἀρετῆς ἐπειγόμενος ὅθεν ὡς ἄλλος ἥλιος, ἀνέτειλας Ὅσιε, ἐν τῇ Εὐβοίᾳ, προνοίᾳ, τῆς ὁδηγούσης σε χάριτος, Δαβὶδ θεοφόρε, καὶ παρέχεις τοῖς αἰτοῦσι, τὴν σὴν ἀντίληψιν.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον...

λον ἀνακαθάρας σαυτόν, δι' ἐγκρατείας καὶ συντόνου δεήσεως, δοχεῖον λαμπρὸν ἐγένου, καὶ φωτοφόρος ναός, Τρισηλίου Πάτερ ἐπιλάμψεως ἐντεῦθεν ἀνήγειρας, ναὸν θεῖον τῷ Κτίσαντι, καὶ μοναζόντων, ἱερὸν φροντιστήριον, τοῖς ὁσίοις σου, ἀπειργάσω παλαίσμασιν· ὅπερ ὡς θεῖον ποίμνιον, καὶ κλῆρόν σου ἅγιον, τῇ κραταιᾷ σου πρεσβείᾳ, σκέπε ἀπαύστως καὶ φύλαττε, Δαβὶδ θεοφόρε, ἐξαιτούμενος τοῖς πᾶσι, τὸ θεῖον ἔλεος.

Δόξα. Ἦχος πλ. δ'.

Δεῦτε ἅπασα ἡ Εὔβοια, σὺν ταῖς κύκλῳ νήσοις καὶ πόλεσι, Δαβὶδ τὸν ἐν θαύμασι περιβόητον, ᾀσματικῶς μεγάλυνον· ὡς ἀστὴρ γὰρ φαεινός, ἐν τοῖς ἐσχάτοις χρόνοις ἀνατείλας, ἀρετῶν ταῖς ἀκτῖσι, καὶ ἰαμάτων ταῖς χάρισιν, τῶν πιστῶν καταυγάζει τὸ πλήρωμα· καὶ κινδύνων πολλῶν ῥυόμενος, παρέχει ἑνὶ ἑκάστῳ, τὰ πρὸς σωτηρίαν αἰτήματα, αἰτούμενος πᾶσι τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.

νύμψευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, σῶν ἱκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων, νῦν τάς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει, σωθῆναι πάντας ἡμᾶς.

Ἦχος γ'. Θείας πίστεως.

Μέγα εὕρατο, Εὔβοια κλέος, τὸν πανένδοξον, Δαβὶδ τὸν θεῖον, ὡς ἱερᾶς ἀρετῆς καταγώγιον, καὶ τοῦ Χριστοῦ ὀπαδὸν ἀληθέστατον, καὶ τῶν Ὁσίων ἁπάντων ἐφάμιλλον. Διὸ Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἕτερον. Ἦχος δ΄ Ταχὺ προκατάλαβε.

Λοκρίδος ἀγλάϊσμα, καὶ τῆς Εὐβοίας πυρσός, λαμπρῶς ἀναδέδειξαι, δι' ἰσαγγέλου ζωῆς, Δαβὶδ Πάτερ Ὅσιε. Ὅθεν τοῖς προσιοῦσι, τῇ ἁγίᾳ σου Κάρᾳ, νέμεις ἀεὶ ἰάσεις, καὶ ὑγείαν κατ' ἄμφω, ὡς ἔχων παρρησίαν πρὸς Χριστόν, τὸν σὲ δοξάσαντα.

Θεοτοκίον.

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται. Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν. Κάθισμα.

Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

ς ἥλιος λαμπρός, ἐν ὑστέροις τοῖς χρόνοις, ἀνέτειλας σοφέ, ἐναρέτως βιώσας, λαμπρύνων τὰς ψυχὰς ἡμῶν, ταῖς ἀκτῖσι τοῦ βίου σου, Δαβὶδ Ὅσιε· ὅθεν τὴν σὴν θείαν μνήμην, ἑορτάζομεν, ἐν εὐφροσύνῃ καρδίας, Χριστὸν μεγαλύνοντες.

Θεοτοκίον.

Θεὸν ὑπερφυῶς, ἐξ ἁγνῶν σου αἱμάτων, σαρκούμενον φρικτῶς, εἰς ἀνάπλασιν κόσμου, ἀφράστως ἀπεκύησας, καὶ παρθένος διέμεινας, μετὰ κύησιν, τὴν ἀνερμήνευτον Κόρη. Ὃν ἱκέτευε, σῶσαι τοὺς σὲ Θεοτόκον, Ἁγνὴν μεγαλύνοντας.

Μετὰ τὴν α΄. Στιχολογίαν, Κάθισμα.

Ἦχος γ΄ Θείας πίστεως.

Θεῖον ὄργανον, τοῦ Παρακλήτου, ἐχρημάτισας, τῇ σῇ ἀσκήσει, καὶ πολλοὺς πρὸς σωτηρίαν ὡδήγησας, καὶ Μοναστῶν ὑποτύπωσις πέφηνας, καὶ ἰαμάτων δυνάμεις ἐτέλεσας. Δαβὶδ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Θεοτοκίον.

λος ἄτρεπτος, ὁ Λόγος μείνας, ὅλος ᾤκησεν, ἐν τῇ γαστρί σου, μὴ ἐκστὰς τῆς συνεδρίας τοῦ Φύσαντος, καὶ τοῖς ἐν κόσμῳ φανεὶς ὡς ηὐδόκησεν, ἐκ τῆς ἀρχαίας ἀρᾶς ἡμᾶς ἔσωσεν. Ὃν ἱκέτευε, δοθῆναι τοῖς σὲ δοξάζουσι, Παρθένε ἱλασμὸν καὶ μέγα ἔλεος.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

σκητικῶς ἀγωνιζόμενος Πάτερ, καθαγιάζεις τῇ ἁγίᾳ ζωῇ σου, οὕς περ διῆλθες τόπους θείῳ Πνεύματι, ἐξαιρέτως δ' Ἅγιε, ἐν τῇ νήσῳ Εὐβοίας, πλεῖον πάντων ἔλαμψας, ἐν αὐτῇ καταπαύσας, καὶ ἁγιάζεις ταύτην ὦ Δαβίδ, ταῖς τῶν ἁγίων λειψάνων σου χάρισι.

Θεοτοκίον.

Τῇ κραταιᾷ σου προστασίᾳ Παρθένε, τοὺς καταφεύγοντας θερμῇ πεποιθήσει, ἀπὸ παντοίων ῥύου περιστάσεων, δίδου τὴν εἰρήνην σου, καὶ ψυχῶν σωτηρίαν, καὶ σωμάτων ἴασιν, καὶ πταισμάτων τὴν λύσιν· σὺ γὰρ ὡς οὖσα, Μήτηρ τοῦ Θεοῦ, δύναμιν ἔχεις, πληροῦν, πᾶσαν αἴτησιν.

Τὸ α´ ἀντίφωνον τῶν ἀναβαθμῶν τοῦ δ´ ἤχου.

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, σωτήρ μου.

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γὰρ πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

Δόξα.

γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ [καθάρσει] ὑψοῦται, λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.

Καὶ νῦν.

γίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.

Εὐαγγέλιον τὸ ἐν τῷ ὄρθρῳ Τοῦ Ἁγ Ἀντωνίου.

κ τοῦ κατὰ Ματθαῖον.

Κεφ. 11: 27-30

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς, καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Ν Ψαλμός χύμα.

λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄.

Στίχ. λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...

Σήμερον ὁ θεοφόρος Δαβίδ, τὸ τῆς Εὐβοίας ἔξοχον ὡράϊσμα, τὸν τῆς ἀσκήσεως περάνας δρόμον, τὴν πρὸς οὐρανὸν πορείαν ἐποιήσατο· καὶ τάς ἀντιμισθίας τῶν πόνων δρεπόμενος, τοῖς ἀπ' αἰῶνος Ἁγίοις συναγάλλεται· ἡμῖν δὲ κατέλιπεν, ὡς πηγὴν ἁγιασμοῦ καὶ πατρῷον κλῆρον, τὴν τῶν σεπτῶν αὐτοῦ λειψάνων σορόν, πᾶσι πηγάζουσαν, ἀφθόνως τὰ ἰάματα.

Εἶτα οἱ κανόνες, τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου. Κανὼν τοῦ Ἁγίου φέρων ἀκροστιχίδα ἐν τοῖς Θεοτοκίοις Γερασίμου.

Ὠδὴ α'. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Μεγαλοφώνως τὴν ἁγίαν μνήμην σου, ὑμνολογῆσαι τολμῶν, τὴν σὴν ἑξαιτοῦμαι, χάριν τὴν πολύφωτον, τὸν νοῦν μου καταυγάζουσαν, καὶ ἰσχύν μοι διδοῦσαν, ὅπως ἐπάξιον αἴνεσιν, ᾄσω σοι Δαβὶδ παμμακάριστε.

Λαμπρᾶς ἐκ ῥίζης ἄνθος εὐθαλέστατον, Πάτερ ἐβλάστησας, καὶ ἀμετρήτου βίου, εὐωδίαν κρείττονα, ἀπὸ παιδὸς διέπνευσας, ὁλικῶς τῷ Σωτῆρι, ἀνατεθεὶς ἐκ νεότητος, Πάτερ οὐρανίῳ φρονήματι.

Περιχαρῶς τοῦ Βαπτιστοῦ τῆς ὄψεως, Πάτερ ἠξίωσαι, καί, φωνῇ τῇ τούτου χαίρων ἠκολούθησας, ἐν ἀτελεῖ τῷ σώματι, καὶ τελείᾳ φρονήσει, ἐν τῷ ναῷ αὐτοῦ Ὅσιε, μείνας ἀληθῶς ὡς ἀσώματος.

ξέστη Πάτερ ὁ σεπτὸς ,γεννήτωρ σου, ἡνίκα εἶδὲ σε, ἐν ναῷ ἁγίῳ ὅλον ἐξαστράπτοντα,πρὸ τῆς εἰκόνος Ὅσιε, Ἰωάννου τοῦ πάνυ, καὶ τὴν σὴν μέλλουσαν ἔλλαμψιν, Πνεύματι Ἁγίῳ μεμύηται.

Θεοτοκίον.

Γένος βροτῶν τῆς καταδίκης σέσωσται, τοῦ πρωτοπλάστου Ἀδάμ, τῷ σῷ ἀπορρήτῳ, τόκῳ Παναμώμητε Θεὸν σεσαρκωμένον γάρ, ὑπὲρ λόγον τεκοῦσα, χαρᾶς ἡμῖν ὤφθης πρόξενος ὅθεν κατὰ χρέος αἰνοῦμέν σε.

Καταβασία· Ἀνοίξω τὸ στόμα μου...

Ὠδὴ γ' Οὐρανίας ἁψῖδος.

ς Θεὸν ἀγαπήσας ἀπὸ παιδὸς Ὅσιε, τὴν τῶν γενννητόρων ἀγάπην, ἐμφρόνως ἔλιπες καὶ ἠκολούθησας, ἀνενδοιάστῳ καρδίᾳ, καὶ σοφῷ φρονήματι, Χριστοῦ τοῖς ἴχνεσι.

Ποτιζόμενος ῥείθροις, τοῖς τῶν Γραφῶν Ὅσιε, καὶ τοῖς θεοπνεύστοις λογίοις, ἀεὶ τρεφόμενος, ἐν νεανίαις τελῶν, ὅλος θεόφρων ἐφαίνου, πεπλησμένος Ἅγιε, πολλῆς συνέσεως.

ώμην ἔνθεον ἔχων, ἐν τῇ ψυχῇ Ἅγιε, κόσμου τῆς ἀπάτης ἀπέστης, ἀπὸ νεότητος, καὶ τῆς πατρίδος φυγών, προσῳκειώθης Κυρίῳ, τούτου τὸν γλυκύτατον ζυγὸν ἀράμενος.

λικῇ προθυμίᾳ, ἀκολουθῶν Ὅσιε, τῇ ἀπ' οὐρανοῦ θείᾳ κλήσει, εὗρες ἰθύνοντα, καλῶς πρὸς δρόμον σε, τῆς οὐρανίου πορείας, τὸν σοφὸν Ἀκάκιον, προνοίᾳ κρεὶττονι.

Θεοτοκίον.

ξ ἁγνῶν σου αἱμάτων, ὑπερφυῶς τέτοκας, τὸν Δημιουργὸν τῶν ἁπάντων, σάρκα γενόμενον, σῶσαι τὸν ἄνθρωπον, τὸν πεπτωκότα ἀπάτῃ, Θεοτόκε Δέσποινα, κόσμου προσφύγιον.

Καταβασία. Τοὺς σοὺς ὑμνολόγους...

Κάθισμα.

Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον.

πὸ βρέφους ἐπόθησας ἀληθῶς, τὸν ἐνάρετον βίον καὶ καθαρόν, ὡς πλήρης φρονήσεως καὶ τῆς ἄνωθεν κλήσεως, ἐκλελεγμένον σκεῦος, καὶ κόσμου τῆς σχέσεως, ἀνώτερον φυλάττων, τὸν νοῦν σου μακάριε. Ὅθεν Μοναζόντων, δεδεγμένος τὸ σχῆμα, τῶν πάλαι ὁμότροπος, Ἀσκητῶν ἐχρημάτισας, θεοφόρε Πατὴρ ἡμῶν. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Θεοτοκίον.

Τὸν Σωτῆρα τῶν ὅλων καὶ Ποιητήν, ὃν ἐκύησας Κόρη ὑπερφυῶς, ῥυόμενον ἅπαντας, χαλεπῆς ἐκ χειρώσεως, ὡς Μήτηρ ἐκδυσώπει, μανίας τοῦ ὄφεως, καὶ κοσμικῶν σκανδάλων. ρυσθῆναι καὶ θλίψεων, μόνη Θεοτόκε τοὺς πρὸς σὲ αφορῶντας, καὶ πίστει ζητοῦντάς σου, τὴν ὀξεῖαν βοήθειαν, τὴν ἡμᾶς ἀεὶ σώζουσαν, πρεσβεύουσα Παρθένε, ἀεί, καὶ μελλούσης δόξης καὶ λαμπρότητος, τῆς χαρᾶς τοῦ Υιοῦ σου, τυχεῖν τοὺς ὑμνοῦντάς σε.

Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.

Θείῳ πόθῳ βαλλόμενος, χαίρων ὑπετάγης Δαβὶδ μακάριε, Ἀκακίῳ τῷ θεόφρονι, ταπεινοφροσύνῃ σεμνυνόμενος.

περήφανον δράκοντα, τῇ σῇ ταπεινώσει Πάτερ ὑπέταξας, καὶ περίβλεπτος ἐν πράξεσιν, ὤφθης ταῖς ὁσίαις ἀνυψούμενος.

Μοναστὴς ὡς θεόληπτος, Πάτερ ἐν τῷ Ἄθωνι παραγέγονας, ἀπομάττων θείῳ ἔρωτι, τῶν ἐκεῖ Ὁσίων τὰ παλαίσματα.

ς τῶν πάλαι ὁμόζηλος, Ὅσιε Δαβὶδ, Ὁσίων ἐν ἅπασι, κοινωνὸς αὐτῶν τῆς χάριτος, ἐν ὑστέροις χρόνοις ἐχρημάτισας.

Θεοτοκίον.

άβδος ὤφθης θεόβλαστος, ἄνθος ἀγεώργητον γεωργήσασα, τὸν τῶν ὅλων Κόρη Κύριον, εὐωδίας θείας κόσμον πλήσαντα.

Καταβασία. Τὴν ἀνεξιχνίαστον...

Ὠδὴ ε΄. Ἵνα τί με ἀπώσω;

Σταυρωθεὶς τοῖς ἐν κόσμῳ, τῆς σαρκὸς ἐνέκρωσας Πάτερ τὸ φρόνημα, καὶ ἐν πᾶσι ὤφθης, ἐναρέτου ζωῆς ὑποτύπωσις, τῷ διδασκάλῳ, ὁλοσχερῶς καθυπακούων, ὡς ὑπήκοος θείου θελήματος.

Τῶν Θεοῦ μυστηρίων, οἷα καθαρώτατος Πάτερ καὶ ὅσιος, ἱερεὺς ἐγένου, καὶ σεπτὸς λειουργὸς καὶ διάκονος· ὅθεν θεῖον φῶς σε, περικυκλοῦν τινι ὡράθη, φανεροῦν σου τῆς δόξης τὴν ἔλλαμψιν.

δηγούμενος Πάτερ, Πνεύματι Ἁγίῳ ὡς φίλος γνήσιος, τοῦ Θεοῦ τῶν ὅλων, ἐν Στειρίῳ ἐπέστης πρὸς μείζονας, σεαυτὸν καμάτους, καθυποβάλλων θεοφόρε, τῆς σαρκὸς μὴ ποιούμενος πρόνοιαν.

πὲρ τῆς τοῦ πλησίον, οἷα μιμητὴς Χριστοῦ ἐνθεώτατος, χαίρων καθυπέστης, τιμωρίας σκληρὰς Δαβὶδ Ὅσιε, ἀληθοῦς ἀγάπης συκοφαντούμενος ἀδίκως, ὁ χρηστότητος πλήρης καὶ χάριτος.

Θεοτοκίον.

πορρήτως τεκοῦσα, τὸν Δημιουργὸν τῶν ὅλων καὶ Κύριον, Κεχαριτωμένη, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε, ρῦσαι τὴν ψυχήν μου, τῆς τῶν παθῶν αἰχμαλωσίας, καὶ φωτὶ μετανοίας με λάμπρυνον.

Καταβασία. Ἐξέστη τὰ σύμπαντα.

Ὠδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Συνέσει θεοπρεπεῖ, θεόφρον καλλωπιζόμενος, καὶ πόνοις ἀσκητικοῖς, ἐκλάμπων μακάριε, ἐπέστης ὡς ἄγγελος, θεϊκῇ προνοίᾳ, ἐν Εὐβοίᾳ Δαβὶδ Ὅσιε.

γίασμα νοητόν, ὑπάρχων Πάτερ τῆς χάριτος, ναὸν ἐγείρεις σεπτόν, Δαβὶδ παμμακάριστε, τῷ ἐν ὄρει Ἅγιε, μεταμορφωθέντι, καὶ θεώσαντι τὸν ἄνθρωπον.

Γνόφον τὸν θεῖον σοφέ, τῆς ἀπορρήτου ἐλλάμψεως, ὡς καθαρθεὶς τὴν ψυχήν, εἰσέδυς ἐν Πνεύματι· ἐντεῦθεν εἰσδέδεξαι, Πάτερ ἐν καρδίᾳ, φῶς τὸ θεῖον καὶ ὑπέρφωτον.

ς ἐναρέτου ζωῆς, ὑφηγητὴς καὶ διδάσκαλος, χορείαν ἔσχες σεμνήν, φοιτητῶν θεόπνευστε, τὰ τῆς πολιτείας σου, Δαβὶδ θεοφόρε, μιμουμένων θεῖα σκάμματα.

Θεοτοκίον.

Σοφίαν τὴν τοῦ Θεοῦ, τὴν ἐνυπόστατον Ἄχραντε, καὶ Λόγον τὸν τοῦ Πατρός, τὸν σύνθρονον τέξασα, σαρκὸς ὁμοιώματι, σοφισμάτων ῥῦσαι, τὴν ψυχήν μου τοῦ ἀλάστορος.

Καταβασία. Τὴν θείαν ταύτην...

Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον.

ς ἀστὴρ λαμπρότατος ὤφθης ἐν κόσμῳ, καταυγάζων ἅπαντας, τοὺς προσιόντας σοι πιστῶς, Δαβὶδ Πατέρων τὸ καύχημα, τῶν ἰαμάτων τοῖς θείοις χαρίσματι.

 Ὁ Οἶκος.

μνον ἃπαντες πιστοί, τῷ Θεῷ ἀναπέμψωμεν, τῷ δωρησαμένῳ ἰσχύν, τῷ αὐτοῦ θεράποντι Δαβίδ, ἀγωνίσασθαι καλῶς, τὸν τῆς ἀρετῆς κάλλιστον ἀγῶνα ἐν ἐσχάτοις γὰρ καιροῖς ἀναφανείς, ὡς ἀστὴρ ἀειφανὴς τῆς θείας φωταυγείας, τῶν πάλαι Ὁσίων ὤφθη ὁμόζηλος, καὶ τῷ βίῳ ὁμότροπος, καὶ τοῖς τρόποις συμμέτοχος, καὶ τῆς δόξης καὶ τῶν χαρίτων, κοινωνὸς ἰσοκλεής· καὶ ἐν πλείστοις ἁγωνισάμενος τόποις, ἐν τῇ νήσῳ Εὐβοίᾳ, θείᾳ νεύσει, παρεγένετο· ἔνθα ναὸν τῷ μεταμορφωθέντι ἐν Θαβὼρ Σωτῆρι ἐδομήσατο, καὶ Μονὴν ἱερὰν συστησάμενος, ὡς σωτηρίας λιμένα ἄκλυστον, πάντας εὐεργετεῖ, κατὰ ψυχὴν καὶ σῶμα, τῶν ἰαμάτων θείοις χαρίσμασι.

Συναξάριον.

Τῇ α' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Δαβὶδ τοῦ ἐν τῇ νήσῳ Εὐβοίᾳ ἀσκήσαντος.

Δαβίδ Γολιὰθ κατέβαλε τῷ λίθῳ,

Δαβὶδ προσευχῇ κατέβαλε τὰ πάθη.

Πρώτῃ Θεοῖο Δαβὶδ Νοεμβρίοιο ἔστηκε θώκῳ.

Ταῖς αὐτοῦ πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ'. Παῖδες Ἑβραίων.

Νάμασι θείων διδαχῶν σου, οἷα ἔνθεος θεράπων τοῦ Κυρίου, καταρδεύεις ψυχῶν, ἀρούρας θεοφόρε, πρὸς εὐκαρπίαν κρείττονα, σωτηρίας αἰώνιον.

γει χαρμόσυνον ἡμέραν, καὶ ἑόρτιον ἡ σὴ Μονὴ παμμάκαρ ὡς χρυσὸν τὸ σεπτόν, σοῦ σῶμα κεκτημένη, δι΄οὗ παντοίων ῥύεται, νοσημάτων ψυχοφθόρων.

Σήμερον Εὔβοια σκιρτάτω, καὶ ψαλμοῖς καὶ ᾠδαῖς λαμπροφανῶς ὑμνείτω, τὸν Δαβὶδ τὸν κλεινόν, ὡς τοῦτον κεκτημένη, προστάτην καὶ ὑπέρμαχον, ἀρωγὸν καὶ μέγα κλέος.

Σὺ τῷ Δεσπότῃ τῶν ἁπάντων, ναὸν ἤγειρας, τῷ Μεταμορφωθέντι, ἐν τῷ ὄρει Θαβώρ, ἐν ᾧ ἑστὼς θεόφρον, ἐδέχου ἐν καρδίᾳ σου, τὰς αὐτοῦ θείας ἐλλάμψεις.

Θεοτοκίον.

ασαι Κόρη τὴν ψυχήν μου, τὴν ἀνιάτως νοσοῦσαν ἁμαρτίᾳ, καὶ ἰσχύν μοι Ἁγνή, κατὰ τοῦ πλάνου δίδου, ὡς ἂν ἐκκρούσω Δέσποινα, τὴν δεινὴν αὐτοῦ μανίαν.

Καταβασία.Οὐκ ἐλάτρευσαν.

Ὠδἠ η΄.Τὸν ἐν ὄρει ἁγίῳ.

Οὐρανόθεν δεξάμενος ὁ Κτίστης, ὁ δοξάσας τὴν σήν, Δαβὶδ ζωὴν ὁσίαν, τάς προσευχάς σου Ὅσιε ἀπήλλαξε, μάστιγος κωνώπων, τοὺς ἐν Δίστῳ Πάτερ, δεινῶς ἐνοχλουμένους.

ψηλὴν πολιτείαν κεκτημένος, ταπεινόφρων σαφῶς, καὶ μέτριος ἐδείχθης, καὶ συμπαθὴς Δαβὶδ καὶ χριστομίμητος, ἐλεῶν πλουσίως, καὶ κουφίζων πάντας, τοὺς πόρρω τε καὶ πέλας.

Μέγας ὄντως ὑπέρμαχος ἐφάνης, ἐν κινδύνοις δεινοῖς, τοῖς καταπονουμένοις, καὶ τοῖς ἐν νόσοις ἰατρὸς πανάριστος, καὶ τοῖς θλιβομένοις, παράκλησις γλυκεῖα, Δαβὶδ θαυματοφόρε.

ναβὰς τελειότητος ἐν ὕψει, τῶν θαυμάτων σοφέ, τὴν χάριν ἐκομίσω, καὶ πλείστους τόπους Πάτερ διελήλυθας, ὄνησιν παρέχων, ψυχῶν τε καὶ σωμάτων, ὡς Πνεύματος δοχεῖον.

Θεοτοκίον.

Μὴ φλεχθεῖσα τὴν ἄχραντον νηδύν σου, ὑπεδέξω φρικτῶς, Θεότητος τὴν φλόγα, καὶ τὸν Χριστόν διπλοῦν τῇ φύσει τέτοκας, μιᾷ ἐν ὑποστάσει, ἀτρέπτως καὶ ἀφύρτως, εἰς σωτηρίαν κόσμου.

Καταβασία. Παῖδας εὐαγεῖς...

Ὠδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.

Καθάρας τὴν καρδίαν τῶν γεηρῶν, νοημάτων συντόνῳ ἀσκήσει σου Πάτερ Δαβίδ, τοῦ φωτὸς ἐπλήσθης τοῦ νοητοῦ· διὸ καὶ προηγόρευσας, τὴν σὴν ἐκδημίαν πρὸς τὸν Θεόν, σαφῶς τοῖς φοιτηταῖς σου, οἷς καὶ σοφῶς παρέθου, συνθήκας θείας πλήρεις χάριτος.

νέδραμες πρὸς δόξαν τῶν οὐρανῶν, τὸν ἀγῶνα ὁσίως τελέσας σου, Πάτερ Δαβίδ, καὶ ζωῆς τοῦ ξύλου θεουργικῶς, ἀμέσως κατετρύφησας, δήμοις τῶν Ἁγίων ἀριθμηθείς, ἡμῖν δὲ τοῖς σοῖς τέκνοις, τὸ σῶμά σου τὸ θεῖον, παραμυθίαν θείαν ἔλιπες.

Τῆς χάριτος τοῦ Πνεύματος θησαυρός, ἀληθῶς πολυτίμητος δέδεικται, Πάτερ Δαβίδ, Κάρα σου ἡ θεία καὶ θαυμαστή, ἀεὶ ἀρωματίζουσα καὶ ψυχὰς εὐφραίνουσα τῶν πιστῶν, καὶ ῥῶσιν καὶ ὑγείαν, παρέχουσα τοῖς ταύτῃ, μετ' εὐλαβείας καταφεύγουσι.

μέγας τῆς Εὐβοίας προασπιστής, θεοφόρε Δαβὶδ παμμακάριστε, τὴν σὴν Μονήν, φύλαττε ἐκ πάσης ἐπιβουλῆς, καὶ τὴν παροῦσαν νῆσόν σου, σκέπε καὶ διάσῳζε ἀσινῆ, κἀμὲ δὲ τὸν ἀρτίως, τὸν ὕμνον πλέξαντά σοι, πρὸς σωτηρίας τρίβον ἴθυνον.

Θεοτοκίον.

πέρφωτε λυχνία χρυσοειδής, φωτοφόρε ναὲ καὶ περίδοξε, ἐν ᾧ Χριστός, ᾤκησεν ὁ Πάντων Δημιουργός, καὶ σκεύη ἡμᾶς ἔδειξε, θείας ἐνεργείας καὶ καλλονῆς, Παρθένε Θεοτόκε, φωτὶ τῆς σῆς πρεσβείας, τὸν σκοτισθέντα νοῦν μου φώτισον.

Καταβασία. Ἅπας γηγενής...

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Εὐβοίας τὸν κοσμήτορα, καὶ θεῖον ἀντιλήπτορα, καὶ βοηθὸν ἐν ἀνάγκαις, καὶ πρὸς Χριστὸν μέγαν πρέσβυν, Δαβὶδ τὸν ἱερώτατον, ὁσίων τὸ ἀγλάϊσμα, καὶ ἱερέων καύχημα, ἀνευφημήσωμεν πάντες, ἐν τῇ σεπτῇ αὐτοῦ μνήμῃ.

Θεοτοκίον.

κ τῶν ἁγνῶν αἱμάτων σου, Θεὸς ὁ Ὑπερούσιος, τὸ καθ' ἡμᾶς οὐσιώθη, ἀνερμηνεύτως ὡς οἶδε, καὶ κόσμῳ, πεφανέρωται, διπλοῦς Ἁγνὴ ταῖς φύσεσι, μιᾷ τῇ ὑποστάσει δέ, καὶ ἔσωσε Θεοτόκε, τοὺς τὸν σὸν τόκον αἰνοῦντας.

Εἰς τοὺς Αἴνους.

Ἱστῶμεν στίχους δ΄., καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος. πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος!

Πάτερ Δαβὶδ παμμακάριστε, ἀπὸ παιδὸς τῷ Θεῷ, σεαυτὸν ἀναθέμενος, κοσμικὴν προσπάθειαν, θεοφρόνως ἀπέρριψας, καὶ τὸν σταυρόν σου ἀναλαβόμενος, τῇ πολιτείᾳ ὤφθης Ἰσάγγελος ὢ τῶν ἀγώνων σου, καὶ τῆς ὑπὲρ ἔννοιαν, παρὰ Θεοῦ, δόξης καὶ λαμπρότητος! ἧς κατηξίωσαι.

Πάτερ Δαβὶδ παναοίδιμε, τόν τοῦ Χριστοῦ Βαπτιστήν, αὐτοψεὶ ὡς ἑώρακας, καὶ τῆς τούτου Ὅσιε, φωνῆς θείας ὡς ἤκουσας, αὐτοῦ τοῖς ἴχνεσιν ἠκολούθησας, καὶ θεοφόρος ὅλος καὶ ἔνθεος, ἀπὸ νεότητος, ὤφθης θείῳ Πνεύματι, πρὸς τὴν ζωήν, τὴν ἁγίαν Ἅγιε, καθοδηγούμενος.

Πάτερ Δαβὶδ θεοδόξαστε, ὡς ἑωσφόρος ἀστήρ, τῇ Εὐβοίᾳ ἀνέτειλας, ἐναρέτοις πράξεσιν, ἱερῶς κλεϊζόμενος, καὶ Μονὴν θείαν σεπτῶς ἀνήγειρας, καὶ Μοναζόντων χορὸν συνήθροισας, οὓς καὶ ὡδήγησας, πρὸς ζωὴν οὐράνιον, βίῳ τῷ σῷ, καὶ λόγῳ τῆς χάριτος, καὶ θείοις θαύμασι.

Πάτερ Δαβὶδ ἱερώτατε, τὴν ἱεράν σου σορόν, ὡς πηγὴν ἁγιάσματος, εκτημένοι Ἅγιε, ῥῶσιν θείαν λαμβάνομεν· ἡ γὰρ σεπτή σου Κάρα καὶ πάντιμος, ἀεὶ πηγάζει ἡμῖν ἰάματα, ᾗ προσερχόμενοι, χαλεπῶν κακώσεων, καὶ ὀδυνῶν, καὶ νόσων καὶ θλίψεων, ἀπολυτρούμεθα.

Δόξα. Ἦχος πλ.δ'.

Τὴν τοῦ Πνεύματος ἰσχύν, περιζωσάμενος Πάτερ, ἀσκητικῶς ἠρίστευσας, ἐν ὑστέροις ἔτεσι· τὸ γὰρ φρόνημα τῆς σαρκός, ταῖς ψυχικαῖς δυνάμεσιν ὑποτάξας, ὡς θῦμα εὐπρόσδεκτον, τὸν σὸν βίον Χριστῷ προσενήνοχας, καὶ τῶν κατ' ἀξίαν ἐπάθλων ἔτυχες. Διὸ Εὔβοια ἡ νῆσος, καυχᾶται τοῖς ἀγῶσί σου· καὶ τῇ σῇ χάριτι προστρέχουσα, χαρμονικῶς ἑορτάζει τὴν μνήμην σου ἢν ἄνωθεν περίεπε, Δαβὶδ μακάριε, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.

Καὶ νῦν. Θεοτοκίον.

Τὰ οὐράνια ὑμνεῖ σε, Κεχαριτωμένη Μῆτερ Ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν Θεοτόκε πρέσβευε, σωθῆναι τάς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τοῦ κανόνος τοῦ Ὁσίου ἡ γ' καὶ στ' ᾠδή.

Ἀπόστολον

Zήτει τῇ 6ῃ Δεκεμβρίου.

Προκείμενον. Ἦχος βαρύς  [Ψαλμός 115]

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

Στίχ. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ ἡμῖν;

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου

Κεφ.  13: 17-21

δελφοί, πεθεσθε τος γουμνοις μν κα πεκετε· ατο γρ γρυπνοσιν πρ τν ψυχν μν ς λγον ποδσοντες· να μετ χαρς τοτο ποισι κα μ στενζοντες· λυσιτελς γρ τοτο. Προσεχεσθε περ μν· πεποθαμεν γρ τι καλν συνεδησιν χομεν, ν πσι καλς θλοντες ναστρφεσθαι. Περισσοτρως δ παρακαλ τοτο ποισαι, να τχιον ποκατασταθ μν. Ο δ Θες τς ερνης, ναγαγν κ νεκρν τν ποιμνα τν προβτων τν μγαν ν αματι διαθκης αωνου, τν κριον μν ᾿Ιησον, καταρτσαι μς ν παντ ργ γαθ ες τ ποισαι τ θλημα ατο, ποιν ν μν τ εὐάρεστον νπιον ατο δι ᾿Ιησο Χριστο, δξα ες τος αἰῶνας τν αἰώνων· μν.

λληλούϊα[γ΄].  Ἦχος πλ. β΄ [Ψαλμός 111].

Στίχ Μακάριος ἀνὴρ φοβούμενος τὸν Κύριον.

Στίχ. δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.

Εὐαγγέλιον

Zήτει τῇ 17ῃ Ἰανουαρίου.

κ τοῦ κατὰ Λουκᾶν.

Κεφ. 6: 17-22

Τῷ καιρῷ ἐκείνῳ,  ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Κοινωνικόν.

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Μεγαλυνάρια.

Χαίροις τῆς Λοκρίδος θεῖος βλαστός· χαίροις τῆς Εὐβοίας, ὁ θερμότατος ἀρωγός· χαίροις ὁ πηγάζων, ἰάσεων τὰ ῥεῖθρα, Δαβὶδ θαυματοφόρε, τοῖς σοὶ προστρέχουσι.

Χαίρει ἡ Μονή σου ἡ εὐαγής, ἔχουσα ἐν κόλποις, τῶν λειψάνων σου τὴν σορόν, ἢν σκέπε καὶ φρούρει, Δαβἰδ θαυματοφόρε, πιστῶς ἐγκαυχωμένη, τῇ θείᾳ Κάρᾳ σου.