The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

ΝΟΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Α ΤΟΥ  ΜΗΝΟΣ

Μνήμη τῶν Ἁγίων Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Ἁγίων τρία, δευτεροῦντες αὐτά.

Ἦχος πλ. β

Ὅλην ἀποθέμενοι, Αὐτόμελον.

λην ἀποθέμενοι, ἐν οὐρανοῖς τὴν ἐλπίδα, θησαυρὸν ἀσύλητον, ἑαυτoῖς οἱ Ἅγιοι ἐθησαύρισαν· δωρεὰν ἔλαβον, δωρεὰν διδοῦσι, τοῖς νοσοῦσι τὰ ἰάματα, χρυσόν ἢ ἄργυρον, εὐαγγελικῶς οὐκ ἐκτήσαντο, ἀνθρώποις τε καὶ κτήνεσι, τὰς εὐεργεσίας μετέδωκαν· ἵνα διὰ πάντων, ὑπήκοοι γενόμενοι Χριστῷ, ἐν παρρησίᾳ πρεσβεύωσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

λην ἑβδελύξαντο, τὴν ἐπὶ γῆς φθειρομένην, οὐρανοπολῖται δέ, ἐν σαρκὶ ὡς Ἄγγελοι ἐχρημάτισαν, ἡ ὁμόφρων σύσκηνος, ξυνωρὶς ὁμότροπος, τῶν Ἁγίων καὶ ὁμόψυχος. Διὸ τοῖς κάμνουσι, πᾶσι τὰς ἰάσεις βραβεύουσιν, ἀνάργυρον παρέχοντες, τὴν εὐεργεσίαν τοῖς χρῄζουσιν· οὓς ἐν ἐτησίοις, ὑμνήσωμεν ἀξίως ἑορταῖς, ἐν παρρησίᾳ πρεσβεύοντας, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

λην εἰσοικίσασα, ἐν ἑαυτῇ τὴν Τριάδα, δυὰς ἡ ἀοίδιμος, Κοσμᾶς καὶ Δαμιανὸς οἱ Θεόφρονες, ὡς κρουνοὶ βλύζουσιν, ἐκ πηγῆς νάματα, ζωηφόρου τῶν ἰάσεων, ὧν καὶ τὰ λείψανα, πάθη δι' ἁφῆς θεραπεύουσι, καὶ μόνα τὰ ὀνόματα, νόσους ἐκ βροτῶν ἀπελαύνουσι, πάντων τῶν προσφύγων, σωτήριοι τελοῦντες τῷ Χριστῷ ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Ἦχος πλ. β  Ἀνατολίου.

τελεύτητος ὑπάρχει τῶν Ἁγίων ἡ χάρις, ἣν παρὰ Χριστοῦ ἐκομίσαντο· ὅθεν αὐτῶν καὶ τὰ λείψανα, ἐκ θείας δυνάμεως, διηνεκῶς ἐνεργοῦσι τοῖς θαύμασιν, ὧν καὶ τὰ ὀνόματα μόνα, ἐκ πίστεως ἐπιβοώμενα, τῶν ἀνιάτων ἀλγηδόνων ἀπαλλάττουσι, δι' ὧν Κύριε καὶ ἡμᾶς, τῶν τῆς ψυχῶν καὶ σώματος παθῶν ἐλευθέρωσον, ὡς φιλάνθρωπος.

Καὶ νῦν... Θεοτοκίον.

Ὅλην ἀποθέμενοι.

Γνώμῃ ὀλισθήσας τε, καὶ δουλωθεὶς τῷ τυράννῳ, ἀπάτῃ Θεόνυμφε, πρὸς τὴν ὑπερθαύμαστον εὐσπλαγχνίαν σου, καὶ θερμὴν δέησιν, Παναγία Κόρη, καταφεύγω ὁ πανάθλιος. Διὸ μὲ λύτρωσαι, τῶν πειρατηρίων καὶ θλίψεων, καὶ σῶσόν με Πανάμωμε, τῶν δαιμονικῶν ἐπιθέσεων, ἵνα σε δοξάζω, καὶ πόθῳ προσκυνῶ καὶ ἀνυμνῶ, καὶ μεγαλύνω σε Δέσποινα, τὴν ἀειμακάριστον.

Ἢ Σταυροθεοτοκίον

ομφαία ὡς ἔφησεν, ὁ Συμεὼν τὴν καρδίαν, τὴν σὴν διελήλυθε, Παναγία Δέσποινα, ὅτε ἔβλεψας, τὸν ἐκ σοῦ λάμψαντα, ἀπορρήτῳ λόγῳ, ὑπ' ἀνόμων ὡς κατάκριτον, Σταυρῷ ὑψούμενον, ὄξος καὶ χολὴν ποτιζόμενον, πλευρὰν δὲ ὀρυττόμενον, χεῖράς τε καὶ πόδας ἡλούμενον, καὶ ὀδυρομένη, ὠλόλυζες βοῶσα μητρικῶς· Τὶ τοῦτο Τέκνον γλυκύτατον, τὸ καινὸν μυστήριον;

Εἰς τὸν Στίχον

Στιχηρὰ ἰδιόμελα  Ἦχος β

πηγὴ τῶν ἰαμάτων, ἕνα καὶ μόνον ἐθεράπευε τοῦ ἔτους, ἡ σκηνὴ τῶν Ἀναργύρων, ἅπαν τὸ πλῆθος θεραπεύει τῶν νοσούντων· ἀνενδεὴς γὰρ ὑπάρχει καὶ ἀδαπάνητος, ὁ πλοῦτος τῶν Ἁγίων. Ταῖς αὐτῶν ἱκεσίαις Χριστέ, ἐλέησον ἡμᾶς.

Ὁ αὐτὸς Θεοφάνους.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Πόθῳ θείῳ καὶ ἔρωτι τῶν μελλόντων, πρακτικῶς πολιτευσάμενοι, τὰς σωτηρίους ὁδοὺς διηνύσατε. Ὅθεν τὸ καθαρὸν τῆς ψυχῆς, ἀκηλίδωτον τηρήσαντες, τῶν ἐνύλων τελείως ἀπέστησε. Πνεύματι δὲ  θείῳ  χρυσωθέντες, ἀχρύσως τὰς ἰάσεις τοῖς νοσοῦσι παρέχετε, δυὰς ἱερά, φωταυγὴς ξυνωρίς, πεφωτισμένον θεῖον ζεῦγος Ἀνάργυροι, ἐν θλίψεσι καὶ νόσοις ἐπισκεπτόμενοι ἡμᾶς, καὶ τῶν ψυχῶν ἡμῶν τὰς νόσους, ἀναργύρως ἰώμενοι.

Ὁ αὐτὸς Γερμανοῦ.

Στίχ. τοῖς γίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ.

Μεγάλων ἀξιωθέντες δωρεῶν πανεύφημοι, ἐν ταπεινότητι βίου, ἐν τῇ γῇ ἐπολιτεύσασθε· καὶ διερχόμενοι πανταχοῦ, δωρεὰν τῶν νοσούντων τὰ πάθη ἰώμενοι, ὤφθητε Ἀγγέλων συνόμιλοι, Κοσμᾶ σὺν τῷ  Δαμιανῷ τῷ  σοφῷ ἀδελφοὶ τερπνότατοι, καὶ ἡμῶν τὰ πάθη, ταῖς εὐχαῖς ὑμῶν ἰάσασθε.

Δόξα... Ἦχος πλ. β

Πάντοτε ἔχοντες Χριστόν, ἐνεργοῦντα ἐν ὑμῖν, Ἅγιοι Ἀνάργυροι, θαυματουργεῖτε ἐν κόσμῳ ἀσθενοῦντας θεραπεύοντες· καὶ γὰρ τὸ ἰατρεῖον ὑμῶν, πηγὴ ὑπάρχει ἀνεξάντλητος, ἀντλουμένη δὲ μᾶλλον ὑπερεκβλύζει, καὶ χεομένη περισσεύεται, καθ' ἑκάστην κενουμένη καὶ πληθυνομένη, πᾶσι χορηγοῦσα καὶ μὴ λειπομένη, καὶ οἱ ἀρυόμενοι κορέννυνται ἰάματα, καὶ αὕτη διαμένει ἀδαπάνητος. Τὶ οὖν ἡμᾶς καλέσωμεν; θεράποντας ἰατρους ψυχῶν τε καὶ σωμάτων, ἰατῆρας παθῶν ἀνιάτων, δωρεάν ἰωμένους ἅπαντας, εἰληφότας χαρίσματα, παρὰ τοῦ Σωτῆρος Χριστοῦ, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον.

Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα μετὰ τῶν Ἀναργύρων καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἢ Σταυροθεοτοκίον.

Τριήμερος ἀνέστης.

Λαὸν τὸν ἀνομώτατον, ἀδίκως καθηλοῦντά σε, ἐπὶ ξύλου, ἡ παρθένος καὶ ἁγνή, καὶ Μήτηρ σου ὁρῶσα, ὡς Συμεὼν προέφη, τὰ σπλάγχνα Σῶτερ ἐτιτρώσκετο.

 

Ἀπολυτίκιον  Ἦχος πλ. δ

γιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν τοῦ Ψαλτηρίου, ἀναγινώσκομεν ἕνα Κανόνα τῆς Ὀκτωήχου, καὶ τοὺς δύο παρόντας τῶν Ἁγίων.

Κανὼν πρῶτος, οὗ ἡ Ἀκροστιχίς.

Ὕμνοις γεραίρω τοὺς σοφοὺς Ἀναργύρους.

Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.

Ὠδή α  Ἦχος α

σωμεν πάντες λαοί, τῷ  ἐκ πικρᾶς δουλείας, Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι, καὶ ἐν βυθῷ θαλάσσης, ποδὶ ἀβρόχῳ ὁδηγήσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

πὸ τῆς χάριτος, τῆς ἀρχικῆς Τριάδος, ἡ δυὰς ἡ θαυμαστὴ καὶ σεβάσμιος, φωτιζομένη πᾶσιν ἰάματα, τοῖς προσιοῦσι πιστῶς, παρέχει ἀενάως, ἀναβλυστάνουσα.

Μυσταγωγούμενοι, τοῖς ζωηφόροις λόγοις, ὡς φωστῆρες ἐν κόσμῳ ἐξέλαμψαν, τὴν τῶν παθῶν ὁμίχλην, εὐκόλως διασκεδάζοντες, τῇ ζέσει τῆς πίστεως,οἱ Παμμακάριστοι. 

Νόμῳ πειθόμενοι, τῷ  τοῦ Σωτῆρος πᾶσαν, ἡδυπάθειαν σαρκὸς μὲν ἀπέθεντο, ταῖς ἀρεταῖς ψυχὰς δέ, φανότατα καταλαμπρύναντες, ἐν κόσμῳ διέπρεψαν, οἱ ἀξιάγαστοι.

Θεοτοκίον.

λον τὸν ἄνθρωπον, ἐν σῇ γαστρὶ σκηνώσας, Θεομῆτορ ἀπορρήτως ἠμφιάσατο, ὁ ἐκ Πατρὸς ἐκλάμψας, Υἱὸς ἀχρόνως ὁ ὑπέρθεος, αὐτὸν ἀνυμνήσωμεν, ὅτι δεδόξασται.

Κανὼν δεύτερος. 

ἔχων Ἀκροστιχίδα τὴν δὲ

Δυὰς με σῴζοις τῶν σοφῶν Ἀναργύρων. Ἰωσήφ.

Ὠδὴ α  Ἦχος δ

Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοὶ ὡς ἐν τυμπάνῳ, τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ᾄσω μελῴδημα.

Δυὰς φωτοειδής, τῶν σοφῶν Ἀναργύρων, Τριάδι τῇ σεπτῇ, σὺν πᾶσιν ἐκλεκτοῖς, παρεστῶσα ἱκέτευε, μνήμην σου τὴν φωτοφόρον, τοὺς τελοῦντας φωτίζεσθαι, ταῖς τοῦ Πνεύματος θείαις λαμπροτησιν.

πέρτερον τὸν νοῦν, τῶν ἐνύλων δεικνύντες, τὰς ἀΰλους ἀστραπάς, τοῦ Πνεύματος σοφοί, ὑπεδέξασθε Ἅγιοι· ὅθεν σκότος νοσημάτων, διαλύετε πάντοτε, ἐπισκέψεσι θείαις Ἀνάργυροι.

νύστακτον ψυχῆς, κεκτημένοι τὸ ὄμμα, πρὸς ἐκπλήρωσιν Θεοῦ, τῶν θείων ἐντολῶν, τοὺς ὑπνοῦντας νοσήμασιν, ἔνδοξοι πρὸς εὐρωστίαν, διϋπνίζετε χάριτι, συμπαθεῖς θεοφόροι Ἀνάργυροι.

Θεοτοκίον.

Σωτῆρα καὶ Θεόν, ἐξ ἀγνῶν σου αἱμάτων, ἐσωμάτωσας Ἁγνή, τὸν δείξαντα ἡμῖν, ἰατροὺς τῶν παθῶν ἡμῶν, Ἄχραντε σωτηριώδεις, καὶ θερμοὺς ἀντιλήπτορας, τούς σεπτοὺς Ἀναργύρους ἐν Πνεύματι.

Ὠδὴ γ

Στερέωσόν με Χριστέ, ἐπὶ τὴν ἄσειστον πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισόν με φωτί του προσώπου σου· οὐκ ἔστι γὰρ Ἅγιος, πλήν σου Φιλάνθρωπε.

άσεων τὰς πηγάς, τῶν δωρεῶν τε τῶν θείων τοὺς ὀχετούς, τοῦ ἀΰλου φωτὸς τὰ λαμπρότατα, δοχεῖα ἅπαντες, ἀξίως ὑμνήσωμεν.

Σωμάτων τε καὶ ψυχῶν, ὡς ἰατρεύοντες πάθη τὰς ἀρρωστίας, τῶν προσιόντων ὑμῖν Πανσεβάσμιοι, προθύμως νῦν, ὡς εὐεργέται θεραπεύετε.

Γονίμοις ἐν ἀρεταῖς, κατακοσμούμενοι πᾶσαν τὴν φθειρομένην, τρυφὴν τοῦ βίου σαφῶς ἀπεκρούσαντο, τῷ θείῳ  κάλλει,ἀνενδότως ἀτενίζοντες.

Θεοτοκίον.

ν εἴδει τῷ καθ' ἡμᾶς, ὁ πρὶν ἀνείδεος ὤφθη Θεογεννῆτορ, συνεισδραμούσης σαρκὶ τῆς θεότητος, ἐν μήτρᾳ σου,τῆς παναγίας Θεόνυμφε.

Κανὼν δεύτερος. 

Οὐκ ἐν σοφίᾳ.

Μύρον εὐῶδες, ἰαμάτων ὁ θεῖος ναὸς ὑμῶν, ἀναβλύζων ἱερῶς, ταῖς ἑπομβρίαις τοῦ Πνεύματος, πάθη δυσωδέστατα, ἐκπλύνει πάντοτε.

πουρανίαις, ἐν σκηναῖς αὐλιζόμενοι πάντοτε, τὴν σκηνὴν ὑμῶν ἀεί, πηγὴν ἰάσεων Ἅγιοι, χάριτι δεικνύετε, τοῦ Παντοκράτορος.

Σαρκὸς τὰ πάθη, ἐγκρατείας κημῷ χαλινώσαντες, τὰς τοῦ Πνεύματος αὐγάς, πλουσιωτάτως ἐδέξασθε· ὅθεν ταῖς ἰάσεσι, κόσμον πλουτίζετε.

Θεοτοκίον.

ραιοτάτην, ἐν γυναιξὶ σε Θεὸς ἐξελέξατο, καὶ ἐκ σοῦ σωματικῶς, Ἁγνὴ τεχθῆναι εὐδόκησεν, ὁ ἀναπαυόμενος, ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Ὁ Εἱρμὸς.

Οὐκ ἐν σοφίᾳ καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ Σοφία Χριστέ· οὐ γὰρ ἐστιν Ἅγιος, πλήν σου φιλάνθρωπε.

Κάθισμα  Ἦχος πλ. δ

Τὴν Σοφίαν.

Οὐρανόθεν θαυμάτων τὴν δωρεάν, παραδόξως λαβόντες παρὰ Χριστοῦ, πάντα θεραπεύετε, ἀενάως τὰ πάθη· ἐν ὑμῖν γὰρ ὤφθη, ἡ χάρις τοῦ Πνεύματος, χορηγοῦσα θείων, ἰάσεων δύναμιν· ὅθεν καὶ ἀφθάρτων, ἀγαθῶν εὐπορίαν, τῇ πίστει ἐκτήσασθε, ἀναργύρῳ φρονήματι, Θεοφόροι Ἀνάργυροι, πρεσβεύσατε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα...  Ὅμοιον.

αμάτων δοτῆρες θαυματουργοί, καὶ θαυμάτων λαμπτῆρες φωταγωγοί, πᾶσιν ἀνεδείχθητε, τῇ τοῦ Πνεύματος χάριτι· τῶν γὰρ παθῶν τὴν φλογα, τῇ πίστει δροσίζοντες, τῶν Πιστῶν ἐν ταύτῃ, τὸ φρονημα θάλπετε· ὅθεν ἰατρεῖον, τῶν ψυχῶν κεκτημένοι, τὸν θεῖον ναὸν ὑμῶν, ἐναυτῷ καταφεύγομεν, Θεοφόροι Ἀνάργυροι πρεσβεύσατε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, φωναῖς μεγαλύνωμεν, καὶ ὑμνοῦντες βοήσωμεν· Ἡ τῆς χαρᾶς αἰτία, Παρθένε πανύμνητε, τοὺς τιμῶντάς σε σῷζε, καὶ σκέπε πρεσβείαις σου· ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ παρρησίαν, οἰκτείρειν βραβεύειν τε, νοσημάτων τὴν ἴασιν, διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε τῷ  σῷ Υἱῷ καὶ Θεῷ, τοῦ δοθῆναι ἄφεσιν τοῖς δούλοις σου, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν ἄσπορον τόκον σου.

Ἢ Σταυροθεοτοκίον.

Τὸν Ἀμνὸν καὶ Ποιμένα ἐν τῷ Σταυρῷ, ὡς ἑώρα κρεμάμενον ἡ Ἁγνή, τὰ σπλάγχνα ἐκόπτετο, μητρικῶς ὁλολύζουσα. Οἴμοι! φῶς τοῦ κόσμου, Θεέ μου καὶ Κύριε, τίνος χάριν ταῦτα, ἑκὼν νῦν ὑφίστασαι; θέλων πάντως σῶσαι, γηγενεῖς καὶ πρὸς θείαν, ζωὴν μετοικίσασθαι, τὴν φθαρεῖσαν εἰκόνα σου· Μεγαλύνω τὰ πάθη σου, αὐτά, διὰ σπλάγχνα οἰκτιρμῶν ὑπήνεγκας, τὰς τῶν ἁπάντων ὀδύνας, ταῖς σαῖς ἐξιώμενος.

Ὠδὴ δ

Κατενόησα παντοδύναμε, τὴν σὴν οἰκονομίαν, καὶ μετὰ φόβου ἐδόξασά σε Σωτήρ.

ήσει θείᾳ σαφῶς ἑπόμενοι, οὐ χρυσοῦ λαμπηδόνας, οὐδὲ ἀργυρίου θεῖοι ἐκτήσασθε.

παστράπτοντες θείοις θαύμασιν, οἱ Ἀνάργυροι πάντας, εὐεργετοῦσι χάριν βραβεύοντες.

ατροὶ σοφοὶ ἀνεδείχθητε, τῶν παθῶν ταῖς ὀδύναις, ἀλεξικάκους χεῖρας προσάγοντες.

Θεοτοκίον.

απιζέσθωσαν νῦν τὰ πρόσωπα, τῶν μὴ σὲ Θεοτόκον ὁμολογούντων, πάναγνε Δέσποινα.

Κανὼν δεύτερος. 

Ὁ καθήμενος ἐν δόξῃ.

Ζωηφόροις ἐνεργείαις, ὁλικαῖς ἐπιδόσεσι, τὰ θανατηφόρα, πάθη τῶν βροτῶν θεραπεύετε, φωτοειδέστατοι στῦλοι, πύργοι ἄσειστοι, τῆς ἀμπέλου, τῆς ἀληθινῆς θεῖα κλήματα.

Οἱ μαζοὶ τῆς Ἐκκλησίας, οἱ τὸ γάλα προχέοντες, τὸ τῶν ἰαμάτων, οἱ πεφωτισμένοι Ἀνάργυροι, οἱ διατρέφοντες πάντας, θείοις βρώμασιν, εὐφημείσθωσαν, χαρμονικοῖς μελῳδήμασιν.

ατρεῖον ἀνεδείχθη, ὁ ναὸς ὑμῶν Ἅγιοι, τῶν χειμαζομένων, ἄκλυστος λιμὴν καὶ σωτήριος, ἐν ᾧ προστρέχοντες πάντες κομιζόμεθα, τὴν γαλήνην, καὶ τὴν τῶν δεινῶν ἀπολύτρωσιν.

Θεοτοκίον.

Συμπαθείας με Παρθένε, τῆς ἐν σοὶ καταξίωσον, ἡ τεκοῦσα Λόγον, μόνον ἀληθῶς συμπαθέστατον, τὸν συμπαθεῖς τοὺς Ἁγίους ἀναδείξαντα, ἰατῆρας, καὶ θαυματουργούς ἐν τοῖς πέρασιν.

Ὠδὴ ε

κ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε Χριστὲ ὁ Θεός, τὸν δι' ἡμᾶς πτωχεύσαντα, καὶ σταυρὸν καὶ θάνατον, ἐν τῇ σαρκί σου ὑπομείναντα.

ς κρουνοὶ θεόρρυτοι, πηγάζετε πιστοῖς, εὐεργεσίας νάματα, τῆς ψυχῆς τε καὶ τοῦ σώματος, θεραπεύοντες νόσους, Ἀνάργυροι ἔνδοξοι.

Τὴν πηγὴν τῆς χάριτος, Ἀνάργυροι σεπτοί, ἀναστομοῦντες ἅπασιν, εὐρωστίαν διανέμετε, τοῖς ἐν πίστει καὶ πόθῳ, ὑμῖν νῦν προστρέχουσιν.

Οἱ λαμπροὶ καὶ πάνσοφοι, ἀστέρες οἱ τὴν γῆν, προφανῶς οὐρανώσαντες, ἐν μιμήσει τῆς λαμπρότητος, τῶν Ἀγγέλων ἀπαύστως, ἡμᾶς καταυγάζουσιν.

Θεοτοκίον.

περτέρα πέφηνας, τὸν πάντων ποιητήν, τὸν τῷ  Πατρὶ συνάναρχον, συλλαβοῦσα Μητροπάρθενε, καὶ τεκοῦσα τῷ  κόσμῳ, Σωτῆρα καὶ Κύριον.

Κανὼν δεύτερος. 

Ἐξέστη τὰ σύμπαντα.

Ταῖς θείαις λαμπρότησι, σαφῶς καταστραπτόμενοι, πάντα περιέρχεσθε τὸν κόσμον, πάντας ἀνθρώπους καταφωτίζοντες, σκότος ἐκδιώκοντες παθῶν, δαίμονας ἐλαύνοντες, θεοφόροι Ἀνάργυροι.

ς δύω φωτίζετε, φωστῆρες τὴν ὑφήλιον, πνευματοκινήτως θεοφόροι, πᾶσαν τὴν κτίσιν περιερχόμενοι, καὶ τοὺς ἐπὶ κλίνης ὀδυνῶν προσεπισκεπτόμενοι, καὶ δεινῶν ἐξαιρούμενοι.

Νοσοῦσι τὴν ἴασιν, παθῶν καὶ ἀπολύτρωσιν, ἐπιχορηγοῦντες ἀναργύρως, πάντων προστάται μέγιστοι ὤφθητε, πάντων βοηθοὶ μετὰ Θεόν, πάντων ἀντιλήπτορες, θεοφόροι Ἀνάργυροι.

Θεοτοκίον.

Σοφίαν ἐκύησας, Θεοῦ τὴν ἐνυπόστατον, ἄχραντε Παρθένε Θεοτόκε, τὴν τοὺς Ἁγίους πανσόφους ἀναδείξασαν, δι' ὧν τοῦ κακίας σοφιστοῦ, πέπτωκε τὸ φρύαγμα, καὶ δεινὰ πανουργεύματα.

Ὠδὴ ς

Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους φιλάνθρωπε· κἀμέ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι.

Σωτηρίους θεράποντας, εὐεργέτας θεόφρονας, Κοσμᾶν καὶ Δαμιανὸν τοὺς θείους, προθύμως τιμήσωμεν.

Σωφροσύνην τηρήσαντες, καὶ φρονήσει κοσμούμενοι, Κοσμᾶς καὶ Δαμιανὸς οἱ θεῖοι, Χριστῷ συναγάλλονται.

μοφρόνως οἰκήσαντες, ὁμοψύχως ἀσκήσαντες, ὁμοῦ τὰς ἰάσεις βραβεύειν, ἡμῖν ἐπιστεύθητε.

Θεοτοκίον.

Φῶς ἀπρόσιτον τέτοκας, μετὰ σώματος Πάναγνε, τὸ πάντα τὸν κόσμον φωτίζον, αὐγαῖς τῆς θεότητος.

Κανὼν δεύτερος. 

Θύσω σοι, μετὰ φωνῆς.

Οὐ τέχνῃ, ἀνθρωπίνῃ ἐν θείᾳ δὲ χάριτι, ἀποκαθαίρετε νόσους, τῶν ἀνθρώπων Ἔνδοξοι, διὰ τοῦτο, κατὰ χρέος, εὐφημοῦντες ὑμᾶς μακαρίζομεν.

Φιλίᾳ, πρὸς Χριστὸν Θεοφόροι συνδούμενοι, πᾶσαν κακίαν δαιμόνων, διαλύετε θείᾳ χάριτι· διὰ τοῦτο, τὴν ὑμῶν ἐκτελοῦμεν πανήγυριν.

ς ὄντες, τῆς ἀμπέλου τῆς θείας βλαστήματα, οἶνον ἡμῖν ἰαμάτων, τοῖς ἐν κατηφείᾳ τῶν νοσημάτων, κεραννύντες, εὐφροσύνης πληροῦτε Ἀνάργυροι.

Θεοτοκίον.

Ναὸν σε, καθαρὸν ἀπειργάσατο Δέσποινα, ὁ καθαρώτατος Λόγος, ὁ τὸν θεῖον οἶκον τῶν Ἀναργύρων, μεγαλύνων, ἐν σημείοις καὶ τέρασι πάντοτε.

Ὁ Εἱρμὸς.

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ  δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

Κοντάκιον.   Ἦχος β

Οἱ τὴν χάριν λαβόντες τῶν ἰαμάτων, ἐφαπλοῦτε τὴν ῥῶσιν τοῖς ἐν ἀνάγκαις, Ἰατροὶ θαυματουργοὶ Ἔνδοξοι, ἀλλὰ τῇ ὑμῶν ἐπισκέψει, καὶ τῶν πολεμίων τὰ θράση κατεβάλετε, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασιν.

Ὁ Οἶκος.

Πάσης συνέσεως καὶ σοφίας ὑπέρκειται ὁ λόγος τῶν σοφῶν ἰατρῶν· τοῦ γὰρ Ὑψίστου χάριν λαβόντες, ἀοράτως τὴν ῥῶσιν δωροῦνται πᾶσιν· ὅθεν καμοί, διηγήσεως χάριν δεδώρηνται, ὑμνῆσαι ὡς θεοφόρους, εὐαρέστους Θεοῦ καὶ θεράποντας, ἰαμάτων πλήθη παρέχοντας· ἀλγηδόνων γὰρ πάντας λυτροῦνται, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασι.

Συναξάριον

Τῇ Α τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καΙ Δαμιανοῦ, υἱῶν Θεοδότης τῆς ἐξ Ἀσίας.

Στίχοι

Εἰ καὶ παρῆκαν γῆν Ἀνάργυροι δύω,

Πληροῦσιν, ὡς πρίν, καΙ πάλιν γῆν θαυμάτων.

Πρώτῃ Ἀκέστορε φῶτε Νοεμβρίου ἔκπτατον ἐκ γῆς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν, Κυριαίνης καὶ Ἰουλιανῆς.

Στίχοι

Καὶ Κυρίαινα πρὸς τὸ πῦρ ἀποπνέει,

Πάσης πνοῆς τιμῶσα Κύριον μέγαν.

Τ  πρὸς σὲ φίλτρῳ, Σῶτερ, ἐκκεκαυμένη,

ουλιανὴ καῦσιν ἐκ πυρὸς φέρει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Καισαρίου, Δασίου, καΙ ἑτέρων πέντε.

Στίχοι

Σὺν ἓξ συνάθλοις, τῆς ἀληθείας φίλοις,

Τέμνουσι Καισάριον οἱ ψεύδους φίλοι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων, Ἰωάννου Ἐπισκόπου, καὶ Ἰακώβου Πρεσβυτέρου.

Στίχοι

Σὺν Ἰακώβῳ τῷ  θύτῃ Χριστοῦ, ξίφος

ωάννης ἤνεγκεν ὁ Χριστοῦ θύτης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμηνιγγέλδου.

Στίχοι

 ρμηνίγγελδος ἐκπλυθεὶς βαφὴν πλάνης,

Σφαγὴν ὑποστάς, βάπτεται λύθρου κόχλῳ.

Οἱ Ἅγιοι Μάρτυρες Κυπριανὸς καὶ Ἰουλιανὴ πυρὶ τελειοῦνται.

Μνήμη τοῦ Ἁγίου νέου Ἱερομάρτυρος, Ἰακώβου, καὶ τῶν δύο μαθητῶν αὐτοῦ Ἰακώβου διακόνου καὶ Διονυσίου μοναχοῦ, τῶν δι' ἀγχόνης τελειωθέντων κατὰ τὸ 1520.

Ὅσιος πατὴρ ἡμῶν Δαβίδ, ὁ ἐν Εὐβοίᾳ ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ

Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοὶ ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

λοι Θεοῦ, θεοφρόνως ὤφθητε, ὅλοι Θεοῦ χωρητικοί· τὸν γὰρ κόσμον διὰ Θεόν, πάντα κατελίπετε, ἴχνεσιν ἑπόμενοι, τοῖς τοῦ Σωτῆρος Πανένδοξοι, θεοπρεπῶς, τὸν τῶν Πατέρων Θεὸν καταγεραίροντες.

περφυῶς, ἰατροὶ πανάριστοι, τῶν ἀσθενούντων τὰς πληγάς, χειρουργίαις ταῖς μυστικαῖς, πάσας θεραπεύετε, φάρμακα σωτήρια, ἐκ θησαυρῶν ἀρυόμενοι, τῶν θεϊκῶν, ἀνυμνοῦντες Θεὸν τὸν ὑπερένδοξον.

Στέφει τῆς σῆς, βασιλείας Δέσποτα, καὶ διαδὴματι λαμπρῷ, κατεκόσμησας εὐπρεπῶς, τοὺς ὑπερποθήσαντας, κάλλος τὸ ἀμήχανον Χριστὲ τῆς σῆς ὡραιότητος; καὶ τοῖς πιστοῖς, εὐεργέτας κοινοὺς τούτους ἀνέδειξας.

Θεοτοκίον.

νατολῆς, τῆς ἐξ ὕψους Πάναγνε, φανερωθείσης ἐπὶ γῆς, ἀνεδείχθης πανευπρεπής, πύλη καὶ ὁλόφωτος, κόσμον καταυγάζουσα, μαρμαρυγαῖς καθαρότητος, καὶ τοῖς πιστοῖς, λαμπηδόνας ἀεὶ θαυμάτων πέμπουσα.

Κανὼν δεύτερος.

Ἐν τῇ καμίνῳ.

ναστομοῦντες, τὴν πηγὴν τὴν θεόσδοτον Ἅγιοι, πᾶσι ποταμοὺς ἐκβλύζετε καθαρῶν, ἰαμάτων ἀποπλύνοντες, παθῶν μιάσματα, καὶ δαιμόνων κακίαν ὀλέθριον.

Νενευρωμένη, τῇ ῥωστικῇ τοῦ Πνεύματος χάριτι, ῥῶσιν ἀσθενοῦσι πάντοτε χορηγεῖ, ἡ δυὰς τῶν Ἀναργύρων σου, ἡ ἀξιέπαινος, Λόγε Θεοῦ σοφία καὶ δύναμις.

γιος μόνος, εἶ ὁ δοξάζων τοὺς Ἁγίους σου, κόσμον δι' αὐτῶν λυτροῦσαι γὰρ τῶν δεινῶν, καὶ φωτίζεις τοὺς κραυγάζοντας· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Θεοτοκίον.

άβδος ἐκ ῥίζης, Ἰεσσαὶ σὺ ἀνεβλάστησας, ἄνθος, τὸν Χριστὸν βλαστήσασα Μαριάμ, τὸν ὡς ἄνθεσι τοῖς θαύμασι, καθωραΐσαντα, τοὺς αὐτοῦ Ἀναργύρους θεράποντας.

Ὠδὴ η

ν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ  κάλλει τῆς εὔσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νεκρωθέντες κόσμου τοῖς τερπνοῖς, καὶ τῆς φιλαργυρίας,τὴν νόσον ἀποτεμόντες, ὠνομάσθητε σοφοί,τοῖς πᾶσιν Ἀνάργυροι, τοῖς βοῶσι· Πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Αἰωνίου μέτοχοι ζωῆς, γεγόνατε προδήλως· ζωῆς γὰρ τῆς φθειρομένης, κατελίπετε τερπνά, συμφώνως κραυγάζοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ῦσαι πάντας Δέσποτα Χριστέ, δεινῶν ἀρρωστημάτων, πρεσβείαις τῶν Ἀναργύρων, καὶ ἀξίωσον ἀεί, συμφώνως κραυγάζειν σοι· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Γεγηθότες πάντες οἱ πιστοί, καὶ χάριτι ῥωσθέντες οἱ τόκω λελυτρωμένοι, Μητροπάρθενε τῷ  σῷ, ἀπαύστως κραυγάζομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν δεύτερος. 

Χεῖρας ἐκπετάσας Δανιὴλ.

Γυμνοὶ πάσης ὤφθητε ἐχθροῦ, κακίας Ἅγιοι, τῷ   θείῳ  Πνεύματι, ἡμῖν γενόμενοι ἔνδυμα, σωτηρίας καὶ ἀφέσεως, καταστολὴ καὶ τῶν δεινῶν, ἀπαλλοτρίωσις τοῖς βοῶσι, πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Υἱοὶ κατὰ μέθεξιν Θεοῦ, Δαμιανὲ καὶ Κοσμᾶ, πίστει γενόμενοι, πατρῷον κλῆρον νῦν εὕρατε, τὴν οὐράνιον ἀπόλαυσιν, καὶ τῶν θαυμάτων τὴν φαιδράν, ὄντως ἐνέργειαν, καὶ βοᾶτε· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ανίσιν ὑμῶν θεουργικαῖς, τὸν ῥύπον πλύνατε, τὸν ψυχικὸν ἡμῶν, καὶ τὰ ἐπώδυνα Ἅγιοι, φυγαδεύσατε νοσήματα, καὶ τῶν δαιμόνων τὰς ὁρμάς, ἀποδιώξατε, ὡς ἰατῆρες ἡμῶν συμπαθέστατοι.

ς κρίνα ὡς ἄνθη νοητά, ὡς ῥόδα Πνεύματι, ὡραϊζόμενοι, ἡμῖν ἐδείχθητε Ἅγιοι, εὐωδίαν ἀποπέμποντες, καὶ τὸ δυσῶδες τῶν παθῶν ἀποδιώκοντες, τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον.

Νεκροῦται ὁ θάνατος ἐν σοί· ζωὴν γὰρ ἔτεκες, τὴν ἐνυπόστατον, Χριστὸν τὸν Κύριον Ἄχραντε, τὸν προστάτας τῆς ζωῆς ἡμῶν, τοὺς Ἀναργύρους ἰατρούς, βοῶντας δείξαντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὁ Εἱρμὸς.

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

Ὠδὴ θ

Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα τοῦ Θεοῦ, τὴν ἀρίζηλον δόξαν, καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων, ἐν ὕμνοις μεγαλύνομεν. 

μνοις τὴν σοφὴν δυάδα, τοῦ φωτὸς τοῦ νοητοῦ, ἀπαστράπτουσαν αἴγλην, καὶ φωτισμοῦ τοῖς πᾶσι μεταδιδοῦσαν, ἀπαύστως μακαρίσωμεν.

ώμην ψυχικῆς ὑγείας, ἐμποιοῦντες τοῖς πιστοῖς, καὶ σωμάτων ἰᾶσθαι, πεπιστευμένοι, πάθη οἷα σωτῆρες, ἀξίως ἀνυμνεῖσθε ἀεί.

Οἱ θεοφεγγεῖς φωστῆρες, νοητῶς τὸν οὐρανόν, τῆς σεπτῆς Ἐκκλησίας, φωτοδοσίας χύσει νῦν δᾳδουχοῦντες, ἀπαύστως καταυγαζουσιν.

πὸ τῆς σεπτῆς Τριάδος, ἡ θεόκλητος δυάς, σθενουμένη προχέει, τῶν ἰαμάτων πᾶσι τὰς χορηγίας, τοῖς πόθῳ μακαρίζουσι.

Θεοτοκίον.

Σὲ τὴν τοῦ φωτὸς νεφέλην, καὶ ἁγίαν κιβωτόν, τὴν ὁλόφωτον πύλην, τοῦ νοητοῦ Ἡλίου ὡς Θεοτόκον, ἐν ὕμνοις μεγαλύνομεν.

Κανὼν Δεύτερος. 

Εὔα μὲν τῷ  τῆς παρακοῆς.

δοὺ δὴ τὶ καλὸν ἢ τὶ τερπνὸν φησιν, ἀλλ' ἢ μόνον τὸ οἰκίζεσθαι, νῦν ἀδελφοὺς ἐν ὁμονοίᾳ, εἰς τόπους φωταυγεῖς, εἰς σκηνώματα οὐράνια, εἰς δόξαν ἀμάραντον οὓς ἐπαξίως μακαρίσωμεν.

ς μέγιστος οὗτος ὁ ναὸς τοῖς θαύμασι, καθ' ἑκάστην σεμνυνόμενος, ἔνθα ἀεὶ ἐπιδημοῦντες, Κοσμᾶ Δαμιανὲ ἀξιάγαστοι, τὴν ῥῶσιν τοῖς δεομένοις παρέχετε· ὅθεν ἀξίως μακαρίζεσθε.

Σήμερον συγχαίρουσιν ἡμῖν μακάριοι, ἐν τῇ μνήμῃ ὑμῶν Ἄγγελοι, θεῖοι Ἀπόστολοι Προφῆται, καὶ Ὅσιοι καὶ Δίκαιοι ἅπαντες· μεθ' ὧν περιχαρῶς αὐλιζόμενοι, ὑπὲρ τοῦ κόσμου ἱκετεύσατε.

θεία Δυὰς καὶ φωταυγὴς Ἀνάργυροι, θεοφόροι πανσεβάσμιοι, ἄφεσιν τῶν ἁμαρτημάτων, διόρθωσίν τε βίου αἰτήσασθε, καὶ πάντων τῶν δεινῶν ἀπολύτρωσιν, τοῖς εὐφημοῦσιν ὑμᾶς πάντοτε.

Θεοτοκίον.

Φωτὸς οἰκητήριον Ἁγνὴ γεγένησαι, τοῦ τὰ πάντα καταυγάσαντος, καὶ φωτοφόρους τοὺς Ἁγίους, δεικνύντος νῦν τὸ σκότος ἐξαίροντας, παθῶν τῶν ψυχοφθόρων ἐν Πνεύματι, Ἄχραντε μόνη πολυΰμνητε.

Ὁ Εἱρμὸς.

Εὔα μὲν τῷ  τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ  τῆς κυοφορίας βλαστήματι, τῷ  κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.

Ἐξαποστειλάριον.

Ἐν Πνεύματι τῷ  Ἱερῶ.

Τὴν χάριν τῶν ἰάσεων, ἐκ Θεοῦ εἰληφότες, Ἀνάργυροι μακάριοι, θεραπεύετε νόσους, καὶ ἰᾶσθε ἅπαντας, τοὺς πιστῶς προστρέχοντας, τῷ  θείῳ  ὑμῶν τεμένει· διὰ τοῦτο συμφώνως, μακαρίζομεν ἀξίως, τὴν σεπτὴν ὑμῶν μνήμην.

Θεοτοκίον.

κύησας Πανάχραντε, τοῦ Θεοῦ Θεὸν Λόγον, τῷ  κόσμῳ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην· διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτῳ, λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων.

Εἰς τους Αἴνους, ἱστῶμεν Στίχους δ καὶ ψάλλομεν Στιχηρὰ ἰδιόμελα.

Ἦχος α  Ἀνατολίου.

Τὴν χάριν τῶν ἰαμάτων, ἐκ Θεοῦ εἰληφότες, ἀναργύρως τὰ πάθη, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, θεραπεύετε, παγκόσμιοι Ἀνάργυροι· ὅθεν δι' ὑμῶν Χριστὸς τοῖς πιστοῖς, τὴν δεδομένην εὐρωστίαν χαριζόμενος, φωστῆρας ἀπλανεῖς ὑμᾶς ἀναδείκνυσι τῇ οἰκουμένῃ, αὐτῷ πρεσβεύσατε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτὸς.

κ τῆς ἄνωθεν προμηθείας, τὴν τῶν ἰαμάτων ἄβυσσον ἐξαντλήσαντες, πᾶσιν ἀναβλύζετε τοῖς πιστοῖς, τὰς ἰάσεις Ἀνάργυροι· ὑπερφυῶς γὰρ τῶν νοσούντων τὰ πάθη, ἐν χειρουργίαις μυστικαῖς, ἐκ θησαυρῶν τοῦ Πνεύματος, φάρμακα προτιθέντες σωτήρια, τοῖς κάμνουσι θεραπεύετε· ὅθεν ναὸς σεπτὸς γεγονότες, τῆς ζωαρχικῆς Τριάδος, ἐν ὑμῖν σαφῶς τὴν κατοικίαν ποιησαμένης, αὐτῇ πρεσβεύσατε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β'  Γερμανοῦ.

γάλλεται ὁ χορὸς τῶν Ἁγίων εἰς αἰῶνας· βασιλείαν γὰρ οὐρανῶν ἐκληρονόμησαν. Γῆ τὰ λείψανα αὐτῶν δεξαμένη, εὐωδίαν διέπνευσε· Δοῦλοι Χριστοῦ γεγόνασι, κατασκηνώσαντες εἰς ζωὴν αἰώνιον.

Ὁ αὐτὸς.

ατροὶ τῶν ἀσθενούντων, θησαυροὶ τῶν ἰαμάτων, σωτῆρες τῶν πιστῶν, Ἀνάργυροι πανευκλεεῖς, τοὺς ἐν ἀνάγκαις κράζοντας, καὶ ὀδυνωμένους ἰάσασθε, σὺν τῇ Θεοδότῃ, ἱκετεύοντες, Θεὸν τὸν ἀγαθόν, λυτρώσασθαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ.

Δόξα... Ἦχος δ  Θεοφάνους.

Πηγὴν ἰαμάτων ἔχοντες, Ἅγιοι Ἀνάργυροι, τὰς ἰάσεις παρέχετε πᾶσι τοῖς δεομένοις, ὡς μεγίστων δωρεῶν ἀξιωθέντες, παρὰ τῆς ἀενάου πηγῆς τοῦ Σωτῆρος Χριστοῦ. Φησὶ γὰρ πρὸς ὑμᾶς ὁ Κύριος, ὡς ὁμοζήλους τῶν Ἀποστόλων. Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν, κατὰ πνευμάτων ἀκαθάρτων, ὥς τε αὐτὰ ἐκβάλλειν καὶ θεραπεύειν πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν. Διὸ τοῖς προστάγμασιν αὐτοῦ, καλῶς πολιτευσάμενοι, δωρεὰν ἐλάβετε, δωρεὰν παρέχετε, ἰατρεύοντες τὰ πάθη, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Ἔδωκας σημείωσιν.

Χαῖρε καταφύγιον, Χριστιανῶν καὶ κραταίωμα, χαῖρε κλῖμαξ οὐράνιε, χαῖρε τὸ κειμήλιον, τὸ τῆς παρθενίας, χαῖρε Θεοτόκε, ἡ κιβωτὸς ἡ λογική, τῆς θείας δόξης χαῖρε τὸ καύχημα, τοῦ κόσμου καὶ στερέωμα, τῶν πεπτωκότων ἀνάκλησις, ἡ σκηνὴ ἡ ὁλόφωτος. ἡ ἁγία καὶ πάγκαλος.

Ἢ Σταυροθεοτοκίον.

Σταυρούμενον βλέπουσα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, ὑπὸ λόγχης ἡ Πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον, ἔκλαιε βοῶσα· Τὶ τοῦτο Υἱέ μου; τὶ σοι ἀχάριστος λαός, ἀνταποδίδωσιν ὧν πεποίηκας, καλῶν αὐτοῖς καὶ σπεύδεις με, ἀτεκνωθῆναι παμφίλτατε; καταπλήττομαι εὔσπλαγχνε, σὴν ἑκούσιον σταύρωσιν.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.

Δόξα... Ἦχος πλ. δ

Τὶς μὴ θαυμάσει; τὶς μὴ δοξάσει; τὶς μὴ ὑμνήσει πιστῶς, τῶν σοφῶν καὶ ἐνδόξων Ἀναργύρων τὰ θαύματα; ὅτι καὶ μετὰ τὴν ἁγίαν αὐτῶν μετάστασιν, πᾶσι χορηγοῦσι τοῖς προστρέχουσι πλουσίως τὰ ἰάματα, καὶ τὰ τίμια καὶ ἅγια λείψανα αὐτῶν, βρύουσι τὴν χάριν τῶν ἰάσεων. Ὦ Δυὰς ἁγία! ὦ τίμιαι κάραι! ὦ σοφία καὶ δόξα, τῆς ἐκ Θεοῦ δοθείσης ἡμῖν χάριτος! Διὸ ὕμνοις ᾄσωμεν τῷ  εὐεργέτη Θεῷ, τῷ  ἀναδείξαντι τούτους, εἰς ἰατρείαν τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἢ Σταυροθεοτοκίον.

Οἱ Μάρτυρές σου, Κύριε.

Οὐ φέρω τέκνον βλέπειν σε, τὸν τὴν ἐγρήγορσιν πᾶσι διδοῦντα, ξύλῳ ὑπνώσαντα, ὅπως τοῖς πάλαι, ἐκ παραβάσεως καρποῦ, ὕπνῳ ὀλεθρίῳ ἀφυπνώσασι, θείαν καὶ σωτήριον ἐγρήγορσιν παράσχῃς, ἡ Παρθένος, ἔλεγε θρηνῳδοῦσα, ἣν μεγαλύνομεν.

Εἰς τὴν Λειτουργίαν.

Τὰ Τυπικά, καὶ ἀπὸ τῶν Κανόνων τῶν Ἁγίων ἡ γ καὶ ς Ὠδή.

Κοινωνικὸν.

Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούϊα.