The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΜΑΪΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Α’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Προφήτου Ἱερεμίου.  

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Ἑορτῆς γ' καὶ τοῦ Ἁγίου γ'.

Στιχηρὰ τοῦ Ἁγίου

Ἦχος πλ. δ'

Κύριε, εἰ καὶ κριτηρίῳ

Κύριε, σὺ πρὸ τοῦ πλασθῆναι προέγνως, Ἱερεμίαν τὸν ἔνδοξον, καὶ πρὸ τοῦ τεχθῆναι ἐκ μήτρας, ὑποφήτην καθηγίασας, ὡς προειδὼς ἀληθῶς, τῆς γνώμης τὸ ἐλεύθερον, οὗ ταῖς πρεσβείαις ἡμᾶς σῶσον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Κύριε, εἰ καὶ ἐν βορβόρῳ ἐβλήθη, Ἱερεμίας ὁ ἔνδοξος, ἀλλὰ τῆς τερπνῆς εὐωδίας, νοητῶς ἀντελαμβάνετο, ἐν Παραδείσου σκηναῖς, οἷά περ αὐλιζόμενος, οὗ ταῖς πρεσβείαις ἡμᾶς σῶσον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Κύριε, εἰ καὶ θρηνῳδίας ἐλάλει, Ἱερεμίας ὁ δοῦλός σου, ἀλλὰ τὴν πρὸς σὲ εὐφροσύνην, ὡς Προφήτης οὐκ ἠμαύρωσε· τὴν γὰρ Ψυχὴν σοι Χριστέ, τῷ πόθῳ συνηρμόσατο, καὶ θυμηδίας τῆς ἀνεκφράστου, διαπαντὸς ἐνεπίμπλατο.

Δόξα... Καὶ νν... Τῆς Ἑορτῆς

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς.

Ἀπολυτίκιον Ἦχος β'

Τοῦ προφήτου σου Ἱερεμίου τὴν μνήμην, Κύριε, ἑορτάζοντες, δι' αὐτοῦ σε δυσωποῦμεν, σῶσον τὰς ψυχὰς ἡμῶν.

Δόξα... Καὶ νῦν... τὸ τῆς Ἑορτῆς

καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Οἱ Κανόνες τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου.

Ὁ Κανὼν τοῦ Ἁγίου.

δὴ α' Ἦχος πλ. δ'

Ὑγρὰν διοδεύσας

Πρὸ τοῦ σε πλασθῆναι προγνωστικῶς, μητρὸς ἐκ κοιλίας, ἡγιάσθης καὶ τῶν ἐθνῶν, Προφήτης ἐχρίσθης ἀνακράζων, τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

πάντων τὴν γνῶσιν προειληφώς, σοῦ τῆς διανοίας, τὰς κινήσεις προθεωρῶν, ὦ Ἱερεμία θεοφάντορ, καθηγητὴν σε λαοῦ προχειρίζεται.

Σοῦ τῆς διανοίας τὸ ὀπτικόν, σαφῶς ἐκκαθάρας, μολυσμάτων τῶν τῆς σαρκός, ἀληθείας μάρτυς ἀνεδείχθης, τῷ Ποιητῇ σου ποθεινότατος.

Θεοτοκίον

Σκηνώσαντα Λόγον τὸν τοῦ Πατρός, ἐπὶ σοὶ Παρθένε, Θεοτόκε, ὑπερφυῶς, ἐν σαρκὶ τεκοῦσα ἀνεφάνης, τῶν ποιημάτων ἁπάντων δεσπόζουσα.

δὴ γ'

Σὺ εἶ τὸ στερέωμα

Σὺ προκαθηγίασας, τὸν ὑποφήτην σου Δέσποτα, πρὸ τοκετοῦ, καὶ τοῖς πλανωμένοις, ὁδηγὸν ἐξαπέστειλας.

Χάρις σοῦ τοῖς χείλεσιν, ἐγκατοικήσασα Πνεύματος, φωτιστικήν, οἷά περ λαμπάδα, τοῖς ἐν σκότει σε ἀνέδειξε.

Μύρον εὐωδίας σου, μὴ ὑποφέροντες δῆμός σε, τοῦ Ἰσραήλ, βεβορβορωμένος, ἐν τῷ λάκκῳ καθείργνυσι.

Θεοτοκίον

Διὰ σοῦ Πανάχραντε, ὁ ὑπερούσιος ἄναρχος, Υἱὸς Θεοῦ, συναναστραφῆναι, τοῖς ἀνθρώποις εὐδόκησε.

Ὁ Εἱρμὸς

Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

Κάθισμα Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ

ἄνομος λαός, σὲ τὸν νόμους δικαίους, κρατύνοντα σοφέ, ὑποβάλλει βορβόρῳ, ὀσμὴν θείας γνώσεως, μὴ βουλόμενος δέξασθαι, ὃν ἐθρήνησας, ὑπὸ βαρβάρων ἀθέων, ἀπαγόμενον, αἰχμαλωσίᾳ βιαίᾳ, Προφῆτα μακάριε.

δὴ δ'

Εἰσακήκοα Κύριε

ὑπέρφωτος ἔλλαμψις, ἡ τοῦ παναγίου καὶ θείου Πνεύματος, τῇ καρδίᾳ σου ἀστράψασα, τοῖς ἐν σκότει φαίνειν ἀπειργάσατο.

Προφητῶν συμπαθέστατος, πάντων πεφηνὼς παμμάκαρ θεόληπτε, συμπαθείας με ἀξίωσον, τὸν ἀπεγνωσμένον πολλοῖς πάθεσιν.

ς μεσίτης γενόμενος, ἐκφαντορικῆς καὶ θείας ἐλλάμψεως, μεσιτείαις σου εἰρήνευσον, πολυτάραχόν μου βίου κλύδωνα.

Θεοτοκίον

σραὴλ εὑρὼν δέδωκε, τῷ ἠγαπημένῳ Θεὸς νῦν ἅπασαν, ἐπιστήμης τὴν ἐπίγνωσιν, καὶ ἐκ σοῦ Παρθένε ἡμῖν ἔλαμψεν.

δὴ ε'

Φώτισον ἠμάς

σπερ ἀστραπήν, τὸν Προφήτην σου ἀπέστειλας, Ἱερεμίαν τὸν ἱερώτατον, τοῖς ἐν τῷ σκότει, τὸ φῶς σε Χριστὲ μηνύοντα.

Βέλος ἐκλεκτόν, ἐν φαρέτρᾳ σε κρυπτόμενον, Ἱερεμία τῇ προγνώσει αὐτοῦ, ὁ σὸς Δεσπότης, οἷς ἔδει καιροῖς ἀνέδειξεν.

τα καθαρά, διανοίας ἔχων ἔνδοξε, προσομιλοῦντός σοι τοῦ Πνεύματος, κατηξιώθης, Προφῆτα ἐπακροάσασθαι.

Θεοτοκίον

Μέγα καὶ φρικτόν, τῆς Παρθένου τὸ μυστήριον· τὸν γὰρ ὀφθέντα ἐπὶ γῆς δι' αὐτῆς, Θεὸν ἀνθρώποις, μητρικῶς ἐτιθηνήσατο.

δὴ ς'

Ἄβυσσος ἁμαρτιῶν

Εἵλκυσας τὸν φωτισμόν, καὶ τὴν χάριν δαψιλῶς θεοφόρε, πνευματικῶς τὸ στόμα, τῆς ψυχῆς ὡς ἐπλάτυνας, καὶ πλησθεὶς κοινωνικῶς, πᾶσι μετέδωσας, ὦ Προφῆτα, τοῖς βουλομένοις τῆς ἐλλάμψεως.

Θάλασσαν τὴν κοσμικήν, ὑψουμένην πειρασμῶν τρικυμίαις, ἑωρακὼς ἐσχάτους, τοὺς σταθμοὺς ἐπεπόθησας, καὶ πηγὴν ποταμηδόν, βρύουσαν δάκρυα, τὸν λαόν σου, τόν δυσμενῆ πικρῶς ὀδύρεσθαι.

Θάνατον τοῦ Λυτρωτοῦ, προεδήλους μυστικῶς Θεηγόρε· ὡς γὰρ ἀμνὸν τῷ ξύλῳ, τὸν Χριστὸν ἀπῃώρησε, τῆς ζωῆς τὸν ἀρχηγόν, δῆμος ὁ ἄνομος Ἰουδαίων, τὸν εὐεργέτην πάσης κτίσεως.

Θεοτοκίον

Λόγος ὁ ἐκ τοῦ Πατρός, πρὸ αἰώνων γεννηθεὶς ἀσωμάτως, ἐκ σοῦ Ἁγνὴ ἐν χρόνῳ, σαρκικῶς ἀποτίκτεται, καὶ αὐτοῦ ἐν τῇ σκιᾷ, πάντως ζησόμεθα, ὥσπερ πάλαι, Ἱερεμίας προεφήτευσεν.

Ὁ Εἱρμὸς

βυσσος ἁμαρτιῶν, καὶ πταισμάτων καταιγὶς με ταράττει, καὶ πρὸς βυθὸν βιαίως, συνωθεῖ ἀπογνώσεως· ἀλλὰ σὺ τὴν κραταιάν, χεῖρά μοι ἔκτεινον, ὡς τῷ Πέτρῳ, καὶ ἐκ φθορᾶς με ἀνακάλεσαι.

Κοντάκιον τῆς Ἑορτῆς

Συναξάριον

Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἱερεμίου.

Στίχοι

Ψυχαὶ λιθώδεις καὶ ξέναι θείου φόβου,

Λίθοις ἀνεῖλον θεῖον Ἱερεμίαν.

Πρώτῃ- ἐν Μαΐοιο λίθοις κτάνον Ἱερεμίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Ἱερομάρτυρος Βατᾶ τοῦ Πέρσου.

Στίχοι

Καὶ τῷ Βατᾷ, τμηθέντι τὴν κάραν ξίφει,

Βατὰ πρεπόντως οὐρανοῦ τὰ χωρία.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ ζ'

Παῖδες Ἑβραίων

Σὺ νῦν οὐκέτι ἐν ἐλπίσιν, ἀλλὰ πράγματι, Προφῆτα τὰς προρρήσεις, πληρουμένας τὰς σάς, θεώμενος κραυγάζεις· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

ργανον θεῖον ἀνεδείχθης, κυβερνώμενον, χειρὶ τοῦ Παρακλήτου, οὐρανίους φωνάς, φθεγγόμενος καὶ μέλπων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θρήνους συγγράφων ὦ Προφῆτα, οὐκ ἠμαύρωσας, τὴν θείαν εὐφροσύνην, ᾗ ἐκ βρέφους τρανῶς, συνήκμασας κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Μήτραν Παρθένου ὑπεισδῦναι, ὡς εὐδόκησας, ἀνθρώπους θέλων σῶσαι, τοὺς Προφήτας σαφῶς, ἐδίδαξας τὸ θαῦμα· Εὐλογητὸς εἶ κράζοντας, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

δὴ η'

Νικηταὶ τυράννου

Οὐρανοὺς ἐπέβης, γεγηθὼς θεόπνευστε Ἱερεμία, καὶ σὺν ἀσωμάτοις, θρόνον τοῦ Παντάνακτος περιπολεύεις· Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

Θεϊκῆς ἀκτῖνος, τῷ πυρσῶ λαμπόμενος ἀντανακλάσεις, τοῖς ποθοῦσι πέμπεις, ἔσοπτρον πολύφωτον ὡς δεδειγμένος· Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

Εὐσεβείας κήρυξ, ὁραθεὶς πανεύφημε ἱερωμένος, τὴν τῆς ἀθεΐας, ἤλεγξας ἀσθένειαν Ἱερεμία· Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Τὴν ἐμὴν οὐσίαν, ἐκ σοῦ ἀνεδέξατο ὁ Ζωοδότης, καὶ τῶν πρὶν κηλίδων, ταύτην ἐξεκάθηρεν ὦ Θεομῆτορ· Εὐλογοῦμεν τοίνυν, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦμεν, αὐτὸν εἰς τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολῶν σου, σφόδρα ἀντεχόμενοι, Παῖδες ἐβόων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

δὴ θ'

Κυρίως Θεοτόκον

Φωτὶ συνανεκράθης, τῷ ἀκραιφνεστάτῳ, τῇ τῆς Θεότητος αἴγλῃ Μακάριε, ἧς ἐπὶ γῆς τὰς ἐμφάσεις τρανῶς ἐκέκτησο.

Πηγῆς τῆς ἀκηράτου, μέχρι καταντήσας, ἀπαυγασμάτων τῶν τῇδε Θεόπνευστε, τοῦ ποθουμένου σοι τέλους σαφῶς ἐπέτυχες.

Τῇ αἴγλῃ τῇ φωσφόρῳ, ἧς νῦν ἀπολαύεις, τοὺς ἀνυμνοῦντας σὴν μνήμην φαιδρύνεσθαι, Ἱερεμία παμμάκαρ πάντας ἀξίωσον.

Θεοτοκίον

Λιμένα σωτηρίας, οἱ πεπιστευκότες, τῷ παναχράντῳ σου τόκῳ γινώσκοντες, ἐκ τῶν κινδύνων ῥυσθῆναι σὲ ἱκετεύομεν.

Ὁ Εἱρμὸς

Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν ἀσωμάτοις χορείαις σὲ μεγαλύνοντες.

Ἐξαποστειλάριον τῆς Ἑορτῆς

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς.

 

Καὶ ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.