The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ 

 ΜΑΡΤΙΟΣ

ΕΧΩΝ ΗΜΕΡΑΣ ΤΡΙΑΚΟΝΤΑ ΜΙΑΝ

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Α’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 Μνήμη τῆς ἁγίας Ὁσιομάρτυρος Εὐδοκίας τῆς ἀπὸ Σαμαρειτῶν.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν τρία Στιχηὰ Προσόμοια τῆς Ἁγίας.

Ἦχος δ’  Ἔδωκας σημείωσιν.

Πρότερον ἀσκήσασα, καὶ τῆς σαρκὸς τὰ σκιρτήματα, ἐγκρατεί μαράνασα, ἀθλήσει τὸ δεύτερον τοῦ ἐχθροῦ καθεῖλες, τὰς μηχανουργίας, καὶ νίκην ρας κατ' αὐτοῦ, ὦ Εὐδοκία θεομακάριστε· διὸ σε ἐστεφάνωσεν, ἐπὶ διπλοῖς ἀγωνίσμασιν, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Καρδίας ταῖς αὔλαξι, σπόρον τὸν θεῖον εἰσδέδεξαι, ὡς γῆ πίων θεόπνευστε, καὶ ἑκατοστεύοντα, μαρτυρίου στάχυν, ἐξήνθησας ὄντως, καὶ ἀποθήκαις νοηταῖς, ἐθησαυρίσθης σθένει τοῦ Πνεύματος, τοῦ σὲ μεταποιήσαντος, καὶ ἀλλοιώσει τῇ κρείττονι, ἀλλοιώσαντος χάριτι, Εὐδοκία πανεύφημε.

Νεκροὺς ἐξανέστησας, ζωοποιῷ σου προσφθέγματι, Εὐδοκία πανεύφημε, νεκρώσασα πάνσοφε, ἐγκρατείας πόνοις, τοῦ σώματος πάθη, καὶ νῦν οἰκεῖς τοὺς οὐρανούς, μετὰ Μαρτύρων, καλῶς τελέσασα, τὸν δρόμον τῆς ἀθλήσεως, τῇ συνεργείᾳ τοῦ Πνεύματος, ὑπὲρ πάντων τῶν πίστει σε, ἀνυμνούντων πρεσβεύουσα.

Δόξα... Καὶ νν... Θεοτοκίον.

Χαίροις ἡλιόμορφε, Ἡλίου ἄδυτον ὄχημα, ἡ τὸν Ἥλιον λάμψασα, τὸν ἀπερινόητον, χαῖρε νος ἀστράπτων, θείαις φρυκτωρίαις, ἡ λαμπηδν τῆς ἀστραπῆς, ἡ διαυγάζουσα γς τὰ πέρατα, ἡ ὄντως χρυσαυγίζουσα, ἡ παγκαλὴς καὶ πανάμωμος, ἡ τὸ φῶς τὸ ἀνέσπερον, τος πιστος ἐξαστράψασα.

Σταυροθεοτοκίον.

Σταυρούμενον βλέπουσα Χριστὸν ἡ πάναγνος Δέσποινα, καὶ πλευρὰν ὀρυττόμενον, λόγχ ἡ πανάμωμος, ἔκλαιε βοῶσα· Τὶ Υἱέ μου; τὶ σοι ἀχάριστος  λαός, ἀποτιννύει ἀνθ' ὧν πεποίηκας, καλῶν αὐτοῖς, καὶ σπεύδεις με, ἀτεκνωθῆναι παμφίλτατε; καταπλήττομαι εὔσπλαγχνε, σὴν ἑκούσιον σταύρωσιν.

Ἐὰν δὲ τύχῃ ἐν Σαββάτῳ, ἢ ἐκτὸς τῆς τεσσαρακοστῆς, λέγε τὸ ἑξῆς Ἰδιόμελον.

Δόξα... Ἦχος πλ. Β’

Ἰωάννου Μοναχοῦ.

Καταλιποῦσα τὰ τερπνά, καὶ ποικίλα τοῦ βίου, ἡ Ὁσία καὶ Μάρτυς, καὶ τὸν σταυρὸν ἀραμένη ἐπ' ὤμων, προσῆλθε τοῦ νυμφευθῆναί σοι, Χριστέ, καὶ σὺν οἰμωγαῖς δακρύων ἐβόα· Μὴ με τὴν πόρνην ἀπορρίψῃς, ὁ ἀσώτους καθαίρων, μή μου τὰ δάκρυα παρίδῃς, τῶν δεινῶν ὀφλημάτων, ἀλλὰ δέξαι με, ὥσπερ τὴν πόρνην ἐκείνην, τήν τὸ μύρον σοι προσενέγκασαν, καὶ ἀκούσω κἀγώ· Ἡ πίστις σου σέσωκέ σε, πορεύου εἰς εἰρήνην.

Καὶ νῦν... Θεοτοκίον.

Τριήμερος ἀνέστης.

Μετάνοιαν οὐ κέκτησαι, ψυχὴ ἀμετανόητε, τὶ βραδύνεις; τοῦ θανάτου ἡ τομή, ἐγγίζει καὶ τὸ τέλος, ἐφέστηκεν ὡς κλέπτης, τῇ Θεοτόκῳ δράμε πρόσπεσον.

Ἢ Σταυροθεοτοκίον.

ρῶσά σε σταυρούμενον, Χριστὲ ἡ σὲ κυήσασα, ἀνεβόα· Τὶ τὸ ξένον, ὃ ὁρῶ, μυστήριον Υἱέ μου; πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ κρεμάμενος ζωῆς χορηγὲ;

Ἡ λοιπὴ τοῦ Ἑσπερινοῦ Ἀκολουθία κατὰ τὴν τάξιν.

Ἀπολυτίκιον.  Ἦχος δ’

ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλη τῇ φωνῇ, σὲ νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου, καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί· ἀλλ' ὡς θυσίαν ἄμωμον προσδέχου, τὴν μετὰ πόθου τυθεῖσάν σοι· Αὐτῆς πρεσβείαις ὡς ἐλεήμων, σῷσον τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν λέγονται οἱ Κανόνες κατὰ τὴν τάξιν. 

Ὁ κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς. 

Τῆς Εὐδοκίας τοὺς ἀγῶνας αἰνέσω.

Ὠδὴ α’  Ὁ Εἱρμὸς.

σωμεν τῷ Κυρίῳ, τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ, ἐν Ἐρυθρᾷ θαλάσσῃ, ὅτι μόνος ἐνδόξως δεδόξασται.

Τὴν ἐξ ἀπροσεξίας, σκότωσίν μοι Μάρτυς ἐπισκήψασαν, πρεσβειῶν σου ἀκτῖσιν, Εὐδοκία ὑμνοῦντί σε σκέδασον.

γρευσεν ἡ σαγήνη, λόγων θεοπνεύστων Καλλιμάρτυς σε, ἀθανάτου τραπέζης, ἀπολαύσεως θείας ἐντρύφημα.

Στέμμα τῆς ἀφθαρσίας, καὶ τὴν διαμένουσαν ἀπόλαυσιν, τὰ γῆς παρωσαμένη, Εὐδοκία, ἀξίως κεκλήρωσαι.

Θεοτοκίον.

λυσε τοῦ θανάτου, ἐκ τῆς καταδίκης με Πανάμωμε, ὁ ἐκ σοῦ Θεὸς Λόγος, σαρκωθεὶς διὰ σπλάγχνα ἐλέους αὐτοῦ.

Ὠδὴ γ’  Ὁ Εἱρμὸς.

Σὺ εἶ τὸ στερέωμα τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.

λην καταλείψασα, τὴν πολυποίκιλον ἔνδοξε, κόσμου φθαρτοῦ, ὄλβον Εὐδοκία, ἀναφαίρετον εἴληφας.

Δόξης ἀγαλλίαμα, τῆς μετανοίας σου σύμβολον, ἐν οὐρανοῖς, σεπτὴ κατιδοῦσα, ἐφωτίσθης βαπτίσματι.

Θεοτοκίον.

λην μου τὴν ἔφεσιν, Θεογεννήτρια δέομαι, πρὸς τὸν ἐκ σοῦ, ἴθυνον τεχθέντα, τῶν παθῶν ῥυομένη με.

Κάθισμα.

Ἦχος πλ. δ’  Τὴν Σοφίαν.

Φωτισθεῖσα τῇ αἴγλῃ τῇ θεϊκῇ, τὸν τῆς πλάνης κατέλιπες σκοτασμόν, καὶ βίον ἀνέλαβες, μετὰ σώματος ἄϋλον, χαρισμάτων δὲ θείων, πλησθεῖσα τοῦ Πνεύματος, ἐκ ψιλῆς προσρήσεως, νεκροὺς ἐξανέστησας· ὅθεν ἐπὶ τέλει, μαρτυρίου στεφάνῳ, ἐνθέως κεκόσμησαι, καὶ τὸν δόλιον ᾔσχυνας, Εὐδοκία Ἰσάγγελε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Θεοτοκίον.

νθυμοῦμαι τὴν κρίσιν καὶ δειλιῶ, ἐννοῶν μου τὰς πράξεις τὰς πονηράς, πῶς ἀπολογήσομαι, τῷ Κριτῇ ὁ ταλαίπωρος; πρὸς τὴν σὴν δὲ βλέπων, εἰκόνα πανύμνητε, ἀναψυχὴν λαμβάνω, Κυρία τῶν πόνων μου, καὶ ἀπεγνωσμένος, σοὶ προσπίπτω κραυγάζων· Ἐλέησον, οἴκτειρον, Παναγία μου πρόφθασον, ἐν ἡμέρᾳ τῆς κρίσεως, ὅπως ταῖς πρεσβείαις ταῖς σαῖς, ὁ Υἱός σου ἵλεώς μοι γένηται, ἐπεὶ περ ἄλλην ἐλπίδα, ἐκτός σου οὐ κέκτημαι.

Ἢ Σταυροθεοτοκίον.

Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐν τῷ σταυρῷ, ἀδίκως κρεμάμενον, θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι φίλτατον τέκνον, Υἱὲ ποθεινότατε! Οἴμοι πῶς τοσοῦτον, ὁρᾶν στέρξω θέαμα! κόπτομαι τὰ σπλάγχνα τὴν καρδίαν πιμπρῶμαι· Ἀλλ' ὦ ὑπεράγαθε, τοὺς σοὺς λόγους ἐκπέρανον, καὶ ἀνάστηθι τάχιον, κόσμον χαρμονῆς ἐμπιπλῶν, καὶ πταισμάτων λύτρωσιν δωρούμενος, τοῖς ἀνυμνοῦσιν ἐν πίστει, τὸ ἄχραντον πάθος σου.

Ὠδὴ δ’  Ὁ Εἱρμὸς.

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.  

Καλλονῇ ὑπερέχουσα, σώματος ἀξίως ψυχῆς ἐξήνθησας, ὡραιότητα κατάλληλον, πόνοις Εὐδοκία ἀπαστράπτουσα.

εραῖς εἰσηγήσεσι, ταῖς τοῦ Γερμανοῦ τὴν κρίσιν εὐΐλατον, δι' ἐλέους Μάρτυς εἴληφας, τῶν πρὶν ἀθεμίτων ἀλογήσασα.

πημαύρωσας ἅπασαν, πλάνης προσβολήν· φωτὸς ἀληθείας γάρ, ὁδηγὸν ἔσχες Ἀρχάγγελον, θείας σοι ἐμφάσεις ἐκκαλύπτοντα.

Θεοτοκίον.

Σὺ πανάμωμε Δέσποινα, σάλον τῶν κυμάτων ψυχῆς μου πράϋνον, ἁμαρτίας με τοῦ κλύδωνος, καὶ τῆς τρικυμίας ἀπαλλάττουσα.

Ὠδὴ ε’  Ὁ Εἱρμὸς.

ρθρίζοντες βοῶμέν σοι Κύριε, σῶσον ἡμᾶς· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

Τὸν βόρβορον τῶν πράξεων δάκρυσιν, ἐκπλυθεῖσα λουτρῷ τοῦ Βαπτίσματος, ἡλίου πλέον ἐξέλαμψας.

Οὐ πλοῦτος, οὐ θωπεῖαι, οὐ μάστιγες, οὐ ξεσμοὶ σε, οὐ ξίφος, οὐ θάνατος, Θεοῦ χωρίσαι δεδύνηνται.

Θεοτοκίον.

λώδους προσπαθείας μου ἄκανθαν, Θεοτόκε, φλέξον τῷ μὴ φλέξαντι, πυρὶ τὴν θείαν γαστέρα σου.

Ὠδὴ ς’  Ὁ Εἱρμὸς.

Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν.

Στερρῶς τῷ τῆς ἀθλήσεως πυρί, σεαυτὴν λιπάνασα, βασάνοις ἀνάλωτος, Εὐδοκία, ἀνεδείχθης σεβάσμιε.

γάπης ἐραστῶν τῶν φθαρτικῶν, σεμνὸν προτιμήσασα Νυμφίον τῷ ἔρωτι, Εὐδοκία τῷ ἀφθάρτῳ ἐπανέθου σαυτήν.

Θεοτοκίον.

Γαλήνης ἡ κυήσασα Χριστόν, τὸν αἴτιον Δέσποινα, τὸν ἄγριον κλύδωνα, τῶν παθῶν μου, Παναγία ἡμέρωσον.

Εἰ ἔστι Τεσσαρακοστή, λέγε τὸ Μαρτυρικὸν τοῦ τυχόντος ἤχου.

Συναξάριον

Τῇ Α’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Εὐδοκίας τῆς ἀπὸ Σαμαρειτῶν.

Στίχοι

Σαμαρεῖτις οὐχ ὕδωρ Εὐδοκία,

λλ' αἷμα, Σῶτερ, ἐκ τραχήλου σοι φέρει.

Μαρτίου ἀμφὶ πρώτῃ ἡ Εὐδοκία ξίφος ἔτλη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Δομνίνης, καὶ τῶν σὺν αὐτῇ.

Στίχοι

Τῶν ἀρετῶν φέρουσα φόρτους Δομνῖνα,

Θεῷ προσῆλθεν ἔμπορος πανολβία.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀντωνίνης.

Στίχοι

Θάλαμος ἡ θάλασσα νυμφικὸς γίνῃ,

ντωνῖναν κρύπτουσα νύμφην Κυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Μάρκελλος καὶ Ἀντώνιος, πυρὶ τελειοῦνται.

Στίχοι

Χώνη τις ἡ κάμινος Ἀθληταῖς δύο,

Οἳ χρυσίου λάμπουσιν ἐν ταύτῃ πλέον.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Σίλβεστρος καὶ Σωφρόνιος ξίφει τελειοῦνται.

Στίχοι

Οὐ καρτερῶν Σίλβεστρε θρησκεύειν πλάνην,

Σὺν Σωφρονίῳ τὴν τομὴν ἐκαρτέρεις.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεστοριανὸς ξίφει τελειοῦται.

Στίχοι

Εἰς τοὐπίσω τράχηλον ἐξειλκυσμένος,

Νεστοριανὸς τὴν σφαγὴν πρόσω φέρει.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Ὠδὴ ζ’  Ὁ Εἱρμὸς.

Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

ς ζωῆς κληρονόμος, καὶ θανάτου ῥυσθεῖσα τοῦ ψυχοφθόρου σαφῶς, εὐχῇ τοὺς τεθνεῶτας, ζωοῦσα Εὐδοκία, τῷ Χριστῷ ἀνεκραύγαζες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Ναὸς τῆς ἁμαρτίας, προϋπάρξασα Μάρτυς σαυτὴν καθῆρας Θεῷ, ναὸν ἡγιασμένον, ἐνάρετον δεικνῦσα, Καλλιμάρτυς κραυγάζουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

σκήσεως ἱδρῶσι, πιανθεῖσα ἐλαία ὤφθης κατάκαρπος· ἀθλήσεως δὲ ξίφει, καὶ λύθρῳ Εὐδοκία, τρυγωμένη ἐκραύγαζες· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Συντριβέντα κακίᾳ, καὶ δειναῖς ἁμαρτίαις καταβριθόμενον, Ἀμνὸν τὴν ἁμαρτίαν, τὸν αἴροντα τοῦ κόσμου, ἡ κυήσασα Δέσποινα, ἐπικρατείας αὐτῶν, Παρθένε, τήρησόν με.

Ὠδὴ η’  Ὁ Εἱρμὸς.

Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.  

ϋλον πῦρ σοι ἐνδομυχοῦν, καὶ ἐν κόλποις, θεῖος ἄνθραξ Πάνσεμνε ὑπάρχων, ἔφλεξε τυράννους, ἀλώβητον τηρῶν σε.

δρώτων θείων τὰς ἀμοιβὰς Εὐδοκία, ἰαμάτων εἴληφας πλημμύρας, νόσους θανατοῦσα, καὶ τοὺς νεκροὺς ζωοῦσα.

Θεοτοκίον.

Νενεκρωμένην ταῖς ἡδοναῖς τὴν ψυχήν μου, Θεοτόκε ζώωσον· ζωὴν γάρ, μόνη ἀπειράνδρως, γεγέννηκας Παρθένε.

Ὠδὴ θ’  Ὁ Εἱρμὸς.

Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες.

 

λύθης τῶν προσκαίρων, Μάρτυς Εὐδοκία, καὶ ἐφετῶν τὸ ἀκρότατον εἴληφας, πρὸς τὸν Θεόν, διὰ ξίφους ἐπιδημήσασα.

 

Σὺν Μάρτυσιν ὡς Μάρτυς, καὶ σὺν ταῖς Ὁσίαις, ὡς Ἀσκητῶν ἀκροθίνιον ἔλαμψας, θαυματουργὸς Εὐδοκία, δειχθεῖσα ἔνδοξε.

Θεοτοκίον.

ς θείαν προστασίαν, καὶ ὡς ἀσφαλῆ σε, ἐλπίδα μόνην κατέχω Μητρόθεε, ἁμαρτιῶν καὶ κινδύνων ἐκλυτρωθῆναί με.

Εἰ ἔστι Τεσσαρακοστή, τὸ Φωταγωγικόν, καὶ ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.