The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΙΟΥΛΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ Α’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ μαρτυρησάντων.

 

 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰ βούλει ἑορτάσαι τοὺς Ἁγίους τούτους, μετὰ τὸν Προοιμιακόν, εἰπὲ τὴν α' στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰ δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ' δευτεροῦντες αὐτά.

Ἦχος πλ. β' Αὐτόμελον

λην ἀποθέμενοι, ἐν οὐρανοῖς τὴν ἐλπίδα, θησαυρὸν ἀσύλητον, ἑαυτοῖς οἱ Ἅγιοι ἐθησαύρισαν, δωρεὰν ἔλαβον, δωρεὰν διδοῦσι, τοῖς νοσοῦσι τὰ ἰάματα, χρυσόν ἢ ἄργυρον, εὐαγγελικῶς οὐκ ἐκτήσαντο, ἀνθρώποις τε καὶ κτήνεσι, τὰς εὐεργεσίας μετέδωκαν, ἵνα διὰ πάντων, ὑπήκοοι γενόμενοι Χριστῷ, ἐν παρρησίᾳ πρεσβεύωσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

λην ἑβδελύξαντο, τὴν ἐπὶ γῆς φθειρομένην, οὐρανοπολῖται δέ, ἐν σαρκὶ ἰσάγγελοι ἐχρημάτισαν, ἡ ὁμόφρων σύσκηνος, ξυνωρὶς ὁμότροπος, τῶν Ἁγίων καὶ ὁμόψυχος· διὸ τοῖς κάμνουσι, πᾶσι τὰς ἰάσεις βραβεύουσιν, ἀνάργυρον παρέχοντες, τὴν εὐεργεσίαν τοῖς χρῄζουσιν. Οὓς ἐν ἐτησίοις, τιμήσωμεν ἀξίως ἑορταῖς, ἐν παρρησίᾳ πρεσβεύοντας, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

λην εἰσοικίσασα, ἐν ἑαυτῇ τὴν Τριάδα, δυὰς ἡ ἀοίδιμος, Κοσμᾶς καὶ Δαμιανὸς οἱ θεόφρονες, ὡς κρουνοὶ βλύζουσιν, ἐκ πηγῆς νάματα, ζωηφόρου τῶν ἰάσεων, ὧν καὶ τὰ λείψανα, πάθη δι' ἁφῆς θεραπεύουσι, καὶ μόνα τὰ ὀνόματα, νόσους ἐκ βροτῶν ἀπελαύνουσι, πάντων τῶν προσφύγων, σωτήριοι τελοῦντες, τῷ Χριστῷ, ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Ἦχος πλ. β'

Ἀνατολίου

τελεύτητος ὑπάρχει τῶν Ἁγίων ἡ χάρις, ἣν παρὰ Χριστοῦ ἐκομίσαντο· ὅθεν αὐτῶν καὶ τὰ λείψανα, ἐκ θείας δυνάμεως, διηνεκῶς ἐνεργοῦσι τοῖς θαύμασιν, ὧν καὶ τὰ ὀνόματα μόνα, ἐκ πίστεως ἐπιβοώμενα, τῶν ἀνιάτων ἀλγηδόνων ἀπαλλάττουσι. Δι' ὧν Κύριε καὶ ἡμᾶς, τῶν τῆς ψυχῆς καὶ τοῦ σώματος παθῶν ἐλευθέρωσον, ὡς φιλάνθρωπος.

Καὶ νῦν... Θεοτοκίον

Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. τό, Φῶς ἱλαρόν, καὶ τὸ Προκείμενον τῆς ἡμέρας. Εἰ βούλει εἰπεῖν καὶ Ἀναγνώσματα.

Προφητείαις Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. 43, 9-14)

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τὶς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ· Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό. Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἑλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. 5, 15-23 & 6, 1-3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα.

Ἦχος β'

πηγὴ τῶν ἰαμάτων, ἕνα καὶ μόνον ἐθεράπευε τοῦ ἔτους, ἡ σκηνὴ τῶν Ἀναργύρων, ἄπαν τὸ πλῆθος θεραπεύει τῶν νοσούντων· ἀνενδεὴς γὰρ ὑπάρχει, καὶ ἀδαπάνητος ὁ πλοῦτος τῶν Ἁγίων. Ταῖς αὐτῶν ἱκεσίαις Χριστέ, ἐλέησον ἡμᾶς.

Ὁ αὐτὸς Θεοφάνους

Πόθῳ θείῳ, καὶ ἔρωτι τῶν μελλόντων, πρακτικῶς πολιτευσάμενοι, τὰς σωτηρίους ὁδοὺς διηνύσατε· ὅθεν τὸ καθαρὸν τῆς ψυχῆς ἀκηλίδωτον τηρήσαντες, τῶν ἐνύλων τελείως ἀπέστητε, Πνεύματι δὲ θείῳ χρυσωθέντες, ἀχρύσως τὰς ἰάσεις τοῖς νοσοῦσι παρέχετε, δυὰς ἱερά, φωταυγὴς ξυνωρίς, πεφωτισμένον θεῖον ζεῦγος, Ἀνάργυροι, ἐν θλίψεσι καὶ νόσοις ἐπισκεπτόμενοι ἡμᾶς, καὶ τῶν ψυχῶν ἡμῶν τὰς νόσους, ἀναργύρως ἰώμενοι.

Ὁ αὐτὸς Γερμανοῦ

Μεγάλων ἀξιωθέντες δωρεῶν πανεύφημοι, ἐν ταπεινότητι βίου ἐν τῇ γῇ ἐπολιτεύσασθε, καὶ διερχόμενοι πανταχοῦ, δωρεὰν τῶν νοσούντων τὰ πάθη ἰώμενοι, ὤφθητε Ἀγγέλων συνόμιλοι, Κοσμᾶ σὺν Δαμιανῷ τῷ σοφῷ, ἀδελφοὶ τερπνότατοι, καὶ ἡμῶν τὰ πάθη, ταῖς εὐχαῖς ἡμῶν ἰάσασθε.

Ὁ αὐτὸς

γάλλεται ὁ χορὸς τῶν Ἁγίων εἰς αἰῶνας· βασιλείαν γὰρ οὐρανῶν ἐκληρονόμησαν, Γῆ τὰ λείψανα αὐτῶν δεξαμένη, εὐωδίαν διέπνευσε. Δοῦλοι Χριστοῦ γεγόνασι, κατασκηνώσαντες εἰς ζωὴν τὴν αἰώνιον.

Ὁ αὐτὸς

ατροὶ τῶν ἀσθενούντων, θησαυροὶ τῶν ἰαμάτων, σωτήριοι τῶν πιστῶν, Ἀνάργυροι πανευκλεεῖς, τοὺς ἐν ἀνάγκαις κράζοντας, καὶ ὀδυνωμένους ἰάσασθε, ἱκετεύοντες Θεὸν τὸν ἀγαθόν, λυτρώσασθαι ἡμᾶς τῶν παγίδων τοῦ ἐχθροῦ.

Δόξα... Ἦχος πλ. β'

Ἀνδρέου Πυροῦ

Φαιδρὰ καὶ ἐπίφωτος ἀνέτειλε σήμερον, ἡ μνήμη τῶν Ἀναργύρων Χριστοῦ, λαμπρῶς καταλάμπουσα ταῖς ἀκτῖσι τῶν θαυμάτων. Δεῦτε οὖν φιλέορτοι, πιστῶς πανηγυρίσωμεν, δεῦτε, τῇ σορῷ τῶν Ἁγίων, προθύμως πάντες προσδράμωμεν, ὅπως τὴν ταχίστην ἴασιν ἀφθόνως παρ' αὐτῶν κομισώμεθα· ἀναργύρως γὰρ παρέχουσι πᾶσι, τῇ ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος, τῶν ἰαμάτων τὰ χαρίσματα.

Καὶ νῦν... Θεοτοκίον

Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν. Πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀναργύρων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος α'

Τῶν οὐρανίων Ταγμάτων

Τῶν Ἀναργύρων τῇ μνήμη πάντες συνδράμωμεν, ἐν καθαρᾷ καρδίᾳ, καὶ ἁγνῷ συνειδότι, αὐτοῖς συνεκβοῶντες· Χαίροις δυάς, τῶν ἀσθενούντων ἡ ἴασις, ὅτι ὑμεῖς ἀπειλήφατε ἐκ Θεοῦ, τὴν ἐξουσίαν τῶν ἰάσεων.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

Τὰς ἐντολὰς τοῦ Κυρίου καλῶς φυλάξαντες, φιλαργυρίας νόσον, ἐκτεμόντες πανσόφως, ἰᾶσθε ἀναργύρως· ὅθεν ὑμῶν, τὴν πανσέβαστον κοίμησιν, ἀξιοχρέως τιμῶμεν θαυματουργοί, ἱκετεύσατε σωθῆναι ἡμᾶς.

Στίχ. δοὺ δὴ τὶ καλόν, ἢ τὶ τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό.

ς παρρησίαν λαβόντες παρὰ τοῦ μόνου Θεοῦ, τοῦ ἐλεεῖν καὶ σῴζειν, ἐκ ποικίλων κινδύνων, λυτρώσασθε τοὺς πίστει ὑμνοῦντας ὑμᾶς, θεοφόροι Ἀνάργυροι, καὶ ἐκ παθῶν καὶ κινδύνων καὶ πειρασμῶν, ψυχῆς ἅμα καὶ τοῦ σώματος.

Δόξα... Ἦχος πλ. β'

Πάντοτε ἔχοντες Χριστόν, ἐνεργοῦντα ἐν ὑμῖν, Ἅγιοι Ἀνάργυροι, θαυματουργεῖτε ἐν κόσμῳ, ἀσθενοῦντας θεραπεύετε· καὶ γὰρ τὸ ἰατρεῖον ὑμῶν, πηγὴ ὑπάρχει ἀνεξάντλητος, ἀντλουμένη δέ, μᾶλλον ὑπερεκβλύζει, καὶ χεομένη περισσεύεται, καθ' ἑκάστην κενουμένη καὶ πληθυνομένη, πᾶσι χορηγοῦσα καὶ μὴ λειπομένη, καὶ οἱ ἀρυόμενοι κορέννυνται ἰάματα, καὶ αὕτη διαμένει ἀδαπάνητος. Τὶ οὖν ὑμᾶς καλέσωμεν; θεράποντας ἰατροὺς ψυχῶν τε καὶ σωμάτων, ἰατῆρας παθῶν ἀνιάτων, δωρεὰν ἰωμένους ἅπαντας, εἰληφότας χαρίσματα, παρὰ τοῦ Σωτῆρος Χριστοῦ, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον

Τριήμερος ἀνέστης Χριστὲ

Μετάνοιαν οὐ κέκτησαι, ψυχὴ ἀμετανόητε. Τὶ βραδύνεις; τοῦ θανάτου ἡ τομή, ἐγγίζει καὶ τὸ τέλος, ἐφέστηκεν ὡς κλέπτης, τῇ Θεοτόκῳ δράμε πρόσπεσον.

Ἀπολυτίκιον Ἦχος πλ. δ'

γιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον

Οὐρανόθεν θαυμάτων τὴν δωρεάν, παραδόξως λαβόντες παρὰ Χριστοῦ, πάντα θεραπεύετε, ἀενάως τὰ πάθη· ἐν ὑμῖν γὰρ ὤφθη, ἡ χάρις τοῦ Πνεύματος, ἐνεργοῦσα θείων ἰάσεων δύναμιν· ὅθεν καὶ ἀφθάρτων, ἀγαθῶν εὐπορίαν, τῇ πίστει ἐκτήσασθε, ἀναργύρῳ φρονήματι, θεοφόροι Ἀνάργυροι. Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

ς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς καταφεύγουσι πίστει, τῇ σκέπῃ σου, Ἄχραντε.

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα Ἦχος δ'

Ἐπεφάνης σήμερον

Τὴν φαιδρὰν πανήγυριν, τῶν Ἄναργύρων, οἱ πιστοὶ τελέσωμεν, καθικετεύοντες αὐτούς, ἵνα ἡμᾶς ἀπαλλάττωσι, παντοίων νόσων, ψυχῆς τε καὶ σώματος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Προστασία ἄμαχε, τῶν θλιβομένων, καὶ θερμὴ ἀντίληψις, τῶν πεποιθότων ἐπὶ σέ, ἐκ τῶν κινδύνων με λύτρωσαι· σὺ γὰρ ὑπάρχεις, ἡ πάντων βοήθεια.

Ὁ Ν' καὶ οἱ Κανόνες τῆς Θεοτόκου καὶ τῶν Ἁγίων. Ψάλλομεν δὲ καὶ Καταβασίας, Ἀνοίξω τὸ στόμα μου.

Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.

Κλεινοὺς ἰατροὺς τῶν βροτῶν μέλπειν θέμις.

Ἰωσήφ.

δὴ α' Ἦχος πλ. β'

Ὡς ἐν ἠπείρῳ πεζεύσας

Καταστραπτόμενοι δόξῃ τῇ θεϊκῇ φωταυγεῖς Ἀνάργυροι, καταυγάσατε ἡμῶν, τὰς ψυχάς, σκεδάζοντες παθῶν, τὴν ἀχλύν, ὅπως ὑμᾶς πίστει γεραίρωμεν.

Λυμαντικῶν καθαρθέντες πρώην παθῶν, πόνων ἐπιδόσεσιν, ἐκκαθαίρετε ἡμῶν, χαλεπὰ νοσήματα σοφοί, καὶ τοὺς πόνους τῶν ψυχῶν ἐπικουφίζετε.

κ τοῦ τῶν ὅλων Δεσπότου τὰς δωρεάς, εἰληφότες Ἅγιοι, τῶν θαυμάτων δωρεάν, τὰ ἡμῶν ἰάσασθε πολλά, καὶ δυσίατα σαρκὸς πάθη δεόμεθα.

Θεοτοκίον

Νόμου τῆς φύσεως δίχα τίκτεις Ἁγνή, τὸν τοῦ νόμου πάροχον, Ἰησοῦν τὸν λυτρωτήν, ὃν δυσώπει ῥύσασθαι ἡμᾶς, Θεοτόκε τῶν πολλῶν ἀνομιῶν ἡμῶν.

δὴ γ'

Οὐκ ἔστιν Ἅγιος ὡς σὺ

κόσμος ᾄδει τὰς ὑμῶν, Ἅγιοι καθ' ἑκάστην, πολλὰς εὐεργεσίας καὶ θαυμάτων τὴν πληθύν, θαυματουργοὶ Ἰατροί, τῶν Ἀγγέλων ὄντως ἰσοστάσιοι.

μᾶς τοὺς δύο φωταυγεῖς, δυσωποῦμεν ἀστέρας, τοὺς ἐν ὕψει κειμένους, Ἐκκλησίας μυστικῶς, Κοσμᾶ καὶ Δαμιανέ, τὰς καρδίας, πάντων καταυγάζετε.

δοὺ συνήθροισται λαός, Ἅγιοι πανταχόθεν, τοῦ ὑμῶν ἀνυμνῆσαι τὰς μεγίστας δωρεάς, ἐν τῷ τεμένει ὑμῶν, ἀλλὰ πάντων, τὰς εὐχὰς πληρώσατε.

Θεοτοκίον

γία Δέσποινα ἁγνή, ὑπεράγιον Λόγον, σωματώσασα λόγῳ, τῶν ἀλόγων με παθῶν, ὑμνοῦντά σε εὐσεβῶς, θείοις λόγοις, λύτρωσαι πανάμωμε.

Κάθισμα Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον

αμάτων δοτῆρες θαυματουργοί, καὶ θαυμάτων λαμπτῆρες φωταγωγοί, πᾶσιν ἀνεδείχθητε, τῇ τοῦ Πνεύματος χάριτι· τῶν γὰρ παθῶν τὴν φλόγα, τῇ πίστει δροσίζοντες, τῶν πιστῶν ἐν ταύτῃ, τὸ φρόνημα θάλπετε· ὅθεν ἰατρεῖον, τῶν ψυχῶν κεκτημένοι, τὸν θεῖον ναὸν ὑμῶν, ἐν αὐτῷ καταφεύγομεν, θεοφόροι Ἀνάργυροι. Πρεσβευσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Θεοτοκίον

Πειρασμοῖς πολυπλόκοις περιπεσών, ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, τῷ σάλῳ συνέχομαι τῶν ἀμέτρων πταισμάτων μου, καὶ ὡς ἔχων ἀντίληψιν, καὶ σκέπην σε ἄχραντε, τῷ λιμένι προστρέχω, τῆς σῆς ἀγαθότητος· ὅθεν Παναγία, τὸν ἐκ σοῦ σαρκωθέντα, ἀσπόρως ἱκέτευε, ὑπὲρ πάντων τῶν δούλων σου, τῶν ἀπαύστως ὑμνούντων σε, πρεσβεύουσα αὐτῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν τόκον σου, Ἄχραντε.

δὴ δ'

Χριστός μου δύναμις

Τὰ θεῖα κλήματα, τὰ ὄντως εὔκαρπα, τῆς ἀμπέλου τῆς θείας τὸν μυστικόν, οἶνον ἀποστάζοντα, ἐν εὐφροσύνῃ τοὺς σοφούς, Ἀναργύρους εὐφημήσωμεν.

ομφαία ὤφθητε, κατατιτρώσκοντες, δυσμενεῖς ἀοράτους, ὧν καὶ ἡμᾶς, τῶν βελῶν λυτρώσασθε, περιποιούμενοι ἡμῶν, τὴν ζωὴν σοφοὶ Ἀνάργυροι.

Οὐκ ἔστιν ἄνθρωπος, ὅστις οὐ κέκτηται, ἀγαθοὺς ὑμᾶς πρέσβεις πρὸς τὸν Χριστόν, Ἅγιοι Ἀνάργυροι, ὃν δυσωπήσατε πυρός, αἰωνίου λυτρωθῆναί με.

Θεοτοκίον

Σκηνώσας Κύριος, ἁγνὴ ἐν μέσῳ σου, τὴν σκηνὴν τὴν ἁγίαν, πηγὴν πολλῶν, δείκνυσιν ἰάσεων, καὶ καθαρτήριον παθῶν, Θεοτόκε ἀειπάρθενε.

δὴ ε'

Τῷ θείῳ φέγγει σου Ἀγαθὲ

Τὸν θεῖον εἵλκυσαν φωτισμόν, τῶν ἀπαυγασμάτων τὴν πηγήν, ὁλοκαρδίως ποθήσαντες, καὶ φωταγωγοῦσιν ἡμᾶς ἑκάστοτε, θαυμάτων δᾳδουχίαις οἱ μεγαλώνυμοι.

ραῖον ζεῦγος ὄντες σοφοί, αὔλακας ἐργάζεσθε ψυχῶν, θεοσημείαις ἑκάστοτε, τέμνοντες τὰ πάθη ὥσπερ ζιζάνια, καὶ ῥώσεως τὸν στάχυν ἑκατοστεύοντες.

Νενευρωμένοι σθένει Χριστοῦ, τοῦ ἐν τῇ κακίᾳ δυνατοῦ, πᾶσαν ἰσχὺν διωλέσατε, οὗ τῆς τυραννίδος ἡμᾶς λυτρώσασθε, ἀκοίμητοι προστάται ἡμῶν Ἀνάργυροι.

Θεοτοκίον

ῦσαὶ με Δέσποινα ἀγαθή, τῶν πειρατηρίων τοῦ ἐχθροῦ, τῆς ἐν γεέννῃ κολάσεως, καὶ τῆς συνεχούσης αἰχμαλωσίας με, καὶ μὴ με καταισχύνῃς ὑμνολογοῦντά σε.

δὴ ς'

Τοῦ βίου τὴν θάλασσαν

Οἰκοῦντες Ἀνάργυροι, ἐν χαρᾷ τοὺς οὐρανούς, ἐν τῷ σεπτῷ ναῷ ὑμῶν, παραγενέσθαι σπεύσατε καὶ ἡμῶν, τὰς νόσους τοῦ σώματος, καὶ καρδίας τὰ πάθη ἐξοικίσατε.

Τὴν θείαν εὐπρέπειαν, στολισθέντες εὐπρεπῶς, ὡς διπλοΐδα Ἅγιοι, γυμνοὺς ἡμᾶς ὑπάρχοντας ἀρετῶν, ἐνθέως στολίσατε, καὶ παθῶν ἀτιμίας ἐκγυμνώσατε.

ς κόσμον τὰ θαύματα, περικείμενοι παντός, σωτῆρες κόσμου ὤφθητε, τῆς κοσμικῆς οὖν βλάβης πάντας ἡμᾶς, λυτρώσασθε Ἅγιοι, καὶ παθῶν ἀτιμίας καὶ κολάσεως.

Θεοτοκίον

Μὴ φλέξας τὴν μήτραν σου, πῦρ ὑπάρχων Ἰησοῦς, ἐκ σοῦ σαρκὶ προέρχεται, τοῦτον ἁγνὴ δυσώπησον τοῦ πυρός, καὶ πάσης κολάσεως, λυτρωθῆναι τοὺς πίστει ἀνυμνοῦντάς σε.

Κοντάκιον Ἦχος β'

Οἱ τὴν χάριν λαβόντες τῶν ἰαμάτων, ἐφαπλοῦτε τὴν ῥῶσιν τοῖς ἐν ἀνάγκαις, ἰατροὶ θαυματουργοὶ ἔνδοξοι. Ἀλλὰ τῇ ἡμῶν ἐπισκέψει, καὶ τῶν πολεμίων τὰ θράση καταβάλλετε, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασι.

Ὁ Οἶκος

Πάσης συνέσεως καὶ σοφίας, ὑπέρκειται ὁ λόγος τῶν σοφῶν ἰατρῶν, καὶ πᾶσι γνῶσιν παρέχουσι· τοῦ γὰρ Ὑψίστου χάριν λαβόντες, ἀοράτως τὴν ῥῶσιν δωροῦνται πᾶσιν· ὅθεν κἀμοὶ διηγήσεως χάριν δεδώρηνται, ὑμνῆσαι ὡς θεοφόρους, εὐαρέστους Χριστοῦ καὶ θεράποντας, ἰαμάτων πλήθη παρέχοντας· ἀλγηδόνων γὰρ πάντας λυτροῦνται, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασι.

Συναξάριον

Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ τελειωθέντων.

Στίχοι

Βολαῖς ἀδελφοὺς οὐ διέσπων οἱ λίθοι,

ς εἰς ἕν, ἄμφω συμπεπηγότας λίθον.

Πρώτῃ Ἰουλίοιο λίθοισιν Ἀνάργυροι ἤθλουν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βασιλείου, τοῦ συστησαμένου τὴν Μονὴν τοῦ Βαθέος Ῥύακος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πέτρου, πατρικίου γενομένου ἐν τοῖς Εὐάνδρου.

ὅσιος Λέων ὁ ἐρημίτης, γυμνὸς διάγων, ἐν εἰρήνῃ τελειοῦται.

Οἱ ἅγιοι δισχίλιοι μάρτυρες ξίφει τελειοῦνται.

Οἱ ἅγιοι εἴκοσι πέντε μάρτυρες οἱ ἐν Νικομηδείᾳ πυρὶ τελειοῦνται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ ζ'

Δροσοβόλον μὲν τὴν κάμινον

πτερώσατε τὸν νοῦν πρὸς τὰ οὐράνια, καλῶν ταῖς ἐπιδόσεσι, καὶ γενόμενοι, κοινωνοὶ τῶν θείων δωρεῶν, ὑπόπτεροι ὄντες ἀετοί, πᾶσαν διέρχεσθε τὴν γῆν, θαυματουργοῦντες ἀεί.

Λαμπρυνθέντες ὥσπερ ὄρυζον Ἀνάργυροι, χρυσίον θείᾳ χάριτι, ἐπλουτήσατε, ἰαμάτων χάριν δαψιλῶς· διὸ οἰκτιρήσατε ἡμᾶς, χειμαζομένους χαλεπῶν, ἐπαγωγαῖς πειρασμῶν.

Παραθέμενοι Κυρίῳ καθαρὰ ὑμῶν, τὰ πνεύματα Ἀνάργυροι, τὰ ἀκάθαρτα, ἐκδιώκειν χάριν παρ’ αὐτοῦ, ἐδέξασθε πνεύματα ἀεί, ὧν τῆς κακίας τῆς πικρᾶς, ῥύσασθε πάντας ἡμᾶς.

κοιμήθητε δικαίοις ὀφειλόμενον, ὕπνον σοφοὶ Ἀνάργυροι, καὶ ἀκοίμητοι πρεσβευταὶ ὑπάρχετε πιστῶν· διὸ τῶν ψυχῶν ἡμῶν ἀεί, καὶ τῶν σωμάτων τὰ δεινὰ πάθη κοιμίσατε.

Θεοτοκίον

κετεύουσα μὴ παύσῃ τὸν φιλάνθρωπον, Θεὸν ἡμῶν Πανάμωμε, ὅπως λάβωμεν, παντελῆ συγχώρησιν κακῶν, καὶ τύχωμεν τῶν ἐν οὐρανοῖς, ἡτοιμασμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτόν.

δὴ η'

Ἐκ φλογὸς τοῖς Ὁσίοις

Νοσημάτων παντοίων ὄντες πολέμιοι, συμμαχίᾳ τοῦ θείου Πνεύματος Ἅγιοι, παύσατε ἡμῶν, τῶν ψυχῶν τὰ νοσήματα, καὶ τὰς τῶν σωμάτων, κουφίσατε ὀδύνας.

Θεωροὶ τοῦ Κυρίου νῦν τῆς τερπνότητος, χρηματίζοντες ὄντως προσεπισκέπτεσθε, τοῦτον τὸν τερπνόν, θεοφόροι ναὸν ὑμῶν, καὶ πηγὴν θαυμάτων, πολλῶν ἐπιτελεῖτε.

κ πηγῆς Παραδείσου ἐκπορευόμενοι, ποταμοὶ ὥσπερ δύο ἅπαν ἀρδεύετε, πρόσωπον τῆς γῆς, ἰαμάτων τοῖς νάμασι, καὶ τῶν νοσημάτων, ξηραίνετε τους ὄμβρους.

Μακαρίων ἐλπίδων ἐπιλαβόμενοι, ὑπὸ πάντων ἀξίως νῦν μακαρίζεσθε, ὡς ἐκπληρωταί, μακαρίου Θεοῦ ἡμῶν, θείων θελημάτων, Ἀνάργυροι δειχθέντες.

ατροὶ ἀνιάτων παθῶν Ἀναργυροι, τὰ ἀνίατα πάθη ἡμῶν ἰάσασθε, καὶ τῶν πειρασμῶν, τὸν χειμῶνα πραΰνατε, καὶ τῆς ἀθυμίας, σκεδάσατε τὰ νέφη.

Τριαδικὸν

Σὺν ἁγίοις Ἀγγέλοις ὑμνολογήσωμεν, τὸν Πατέρα καὶ Λόγον καὶ Πνεῦμα Ἅγιον, μίαν ἐν τρισί, χαρακτῆρσι Θεότητα, μίαν βασιλείαν, καὶ μίαν ἐξουσίαν.

δὴ θ'

Θεὸν ἀνθρώποις

δοὺ ὁ οἶκος ὑμῶν τοῖς θαύμασι, πανευπρεπῶς, ὡς ἄστροις φωταυγέσι λαμπρύνεται, καὶ συμφώνως ὑμᾶς ἀγαλλόμενος, πάντοτε μακαρίζει, καὶ τὴν σεπτὴν ὑμῶν, μνήμην ἑορτάζει εὐσεβῶς, σεπτοὶ Ἀνάργυροι.

ς φῶς ὡς δύο μεγάλοι ἥλιοι, τὸ νοητὸν στερέωμα κοσμεῖτε Ἀνάργυροι, καὶ σημείων ἀκτῖσι λαμπρύνετε πάντων πιστῶν καρδίας· ὅθεν κραυγάζομεν· Λύσατε τὸ σκότος, τῶν παθῶν ἡμῶν δεόμεθα.

Σκηνὰς τὰς ἄνω οἰκοῦντες Ἅγιοι, μέσον ἡμῶν γενέσθαι ἀοράτως σπλαγχνίσθητε, τῶν ἐν μέσῳ τῆς θείας σκηνῆς ὑμῶν, ὕμνους ἀναπεμπόντων, τῷ παντοκράτορι, καὶ μακαριζόντων, ἐκτενῶς ὑμᾶς πανεύφημοι.

γῆ τοῖς ἄνω συνεπαγάλλεται, ἐν τῇ φαιδρᾷ καὶ θείᾳ ἑορτῇ ὑμῶν Ἅγιοι, ἣν τελοῦντας ἡμᾶς ἐκλυτρώσατε, σκότος ἀρρωστημάτων, πάσης στενώσεως, καὶ τῆς ἐν τῷ Ἅδῃ, χαλεπῆς σοφοὶ κολάσεως.

Θεοτοκίον

Φρικτὴν λοχείαν ἔχουσα Πάναγνε, ἐν τῇ φρικτῇ ἡμέρᾳ τῆς ἐτάσεως δέομαι, τῆς φρικτῆς ἀποφάσεως ῥῦσαί με, καὶ τῆς τῶν σῳζομένων στάσεως μέτοχον, ποίησον ὑμνοῦντα, σὲ πιστῶς θεοχαρίτωτε.

Ἐξαποστειλάριον

Ἐν πνεύματι τῷ Ἱερῶ

Τὴν χάριν τῶν ἰάσεων, ἐκ Θεοῦ εἰληφότες, Ἀνάργυροι μακάριοι, ἰατρεύετε νόσους, καὶ θεραπεύετε πάντας, τοὺς πιστῶς προστρέχοντας, τῷ θείῳ ὑμῶν τεμένει· διὰ τοῦτο συμφώνως, μακαρίζομεν ἀξίως, τὴν σεπτὴν ὑμῶν μνήμην.

Θεοτοκίον

κύησας Πανάχραντε, τὸν Θεοῦ Θεὸν Λόγον, τῷ κόσμῳ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην· διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτῳ, λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τὰ ἑξῆς γ' δευτεροῦντες τὸ α'.

Ἦχος δ'

Ἔδωκας σημείωσιν

Νάμασι τοῦ Πνεύματος, ὡς ποταμοὶ προσκλυζόμενοι, καὶ σαφῶς πελαγίζοντες, τὴν κτίσιν ἀρδεύετε, ταῖς θεοσημείαις, καὶ ταῖς παραδόξοις, τῶν ἰαμάτων παροχαῖς, καὶ ψυχοφθόρα πάθη ξηραίνετε, καὶ νόσους θεραπεύετε, καὶ φυγαδεύετε πνεύματα, θεοφόροι Ἀνάργυροι, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.

Πάθη ἀλογώτατα, καθυποτάξαντες Ἅγιοι, ψυχικαῖς ταῖς δυνάμεσιν, ἀνθρώποις καὶ κτήνεσι, τὰς εὐεργεσίας, ἐπιχορηγεῖτε, παρὰ Χριστοῦ τὴν δωρεάν, τῶν ἰαμάτων καταπλουτήσαντες· διὸ τὴν ἱερὰν ὑμῶν, καὶ φωτοφόρον πανήγυριν, ἐκτελοῦντες αἰτούμεθα, φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.

θεῖος ναὸς ὑμῶν, ὡς οὐρανὸς ἀναδέδεικται, φωταυγὴς καὶ οὐράνιος, ὡς ἄστρα τὰ θαύματα, τὰ σωτηριώδη, νῦν προσκεκτημένος, καὶ ὥσπερ ἥλιον φαιδρόν, τῶν ἰαμάτων θείαν ἐνέργειαν, Κοσμᾶ μακαριώτατε, Δαμιανὲ παναοίδιμε, τοῦ Κυρίου θεράποντες, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Ἦχος δ'

Πηγὴν ἰαμάτων ἔχοντες, Ἅγιοι Ἀνάργυροι, τὰς ἰάσεις παρέχετε πᾶσι τοῖς δεομένοις, ὡς μεγίστων δωρεῶν ἀξιωθέντες, παρὰ τῆς ἀενάου πηγῆς τοῦ Σωτῆρος Χριστοῦ· Φησὶ γὰρ πρὸς ὑμᾶς ὁ Κύριος, ὡς ὁμοζήλους τῶν Ἀποστόλων. Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν, κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε αὐτὰ ἐκβάλλειν, καὶ θεραπεύειν πᾶσαν νόσον, καὶ πᾶσαν μαλακίαν. Διὸ τοῖς προστάγμασιν αὐτοῦ καλῶς πολιτευσάμενοι, δωρεὰν ἐλάβετε, δωρεὰν παρέχετε, ἰατρεύοντες τὰ πάθη τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

κ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις

Εἰς τὴν Λειτουργίαν, Τὰ τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τοῦ Κανόνος τῶν Ἁγίων ἡ γ' καὶ στ' δή.

Κοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.