The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ 

 ΟΚΤΩΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΘ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Προφήτου Ἰωὴλ καὶ τοῦ Ἁγίου Μάρτυρος Οὐάρου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’ καὶ ψάλλομεν Προσόμοια Στιχηρά.

Τρία τοῦ Προφήτου.

Ἦχος πλ.δ’

Ὢ τοῦ παραδόξου θαύματος.

Τὸ θεῖον Πνεῦμα ἐκκέχυται, ὡς ὁ σεπτὸς Ἰωήλ, προφητεύων ἐθέσπισε, παρ' αὐτοῦ κινούμενος, ἐφ' ἡμᾶς τοὺς πιστεύοντας, καὶ μυστηρίων θείων φανέρωσιν, ἀποκαλύπτει, καὶ προφητεύουσιν, οἱ τὴν ἐνέργειαν, τὴν αὐτοῦ δεξάμενοι, καὶ θεϊκῇ, αἴγλῃ φωτιζόμενοι, καὶ θείᾳ χάριτι.

Θεηγορίας ἀνάπλεως, ὁ θαυμαστὸς Ἰωήλ, ὡς πηγὴ ἐκπορεύεται, τὰς ψυχὰς ἀρδεύουσα, ἐκ τοῦ οἴκου σου Δέσποτα, καὶ γλυκασμὸν ἡμῖν ἀπεστάλαξε, τὰς διανοίας καταγλυκαίνοντα, ὅλος μετάρσιος, γεγονὼς τῷ πνεύματι, δι ' ἀρετῆς, ἀνακουφιζόμενος, πρὸς θεῖον ὕψωμα.

Προφητικῇ παρρησίᾳ σου, καὶ νοερᾷ πρὸς Θεόν, Ἰωὴλ οἰκειότητι, δι' ἧς τὰ οὐράνια, κατοπτεύεις θεάματα, ὑπὲρ ἡμῶν αὐτὸν ἐξιλέωσαι, τῶν ἐκτελούντων, πίστει τὴν μνήμην σου, λύσιν αἰτούμενος, τῶν πταισμάτων ἔνδοξε, καὶ μετοχήν, θείων ἀπολαύσεων, καὶ μέγα ἔλεος.

Καὶ τρία τοῦ Μάρτυρος.

Ἦχος πλ. β’

Ὅλην ἀποθέμενοι.

θλους θεασάμενος, τῶν καλλινίκων Μαρτύρων, θάρσους θείου ἔμπλεως, γεγονὼς εἰσέδραμες εἰς τὸ στάδιον, καὶ Χριστὸν Οὔαρε, δι' ἡμᾶς ἄνθρωπσν, γεγονότα ἀνεκήρυξας, μὴ πτήξας θάνατον, μηδὲ τὰ προκείμενα βάσανα· διὸ καταικιζόμενος, καὶ ἀνηλεῶς συγκοπτόμενος, ἔχαιρες τελείῳ, νοῒ ἀποσκοπούμενος σοφέ, τὴν διαμένουσαν εὔκλειαν, τοῖς  Θεὸν ποθήσασι.

Σάρκας σὺν τοῖς  αἵμασι, καταπιπτούσας ἑώρας, καὶ ὡς ἄλλου πάσχοντος, Ἀθλητὰ διέκεισο γενναιότατε, προσδεθεὶς ξύλῳ  γάρ, σπαραγμοὺς ἤνεγκας, ὑπ' ἀνόμων καρτερώτατα, Θεοῦ εἰς χεῖρας δέ, πνεῦμά σου τὸ θεῖον παρέδωκας, ἐκπλήξας τοὺς ὁρῶντάς σε, ταῖς ἀπεριτρέπτοις ἐνστάσεσιν· ὅθεν σε τιμῶμεν, μεγάλως ἀριστεύσαντα Σοφέ, καὶ καθελόντα τὸν τύραννον, Οὔαρε τοῖς  πόνοις σου.

λείφουσα μύροις σε, ἡ θαυμαστὴ Κλεοπάτρα, ὑπὸ γῆν κατέθετο, καὶ ναὸν πανάγιον ἀνεδείματο, ἑορτὴν ἄγουσα, θαυμαστὴν Οὔαρε, καὶ πιστῶς σε λιτανεύουσα· ἧς τὸ παιδάριον, νοητῇ στρατείᾳ κατέλεξας, καὶ δόξῃ κατεκάλλυνας, καὶ χοροῖς Ἁγίων συνέταξας· οὗ πὲρ τῆς μερίδος, ἀξίωσον ἡμᾶς τοὺς εὐσεβῶς, τὴν σὴν τελοῦντας πανήγυριν, Μάρτυς ἀξιάγαστε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Μόνος ὑπὲρ ἅπαντας, υἱοὺς ἀνθρώπων ὁ τάλας, μόνος ἐπλημμέλησα, τὰ καὶ λόγῳ ἄφθεγκτα καὶ ἀκούσματι, μηδαμῶς Ἄχραντε, φορητὰ πέλοντα· διὰ τοῦτό σου καὶ δέομαι· Σύγγνωθι Δέσποινα, σύγγνωθι καὶ δὸς μοι μετάνοιαν, δὸς μοι ἐξομολόγησιν, δὸς μοι στεναγμούς τε καὶ δάκρυα, ἵνα διὰ τούτων, συντρίβων τὴν καρδίαν μου ἀεί, κράζω  τό, Ἥμαρτον Κύριε, ἱλάσθητι σῶσόν με.

Ἢ Σταυροθεοτοκίον.

ομφαία ὡς ἔφησεν, ὁ Συμεὼν τὴν καρδίαν, τὴν σὴν διελήλυθε, Παναγία Δέσποινα, ὅτε ἔβλεψας, τὸν ἐκ σοῦ λάμψαντα, ἀπορρήτῳ  λόγῳ ὑπ' ἀνόμων ὡς κατάκριτον, Σταυρῷ ὑψούμενον, ὄξος καὶ χολήν τε γευόμενον, πλευράν τε ὀρυττόμενον, χεῖράς τε καὶ πόδας ἡλούμενον, καὶ ὀδυρομένη, ὠλόλυζες βοῶσα μητρικῶς· Τὶ τοῦτο, τέκνον γλυκύτατον, τὸ καινὸν μυστήριον;

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες, εἷς τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων οἱ παρόντες δύο. Ὁ Κανὼν τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς.

Χρησμούς, Ἰωὴλ τοῦ Προφήτου θαυμάσω.

Ποίημα Θεοφάνους.

Ὠδὴ α’   Ἦχος β’

Δεῦτε λαοὶ.

Χορὸς ἡμῖν, τῶν Προφητῶν συνευφραίνεται, ἐγκωμιαζομένου σου, τοῦ οὐρανόφρονος, Ἰωὴλ θεοφάντορ, μεθ' ὧν ἡμᾶς σωθῆναι, Μάκαρ δυσώπησον.

ῆμα Θεοῦ, προκαταγγέλλων θεσπέσιε, τὴν χαλεπὴν ἐμήνυσας, ὀργὴν καὶ ἔνδικον, τὴν ἐκ τῆς ἀσεβείας, συμβάσαν τῷ λαῷ σου τῷ ματαιόφρονι.

θαυμαστή, καὶ φωτοφόρος τοῦ Πνεύματος, ζωοποιὸς ἐπίπνοια, σοὶ ἐπεσκίασε, καὶ μελλόντων τὴν γνῶσιν, ἐνέπνευσε Προφῆτα, μακαριώτατε.

Θεοτοκίον.

Σὲ ἡ σκηνή, τοῦ μαρτυρίου προέγραψε, πολυειδῶς τυπούμενον, ἀποδεικνύουσα, τὸν ἐκ σοῦ σαρκωθέντα, ἀτρέπτως Θεομῆτορ, Πάναγνε Δέσποινα.

Ὁ κανὼν τοῦ Μάρτυρος, φέρων , Ἀκροστιχίδα.

Ἄθλους ἐπαινεῖν Οὐάρου κλέος μέγα. Ἰωσὴφ. 

Ὠδὴ α’  Ἦχος πλ. β’

Ὡς ἐν ἠπείρῳ.

ναφανεὶς ἐν τῷ ὕψει τῆς τοῦ Χριστοῦ, Ἐκκλησίας Οὔαρε, ὥσπερ ἥλιος φαιδρός, ἀστραπαῖς ἐλάμπρυνας τῶν σῶν, παλαισμάτων τὰ τῆς γῆς Μάκαρ πληρώματα.

Θείας ἀγάπης Παμμάκαρ κατασχεθείς, τῷ γλυκίστῳ  ἔρωτι, ἀπηρνήσω  σεαυτόν, καὶ πρὸς πᾶσαν βάσανον σαρκός, προσεχώρησας στερρῶς ἀγωνισάμενος.

Λελογισμένως τῶν θείων ἀγωνιστῶν, τοῖς  δεσμοῖς συνέδησας, Ἀθλοφόρε σεαυτόν, καὶ τῆς πλάνης ἔλυσας δεσμά, σταθηρᾷ ὑπομονῇ πολλῶν κολάσεων.

Θεοτοκίον.

ὑπερούσιος Λόγος σου ἐν γαστρί, ὑπὲρ λόγον ᾤκησε, καὶ τεχθεὶς θεοπρεπῶς, τῶν Μαρτύρων ἄχραντε χορούς, ἐπεσπάσατο, μεθ' ὧν ὑμνολογοῦμέν σε.

Τοῦ Προφήτου. 

Ὠδὴ γ’

Στερέωσον ἡμᾶς.

Μυούμενοι τοῖς  σοῖς σοφοῖς δόγμασι, νηστείαν Προφῆτα καὶ θεραπείαν, εὐσεβῶς ἀνακηρύττομεν, εἰς τὸν οἶκον Κυρίου πορευόμενοι.

Οἱ ταῖς  σαῖς διδαχαῖς ἀκολουθήσαντες, ἐξ ὅλης καρδίας καὶ διανοίας, ἐν κλαυθμῷ τε καὶ δεήσεσι, τὸν Θεὸν ἐκζητοῦμεν ἀξιάγαστε.

πέφηνας ἡμῖν τοῦ Παντοκράτορος, Δεσπότου Προφῆτα μακροθυμίαν, καὶ τὴν θείαν ἀγαθότητα, διετράνωσας τούτου καὶ χρηστότητα.

Θεοτοκίον.

Συνέλαβες Ἁγνὴ Θεὸν καὶ ἔτεκες, τὸν Λόγον ἀφράστως σεσαρκωμένον, ἐν Προφήταις τὸν λαλήσαντα καὶ τελέσαντα τούτων τὰ κηρύγματα.

Τοῦ Μάρτυρος. 

Οὐκ ἔστιν Ἅγιος ὡς σὺ.

πῆλθες γνώμῃ σταθηρᾷ, τοὺς ἀνδρείους ἀγῶνας, νευρωθεὶς ταῖς ἐλπίσι, τῶν μελλόντων ἀγαθῶν, καὶ τῶν Μαρτύρων Χριστοῦ, ταῖς πανσόφοις, Μάκαρ παραινέσεσι.

Στρατὸν Ἁγίων Ἀθλητῶν, ἐναθλοῦντα νομίμως, καθορῶν τὴν ἐκείνων, ἐπεδείξω  ἀνδρικῶς, στερρότητα ὁμιλῶν, πολυτρόποις Οὔαρε κολάσεσιν.

ν παρατάξει ἱερᾷ Οὔαρε ὡς γενναῖος, στρατιώτης εὑρέθης, καὶ κατέσφαξας πληθύν, ἀνδρείας ξίφει Σοφέ, πολεμίων, νίκαις κλεϊζόμενος.

Θεοτοκίον.

Παρθένε Μήτηρ τοῦ Θεοῦ, τῆς ἐμῆς ῥαθυμίας, τὸ βαρύτατον σκότος, καὶ τὰ νέφη τῶν παθῶν, τῷ φωτισμῷ τῆς ἐν σοί, δυσωπῶ σε, χάριτος ἀπέλασον.

Ὁ Εἱρμὸς.

Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.

Κάθισμα τοῦ Προφήτου. 

Ἦχος δ’

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῶν μολυσμῶν προκαθαρθεὶς τῆς καρδίας, δοχεῖον ὤφθης καθαρὸν θεορρῆμον, τοῦ Παναγίου Πνεύματος Προφῆτα Ἰωήλ· ὅθεν καθυπέδειξας, ἀληθείας τὴν γνῶσιν, καὶ προανεκήρυξας, τοῦ Σωτῆρος καὶ Κτίστου, τὴν ἐν σαρκὶ ἐπέλευσιν ἐν γῇ, τὴν ἐπ' ἐσχάτων φανεῖσαν τοῖς  ἔθνεσι.

Δόξα... Τοῦ Μάρτυρος.

Ἦχος α’

Τὸν τάφον σου Σωτὴρ.

Τοὺς ἄθλους τῶν σεπτῶν, θεωρήσας Μαρτύρων, καὶ τούτων τὰ δεσμά, ἀσπαζόμενος πόθῳ, εἰς ὕψος ἀνέδραμες, μαρτυρίου Πανθαύμαστε· ἐπὶ ξύλου γάρ, ἀναρτηθεὶς τάς αἰκίσεις, ἐκαρτέρησας, ἕως εἰς χεῖρας Κυρίου, τὸ πνεῦμα παρέδωκας.

Καὶ νῦν... Θεοτοκίον.

νύμφευτε Ἁγνή, Θεοτόκε Μαρία, ἡ μόνη τῶν πιστῶν, προστασία καὶ σκέπη, κινδύνων καὶ θλίψεων, καὶ δεινῶν περιστάσεων, πάντας λύτρωσαι, τοὺς ἐπὶ σοὶ τὰς ἐλπίδας, Κόρη ἔχοντας, καὶ τὰς ψυχὰς ἡμῶν σῶσον, ταῖς θείαις πρεσβείαις σου.

Ἢ Σταυροθεοτοκίον.

ἄσπιλος ἀμνάς, τὸν ἀμνὸν καὶ ποιμένα, κρεμάμενον νεκρόν, ἐπὶ ξύλου ὁρῶσα, θρηνοῦσα ἐφθέγγετο, μητρικῶς ὀλολύζουσα· Πῶς ἐνέγκω  σου, τὴν ὑπὲρ λόγον Υἱὲ μου, συγκατάβασιν, καὶ τὸ ἑκούσιον πάθος, Θεὲ ὑπεράγαθε;

Τοῦ Προφήτου.

Ὠδὴ δ’

Εἰσακήκοα τὴν ἀκοὴν.

λεως γενοῦ Κύριε, τοῖς  εὐσεβῶς πρὸς σὲ μετανοοῦσιν, ὡς μόνος οἰκτίρμων καὶ πολυέλεος.

ς προήγγειλας Ἔνδοξε, παρὰ Θεοῦ ἐκκέχυται τὸ Πνεῦμα, ἐπὶ πᾶσαν σάρκα ἤδη πιστεύσασαν.

τοῦ Πνεύματος κάθοδος, τοὺς Μαθητὰς σοφίσασα Κυρίου, τοὺς σοὺς θεηγόρους λόγους ἐτέλεσε.

Θεοτοκίον.

Λελυτρωμένοι Πάναγνε, τῶν ζοφερῶν του ᾋδου κενεώνων, τῷ θείῳ  σου τόκῳ, σὲ μακαρίζομεν.

Τοῦ Μάρτυρος.

Χριστός μου δύναμις.

γίοις στίγμασι, καλλωπιζόμενος, ὡραιότατος ὤφθης καὶ τῷ Θεῷ , Οὔαρε ποθούμενος, τῷ στεφανώσαντι τὴν σήν, κορυφὴν ἀξιοθαύμαστε.

κρίῳ  ἔνδοξε, προσαναρτώμενος, καὶ εἰς γῆν τεταμένος τοὺς χαλεπούς, πόνους ἐκαρτέρησας δι' ὧν τὴν ἄπονον ζωήν, ἐκληρώσω  ἀγαλλόμενος.

Νομίμως βλέποντες, οἱ θεῖοι Μάρτυρες, ἐναθλοῦντά σε Μάκαρ ὑπομονῆς, λόγοις παρεθάρρυνον, μεθ' ὧν τοὺς πόνους τοὺς μακρούς, διανύσας μεμακάρισαι.

Θεοτοκίον.

λύος Δέσποινα, παθῶν ἀνάγαγε, καὶ τῆς ταλαιπωρίας τῶν λογισμῶν, τῶν ἀλλοτριούντων με, Θεοῦ τοῦ μόνου καθαροῦ, ἵνα πίστει μακαρίζω  σε.

Τοῦ Προφήτου.

Ὠδὴ ε’

Τῆς νυκτὸς διελθούσης.

Τὴν Χριστοῦ παρουσίαν, Ἰωὴλ ὁ θεῖος, διαρρήδην πᾶσι προέλεγεν. Ὅτι ἣξει καὶ σώσει, ἀνθρώπων τὸ γένος, ἐκ τῆς τῶν εἰδώλων κακότητος.

λικῶς ἀνανεύσας, ἔνδοξε Προφῆτα, πρὸς τὰ ὑπὲρ νοῦν καὶ διάνοιαν, προφητείας τὴν χάριν, εἵλκυσας ἐκεῖθεν, καὶ δικαιοσύνην ἐκήρυξας.

πὲρ τῶν σὲ ὑμνούντων, πρέσβευε σωθῆναι, πάσης ἐπηρείας πανόλβιε, Ἰωὴλ καὶ τῆς θείας, χάριτος καὶ αἴγλης, καταξιωθῆναι δυσώπησον.

Θεοτοκίον.

Παναγία Παρθένε, Δέσποινα τοῦ κόσμου, τοὺς σὲ Θεοτόκον κηρύττοντας, ἐξ ἀμέτρων πταισμάτων, πρέσβευε ῥυσθῆναι, καὶ βιωτικῶν περιστάσεων.

Τοῦ Μάρτυρος.

Τῶ θείῳ  φέγγει σου.

Νευροῦσαι νεύσεσι θεϊκαῖς, καὶ τοὺς ἀνενδότους σπαραγμούς, φέρεις γενναίῳ  φρονήματι, Οὔαρε σπαράττων τὴν τοῦ ἀλάστορος, καρδίαν τοῦ κακίαν δημιουργήσαντος.

περιδέξιος Ἀθλητής, βλέπων ἐκπιπτούσας εἰς τὴν γῆν, τὰς ἑαυτοῦ σάρκας ἔχαιρε, τὰς αἰωνιζούσας νοῒ λαμπρότητας, καὶ θείας ἀντιδόσεις προφανταζόμενος.

μνῶ σε Κύριε ὁ Θεός, καὶ δοξολογῶ καὶ προσκυνῶ, τῶν ἀγαθῶν ἀξιούμενος, τῶν ἡτοιμασμένων τοῖς  σὲ ποθήσασιν, ὁ Μάρτυς ἐν τῷ πάσχειν Οὔαρος ἔκραζεν.

Θεοτοκίον.

ναφανεῖσα τῶν Χερουβίμ, καὶ τῶν Σεραφὶμ ὡς ἀληθῶς, ἁγιωτέρα Πανάμωμε, πάντας τοὺς πιστῶς σε νῦν μακαρίζοντας, ἁγίασον καὶ σῶσον τῇ μεσιτείᾳ σου.

Τοῦ Προφήτου. 

Ὠδὴ ς’

Ἄβυσσος ἁμαρτημάτων.

έουσι τῶν σῶν δογμάτων, πηγαὶ τῆς θεηγορίας, καὶ τὸν ψυχοτρόφον γλυκασμόν, στάζουσιν Ἔνδοξε, ἀρδεύουσαι, τοὺς πιστῶς σε τιμῶντας.

ρος σε τῆς προφητείας, γλυκύτητα ἀποστάζον, καὶ θεοσεβείας Ἰωήλ, κήρυκα πάνσοφον, γνωρίζομεν θεηγόρε Προφῆτα.

Φρούρησον σαῖς ἱκεσίαις, Θεοῦ Προφῆτα ὡς ἔχων, θείαν παρρησίαν πρὸς τὸν Θεόν, τοὺς πόθῳ  ὑμνοῦντας σου, τὴν ἔνδοξον, καὶ ἀοίδιμον μνήμην.

Θεοτοκίον.

Φώτισον ἡ φῶς τεκοῦσα, τὸ ἄδυτον τὰς καρδίας, τῶν δοξολογούντων σε πιστῶς, ἄχραντε Δέσποινα, καὶ τὸν ἐκ σοῦ ἀπορρήτως τεχθέντα.

Τοῦ Μάρτυρος.

Τοῦ βίου τὴν θάλασσαν.

ημάτων ἠλόγησας, παρανόμου δικαστοῦ, καὶ τὴν πυρὰν ὑπέμεινας, τῶν ἀνυποίστων πόνων καρτερικῶς, πολύαθλε Οὔαρε, πρεσβευτὰ τῶν ἐν πίστει ἀνυμνούντων σε.

Οὐκ ἔληξε τύραννος, ὁ παράφρων ταῖς πληγαῖς, ἀνηλεῶς συγκόπτων σε, ἕως Θεοῦ εἰς χεῖρας τὴν ἱεράν, ψυχὴν ἐναπέδωκας, καλλοναῖς λαμπρυνθεῖσαν τῶν ἀγώνων σου.

ψώθης μιμούμενος, ἐπὶ ξύλου τὸν Χριστόν, καὶ ἐν αὐτῷ κρεμάμενος, τὴν σὴν ψυχὴν παρέδωκας τῷ Θεῷ, τῷ σὲ στεφανώσαντι, Ἀθλοφόρε νομίμως ἀριστεύσαντα.

Θεοτοκίον.

Κυβέρνησον Δέσποινα, ἐν πελάγει τῶν δεινῶν, χειμαζομένην πάντοτε, τὴν ταπεινὴν ψυχήν μου, καὶ γαληνόν, πρὸς ὅρμον ἀνάγαγε, ἀδιστάκτῳ σε γνώμῃ μακαρίζουσαν.

Ὁ Εἱρμὸς.

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ  εὐδίῳ  λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου πολυέλεε.

Συναξάριον.

Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἰωήλ.

Στίχοι

γῆς Ἰωὴλ ἐκτραγῳδήσας πάθη,

Μετῆλθεν ἐκ γῆς εἰς τόπον κρείττω  πάθους.

ννεακαιδεκάτῃ μόρος ἀμφ' ἐκάλυψεν Ἰωήλ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐάρου καὶ τῶν σὺν αὐτῷ.

Στίχοι

Ξεσμοὺς ἀπείρους καρτεροῦντος Οὐάρου,

Σατὰν πλάνης ἔξαρχος Οὐαὶ μοι! λέγει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαδώθ, καὶ τῶν σὺν αὐτῷ εἴκοσι καὶ ἑκατὸν Μαρτύρων, ἐν Περσίδι τελειωθέντων.

Στίχοι

Σαδὼθ ὁ θεῖος τὴν κάραν τμηθεὶς ξίφει,

Θεοῦ Σαβαὼθ νῦν παρίσταται θρόνῳ.

Δεκὰς δεκαπλῆ Μαρτύρων συμμαρτύρων,

Καὶ δὶς δέκα θνῄσκουσι πληγέντες ξίφει.

Ἅγιος Λεόντιος ὁ φιλόσοφος, ἐν εἰρήνῃ τελειοῦται.

Οἱ Ἅγιοι Φῆλιξ πρεσβύτερος καὶ Εὐσέβιος Διάκονος ξίφει τελειοῦνται.

Ὅσιος πατὴρ ἡμῶν Ἰωάννης ὁ θαυματουργός, ὁ κατὰ τὸ ὄρος τοῦ Ῥίλα ἀσκήσας, καὶ τὴν ἐκεῖσε μονὴν οἰκοδομήσας, ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τοῦ Προφήτου.

Ὠδὴ ζ’

Ὁ τὴν κάμινον πάλαι.

ἐκπορευομένη, ἐκ τοῦ οἴκου Κυρίου, καὶ ποτίζουσα κρήνη, ὡς προέφης προῆλθε, Προφῆτα πανσεβάσμιε.

Τὸν χειμάρρουν τῶν σχοίνων, σιτοφόρον εἰργάσω, τῆς τρυφῆς ὁ χειμάρρους, Ἰωὴλ ὡς προεῖπεν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

τὰ πάντα ποιήσας, γεννηθεὶς ἐκ Παρθένου, διεσώσατο κόσμον, εὐσεβῶς ἀνυμνοῦντα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Τοῦ Μάρτυρος. 

Δροσοβόλον μὲν.

Λαμπρυνθέντα σε ἀγώνων ἐπιδόσεσιν, ἡ Κλεοπάτρα ἔνδοξε, συνεκόμισεν, εὑραμένη κλέος διὰ σοῦ, τῆς πίστεως ἄξιον σαφῶς, ἧς ἐνεδείξατο θερμῶς, εἰς σὲ τελείῳ  νοΐ.

πιχέουσά σοι δάκρυα καὶ μύροις σε, ἐντίμοις ἐπαλείφουσα, κατακρύπτει σε, ὑπὸ γῆν ἡ πάνσεμνος γυνή, ἐνθάψαντα πλάνην πονηράν, καὶ ταῖς ἐκ τάφου ἀστραπαῖς, φωταγωγοῦντα ἡμᾶς.

Οὐκ ἐνέδωκεν ὁσίως θεραπεύουσα, σὲ τὸν Χριστοῦ θεράποντα, ἡ ἀείμνηστος, ἕως ὤφθης πρόξενος αὐτῇ, Σοφὲ βασιλείας οὐρανῶν, ἧς ἠξιώθη διὰ σοῦ, σὺν τῷ φιλτάτῳ  υἱῷ.

Θεοτοκίον.

Συντριβέντα με ἀμέτροις παραβάσεσι, Παρθένε μεσιτείᾳ σου, καινοποίησον, ἰατρεύουσά μου τὴν ψυχήν, καὶ λόγον παρέχουσα βοᾶν· Εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.

Τοῦ Προφήτου. 

Ὠδὴ η’

Τὸν πάλαι δροσίσαντα.

πέδειξας ἔνδοξε, μετανοίας τοὺς τρόπους ἐμφανῶς, τὸν εὔσπλαγχον Κύριον, ἐγγυώμενον τοῖς  πίστει πρὸς αὐτόν, προσιοῦσι καὶ ψάλλουσιν· Εὐλογεῖτε καὶ ὑπερυψοῦτε, Θεὸν εἰς τοὺς αἰῶνας.

Θεράπων γενόμενος, τοῦ Κυρίου προφῆτα Ἰωήλ, τὰ τούτου μυστήρια, ἐπιστεύθης προφητεύων τοῖς  λαοῖς, ἀνυμνοῦσι καὶ λέγουσιν· Εὐλογεῖτε καὶ ὑπερυψοῦτε, Θεόν εἰς τοὺς αἰῶνας.

φέσεις προχέουσι, τοῦ Ἰούδα θαυμάτων ποταμοί, Ἀπόστολοι ἔνδοξοι, τοῦ Κυρίου ὡς προέφη Ἰωήλ, τοὺς βοῶντας ἀρδεύοντες· Εὐλογεῖτε καὶ ὑπερυψοῦτε, Θεὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

πόστασιν σύνθετον, ἐν δυσὶ ταῖς οὐσίαις τὸν Χριστόν, Πανάμωμε τέτοκας, διαμείνασα Παρθένος καθαρά· ὃν ὑμνοῦντες κραυγάζομεν· Εὐλογεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Μάρτυρος. 

Ἐκ φλογὸς τοῖς  Ὁσίοις.

Μητρικῶς ὑπακούσας Μάρτυς δεήσεων, οὐρανίῳ στρατείᾳ λαμπρῶς ἐστράτευσας, παῖδα τὸν σεπτόν, καὶ τῆς σῆς συμμεθέξοντα, ἔδειξας εὐκλείας, ἀρρήτῳ  συμπαθείᾳ.

ξ Αἰγύπτου σε ὄλβον ὥς περ πολύτιμον, μετηγάγετο Μάρτυς καταπλουτίζοντα, θείαις δωρεαῖς, Κλεοπάτρα ἰάσεων, πᾶσαν Παλαιστίνην, τὴν πόθῳ  σε τιμῶσαν.

Γεγηθὼς τοὺς ἀγῶνας τοὺς σοὺς διήνυσας, στρατιῶτα γενναῖε τοῦ Παντοκράτορος, καὶ ὡς νικητής, παρ' αὐτοῦ ἐστεφάνωσαι, Οὔαρε παμμάκαρ, τῶν Ἀθλοφόρων κλέος.

Θεοτοκίον.

μαρτίας συνάπτω  ἐφ' ἁμαρτήμασι, καὶ τὸ μέλλον οὐ φρίττω  φρικτὸν κριτήριον, ἴασαι Ἁγνὴ τῆς ψυχῆς μου τὴν πώρωσιν, καὶ τῇ σῇ πρεσβείᾳ, ἐπίστρεψόν με σῶσον.

Ὁ Εἱρμὸς.

κ φλογὸς τοῖς  Ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δράς, Χριστὲ μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Προφήτου. 

Ὠδὴ θ’

Ἡ ἐν οὐρανοῖς.

Μετὰ Προφητῶν ὡς ὑποφήτης, χαρμονικῶς ἐν ἐπουρανίοις, νῦν εὐφραίνῃ σκηνώμασιν.

νωθεν ἡμᾶς νῦν ἐποπτεύοις, τοὺς εὐσεβῶς σε δοξολογοῦντας, θεηγόρε πανόλβιε.

Σύντομον ὁδὸν τῆς σωτηρίας, ὁ Ἰωὴλ διὰ μετανοίας, θεοφρόνως ὑπέδειξεν.

Θεοτοκίον.

ρθωσας ἡμᾶς τοὺς πεπτωκότας, Μήτηρ Θεοῦ, εὔσπλαγχνον Δεσπότην, καὶ Σωτῆρα γεννήσασα.

Τοῦ Μάρτυρος.

Θεὸν ἀνθρώποις ἰδεῖν.

σχὺν καθεῖλες τοῦ πολεμήτορος, τὴν θεϊκὴν σαφῶς περιζωσάμενος δύναμιν, Ἀθλητὰ γενναιότατε Οὔαρε· ὅθεν σε εὐφημοῦμεν, ἴασιν ἄφθονον, ἐκ τῶν σῶν λειψάνων, οἱ πιστοὶ ἀπαρυόμενοι.

ς φῶς ὡς ὄρθρος ὡς μέγας ἥλιος, πάση τῇ γῇ ἡ μνήμη σου ἐξήπλωται Οὔαρε, σελασφόροις φωτίζουσα λάμψεσι, σοῦ τῶν σεπτῶν ἀγώνων, πάντας πανεύφημε, καὶ τόν σκοτασμὸν τῶν καρδιῶν ἀποδιώκουσα.

Σὺν σοὶ ἀστράπτοντα ὡς ἑώρακε, δόξῃ πολλῇ τὸν ἴδιον υἱὸν ἡ φιλότεκνος, τὸν τῶν ὅλων Θεὸν ἐμεγάλυνε, σὲ δὲ γνησιωτάτως, Μάρτυς ἐδόξασε, μέγιστον προστάτην, ἐμφανῶς καταπλουτήσασα.

γῆ ἐν ᾗ σου τὸ καρτερώτατον, σῶμα Σοφὲ κατάκειται, ἐνθέως ἡγίασται, ἀλλὰ δίδου ἡμῖν ταῖς πρεσβείαις σου, λύσιν ἁμαρτημάτων, βίου διόρθωσιν, Οὔαρε καὶ πάντων, δυσχερῶν τὴν ἀπολυτρωσιν.

Θεοτοκίον.

Φανεὶς Παρθένε ἐκ σοῦ ὁ Κύριος, τῆς φωτεινῆς νεφέλης, τῆς Αἰγύπτου τὰ ξόανα, παντελεῖ ἀπωλείᾳ παρέδωκε, πλήθους δὲ Ἀθλοφόρων, ταύτην ἠξίωσε, φέρειν μιμουμένων, τὰ αὐτοῦ σεπτὰ παθήματα.

Ὁ Εἱρμὸς.

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις, στρατιαῖς σε μακαρίζομεν.

Καὶ τὰ λοιπὰ τοῦ Ὀρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.