The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

ΝΟΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΘ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀβδιού· καὶ τοῦ Ἁγίου Μάρτυρος Βαρλαάμ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμε Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τρία.

Τοῦ Προφήτου.

Ἦχος α’  Πανεύφημοι Μάρτυρες.

Δοχεῖον τοῦ Πνεύματος λαμπρόν, Ἀβδιοὺ γενόμενος, καὶ παρ' αὐτοῦ φωτιζόμενος, θεοειδέστατον, Προφητείας τρόπον, καὶ μελλόντων πρόγνωσιν, καὶ γνῶσιν ἀληθείας ἐπλούτησας καὶ νῦν  ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Εἷς χαρακτηρίζεται Θεός, πρώτοις ἰδιώμασι, καὶ κατ' οὐσίαν γνωρίσμασι, τούτων οἱ ἔνδοξοι, καὶ σεπτοὶ προφῆται, μετοχῇ καὶ χάριτι, δευτέρως κατὰ θέσιν μετέχουσι, καταλαμπρύνοντος, τοῦ Κυρίου τοὺς θεράποντας, τοὺς οἰκείους, ἰδίᾳ λαμπρότητι.

δύτου πληρούμενος φωτός, καὶ δόξαν θεώμενος, τὴν ὑπὲρ νοῦν καὶ διάνοιαν, καὶ παριστάμενος, τῷ  Δεσπότῃ πάντων, Ἀβδιοὺ μακάριε, καὶ θεῖος ὑποφήτης γενόμενος, αὐτὸν ἱκέτευε, δωρηθῆναι ταῖς  ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μεγα ἔλεος.

Καὶ τρία τοῦ Μάρτυρος.

Ἦχος δ'  Ὡς γενναῖον.

νδριάντος στερρότερος, καὶ χαλκοῦ δυνατώτερος, καὶ σιδήρου γέγονας ἰσχυρότερος· παραχωρεῖ γὰρ τηκόμενον, καὶ θᾶττον λυόμενον, τούτων ἕκαστον πυρί, βίᾳ τούτου νικώμενον· σοῦ δὲ ἄκαμπτος, δεξιὰ τεταμένη τῶν ἀνθράκων, φλεγομένη παραδόξως, περιεγένετο Πάνσοφε.

ερεὺς ὥσπερ πέφηνας, καὶ Θεῷ παριστάμενος, καὶ αὐτῷ Μακάριε προσερχόμενος, οὐκ ἀλλοτρίῳ ἐν αἵματι, οἰκείῳ δὲ μάλιστα, καὶ χειρὶ μαρτυρικῇ, εὐωδίας θυμίαμα, προσενήνοχας, οὐ δαιμόνων ἀπάταις, τῷ  Χριστῷ δέ, τῷ  Σωτῆρι καὶ Δεσπότῃ, καὶ ἐσαεὶ βασιλεύοντι.

ερέα προσάγοντα, καὶ ἀμνὸν προσαγόμενον, τὸν αὐτὸν ἀμφότερα σε Πανεύφημε, περιχαρῶς ὀνομάζομεν, ὡς ὄντα ἑκάτερα· σεαυτὸν δὲ τῷ  Θεῷ, ὡς πανάμωμον σφάγιον, ὡλοκαύτωσας, τῷ  πυρὶ τῶν βασάνων, ὃν δυσώπει, τοῦ σωθῆναι τοὺς τιμῶντας, τὴν παναοίδιμον μνήμην σου.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον.

Φωτοφόρον παλάτιον, τοῦ Δεσπότου ὑπάρχουσα, καὶ φωτὸς νεφέλη θεοχαρίτωτε, τοῦ ἐκ τῆς σῆς ἀνατείλαντος, νηδύος πανάμωμε, φωταγώγησον ἡμῶν, καὶ ψυχὴν καὶ διάνοιαν, καὶ τὰ σκάνδαλα, ἀφανίσασα πάντα τοῦ δολίου, τῇ πρεσβείᾳ σου Παρθένε, τὸν λογισμὸν ἡμῶν στήριξον.

Ἢ Σταυροθεοτοκίον.

ς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ Μήτηρ σου, ἐν Σταυρῷ κρεμάμενον ἐξεπλήττετο, καὶ ἀνακράζουσα ἔλεγε· Τὶ σοι ἀνταπέδωκαν, οἱ πολλῶν σου δωρεῶν, ἀπολαύσαντες Δέσποτα; Ἀλλὰ δέομαι, μὴ με μόνην ἐάσῃς ἐν τῷ κόσμῳ, ἀλλὰ σπεῦσον ἀναστῆναι, συνανιστῶν τοὺς Προπάτορας.

Εἰς τὸν Στίχον, τὰ Στιχηρὰ τῆς Ὀκτωήχου.

Καὶ τὰ λοιπὰ τοῦ Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, λέγομεν ἕνα Κανόνα τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων τοὺς ἐφεξῆς δύο.

Ὁ Κανὼν τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς.

Τὸ τοῦ βλέποντος Ἀβδιοὺ μέλπω κλέος.

Θεοφάνους.

Ὠδὴ α’ Ἦχος πλ. α’

Τῷ σωτῆρι Θεῷ, τῷ  ἐν θαλάσσῃ λαόν, ποσὶν ἀβρόχοις ὁδηγήσαντι, καὶ Φαραὼ πανστρατιᾷ καταποντίσαντι, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.

Τῷ σωτῆρι Θεῷ, προφητικῇ παρεστώς, νῦν  παρρησίᾳ καθικέτευε, φωτιστικαῖς μαρμαρυγαῖς καταλαμπρύνεσθαι, Ἀβδιοὺ τοὺς πίστει σε, καταγεραίροντας.

τὰ πάντα σαφῶς, προγνωστικῶς θεωρῶν, τῆς σῆς καρδίας τὸ ἀθόλωτον, καὶ καθαρὸν καὶ φωταυγές, μάκαρ θεώμενος, Προφήτην θεόληπτον, σὲ προχειρίζεται.

Τὰς ὁράσεις ἰδών, τὰς ἀληθῶς ἐκ Θεοῦ, σοὶ δεικνυμένας προηγόρευσας, τῶν δυσσεβούντων ἀδελφῶν, πανωλεθρίαν δεινήν, καὶ τούτων τὴν ἔνδικον, Μάκαρ ἀπώλειαν.

Θεοτοκίον.

Οἱ σωθέντες τῷ  σῶ, Θεογεννῆτορ ἁγνή, ἀσπόρῳ, τόκῳ δυσωποῦμέν σε. Τῆς κοσμικῆς περιφορᾶς, ἡμᾶς διάσωσον, συμφώνως κραυγάζοντας, ὕμνον ἐπινίκιον.

Ὁ Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ Ἀκροστιχίς.

Τοὺς καρτερούς σου, Βαρλαάμ, μέλπω τόνους.

Θεοφάνους.

Ὠδὴ α’  Ἦχος δ’

σομαὶ σοι Κύριε ὁ Θεός μου, ὅτι ἐξήγαγες λαόν, ἐκ δουλείας Αἰγύπτου, ἐκάλυψας δὲ ἅρματα, Φαραὼ καὶ τὴν δύναμιν.

Ταῖς τῆς σῆς ἀθλήσεως λαμπηδόσι, περιλαμπόμενος ἡμᾶς, τοὺς πίστει τιμῶντας, τὴν μνήμην σου περίσῳζε, Βαρλαὰμ ταῖς πρεσβείαις σου.

τὸ πῦρ μαράνας τῆς ἀσεβείας, θεοσεβείας ἀκριβοῦς, πυρὶ θεοπνεύστῳ, τιμάσθω μελῳδήμασι, Βαρλαὰμ ὁ θαυμάσιος.

πὲρ τῆς εὐσεβείας ἠγωνισμένος, στεφανηφόρε Βαρλαάμ, στεφάνῳ τῆς δόξης νῦν , ἀξίως τετίμησαι, δεξιᾷ, παντοκράτορι.

Σθένος σοι δεδώρηται ὁ Δεσπότης, κατὰ ποικίλων αἰκισμῶν, Πανόλβιε Μάρτυς, ἐντεῦθεν καὶ νενίκηκας, τῶν ἀθέων τὸ φρύαγμα.

Θεοτοκίον.

Κλῖμαξ ἐδείχθης οὐρανομήκης, δι' ἧς ὡμίλησεν ἡμῖν, ὁ Λόγος Παρθένε, ἣν πάλαι προεώρακεν, Ἰακὼβ ὁ προπάτωρ σου.

Τοῦ Προφήτου.

Ὠδὴ γ’

Δυνάμει τοῦ Σταυροῦ σου Χριστέ, στερέωσόν μου τὴν διάνοιαν, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σου, τὴν σωτήριον Ἀνάληψιν.

δάτων μυστικῶν ποταμός, ἐκ τῆς ἀβύσσου προερχόμενος, τῶν χαρισμάτων τοῦ Πνεύματος, Ἀβδιοὺ μάκαρ γεγένησαι.

Βουλήσει καὶ προνοίᾳ Θεοῦ, προαγορεύειν τὰ ἐσόμενα, καὶ προαγγέλλειν τὰ μέλλοντα, προεβλήθης Ἀξιάγαστε.

Λαμπόμενος τῷ  θείῳ φωτί, καὶ οὐρανίῳ προηγόρευσας, τὴν ἐσομένην τοῖς ἔθνεσι, σωτηρίαν Παναοίδιμε.

Θεοτοκίον.

σκήνωσεν ὁ Λόγος ἐν σοί, Παρθενομῆτορ, διασῴζει δέ, τοὺς Θεοτόκον φρονοῦντάς σε, μεσιτείᾳ σου πανάμωμε.

Τοῦ Μάρτυρος.

Τόξον δυνατῶν ἠσθένησε.

πας τῆς σαρκὸς ὁ σύνδεσμος, καὶ ἡ ἁρμονία σοῦ τῶν μελῶν διελύετο, ἀλλ' ὁ τόνος διετηρεῖτο, τῆς ψυχῆς σου ἀδιάρρηκτος.

ύμην εὐσθενῶς ὑπήνεγκας, τῶν διορυττόντων σοῦ τὰς πλευρὰς Παναοίδιμε, καρτερίαν ἀκμαιοτάτην, σταθερῶς ἐπιδειξάμενος.

Τίς σου τὸ στερρὸν καὶ εὔτονον, καὶ τῆς διανοίας τὸ ἀκατάπληκτον φρόνημα, τοῖς ἐπαίνοις ἐγκωμιάσει, κατ' ἀξίαν Παμμακάριστε;

Θεοτοκίον.

στη τῆς φθορᾶς ὁ θάνατος, τῆς ἐνυποστάτου διὰ σαρκὸς ζωῆς Πάναγνε, τοῖς ἀνθρώποις φανερωθείσης, ἐκ γαστρός σου θεονύμφευτε.

Ὁ Εἱρμὸς.

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.

Καθισμα τοῦ Προφήτου.

Ἦχος α'  Τὸν τάφον σου, Σωτὴρ.

μέγας Ἀβδιοὺ, ἐπιλάμψεσι θείαις, τὸν νοῦν φωτοειδῆ, κεκτημένος θεσπίζει, τὰ μέλλοντα Πνεύματι, τῷ  Ἁγίῳ φθεγγόμενος, τοῦτον σήμερον, εὐσεβοφρόνως τιμῶντες, ἐκτελέσωμεν, τὴν ἱερὰν αὐτοῦ μνήμην, καρδίας φωτίζουσαν.

Δόξα... Τοῦ Μάρτυρος.

Ἦχος δ’ Ὁ ὑψωθεὶς.

ς στρατιώτης τοῦ Χριστοῦ ἀκατάπληκτος, καὶ τροπαιοῦχος ἀληθὴς καὶ ἀήττητος, τῶν ἀθλητῶν τὸ καύχημα Πανένδοξε, στέφος τὸ ἀμάραντον, οὐρανόθεν ἐκτήσω, χαίρων σὺν Ἀγγέλοις δέ, καὶ χορεύων ἀπαύστως, ταῖς σαῖς πρεσβείαις σῷζε τοὺς πιστῶς, ἀνευφημοῦντας τὴν θείαν σου ἄθλησιν.

Καὶ νῦν ... Θεοτοκίον.

Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προϊστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων,  τὶς δὲ διεφύλαξεν, ἕως νῦν  ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ἢ Σταυροθεοτοκίον.

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ, Οἴμοι! ποθεινότατε Ἰησοῦ, ἀνεβόα, πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ' Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν  βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε Μακρόθυμε.

Τοῦ Προφήτου.

Ὠδὴ δ’

Εἰσακήκοα τὴν ἀκοήν, τῆς δυναστείας τοῦ Σταυροῦ, ὦς Παράδεισος ἠνοίγη δι' αὐτοῦ, καὶ ἐβόησα· Δόξα τῇ δυνάμει σου Κύριε.

Προφητείας τὴν χάριν, παθῶν ὡς προκαθάρας τὴν ψυχήν, διὰ Πνεύματος Ἁγίου εἰληφῶς, ἀνεβόησας· Δόξα τῇ δυνάμει σου Κύριε.

Προφήτης ὁ μέγας, Πνεύματος Ἁγίου ἀστραπῇ, δᾳδουχούμενος, ἐφώτισεν ἡμᾶς, τοῦ κραυγάζειν σοι· Δόξα τῇ δυνάμει σου Κύριε.

Νυμφοστόλος ἐδείχθης, τῆς Ἐκκλησίας Μάκαρ ἐκ Σιών, προθεσπίσας τὸν Σωτῆρα προελθεῖν, ᾧ κραυγάζομεν· Δόξα τῇ δυνάμει σου Κύριε.

Θεοτοκίον.

Τὸν Πατρὶ συνάναρχον, καὶ συναΐδιον Λόγον καὶ τῷ  Πνεύματι, ἀπεγέννησας Ἁγνὴ θεοπρεπῶς, ᾧ κραυγάζομεν· Δόξα τῇ δυνάμει σου Κύριε.

Τοῦ Μάρτυρος.

Τοὺς οὐρανοὺς ἡ ἀρετή σου.

ητορικὴν ἀδολεσχίαν ἀπωσάμενος, διδαχὰς δὲ Ἀποστόλων προσηκάμενος, τῆς ἀληθείας ἔνδοξε, Μάρτυς ἀληθὴς ἐχρημάτισας.

τοῦ πυρὸς εὐτονωτέραν τὴν προαίρεσιν, κεκτημένος τυράννων τὴν ἀπόνοιαν, καταβαλὼν ἐκραύγαζες· Δόξα τῇ δυνάμει σου Κύριε.

πὲρ Χριστοῦ μέχρι θανάτου καρτερόψυχε, καὶ πυρὶ καὶ βασάνοις ἀνθιστάμενος, μεγαλοφώνως ἔψαλλες· Δόξα τῇ δυνάμει σου Κύριε.

Συντονωτάταις προθυμίαις Παμμακάριστε, κεχρημένος τὴν πλάνην κατεπάτησας, καὶ θεοφρόνως ἔψαλλες· Δόξα τῇ δυνάμει σου Κύριε.

Θεοτοκίον.

Σωματωθεὶς ἐκ τῆς Παρθένου ὁ ἀσώματος, τοῖς ἀνθρώποις ἐπεδήμησε· διὸ ἐν πίστει κράζομεν· Δόξα τῇ δυνάμει σου Κύριε.

Τοῦ Προθήτου.

Ὠδὴ ε’

ρθρίζοντες βοῶμέν σοι Κύριε· Σῶσον ἡμᾶς· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

ρθρίσας πρὸς τὸν Κύριον εἴληφας, οὐρανόθεν, τὴν χάριν τοῦ Πνεύματος, τοῦ Παναγίου θεόπνευστε.

Συλλήπτορα τὸν βίον τὸν ἔνθεον, κεκτημένος, ὁρᾶν κατηξίωσαι, τὸν ἀοράτως νοούμενον.

νέτειλέ σοι φῶς Παμμακάριστε, ὡς Προφήτῃ, καὶ ἡ τούτου σύζυγος, σοὶ εὐφροσύνη δεδώρηται.

Θεοτοκίον.

Βουλήματι τὰ σύμπαντα Πάναγνε, ὁ ποιήσας, ἐκ σοῦ πεπλαστούργηται, το καθ' ἡμᾶς ὁ ὑπέρθεος.

Τοῦ Μάρτυρος.

Ὁ ἀνατείλας τὸ φῶς.

γεγονὼς τοῦ Χριστοῦ, μιμητὴς παθημάτων, καὶ Μάρτυς ἀναμέλπει· Δόξα σοι δόξα σοι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.

πομονῆς σοι πολύς, ὁ μισθὸς καὶ τῆς νίκης, ὁ στέφανος ἐπλάκη· Δόξα σοι μέλποντι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.

Βέλη ῥημάτων τῶν σῶν, τῶν ἐχθρῶν ἐν καρδίαις, κατέπηξας κραυγάζων· Δόξα σοι δόξα σοι,  Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.

Θεοτοκίον.

γιον ὄρος Ἁγνή, καὶ ὡς σκηνὴ Ὑψίστου, φρονοῦντές σε Παρθένε· Δόξα σοι κραυγάζομεν, Θεοτόκε, ἡμῶν ἡ ἐλπίς.

Τοῦ Προφήτου.

Ὠδὴ στ’

κύκλωσέ με ἄβυσσος, ταφὴ μοι τὸ κῆτος ἐγένετο· ἐγὼ δὲ ἐβόησα πρὸς σὲ τὸν φιλάνθρωπον, καὶ ἔσωσέ με ἡ δεξιά σου Κύριε.

Δυνάμει θείου Πνεύματος, ἑώρας Προφήτα τὰ μέλλοντα, τοὺς τύπους δεχόμενος τῶν θείων ἐμφάσεων, ὡς ἐν κατόπτρῳ, τῇ τῆς ψυχῆς λαμπρότητι.

λέωσαι τὸν Κύριον, Προφήτα παμμάκαρ πρεσβείαις σου, τοῖς πίστει τὴν μνήμην σου τελοῦσιν αἰτούμενος, τὴν τῶν πταισμάτων, δωρήσασθαι συγχώρησιν.

λάσθητι τοῖς δούλοις σου, καὶ τούτοις πταισμάτων συγχώρησιν, παράσχου Φιλάνθρωπε ἔχων δυσωποῦντά σε, τὸν σὸν Προφήτην, κόσμῳ σε προαγγείλαντα.

Θεοτοκίον.

Οὐσιώσας ἅπαντα, τῷ  λόγῳ τῆς θείας δυνάμεως, ἀγκάλαις βαστάζεται ταῖς  σαῖς Ἀπειρόγαμε, ὃν ἐκδυσώπει, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τοῦ Μάρτυρος.

Ἐβόησε, προτυπῶν.

απιζέσθω, δεξιᾷ πυρουμένῃ τὰ πρόσωπα, τῶν δαιμόνων, τῶν πιστῶν δὲ καρδίαι σκιρτάτωσαν, καὶ τῶν Ἀσωμάτων, αἱ χορεῖαι φαιδρῶς εὐφραινέσθωσαν.

Λαμπρύνεται, τῶν καλῶν σου ἀγώνων τὰ τρόπαια, καὶ τὰς νίκας, καὶ τῶν ἄθλων ὁρῶσα τὰ ἔπαθλα, ἡ τῶν πρωτοτόκων, ἐκλεκτὴ καὶ φωσφόρος ὁμήγυρις.

νάστητε, οἱ καλοὶ νῦν  ζωγράφοι τοῦ Μάρτυρος, τὴν εἰκόνα, ταῖς ὑμῶν εὐτεχνίαις λαμπρύνατε, τὸν ἀγωνοθέτην, ἐν αὐτῇ προφανῶς ἐγχαράττοντες.

Θεοτοκίον.

γάλλεται, ἐπὶ σοὶ Θεομῆτορ πανάμωμε ἡ Προμήτωρ, τῆς ἀρχαίας κατάρας τῷ  τόκῳ σου, ἐλευθερωθεῖσα, τοῦ θανάτου πικρᾶς κατακρίσεως.

Ὁ Εἱρμὸς.

βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων.

Συναξάριον.

Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου προφήτου Ἀβδιού.

Στίχοι

φησεν ἂν τι μέλλον Ἀβδιοὺ πάλιν, 

Εἰ μὴ τελευτὴν εἶχεν αἰδεῖσθαι τάχα.

ννεακαιδεκάτῃ βίον Ἀβδιοὺ ἐξεπέρησεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βαρλαάμ.

Στίχοι

Σὺν λιβανωτῷ, Βαρλαάμ, τὸ πῦρ φέρων,

Εὔοσμος ὤφθης λιβανωτὸς Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἄζη τοῦ Θαυματουργοῦ.

Στίχοι

Διψητικὴ τις ὡς ἔλαφος εἰς ὕδωρ,

ζης ὁ Μάρτυς ἔτρεχε πρὸς τὸ ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑκατὸν πεντήκοντα στρατιῶται ξίφει τελειοῦνται.

Στίχοι

Τετμημένας τρεῖς, Χριστέ, πεντηκοντάδας,

Τριττῇ στεφῶν γέραιρε πεντηκοντάδι.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δώδεκα στρατιῶται ξίφει τελειοῦνται.

Στίχοι

Στρατεύομαί σοι σήμερον διὰ ξίφους,

Τ  Παμβασιλεῖ δωδεκὰς στρατοῦ λέγει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαπίου.

Στίχοι

Κἂν ἐσπαράχθην Ἀγάπιος θηρίοις,

Τὴν πίστιν ἀσάλευτός εἰμὶ σοι, Λόγε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἡλιοδώρου, τοῦ ἐν Μαγιδῷ τῆς Παμφυλίας.

Στίχοι

λιόδωρος Χριστὸν Ἥλιον βλέπων,

νώτερος πέφηνε βασάνων σκότους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνθίμου, Θαλλελαίου, Χριστοφόρου, Εὐφημίας καὶ τῶν τέκνων αὐτῶν, καὶ τοῦ Ἁγίου Παγχαρίου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τοῦ Προφήτου.

Ὠδὴ ζ’

ἐν καμίνῳ πυρός, τοὺς ὑμνολόγους σώσας Παῖδας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

περφυὴς ἀληθῶς, τῶν Προφητῶν τῶν σῶν ἡ δόξα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Μετὰ Θεοῦ κατοικεῖν, ἠξιωμένος ἀναμέλπεις· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ν τοῖς Προφήταις τοῖς σοῖς, τὴν θείαν χάριν σου δεικνύεις· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Λελυτρωμένοι τῷ  σῷ, Παρθένε τόκῳ μελῳδοῦμεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τοῦ Μάρτυρος.

Ὁ τῶν Πατέρων Θεὸς.

Μετὰ Μαρτύρων χοροῦ, ὡς ἀήττητος Μάρτυς, κατηξίωσαι Χριστῷ, μεγαλοφώνως κραυγάζειν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Μετὰ λαμπάδων φαιδρῶς, εἰς τὸν θεῖον νυμφῶνα, εἰσελήλυθας Χριστῷ, Μεγαλομάρτυς κραυγάζων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Εὐτονωτέραν πυρός, δεξιὰν κεκτημένος, παραστάτης δεξιός, τῷ  σῷ Δεσπότῃ κραυγάζεις· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Λελυτρωμένοι τῇ  σῇ, παναχράντῳ γεννήσει, ὑμνοῦμέν σε Πιστοί, ἀκαταπαύστως βοῶντες· Εὐλογημένος Ἁγνή, ὁ σῆς κοιλίας καρπός.

Τοῦ Προφήτου.

Ὠδὴ η’

Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων, γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, σαρκωθέντα ἐκ Παρθένου Μητρός, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας.

Παρὰ Θεοῦ φωτισθέντες, οἱ Προφῆται προθεσπίζουσι, τῶν ἐσομένων τὴν γνῶσιν, θεοφρόνως ἀνακράζοντες· ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τους αἰῶνας.

σπερ πυρσὸς ἐν πελάγει, τοῖς ἐν σκότει μάκαρ ἔφανας, ταῖς θεϊκαῖς φρυκτωρίαις, Ἀβδιοὺ καταυγαζόμενος· Τὸν Χριστὸν κραυγάζων, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Κατὰ τὴν θείαν οὐσίαν, τῷ  Πατρί σου ὁμοούσιος, ἡμῖν ὁμόφυλος ὤφθης, σαρκωθεὶς ἐξ ἀπειρανδρου Μητρός· διὸ σε ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Τοῦ Μάρτυρος.

Τὸν ἐν καμίνῳ τοῦ πυρὸς.

Πᾶσαν καθεῖλες τοῦ ἐχθροῦ, τὴν πανοπλίαν Βαρλαὰμ ἀξιάγαστε, ἔφλεξας εἰδωλικὴν φαντασίαν, κραυγάζων· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

ραϊσμένος εὐπρεπῶς, Χριστῷ παρέστης Ἀθλητὰ παναοίδιμε, αἵματι μαρτυρικῷ, βεβαμμένην πορφύραν φορῶν, τὸν Δεσπότην, ὑμνεῖς εἰς τοὺς αἰῶνας.

Τῆς εὐσεβείας τῷ  πυρί, πεπυρσευμένος ὡς ἀκάνθας κατέφλεξας, πάσας τὰς δαιμονικάς, φαντασίας κραυγάζων· Ὑμνεῖτε καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Οἱ εὐλογοῦντές σε πιστῶς, ὑπὸ Κυρίου εὐλογοῦνται Πανάμωμε· τίκτεις γὰρ τὸν εὐλογοῦντα, τὴν κτίσιν Δεσπότην, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς.

Τὸν ἐν καμίνῳ τοῦ πυρός, ἐν Βαβυλῶνι τοὺς παῖδας τῶν Ἑβραίων, διασώσαντα Θεόν, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Προφήτου.

Ὠδὴ θ'  Σὲ τὴν ὑπὲρ νοῦν.

Λόγῳ θεϊκῷ, καὶ πράξει κοσμούμενος, ἐπτερώθης τῷ  πνεύματι, Ἀβδιοὺ θεσπέσιε, καὶ τὰ μέλλοντα βλέπειν κατηξίωσαι.

νθα Προφητῶν, χορεῖαι σκηνούμενος, καὶ Ἁγίων λαμπρότητες, δυσώπει τὸν Κύριον, τοῦ σωθῆναι τοὺς πίστει εὐφημοῦντάς σε.

λος τῷ  Θεῷ, θερμῶς ἀνακείμενος, καθαρῶς προσωμίλησας, ταῖς θείαις ἐμφάσεσιν, ὧν καὶ νῦν  ἀπολαύεις Παμμακάριστε.

Θεοτοκίον.

Σὲ τὴν τοῦ φωτός, λυχνίαν ὑμνοῦμεν Ἁγνή, σὲ καὶ πλάκα τῆς χάριτος, τὸν Λόγον σαρκούμενον, δεξαμένην εἰδότες μεγαλύνομεν.

Τοῦ Μαρτυρος.

Λίθος ἀχειρότμητος.

Νόμος ἐγκωμίων ἡττᾶται, τῷ  τῶν ἀγώνων σου μεγέθει, μόνος ὁ Δεσπότης σε Χριστός, δοξάζειν οἶδε θείᾳ λαμπρότητι, ὃν ἐκτενῶς δυσώπησον, ὑπὲρ τῶν πίστει ἀνυμνούντων σε.

λον σεαυτὸν τῷ  Κυρίῳ, θυσίαν ζῶσαν προσενέγκας, ὅλος τῆς αὐτοῦ βασιλείας συγκληρονόμος ὤφθης καὶ μέτοχος, καὶ σὺν αὐτῷ γηθόμενος, νῦν  βασιλεύεις Παναοίδιμε.

πὲρ τῆς σῆς Σῶτερ ἀγάπης, αἵματος μέχρι καὶ θανάτου, ξίφει καὶ πυρὶ καὶ βασάνοις, ὁ θεῖος Μάρτυς ἀντιταξάμενος, τῆς παρὰ σοῦ φιλάνθρωπε, ἀθανασίας ἀντελάβετο.

Θεοτοκίον.

Σὲ τὴν πρσστασίαν τοῦ κόσμου, καὶ Θεομήτορα Παρθένον, πάσης τῆς ζωῆς μου προστάτιν, καὶ σωτηρίαν χαίρων προβάλλομαι· σὺ γὰρ Θεὸν γεννήσασα, σῴζειν ἰσχύεις τοὺς ὑμνοῦντάς σε.

Ὁ Εἱρμὸς.

Λίθος ἀχειρότμητος ὅρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.

Εἰς τὸν Στίχον, τὰ Στιχηρὰ τῆς Ὀκτωήχου. 

Ἡ λοιπὴ ἀκολουθία τοῦ Ὄρθρου καὶ Ἀπολυσις.