The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ 

 ΙΑΝΟΥΑΡΙΟΣ

ΕΧΩΝ ΗΜΕΡΑΣ ΤΡΙΑΚΟΝΤΑ ΜΙΑΝ

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ 

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μακαρίου τοῦ Αἰγυπτίου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ'

Ἔδωκας σημείωσιν

Τῆς μακαριότητος, τῆς ὑπὲρ νοῦν ὀρεγόμενος, ἐλογίσω θεσπέσιε, τρυφὴν τὴν ἐγκράτειαν, τὴν πτωχείαν πλοῦτον, τὴν ἀκτημοσύνην, περιουσίαν ἀληθῆ, καὶ εὐδοξίαν τὴν μετριότητα· διὸ καὶ τῆς ἐφέσεως, τῆς κατὰ γνώμην ἐπέτυχες, ἐν σκηναῖς αὐλιζόμενος, τῶν Ἁγίων Μακάριε.

Δρόμον τῆς ἀσκήσεως, ἀπεριτρέπτως τετέλεκας, καὶ τὴν πίστιν τετήρηκας, ἐντεῦθεν καὶ στέφανον, ἐκομίσω Πάτερ, τῆς δικαιοσύνης, ὃν σοι ἡτοίμασε Χριστός, ὁ κατ' ἀξίαν νέμων τὰ ἔπαθλα, καὶ γέρα χαριζόμενος, καὶ τὴν τῶν πόνων ἀντίδοσιν, ὧν καὶ νῦν ἡμᾶς δρέψασθαι, θεοφόρε δυσώπησον.

Πᾶσαν ἡδυπάθειαν, ὑποπιάζων τὸ σῶμά σου, ἀπηρνήσω θεόσοφε, πικραίνων τὴν αἴσθησιν, ἐγκρατείας πόνοις, καὶ σκληραγωγίαις, ὑπομονῇ τε πειρασμῶν, καὶ καρτερίᾳ τῶν περιστάσεων, ἀνθ᾿ ὧν τὴν ἀτελεύτητον, ἀντιλαμβάνεις ἀπόλαυσιν, καὶ τρυφὴν ἀδιάδοχον, καὶ χαρὰν ἀνεκλάλητον.

Δόξα... Ἦχος πλ. α' Ἀνατολίου

Εὐφραίνου Αἴγυπτος, ἀνθήσασα τοιοῦτον πολιοῦχον, τὸν ἐν μακαρίοις Μακάριον. Οὗτος γὰρ τῇ σοφίᾳ τοῦ Ἁγίου Πνεύματος καταγλαϊσθείς, πᾶσαν ἄσκησιν, τῇ ἐναρέτῳ πολιτείᾳ αὐτοῦ, ὑπερηκόντισεν. Αὐτὸν καὶ ἡμεῖς, μεσίτην προσάγοντες, αἰτοῦμεν δυσωπεῖν τὸν Χριστόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης

δε μου, τῆς συντετριμμένης καρδίας, τοὺς στεναγμοὺς Θεονύμφευτε, πρόσδεξαι Παρθένε Μαρία, καὶ μὴ ἀπώσῃ πανάμωμε, τὰς τῶν χειρῶν μου Ἁγνή, ἐπάρσεις ὡς φιλάγαθος, ἵνα ὑμνῶ καὶ μεγαλύνω, τὴν μεγαλύνασαν τὸ γένος ἡμῶν.

Ἢ Σταυροθεοτοκίον

ρνα σε, ὅτε ἡ ἀμνὰς καὶ Παρθένος, πρὸς σφαγὴν κατεπειγόμενον, ἔβλεψε, σὺν δάκρυσι Λόγε, ἠκολούθει καὶ ἐκραύγαζε· Ποῦ σπεύδεις τέκνον ἐμόν, συνέλθω σοι γλυκύτατε· οὐ γὰρ φέρω μὴ ὁρᾶν σε, Ἰησοῦ μου πολυέλεε.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.

Δόξα... Ἦχος πλ. β'

σιε Πάτερ, εἰς πᾶσαν τῇν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι' ὧν ἐν τοῖς οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν Δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Κύριον, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

 Ὅλην ἀποθέμενοι

Χαῖρε λύχνε πάμφωτε, ἡλιακῶν λαμπηδόνων, λαμπροτέρα Δέσποινα. Χαῖρε λύσις ἄχραντε, τῆς ἀρχαίας ἀρᾶς, ἡ ἐλπὶς Δέσποινα, τῶν ἀπηλπισμένων, ἡ ἀνάκλησις τοῦ γένους ἡμῶν. Χαῖρε παλάτιον, τοῦ Παμβασιλέως λαμπρότατον, τὸ ὄρος τὸ πιότατον, ἐξ οὗ ὁ Λυτρωτὴς προσελήλυθε. Χαῖρε Θεοῦ Λόγου, λαμπάδιον τὸ θεῖον καὶ τερπνόν· Χαῖρε λυχνία ὁλόφωτε· Χαῖρε θρόνε πύρινε.

Ἢ Σταυροθεοτοκίον

ομφαία ὡς ἔφησεν, ὁ Συμεὼν τὴν καρδίαν, τὴν σὴν διελήλυθε, Παναγία Δέσποινα, ὅτε ἔβλεψας, τὸν ἐκ σοῦ λάμψαντα, ἀπορρήτῳ λόγῳ, ὑπ ἀνόμων ὡς κατάκριτον, Σταυρῷ ὑψούμενον, ὄξος καὶ χολήν τε γευόμενον, πλευρὰν δὲ ὀρυττόμενον, χεῖράς τε καὶ πόδας ἡλούμενον, καὶ ὀδυρομένη, ὠλόλυζες βοῶσα μητρικῶς. Τὶ τοῦτο τέκνον γλυκύτατον, τὸ καινὸν μυστήριον;

Ἀπολυτίκιον Ἦχος α'

Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν Μακάριε, νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν. Οἱ δύο Κανόνες τῆς Ὀκτωήχου καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς.

Τὸν πανάριστον ἐν ἀσκηταῖς Μακάριον κυδαίνω.

Θεοφάνους.

δὴ α' Ἦχος δ'

Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες, ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον· Ἄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Τῷ θείῳ φωτὶ λαμπόμενος, καὶ σὺν τοῖς Ἀγγέλοις, Πάτερ νῦν συναυλιζόμενος, ταῖς πρεσβείαις σου σῷζε, τοὺς ἐπιτελοῦντας τῇν πανίερόν σου μνήμην, ἐν ἀγαλλιάσει βοῶντας· Ἄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

δὸν πρὸς ζωὴν στελλόμενος, ἀμεταστρεπτί, ταύτην Παμμάκαρ διήνυσας, ἐκφυγὼν τοὺς θορύβους, καὶ τὰς τῶν δαιμόνων ταραχὰς διεσκέδασας, ἐν ἀγαλλιάσει κραυγάζων· Ἄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Νεκρώσας σαρκὸς τὸ φρόνημα, ταῖς ἀσκητικαῖς, σοῦ παλαίστραις τῷ θείῳ Πνεύματι, καὶ τῇ τούτου κυβερνώμενος θείᾳ δυνάμει, ἐν ἀγαλλιάσει ἐβόας· Ἄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Πάντα τὰ τερπνὰ κατέλιπες, τὴν διηνεκῆ, ἀγαπήσας Πάτερ τερπνότητα, ἐν τῷ οἴκῳ Κυρίου, ἔνθα ἦχος τῶν εἰλικρινῶς ἑορταζόντων, καὶ ἀγαλλιάσει βοώντων· Ἄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Θεοτοκίον

χρονον υἱὸν ἀνάρχου Πατρός, σάρκα δι' ἡμᾶς, τοὺς ἀνθρώπους Ἁγνὴ γενόμενον, ἐν γαστρὶ συλλαβοῦσα, ὑπὸ χρόνον τοῦτον, τέτοκας ἀνερμηνεύτως, ᾧ καὶ γεγηθότες βοῶμεν· Ἄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

δὴ γ'

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.

Νόμῳ ὑποκύψας Πνεύματος, οὗ τῇ πανοπλίᾳ, περιφραξάμενος Ὅσιε, οὐ τῷ νόμῳ τῆς ἁμαρτίας, τὴν προαίρεσιν ὑπέκλινας.

νω πρὸς Θεὸν τὸ φρόνημα, ἔχων θεοφόρε, τὰ ἐπὶ γῆς καταλέλοιπας, διὰ πόνων τῆς ἐγκρατείας, ἀνενδότως κουφιζόμενος.

ήξας τὰ δεσμὰ τῆς φύσεως, τῇ ὑπερφυεῖ, καὶ καθαρᾷ πολιτείᾳ σου, θεοφόρε τῶν ὑπέρ, φύσιν, ἐκομίσω τὴν ἐνέργειαν.

να τῷ Θεῷ Μακάριε, ἐν ἀταραξίᾳ, προσομιλήσῃς ἐπἔρημον, κατοικῆσαι Πάτερ προείλω, τῶν θορύβων μακρυνόμενος.

Θεοτοκίον

Σῶσαι βουληθεὶς τὸν ἄνθρωπον, ὁ διαφερόντως, ὡς εὐεργέτης φιλάνθρωπος, τὴν σὴν μήτραν ἀπεριγράπτως, Θεομῆτορ κατεσκήνωσεν.

Ὁ Εἱρμὸς

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.

Κάθισμα Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ

σκήσεως πυρί, ὡς χρυσὸς ἐν καμίνῳ, Σοφὲ δοκιμασθείς, ὀβρυζότερος ὤφθης· διὸ πρὸς οὐράνια, μετηνέχθης βασίλεια· ὅθεν πίστει σε, ἀνευφημοῦντες βοῶμεν· Χάριν ἔλεος, καὶ ἱλασμὸν τῶν πταισμάτων, ἡμῖν Πάτερ αἴτησαι.

Δόξα... Καὶ νῦν...Θεοτοκίον

δήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον, ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.

Ἢ Σταυροθεοτοκίον ὅμοιον

ἄσπιλος Ἀμνάς, τὸν Ἀμνὸν καὶ Ποιμένα, κρεμάμενον νεκρόν, ἐπὶ ξύλου ὁρῶσα, θρηνοῦσα ἐφθέγγετο, μητρικῶς ὀλολύζουσα· Πῶς ἐνέγκω σου, τὴν ὑπὲρ λόγον Υἱὲ μου, συγκατάβασιν, καὶ τὰ ἑκούσια πάθη; Θεὲ ὑπεράγαθε.

δὴ δ'

καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.

Τὸν φθειρόμενον αὐτίκα, παλαιότατον ἄνθρωπον, ἐξεδύσω Πάτερ, σὺν τῆς ἁμαρτίας τοῖς πάθεσι· δι ἐγκρατείας εὐτόνως ἐνεδύσω δέ, τὸν καινούμενον, κατὰ Χριστόν πανσεβάσμιε.

λαμπρότατός σου βίος, ὡς κανὼν ἀκριβέστατος, διὰ πάσης Πάτερ, θείας ἀρετῆς ἀναδέδεικται, ἐν προσευχαῖς καὶ νηστείαις, ἀγρυπνίαις τε, καὶ δεήσεσι, ταῖς πρὸς Χριστὸν τὸν φιλάνθρωπον.

Νυσταγμὸν τοῖς σοῖς βλεφάροις, θεοφόρε οὐκ ἔδωκας, ἕως ὅτου Πάτερ, οἶκον σεαυτὸν ἀπετέλεσας, τῷ παντεπόπτῃ Δεσπότῃ ὡραιότατον, πρὸς ὃν ἔκραζες· δόξα Χριστὲ τῇ δυνάμει σου.

ν νεότητι τὸ σῶφρον, ἐν τῷ γήρει τὴν σύνεσιν, ἐν παντὶ δὲ βίῳ, τὸ καρτερικὸν καὶ μακρόθυμον, καὶ τὴν πρὸς πάντας ἀγάπην ἐπιδέδειξαι, τοὺς κραυγαζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.

Θεοτοκίον

Νεκρωθέντας Παναγία, τοὺς ἀνθρώπους ἐζώωσας, πεπτωκότας τούτους, πρὸς διαφθορὰν ἐξανέστησας, τὸν Ζωοδότην τεκοῦσα τὸν λυτρούμενον, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.

δὴ ε'

Τὸν φωτισμόν σου Κύριε, κατάπεμψον ἡμῖν, καὶ τῆς ἀχλύος ἡμᾶς τῶν πταισμάτων, λῦσον ἀγαθέ, τὴν σὴν εἰρήνην οὐρανόθεν δωρούμενος.

ναπετάσας Ὅσιε, ψυχῆς τὸ νοερόν, καὶ τὰς αἰσθήσεις σοφῶς κυβερνήσας, γέγονας ναὸς ἡγιασμένος, τῷ Θεῷ καὶ πανίερος.

Σκολιωτάτου δράκοντος, μαράνας μηχανάς, καὶ τὰς ἐκείνου πικρὰς μεθοδείας, ἤμβλυνας ἀεὶ τῷ θείῳ Νόμῳ, τὴν ψυχὴν ῥυθμιζόμενος.

Κατακοσμήσας Ὅσιε, ψυχῆς τὸ νοερόν, καὶ ἡγεμόνα τὸν νοῦν καταστήσας, ἔσχες τὸν Χριστὸν ἡνιοχοῦντα, πρὸς πορείαν οὐράνιον.

Θεοτοκίον

Παρθένος ἔτεκε, τὸν ἄχρονον Υἱόν, νομοθετοῦντα τοῖς πάσιν ἁγνείαν, καὶ τὸ καθαρὸν τῆς εὐσεβείας, τοῖς ἐν γῇ καταγγέλλοντᾳ.

δὴ ς'

βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων.

Τὴν ἔρημον, κατοικῆσαι προθύμως ἠγάπησας, θεοφόρε, ἐν αὐτῇ τὸν Θεὸν προσδεχόμενος, τὸν ῥυόμενόν σε, καὶ τηροῦντα τὰ σὰ διαβήματα.

κλόνητος, ἐν ἀσκήσει θεόφρον διέμεινας, μέχρι τέλους, διασῴζων τὴν ταύτης ἀκρίβειαν· δι' ἧς τῆς ἀφράστου, ἠξιώθης καὶ θείας ἐλλάμψεως

σάγγελον, ἐπὶ γῆς πολιτείαν ἐβίωσας, ἰσαγγέλου, καὶ τιμῆς ἐπαξίως τετύχηκας, μετὰ τῶν Ἀγγέλων, τῷ τῶν πάντων Θεῷ παριστάμενος.

Θεοτοκίον

Συνέλαβες, ἐν γαστρὶ Θεομῆτορ τὸν ἄναρχον, Θεὸν Λόγον, δι ἡμᾶς τοὺς ἀνθρώπους γενόμενον, καθ ἡμᾶς ἀτρέπτως, ἐν δυσὶ γνωριζόμενον φύσεσιν.

Ὁ Εἱρμὸς

βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος. Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων.

Κοντάκιον Ἦχος δ'

Ἐπεφάνης σήμερον

ν τῷ οἴκῳ Κύριος, τῆς ἐγκρατείας, ἀληθῶς σε ἔθετο, ὥς περ ἀστέρα ἀπλανῆ, φωταγωγοῦντα τὰ πέρατα, Πάτερ Πατέρων, Μακάριε Ὅσιε.

Ὁ Οἶκος

Τὸν τοῦ Κυρίου ἐραστήν, τῶν Μοναστῶν τὸ κλέος, θαυμάτων τὸν ταμίαν, Μακάριον τὸν μέγαν, ἀνευφημήσωμεν πιστῶς· οὗτος γὰρ τῶ φέγγει τῶν ἀγώνων αὐτοῦ, ὡς ἥλιος ἐξέλαμψε, φωτίζων τοὺς ἐν σκότει ὑπάρχοντας παθῶν καὶ ἁμαρτίας, καὶ ἐκδιώκων τῶν δαιμόνων τὴν ζοφερὰν πλάνην ἀνενδότως. Διὸ καὶ ποταμοὺς πλουσίων θαυμάτων, ὡς ἐκ κρήνης λογικῆς ἐκβλύζων, πάντων τὰς ψυχὰς ῥωννύει τῶν ἐκβοώντων· Πατέρων Πάτερ, Μακάριε Ὅσιε.

Συναξάριον

Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὅσίου Πατρὸς ἡμῶν Μακαρίου τοῦ Αἰγυπτίου καὶ ἀναχωρητοῦ, καὶ τοῦ Ὁσίου Μακαρίου τοῦ Ἀλεξανδρέως.

Στίχοι

Θανοῦσα θείων ἡ δυὰς Μακαρίων,

Ζωῆς μετέσχε τῆς μακαριωτάτης.

Γῆν μακάρων λάχον ἐννεακαιδεκάτῃ Μακάριοι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας Μάρτυρος Εὐφρασίας.

Στίχοι

Ψεύδει σοφῷ φυγοῦσα σαρκὸς τὴν ὕβριν,

θλεῖς ἀληθῶς ἐκ ξίφους Εὐφρασία.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ εἰς τὸν Ναὸν τῶν ἁγίων Ἀποστόλων Ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου τοῦ θεολόγου.

Στίχοι

χει νεκρὸν σὸν ἡ καλὴ μετοικία,

Καλῶ γάρ, ὡς σύ, τοὺς Ἀποστόλους Πάτερ.

Τῇ αὐτῇ ἡμέρᾳ, τελεῖται ἡ ἀνάμνησις τοῦ ἐν Νικαίᾳ μεγίστου θαύματος, ὅτε ὁ Μέγας Βασίλειος διὰ προσευχῆς ἀνέῳξε τὰς πύλας τῆς Καθολικῆς Ἐκκλησίας καὶ παρέθετο αὐτὴν τοῖς Ὀρθοδόξοις.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ ζ'

Ο διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεός, ὁ τῶν Πατέρων εὐλογητός εἶ.

Μετὰ τῆς ἄνωθεν ῥοπῆς, καὶ τῆς τοῦ Θεοῦ βοηθείας, τοὺς δυσμενεῖς καταβαλών, νικηφόρος κραυγάζων γεγένησαι· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

νακαθάρας τὴν ἀχλύν, τὴν ἐκ τῶν παθῶν γενομένην, τῆς ἀπαθείας τῷ φωτί, κατηυγάσθης κραυγάζων Μακάριε· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

Καταφαιδρύνας τὴν ψυχήν, ταῖς τῶν ἀρετῶν εὐπρεπείαις, ὡραῖος κάλλει τῷ Θεῷ, γεγονὼς ἐμελῴδεις γηθόμενος· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

Θεοτοκίον

νακαλούμενος ἡμᾶς, αἰχμαλωτισθέντας Παρθένε, πρὸς ὅ περ ἦμεν ἐν ἀρχαῖς, ἐν γαστρί σου σκηνώσας σεσάρκωται, ὁ φιλάνθρωπος Κύριος, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογημένος.

δὴ η'

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ήματα ζωῆς τῆς αἰωνίου, Παμμάκαρ ἐν τῇ καρδίᾳ σου δεξάμενος, σάρκα κατεμάρανας, κόσμῳ τεθανάτωσαι, καὶ ζωηφόρον νέκρωσιν, ἀμφιασάμενος· Τὸν Κύριον ὑμνεῖτε κραυγάζεις, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

λεων γενέσθαι Θεοφόρε, τὸν μόνον ἀγαθοδότην καθικέτευε, τοῖς τὴν σὴν πανίερον, μνήμην ἑορτάζουσιν, ἁμαρτημάτων ἄφεσιν, τούτοις αἰτούμενος· Τὸν Κύριον ὑμνεῖτε βοῶσι, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νεύσει πρὸς Θεὸν ἀδιαλείπτῳ, προσέχων καὶ τῆς ἐκεῖθεν ἐπιλάμψεως, αἴγλην εἰσδεχόμενος, φῶς ἀντανακλώμενον, διαφανὲς ὡς ἔσοπτρον, πέμπεις τοῖς ψάλλουσιν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κλίμακα πρὸς ὕψος τεταμένην, ἐφ ἧς περ ἐστηριγμένος ὤφθη Κύριος, Πάτερ ἀναβέβηκας, θείαις ἀναβάσεσιν, ἀεὶ προκόπτων Ὅσιε, ἕως κατέλαβες· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

μνοῦμέν σε Κεχαριτωμένη· Θεὸν γὰρ ἡμῖν σεσαρκωμένον τέτοκας· ὅθεν Θεοτόκον σε, πάντες ὀνομάζομεν, τὴν θεοδόχον τράπεζαν, τὴν καλλονὴν Ἰακώβ· Τὸν Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ψάλλειν ἐδίδαξε· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

δὴ θ'

Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.

Δάκρυσι μέν, τοῖς ἀσκητικοῖς τὴν ἄρουραν, τῆς καρδίας σου κατήρδευσας· χαίρων δὲ πάτερ θεοφόρε, νῦν ἐν ἀγαλλιάσει τὰ δράγματα, συλλέγεις τῶν ἀγώνων τὰ ἔπαθλα· ὅθεν σε πάντες μακαρίζομεν.

δυτον, ἀνέτειλέ σοι φῶς, ἀΐδιος εὐφροσύνη ὑπεδέξατο, ἔνθα χορεύων, σὺν Ἀγγέλοις περὶ τὸν Βασιλέα καὶ Κύριον, τῶν πίστει ἐπιτελούντων τὴν μνήμην σου, μέμνησο Πάτερ παμμακάριστε.

Νόμον Πάτερ, τὸν ἀθλητικὸν ἠγώνισαι, προσηκόντως καὶ νενίκηκας· ὅθεν σε δόξης τῷ στεφάνῳ, ὁ μόνος εὐεργέτης τετίμηκε, καὶ θείας φωτοφανείας ἠξίωσε, καὶ μακαρίων ἀπολαύσεων.

Θεοτοκίον

ς πάντων, κτισμάτων Ποιητὴν γεννήσασα, Θεομῆτορ ὑπερβέβηκας, πᾶσαν τὴν κτίσιν θείᾳ δόξῃ, καὶ τῇ ἁγιωσύνῃ καὶ χάριτι, καὶ πᾶσι τῆς ἀρετῆς προτερήμασιν· ὅθεν σε πάντες μεγαλύνομεν.

Ὁ Εἱρμὸς

Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῶ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.

Ἐξαποστειλάριον

Ὁ οὐρανὸν τοῖς ἄστροις

γγελικὸν τὸν βίον, ποθῶν ἐμάκρυνας σαυτόν, ἐν ταῖς ἐρήμοις καὶ πάθη, καθυποτάξας τῆς σαρκός, ἰσάγγελος ἀνεδείχθης, Πατὴρ ἡμῶν θεοφόρε.

Θεοτοκίον

Τῇ κραταιᾷ σου σκέπη, ἀπὸ ἐχθρῶν ἐπιβουλῆς, ἡμᾶς Ἁγνὴ τοὺς σοὺς δούλους, φύλαττε πάντας ἀβλαβεῖς· σὲ γὰρ κεκτήμεθα μόνην, καταφυγὴν ἐν ἀνάγκαις.

Εἰς τὸν Στίχον Στιχηρὰ τῆς ὀκτωήχου.

Δόξα... Ἦχος δ'

λαμψαν τὰ καλὰ ἔργα σου, ὡς ἥλιος, ἐπὶ τῆς γῆς καὶ ἐν οὐρανῷ, Χριστοῦ θεράπων Μακάριε· ὀρθοδόξως γὰρ ἐκήρυξας ἡμῖν, τὴν ἀληθῆ καὶ ἀμώμητον Πίστιν Χριστοῦ· διὸ ἱκέτευε Ὅσιε Πάτερ, ἐν τῇ μνήμῃ σου θεοφόρε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον

Ὡς γενναῖον ἐν Μάρτυσιν

ς πρεσβείαν ἀκοίμητον, καὶ παράκλησιν ἔμμονον, κεκτημένη Πάναγνε πρὸς τὸν Κύριον, τοὺς πειρασμοὺς καταπράϋνον· τὰ κύματα κοίμισον, τῆς ἀθλίας μου ψυχῆς, καὶ ἐν θλίψει ὑπάρχουσαν, τὴν καρδίαν μου, παρακάλεσον Κόρη, δυσωπῶ σε, καὶ χαρίτωσον τὸν νοῦν μου, ὅπως ἀξίως δοξάζω σε.

Ἢ Σταυροθεοτοκίον

Τὸν Ἀμνὸν καὶ Ποιμένα σε, ἐπὶ ξύλου ὡς ἒβλεψεν, Ἀμνὰς ἡ κυήσασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο· Υἱὲ ποθεινότατε, πῶς ἐν ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης μακρόθυμε; πῶς τὰς χεῖράς σου, καὶ τοὺς πόδας σου Λόγε προσηλώθης, ὑπ ἀνόμων καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα;

 

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου ὡς σύνηθες, καὶ Ἀπόλυσις.