The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

ΔΕΚΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΘ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βονιφατίου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ’

Ἔδωκας σημείωσιν.

Εὔκλειαν ἐπόθησας, ἀποκειμένην τοῖς Μάρτυσιν, Ἀθλοφόρε πολύαθλε, καὶ πόνους ὑπήνεγκας, θαρσαλέᾳ γνώμῃ, ἄπονον πρὸς λῆξιν μετατεθῆναι προσδοκῶν, καὶ τὰ βραβεῖα ζητῶν κομίσασθαι, παμμάκαρ τὰ οὐράνια, καὶ Παραδείσου τὴν οἴκησιν, καὶ τὸ φῶς τὸ ἀνέσπερον, καὶ ζωὴν τὴν αἰώνιον.

νύχων σπαράγματα, καὶ χαλεπὰ ἐκκεντήματα, καὶ μολύβδου πυράκτωσιν, τῆς κάρας ἀφαίρεσιν, καὶ τοὺς δριμυτάτους, ὑπήνεγκας πόνους, καὶ προσετέθης τῷ  χορῷ, τῶν Ἀθλοφόρων χαίρων Πολύαθλε· διό σου τὴν ἐτήσιον, ἐπιτελοῦμεν πανήγυριν, ἀθλητὰ Βονιφάτιε, τῶν Ἀγγέλων συμμέτοχε.

Δοῦλόν σε προπέμψασα, θεῖον δεσπότην ἀπέλαβεν, Ἀγλαῒς Βονιφάτιε, παθῶν κυριεύσαντα, βεβασιλευκότα, ἀθέων τυράννων, καταβαλόντα τοὺς ἐχθρούς, καὶ νίκης στέφος ἀναδησάμενον· διὸ ναὸν σοι ἅγιον, περικαλῆ τε δομήσασα, ἐν αὐτῷ ἐναπέθετο, ἱερῶς εὐφημοῦσά σε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Κριτὴν δικαιότατον, ἀποκυήσασα Δέσποινα, τὸν ἀσώτως βιώσαντα, δυσωπῶ ἱκέτευε, κατακεκριμένον, καὶ ἠπορημένον, ἐν τῇ  μελλούσῃ φοβερᾷ, κρίσει Παρθένε μὴ κατακρῖναί με· συντάξαι δὲ τοῖς μέλλουσιν, ἐκ δεξιῶν τούτου ἵστασθαι, ἐκλεκτοῖς διὰ ἔλεος, καὶ πολλὴν ἀγαθότητα.

Ἢ Σταυροθεοτοκίον.

Νεκρούμενον βλέπουσα, Xριστὸν ἡ πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ὡς Δεσπότην κλαίουσα, ὕμνει τὸν ἐκ σπλάγχνων, αὐτῆς προελθόντα, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα ἀνεκραύγαζε· Τέκνον μου ποθεινότατον, μὴ ἐπιλάθῃ τῆς δούλης σου, μὴ βραδύνῃς Φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.

Καὶ τὰ λοιπὰ τοῦ Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.

Πιστῶς σε μέλπω Μάρτυς ἠγλαϊσμένε. Ἰωσήφ.

Ὠδὴ α’  Ἦχος δ’

Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοι ὡς ἐν τυμπάνῳ, τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ᾄσω μελῴδημα.

Προθύμῳ λογισμῷ, τοὺς ἀγῶνας ζηλώσας, τῶν γενναίων Ἀθλητῶν, ἐνήθλησας στερρῶς, καὶ τὸν ὄφιν ἐνέκρωσας, ἄθλοις σου τοῖς ζωηφόροις, Ἱερὲ Βονιφάτιε, τῶν Ἁγίων Ἀγγέλων συνόμιλε.

δὼν ἐπὶ τῆς γῆς, τοῦ ἐχθροῦ τὴν ἀπάτην, κεχυμένην ἀληθῶς, γενναῖε Ἀθλητά, τὴν ψυχὴν πυρπολούμενος, ἔρωτι τῷ  θειοτάτῳ, ὑπεισῆλθες τὸ στάδιον, ἀπτοήτῳ τρισμάκαρ φρονήματι.

Σοφίᾳ θεϊκῇ, λαμπρυνόμενος Μάκαρ, τοὺς ἀσόφους δυσμενεῖς, ἐμώρανας, Χριστὸν καταγγέλλων παχύτητι, σώματος ὁμοιωθέντα, ὀφθῆναι ἠθέλησε, Bονιφάτιε οἷς Μάρτυς πολύαθλε.

Θεοτοκίον.

Τὸ Ὄρος τοῦ Θεοῦ, Δανιὴλ ὁ  προεῖδε, τὴν Σκηνὴν τὴν νοητήν, τὴν Πλάκα τὴν σεπτήν, τὸ τῆς δόξης ἁγίασμα, Τράπεζαν τὸν θεῖον Ἄρτον, τὴν χωρήσασαν ᾄσμασι, τὴν Ἁγίαν Παρθένον ὑμνήσωμεν.

Ὠδὴ γ’

τι στεῖρα ἔτεκεν, ἡ ἐξ Ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις, ἠσθένησε Συναγωγή, τῷ  θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν· Ἅγιος εἶ Κύριε.

ς ποθήσας Ἔνδοξε, ἐλευθερίαν τὴν ἄνω, ἀπὸ ζυγοῦ δουλείας, λυτροῦσαι πάθη τὰ σεπτά, ἐζηλωκὼς ἀοίδιμε τοῦ δι' οἶκτον, δούλου χρηματίσαντος.

Σαρκικῶν ἀνώτερος, ἀποδειχθεὶς φρονημάτων, ἐν ἀλλοιώσει θείᾳ, ἀθρόον πᾶσαν προσβολήν, τῶν δυσχερῶν ὑπήνεγκας γηθόμενος, Μάρτυς Βονιφάτιε.

Σεαυτὸν ἀπηρνήσω, καὶ πρὸς ἀγῶνας καὶ πάλας, τοῦ δυσμενοῦς ἐξῆλθες, Σταυροῦ τῷ  ὅπλῳ κρατυνθείς, καὶ νικητὴς γενόμενος, δεδόξασαι Μάρτυς Βονιφάτιε.

Θεοτοκίον.

αυτὸν ἐκένωσε, τοὺς πατρικοὺς μὴ κενώσας, ἐν τῇ  γαστρί σου κόλπους, ὑπερούσιος Θεός, καὶ σὸς Υἱὸς ἐγένετο Πανάμωμε, σῶσαι τὸ ἀνθρώπινον.

Ὁ Εἱρμὸς.

τι στεῖρα ἔτεκεν, ἡ ἐξ Ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις, ἠσθένησε Συναγωγή, τῷ  θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν· Ἅγιος εἶ Κύριε. 

Κάθισμα  Ἦχος α’

Τὸν τάφον σου Σωτὴρ.

Τιμήσας τὸν Θεόν, παρ' αὐτοῦ ἐτιμήθης, Μαρτύρων καλλονή, Βονιφάτιε μάκαρ· διὸ καὶ στεφάνῳ σε, θείας δόξης ἐκόσμησεν· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ὑπὲρ ἡμῶν σὲ αἰτοῦμεν, πρεσβεύειν πρὸς Κύριον.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Τὸν πάντων Ποιητήν, καὶ Θεόν σου καὶ Κτίστην, πανάμωμε ἁγνή, διὰ Πνεύματος θείου, ἐν μήτρᾳ σου ἐχώρησας, καὶ φθορᾶς δίχα τέτοκας, ὃν δοξάζοντες, σὲ ἀνυμνοῦμεν Παρθένε, ὡς Παλάτιον, τοῦ Βασιλέως τῆς δόξης, καὶ κόσμου ἀντίλυτρον.

Ἢ Σταυροθεοτοκίον.

Καὶ σοῦ τῆς καθαρᾶς, καὶ πανάγνου Παρθένου, διῆλθεν ἀληθῶς, τὴν καρδίαν ῥομφαία, Σταυρῷ ὡς ἑώρακας, τὸν Υἱόν σου ὑψούμενον, παναμώμητε, εὐλογημένη Μαρία, τὸ προσφύγιον, ἁμαρτωλῶν καὶ τὸ τεῖχος, καὶ κόσμου κραταίωμα.

Ὠδὴ δ’

Δι' ἀγάπησιν Οἰκτίρμον τῆς σῆς εἰκόνος, ἐπὶ Σταυροῦ σου ἔστης, καὶ ἐτάκησαν ἔθνη· σὺ γὰρ εἶ φιλάνθρωπε, ἰσχύς μου καὶ ὕμνησις.

Μακαρίζων τῶν ἀθλούντων τὴν καρτερίαν, τῇ ἐκμιμήσει Μάρτυς, τῶν σεπτῶν παθημάτων, τούτοις ἐξωμοίωσαι, θεόφρον πανόλβιε.

πειγόμενος ἐν πίστει Μαρτύρων θείων, πρὸς συλλογῆν παμμάκαρ σεαυτὸν τῇ ποθούσῃ, φόρτον ἀξιάγαστον, θεόφρον ἀπέδωκας.

Λιπαινόμενος καθάπερ χρυσίον Μάρτυς, τῶν αἰκισμῶν χωνείᾳ ὀβρυζότερος ὤφθης, φέρων τοῦ ποιήσαντος, παθῶν τὸ ἐκσφράγισμα.

Θεοτοκίον.

Παρθενίαν μετὰ τόκον ἐσφραγισμένην, κατανοοῦσα Κόρη, τὸν ἀφράστως τεχθέντα, Λόγον ἐκ λαγόνων σου, πιστῶς ἐμεγάλυνες.

Ὠδὴ ε’

Τὸν φωτισμόν σου Κύριε, κατάπεμψον ἡμῖν, καὶ τῆς ἀχλύος ἡμᾶς, τῶν πταισμάτων λῦσον ἀγαθέ, τὴν σὴν εἰρήνην οὐρανόθεν δωρούμενος.

ς φωταυγὴς ἀνέτειλας, ἀστὴρ ἀπὸ δυσμῶν, καὶ δύνας Μάρτυς, ἀθλήσει καρτερῶς, αὖθις πρὸς δυσμὰς ἐξανατέλλεις, καταυγάζων τὰ πέρατα.

Μαρτυρικῶς ἠγώνισαι, ὀνύχων σπαραγμοὺς ὀξέσι, Μάρτυς, καλάμοις ὑποφέρων, καὶ τοῦ πονηροῦ τὰ κέντρα πάντα, ἀπαμβλύνων ἐν χάριτι.

Αἱ τοῦ ἐχθροῦ ἠσθένησαν, θεόφρον ἐπὶ σοὶ μηχανουργίαι· καὶ γὰρ τῇ πρὸς Θεόν, νεύσει ἀκλινεῖ σαρκὸς αἰκίσει, ὥσπερ ἄσαρκος ἔφερες.

Θεοτοκίον.

ύπου παντὸς ἀπόπλυνον, Παρθένε τὴν ἐμήν, ψυχὴν βοῶ σοι, καὶ σῶσόν με, ἡ τὸν ἀληθῆ Θεὸν Σωτῆρα, ἐπὶ γῆς σωματώσασα.

Ὠδὴ ς’

βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ  κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων.

Τυπτόμενος, ταῖς πληγαῖς τῆς σαρκὸς κατεπλήγωσας, τοὺς ἀθέους, ἀνιάτως νοσοῦντας, τὴν ἄγνοιαν, καὶ νοσούντων ὤφθης, ἰατρὸς ἀθλητὰ Βονιφάτιε.

ψούμενος, πρὸς Θεὸν ἐπιδόσει Μακάριε, τῶν ἀγώνων, δυσμενεῖς ἀοράτους κατέρραξας, καὶ κατερραγμένοις, βοηθὸς Ἀθλοφόρε γεγένησαι.

Συρόμενος, ἐπὶ γῆς ὥσπερ λίθος πολύτιμος, θεοφόρε, τὸ τῆς πλάνης καθεῖλες, ὀχύρωμα, καὶ πιστῶν καρδίας, ἐπὶ πλεῖον τῇ πίστει ἐστήριξας.

Θεοτοκίον.

βάτος σε, προετύπου Πανύμνητε πρότερον, καιομένη, μηδαμῶς φλεγομένη δὲ Πάναγνε· καὶ γὰρ ὡς ἐκείνη, οὐκ ἐφλέχθης Θεὸν σωματώσασα.

Ὁ Εἱρμὸς.

βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ  κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων.

Κοντάκιον  Ἦχος δ’

Ἐπεφάνης σήμερον.

ερεῖον ἄμωμον, ἐθελουσίως, σεαυτὸν προσήγαγες, τῷ  ἐκ Παρθένου διὰ σέ, τεχθῆναι μέλλοντι Ἅγιε, στεφανηφόρε σοφὲ Βονιφάτιε.

Ὁ Οἶκος.

νατολῆς ὥσπερ ἀστήρ, τοὺς μάγους ἐκ Περσίδος, οὕτω σε θεία νεῦσις ἐκ δυσμῶν ὡδήγησε θεόφρον, τεχθῆναι ἐν Σπηλαίῳ, τῷ  εὐδοκήσαντι Χριστῷ προσκυνῆσαι ὡς Βασιλεῖ ἁπάσης τῆς κτίσεως, καὶ τούτῳ δῶρα προσαγαγεῖν, ὡς λίβανον καὶ σμύρναν καὶ χρυσόν, Πίστιν Ἀγάπην καὶ Ἐλπίδα. Ὅθεν σαυτὸν ὁλόκληρον προσήγαγες αὐτῷ ἄμωμον δῶρον, τῷ  Τυράννῳ δικαστῇ, ἐν παρρησίᾳ κράζων καὶ βοῶν· Χριστοῦ μου δοῦλος ὑπάρχω, στεφανηφόρε σοφὲ Βονιφάτιε.

Συναξάριον.

Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου μάρτυρος Βονιφατίου.

Στίχοι

Ζητῶν Βονιφάτιος ὀστᾶ Μαρτύρων.

αυτὸν εὗρε μάρτυρα, τμηθεὶς ξίφει.

ννεακαιδεκάτῃ Βονιφάτιος αὐχένα τμήθη.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἠλία, Πρόβου, καὶ Ἄρεως.

Στίχοι

θλήσεως τμηθέντα τῷ  ξίφει κάραν,

Ζηλοῖ ταχὺ Πρόβος σε, Μάρτυς Ἠλία.

ρης ὑπῆρξας πρὸς τὸ πῦρ ὄντως Ἄρες,

 ρης νοητός, ὅπλα πίστεως φέρων.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Τιμοθέου καὶ Πολυεύκτου.

Στίχοι

 Τιμόθεον δέ, τὸν πεπυρπολημένον,

Ποῦ θήσομεν, λαχόντα παντίμου τέλους;

Σοῦ Πολύευκτε Καισαρεῦ ποῖον τέλος;

Τὸ πῦρ ὑπελθών, εὗρον εὐκταῖον τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Εὐτυχίου, καὶ Θεσσαλονίκης, καὶ τῶν σὺν αὐτοῖς  Ἀνδρῶν διακοσίων, καὶ Γυναικῶν ἑβδομήκοντα, διὰ ξίφους τελειωθέντων.

Στίχοι

Σὺν Εὐτυχίῳ καὶ σὺ Θεσσαλονίκη,

Nίκην ἐφεῦρες εὐτυχῶς διὰ ξίφους.

νεῖλεν ἀνδρῶν εἰκάδας δέκα ξίφος,

νεῖλε καὶ Γυναῖκας ἑπτάκις δέκα.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγεντίου, Ἐπισκόπου Αἰθιοπίας.

Στίχοι

Σαρκὸς λιπὼν σύνδεσμον ὁ Γρηγέντιος,

κεῖσε μετῆλθεν, ἔνθα σαρξὶν οὐ τόπος.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου Μάρτυρος Τρύφωνος.

Στίχοι

Τρύφων ἀνῆλθε σώματι πρὸς ἰτέαν,

Καὶ πνεύματι πρὸς ὕψος οὐρανοῦ μέγα.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ’

βραμιαῖοι ποτέ, ἐν Bαβυλῶνι παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες· ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Γόνυ μὴ κλίνας γλυπτοῖς, εἰς πειρασμὸν ἐβλήθης, μεγίστην ὄντως Μάρτυς κάμινον, ἐν ᾗ δροσιζόμενος· Ὁ τῶν Πατέρων βοᾷς Θεὸς εὐλογητὸς εἶ.

Λύειν τὸν τόνον τῆς σῆς, ὁμολογίας σπεύδων, ὁ δολιόφρων τοῖς ἐγκάτοις σου, κοχλάζοντα μόλυβδον, ἀνηλεῶς ἐκχέει, ἀλλ' ἐμφανῶς ᾐσχύνθη.  

ποτμηθεὶς προθύμως, τὴν ἱεράν σου κάραν, ἐχθροῦ δολίου πολυμήχανον, κεφαλὴν διέκοψας, τῆς σῆς ἀνδρείας ξίφει, Μάρτυς Χριστοῦ θεόφρον.

Θεοτοκίον.

να φωναῖς αἰσίαις, ὑμνολογῶ σε Κόρη, παθῶν με ῥῦσαι ταῖς πρεσβείαις σου, κινδύνων καὶ θλίψεων, καὶ πονηρῶν λογισμῶν, κακῶσαί με ζητούντων.

Ὠδὴ η’

Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον».

Συμφερόντως τὴν σὴν ἐργαζόμενος, σωτηρίαν Χριστὸς Βονιφάτιε, ἀναζητοῦντα λείψανα, καλλινίκων Μαρτύρων, σὲ ἐνισχύει, ὁ  πιστῶς ἐπεζήτεις γενήσεσθαι.

Μακαρίᾳ δεσποίνῃ μακάριος, θησαυρὸς ἀπεδόθης Μακάριε· ᾧ  πλουτισθεῖσα ἔψαλλε, γηθομένῃ καρδίᾳ· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

ν σπουδῇ τὸ ἀοίδιμον γύναιον, ἀνεγεῖρον ναὸν ἱερώτατον, σὲ ἐν αὐτῷ κατέθετο, πεφυκότα τῆς θείας, ναὸν Τριάδος, ἀθλοφόρε Χριστοῦ Βονιφάτιε.

Νεκρωθεὶς δι' ἀγάπην τοῦ Κτίσαντος, τοὺς νεκρώσει παθῶν ὑποπίπτοντας, ζωοποιῷ πρεσβείᾳ σου, ἰατρεύεις βοῶντας· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον.

πὶ σὲ τὴν Ἁγνὴν ὁ Ὑπέρθεος, κατελθὼν ὥσπερ οἶδε σεσάρκωται, καὶ τοὺς βροτοὺς ἐθέωσε, μελῳδοῦντας Παρθένε· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Ὁ Εἱρμὸς.

Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.

Ὠδὴ θ’

Εὔα μὲν τῷ  τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ  τῆς κυοφορίας βλαστήματι, τῷ  κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.

δοῦσά σε φόρτον ἱερὸν ἠγάλλετο, ἐκβοῶσα ἡ ἀείμνηστος. Δοῦλον ἐκπέμψασά σε Μάκαρ, δεσπότην ἀληθῆ ὑποδέδεγμαι, δουλείας με κακῶν ἐκλυτρούμενον, σαῖς εὐπροσδέκτοις παρακλήσεσιν.

ς Κρίνον κοιλάσι νοηταῖς ἐξήνθησας, τῶν μαρτύρων Βονιφάτιε, Φοίνιξ καθάπερ ἀνυψώθης· ὡς κέδρος ἐγνωρίσθης μυρίπνοος, ὡράθης ἐκλεκτὴ ὡς Κυπάρισσος, εὐωδιάζουσα ψυχὰς ἡμῶν. 

Σήμερον ἡ μνήμη σου ἡμῖν ἀνέτειλεν· Ἀθλοφόρε ὥσπερ ἥλιος, φέγγος ἐνθέων χαρισμάτων, φωτίζουσα ψυχὰς τῶν ὑμνούντων σε, παθῶν τε τὴν ἀχλὺν ἀπελαύνουσα, Μάρτυς θεόφρον ἀξιάγαστε.

λιος καθάπερ ἐκ δυσμῶν ἀνέτειλας, καὶ Ἑῴας πόλιν ἔφθασας, ἔνθα καὶ δὺς τῷ  μαρτυρίῳ, πρὸς κρείττονα ζωὴν ἀνατέταλκας, καὶ Ῥώμην τὴν περίβλεπτον ἔφθασας, ταύτην τειχίζων σαῖς δεήσεσι.

Θεοτοκίον.

Φωτὶ με καταύγασον τῷ  σῷ Πανάμωμε, τὸν ἐν σκότει συνεχόμενον, τῆς ἁμαρτίας Θεοτόκε, καὶ δίδου ἐν ἡμέρᾳ πορεύεσθαι, ἐνθέων προσταγμάτων Θεόνυμφε, ὅπως ὑμνῶ σε τὴν Πανύμνητον.

Ὁ Εἱρμὸς.

Εὔα μὲν τῷ  τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ  τῆς κυοφορίας βλαστήματι, τῷ  κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.

Ἡ λοιπή, Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.