The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΑΠΡΙΛΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΘ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παφνουτίου.

 

 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων

Τῆς ἀσεβείας καθεῖλες τὰ ὀχυρώματα, ἐν τῇ ὑπομονῇ σου, Ἀθλοφόρε Κυρίου, καὶ νίκην οὐρανόθεν, ἐδέξω σοφέ· μὴ οὖν παύσῃ δεόμενος, ὑπὲρ τῶν πίστει τιμώντων τὴν ἱεράν, καὶ σεβάσμιόν σου ἄθλησιν.

Τοὺς ἱερούς σου ἀγῶνας πιστῶς γεραίρομεν, ἀθλητικοὺς καμάτους, οὓς διήνυσας χαίρων, Παφνούτιε τρισμάκαρ, ὑπὲρ Χριστοῦ, τοῦ Σταυρὸν ὑπομείναντος, καὶ τήν ἁγίαν σου μνήμην περιχαρῶς, ἑορτάζομεν ἐν ᾄσμασιν.

τῶν λειψάνων σου θήκη, Ἱερομάρτυς Χριστοῦ, ὡς ποταμὸς ἐκβλύζει, τῶν ἰάσεων ῥεῖθρα, καὶ πάντων καταρδεύει τῶν εὐσεβῶν, τὰς καρδίας Παφνούτιε, τῶν προσφοιτώντων ἑκάστοτε ἐν αὐτῇ, καὶ ὑμνούντων τοὺς ἀγῶνάς σου.

Δόξα... Καὶ νν... Θεοτοκίον

Τῶν οὐρανίων ταγμάτων τὸ ἀγαλλίαμα, τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιὰ προστασία, ἄχραντε Παρθένε, σῶσον ἡμᾶς, τοὺς εἰς σὲ καταφεύγοντας, ὅτι ἐν σοὶ τὰς ἐλπίδας μετὰ Θεόν, Θεοτόκε ἀνεθέμεθα.

Ἢ Σταυροθεοτοκίον

ν τῷ Σταυρῷ θεωροῦσα ἡ ἀπειρόγαμος, καὶ ἄμωμος Παρθένος, ὃν Δεσπότην καὶ Κτίστην, καὶ Πλάστην τῶν ἀνθρώπων, ἐβόα πικρῶς, θρηνῳδοῦσα καὶ στένουσα· Τὶ τοῦτο τέκνον γλυκύτατον, ὃ ὁρῶ; ἀνυμνῶ σου τὸ μακρόθυμον.

Ἀπολυτίκιον Ἦχος δ'

Καὶ τρόπων μέτοχος καὶ θρόνων διάδοχος τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε εἰς θεωρίας ἐπίβασιν. Διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Παφνούτιε· πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Οἱ Κανόνες τῆς ἡμέρας, καὶ τοῦ Ἁγίου.

δὴ α' Ἦχος δ' Εἱρμὸς

σομαὶ σοὶ Κύριε ὁ Θεός μου, ὅτι ἐξήγαγες λαὸν δουλείας Αἰγυπτίων, ἐκάλυψας δὲ ἅρματα, Φαραὼ καὶ τὴν δύναμιν.

Δεῦτε τὴν ἐτήσιον ἐκτελοῦντες, τοῦ Ἀθλοφόρου ἑορτήν, φαιδροῖς εὐφημοῦντες ἐν ᾄσμασι δοξάσωμεν, τὸν τοῦτον στεφανώσαντα.

λαμψας ἐν κόσμῳ φωστῆρος δίκην, θεραπευτὰ τοῦ Ἰησοῦ, Παφνούτιε μάκαρ· διό σου τὴν πανίερον, τιμῶμεν μνήμην σήμερον.

Ηὔγασας ἐν δόγμασιν Ἱεράρχα, τὸν περιούσιον λαόν, καὶ πόμα Κυρίου, διὰ τοῦ ξίφους ἔπιες, ἀθλήσας καρτερώτατα.

Θεοτοκίον

ρος ἀλατόμητόν σε Παρθένε, ἐξ οὗ λίθος ὁ Χριστός, ἀλάξευτος ὤφθη, ἐν ᾄσμασι γεραίροντες, ἀξίως μακαρίζομεν.

δὴ γ' Ὁ Εἱρμὸς

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.

μνοις ἱεροῖς γεραίροντες, τὴν πανευκλεῆ τε καὶ ἱερὰν μνήμην σήμερον, ἐκτελοῦμεν τοῦ Ἀθλοφόρου, Παφνουτίου ἀγαλλόμενοι.

Τεῖχος ἀρραγὲς ἀκλόνητον, κατὰ τῶν δαιμόνων οἱ πιστοὶ προβαλλόμεθα, τὸ πηγάζον ἐκ τῶν λειψάνων, θεῖον ἔλαιον χριόμενοι.

Σθένει τοῦ Χριστοῦ ῥωννύμενος, μέσον ἀνομούντων θεῖον νόμον ἐκήρυξας, καὶ νομίμως Μάρτυς ἀθλήσας, νίκης εἴληφας τὸν στέφανον.

Θεοτοκίον

Χαίροις Μήτηρ ἀπειρόγαμε, ἡ τὸν Θεὸν Λόγον ἐν γαστρί σου χωρήσασα, καὶ τεκοῦσα σεσαρκωμένον, ὡς Θεὸν ὁμοῦ καὶ ἄνθρωπον.

Κάθισμα Ἦχος δ'

Ταχὺ προκατάλαβε

Φοινίξας ἐν αἵματι, τὴν ἱεράν σου στολήν, θυσίαν εὐάρεστον, Θεῷ προσῆξας σαυτόν, Παφνούτιε ἔνδοξε, ἔθραυσας τῶν δαιμόνων, τὸ ἀνίσχυρον θράσος, εὔφρανας τοὺς Ἀγγέλους, τῇ στερρᾷ σου ἐνστάσει· διὸ καθικετεύων μὴ παύσῃ, σωθῆναι ἡμᾶς.

Θεοτοκίον

πάκουσον Δέσποινα, ἐκ κατωδύνου ψυχῆς, βοῶντος τοῦ δούλου σου, καὶ τῶν πολλῶν μου κακῶν, παράσχου τὴν ἄφεσιν· σὲ γὰρ ἐπικαλοῦμαι, ἐν νυκτὶ καὶ ἡμέρᾳ· Ῥῦσαί με Θεοτόκε, τοῦ πυρὸς τῆς γεέννης, καὶ στῆσον ἐκ δεξιῶν με, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ.

Ἢ Σταυροθεοτοκίον

Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὃν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων ἡμῖν δωρήσασθαι.

δὴ δ' Ὁ Εἱρμὸς

Τοὺς οὐρανοὺς ἡ ἀρετή σου κατεκάλυψε, καὶ ἡ γῆ ἐπληρώθη τῆς σῆς δόξης Χριστέ· διὸ ἀπαύστως κράζομεν· Δόξα τῇ δυνάμει σου Κύριε.

Νῦν ἀγαλλόμενοι πάντες ἑορτάζομεν, σὺν Ἀρχαγγέλοις Ἀγγέλοις συγχορεύοντες, τὴν εὐκλεῆ τελοῦντές σου, μνήμην, ἀθλοφόρε Παφνούτιε.

πὸ τῆς ὄντως ἐδοξάσθης θείας χάριτος, καὶ μετ' Ἀγγέλων τῷ Δεσπότῃ παριστάμενος, νῦν καὶ ἡμῶν μνημόνευε, Μάρτυς ἀθλοφόρε Παφνούτιε.

Τοὺς οἰκτιρμοὺς καὶ πόνους Μάκαρ καθυπέμεινας, ἀπτοήτῳ καὶ γενναίῳ τῷ φρονήματι, καὶ τοὺς στεφάνους εἴληφας, ὄντως ἐκ χειρὸς τοῦ Παντάνακτος.

Θεοτοκίον

Χερουβικῶν ταγμάτων Κόρη ὑπερέχουσα, καὶ Θεὸν ἐν ἀγκάλαις ἐποχούμενον, μετὰ σαρκὸς βαστάσασα, χαῖρε Θεοτόκε ἀνύμφευτε.

δὴ ε' Ὁ Εἱρμὸς

ἀνατείλας τὸ φῶς, καὶ φωτίσας τὸν ὄρθρον, καὶ δείξας τὴν ἡμέραν, δόξα σοι δόξα σοι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.

ἀναδείξας ἡμῖν, τοῦ γενναίου τὴν μνήμην, ἡλίου λαμπροτὲραν, δόξα σοι δόξα σοι, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.

ερωτάταις φρεσί, καὶ πισταῖς διανοίαις, τὴν μνήμην ἀνυμνοῦμεν, σοῦ Μάρτυς ἔνδοξε, τὸν Χριστὸν μεγαλύνοντες.

Ξίφη καὶ θῆρας καὶ πῦρ, καὶ τὸν θάνατον Μάρτυς, οὐδόλως ἑπτοήθης, κραυγάζων· Δόξα σοι Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ.

Θεοτοκίον

Τὴν τοῦ Ἀγγέλου φωνήν, ἀσιγήτως ἡ κτίσις, προσφέρει σοι Παρθένε· Χαίροις ἡ τέξασα, Ἰησοῦν τὸν Λόγον Θεοῦ.

δὴ ς' Ὁ Εἱρμὸς

βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ βασιλεῦ τῶν δυνάμεων.

κκέχυται, εἰς τοῦ κόσμου τὰ πέρατα ἅπαντα, Ἀθλοφόρε, ἡ δοθεῖσά σοι χάρις πανένδοξε· διὸ πίστει πάντες, τὸν δοτῆρα Χριστὸν μεγαλύνομεν.

μέγιστος, τῆς Τριάδος θεράπων Παφνούτιος, ἀνεδείχθη φοβερὸς ἐναντίαις δυνάμεσιν, ἀπελαύνων ταύτας, καὶ φωτίζων πιστῶν τὰ συστήματα.

ν θαύμασι, καὶ σημείοις Χριστὸς σε ἐδόξασεν ἀθλοφόρε, καὶ τοῖς πᾶσι Παφνούτιε ἔδειξεν, ἰατρὸν παμμάκαρ· διὰ τοῦτο τιμῶμεν τὴν μνήμην σου.

Θεοτοκίον

Δυσώπησον, ὑπὲρ τῶν ἱκετῶν σου Θεόνυμφε, Θεοτόκε, τὸν ἐκ σοῦ σαρκωθέντα Θεὸν ἡμῶν, τοῦ ῥυσθῆναι πάντας, πειρασμῶν πολυτρόπων τοῦ ὄφεως.

Συναξάριον

Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παφνουτίου.

Στίχοι

Τὸν Παφνούτιον γῆς τάφῳ κεκρυμμένον,

πεικὸς ἐστι καὶ σιγῆς κρύψαι τάφῳ.

Τῇ δ' ἐνάτῃ δεκάτῃ Παφνούτιον ἔνθεν ἄειραν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδώρου, τοῦ ἐν Πέργῃ τῆς Παμφυλίας.

Στίχοι

Κοινωνὸς ὤφθης, Θεόδωρε, τοῦ πάθους,

Τῷ καὶ παθητῷ, καὶ παθῶν ὑπερτέρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ. ἡ Ἁγία Μάρτυς Φιλίππα, ἡ μήτηρ τοῦ Ἁγίου Θεοδώρου, ξίφει τελειοῦται.

Στίχοι

Φιλῶ Φιλίππαν, ὡς ἀθλητοῦ μητέρα,

Φιλῶ Φιλίππαν, ὡς ἀθλοῦσαν ἐκ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Σωκράτης καὶ Διονύσιος, λόγχῃ τρωθέντες τελειοῦνται.

Στίχοι

νυξε λόγχῃ νεκρὸν Ὑψίστου πάλαι,

Νύττει δὲ καὶ νῦν Μάρτυρας ζῶντας δύο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήιμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου, Ἐπισκόπου Πισιδίας τοῦ Ὁμολογητοῦ.

Στίχοι

Γεώργιος, ὡς γεώργιον μέγα,

χων ἀπῆλθεν εἶδος ἀρετῆς ἅπαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Τρύφωνος Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῇ Ἁγιωτάτῃ Μεγάλῃ Ἐκκλησίᾳ.

Στίχοι

Θεὸν ποθήσας ὁ τρυφὴν μισῶν Τρύφων,

Θεοῦ παρέστη τῷ κατοικητηρί.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ ζ' Ὁ Εἱρμὸς

διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν· ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

άβδος δυνάμεως πιστοῖς, κατὰ τῶν δαιμόνων ἐδόθη, ἡ τῶν λειψάνων σου σορός, πᾶσιν ἴασιν νέμουσα ἄφθονον, τοῖς βοῶσι Παφνούτιε· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

πὶ τῆς γῆς οἱ γηγενεῖς, τὴν πανευκλεῆ σου ἡμέραν, ἐπιτελοῦντες εὐσεβῶς, Ἀθλοφόρε Κυρίῳ κραυγάζομεν· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Ἐκκλησία νῦν Χριστοῦ ὥσπερ θησαυρὸν κεκτημένη, τὴν τῶν λειψάνων σου σορόν, γηθομένη κραυγάζει Παφνούτιε· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

Θεοτοκίον

Τὴν ἀπορρήτως ἐν γαστρί, καὶ ὑπερφυῶς δεξαμένην, τὸν ἀναλλοίωτον Θεόν, εὐσπλαγχνίᾳ βροτοῖς ὁμιλήσαντα, οἱ πιστοὶ προσκυνήσωμεν, ὡς Μητέρα τοῦ Κυρίου εὐλογημένην.

δὴ η' Ὁ Εἱρμὸς

Τὸν ἐν μορφῇ Ἀγγέλου ὁραθέντα, ἐν καμίνῳ πυρὸς τοῖς ὑμνολόγοις, Χριστὸν τὸν Θεόν, ὑμνεῖτε Παῖδες, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Φωτοφανὴς ἀστράπτει νῦν ἡμέρα, ἡ φαιδρὰ ἑορτὴ τοῦ Ἀθλοφόρου, καὶ ὑπέρλαμπρος, ἣν πάντες πόθῳ, ἐκτελοῦντες βοῶμεν· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Νεανικῶς Παμμάκαρ ἠγωνίσω, ἐν σταδίῳ ἑστώς, καὶ νίκης τρόπαια ἀπέλαβες, Χριστῷ ἀπαύστως, μελῳδῶν τῷ Δεσπότῃ, καὶ τοῦτον μεγαλύνων, εἰς πάντας τοὺς αἰῶνας.

ς ἀληθῶς ὡραῖος ἀνεδείχθης, ἐν ἀγῶσι πολλοῖς Ἱερομάρτυς, στολὴν ἱεράν, τῷ αἵματί σου, στολισθεὶς φοινιχθεῖσαν, καὶ στέφος παρὰ Θεοῦ, λαβὼν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Τὴν ἐν γαστρὶ ἀσπόρως συλλαβοῦσαν, καὶ τεκοῦσαν ἡμῖν τοῖς φθονηθεῖσιν, ἐχθρῷ πονηρῷ, Χριστὸν τὸν μόνον, Λυτρωτὴν καὶ Σωτῆρα, τὴν μόνην Θεοτόκον, ὑμνοῦμεν εἰς αἰῶνας.

δὴ θ' Ὁ Εἱρμὸς

Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.

Τὴν ἄφθονον χάριν χορηγεῖς ἀήττητε, Ἀθλοφόρε παναοίδιμε, πᾶσι τοῖς πίστει προσιοῦσι, τῷ θείῳ σου τεμένει καὶ μέλπουσιν, ἐν ὕμνοις τὸν Σωτῆρα καὶ Κύριον, καὶ ἑορτάζουσι τὴν μνήμην σου.

λεων γενέσθαι τοῖς πιστοῖς τὸν Κύριον, ἐκδυσώπει ἐν τῇ μνήμῃ σου, πᾶσί τε Μάρτυς Ὀρθοδόξοις, τοῖς πίστει πανταχόθεν προστρέχουσι, τὴν θείαν σου τελέσαι πανήγυριν, ταῖς πανιέροις μεσιτείαις σου.

Κατεύνασον Μάρτυς σαῖς εὐχαῖς τὸν τάραχον, Ἐκκλησίας τὸν κυμαίνοντα, καὶ διαστρέφειν τὰς εὐθείας, πειρώμενον ὁδοὺς τοῦ Θεοῦ ἡμῶν, ἐμπνεύσεσιν αἱρέσεων ἔνδοξε, καὶ τὴν εἰρήνην πᾶσιν αἴρεσθαι.

Θεοτοκίον

Σύμβολα πανάμωμε τῆς σῆς γεννήσεως, οἱ Προφῆται προεκήρυξαν, ἄλλοθεν ἄλλος παραδόξως, σοὶ τὰς προσηγορίας ἁρμόζοντες· ζωὴν γὰρ τοῖς ἐν ᾍδῃ ἐγέννησας, κράτος θανάτου διαλύσασαν.

 

Καὶ ἡ λοιπὴ Ἀκολουθία, ὡς καθ' ἑκάστην, καὶ Ἀπόλυσις.