The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

ΝΟΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΗ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τῶν Ἁγίων Μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία.

Τοῦ Ἁγίου Πλάτωνος

Ἦχος πλ. δ

Ὢ τοῦ παραδόξου θαύματος.

Πλήρης γενναίου φρονήματος, τὴν τῶν μελῶν ἐκκοπήν, καὶ τομὴν τὴν τοῦ σώματος, καὶ τὸ πῦρ τὸ ἄστεκτον, τὸν λιμὸν καὶ τὸν θάνατον, ἀνδρειοτάτῃ γνώμῃ ὑπέφερες, τὴν δι' αἰῶνος ἀποκειμένην σοι, δόξαν θηρώμενος, τὴν μὴ διαπίπτουσαν, καὶ προορῶν, τὴν διαιωνίζουσαν, μακαριότητα.

Πᾶσαν ὑπερβὰς τὴν αἴσθησιν, καὶ πρὸς τὴν ἄνω ζωήν, μεταθείς τὴν διάνοιαν, λογισμῷ θεόφρονι, καὶ ψυχῇ μεγαλόφρονι, τῆς εὐτελείας καὶ ταπεινότητος, τῶν ὁρωμένων καταπεφρόνηκας· ὅθεν ξεόμενος, καὶ πυρὶ φλεγόμενος, ὑπὲρ Χριστοῦ, Μάρτυς ἀνδρικώτατα, διεκαρτέρησας.

Πᾶσαν τοῦ ἐχθροῦ τὴν ἔφοδον, καὶ διωκτῶν τὰς ὁρμάς, καταλύσας τῇ χάριτι, τὸν τῆς νίκης στέφανον, ἀνεδήσω Πανόλβιε, τῆς ἀκηράτου ἀγαλλιάσεως, καὶ τῆς ἀφράστου καταξιούμενος, θείας ἐλλάμψεως, ἔνθα νῦν  γενόμενος, ἁμαρτιῶν, αἴτησαι τὴν ἄφεσιν, τοῖς εὐφημοῦσί σε.

Καὶ τρία τοῦ Ἁγίου Ῥωμανοῦ.

Ἦχος δ

Ὥς γενναῖον ἐν Μάρτυσιν.

Τῇ ἀσκήσει πυρούμενος, τῇ ἀθλήσει στομούμενος, ταῖς  πολλαῖς κολάσεσι λιπαινόμενος, ξίφος γεγένησαι δίστομον, συγκόπτον τὰς φάλαγγας, τῶν δαιμόνων Ῥωμανέ, Ἀθλητῶν ἐγκαλλώπισμα, θεῖον καύχημα, τῆς σεπτῆς Ἐκκλησίας ὡραιότης, τῶν ἐν αἵματι ἰδίῳ, τελειωθέντων πανεύφημε.

ναρτήσει ξεόμενος, καὶ εἱρκτῇ συγκλειόμενος, καὶ τὴν γλῶσσαν ἔνδοξε ἀφαιρούμενος, καὶ παρειὰς συντριβόμενος, καὶ τέλος μακάριον, τῇ βιαίᾳ πνιγμονῇ, Ἀθλοφόρε δεχόμενος, ἀπερίτρεπτος, ἀταπείνωτος ὤφθης συνεργείᾳ, Ῥωμανὲ Πνεύματος θείου· ὅθεν πιστῶς εὐφημοῦμέν σε.

ητορεύει τὸ νήπιον, καὶ ἐκπλήττει τοὺς ἄφρονας, καὶ σεπταῖς ἐνστάσεσιν ὡραΐζεται, καὶ τελειώσει λαμπρύνεται, πλουτῆσαν τὴν εὔκλειαν, τῶν Ἁγίων Ἀθλητῶν, ὧν τὸν ζῆλον ἐκτήσατο, ἀξιάγαστε, Ῥωμανὲ γενναιόφρον, μεθ' οὗ λύσιν, ὀφλημάτων ἡμῖν πᾶσι, καταπεμφθῆναι ἱκέτευε.

Δόξα... Ἦχος πλ. β

Φοβερὰ καὶ παράδοξα, τὰ τρόπαια Κύριε τοῦ Μάρτυρός σου· τῶν γὰρ ἁλιέων ζηλώσας τὴν παρρησίαν, καὶ τὴν Σκηνορράφου θεολογίαν, τὴν Πλάτωνος μυθολογίαν, καὶ τὴν Στωϊκὴν φλυαρίαν, λόγοις καὶ ἔργοις κατέρραξε τήν δορὰν ἀποδαρείς, καὶ τὴν κάραν ἐκτμηθείς, τῇ χύσει τῶν αἱμάτων αὐτοῦ, τὸν ἐχθρὸν ἀπέπνιξεν. Ἀλλ' ὦ Μαρτύρων τὸ κλέος, ὁ παρρησίᾳ κηρύξας τὸ ὄνομα Χριστοῦ τὸ μέγα, αἴτησαι θαυματουργέ, Πλάτων παμμακάριστε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Καὶ νῦν ... Θεοτοκίον.

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἢ Σταυροθεοτοκίον

Τριήμερος ἀνέστης.

Λαὸν τὸν ἀνομώτατον, ἀδίκως καθηλοῦντά σε, ἐπὶ ξύλου, ἡ Παρθένος καὶ Ἁγνή, καὶ Μήτηρ σου ὁρῶσα, ὡς Συμεὼν προέφη, τὰ σπλάγχνα Σῶτερ διετέτρωτο.

Εἰς τὸν Στίχον, τὰ Στιχηρὰ τῆς Ὀκτωήχου.

Καὶ τὰ λοιπὰ τοῦ Ἑσπερινοῦ, καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν ἀναγινώσκονται οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου Πλάτωνος ὁ παρών, οὗ ἡ ἀκροστιχίς.

Τῶν σῶν ἐπαίνων, ὦ Πλάτων, μέλπω πλάτος.

Θεοφάνους.

Ὠδὴ α'  Ἦχος πλ. δ

ρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν ᾄσμα τῷ Θεῷ ἀναμέλποντα.

Τῆς αἰωνίου βασιλείας Ἔνδοξε, τὸ καθαρώτατον, χοροβατῶν πλάτος, ἀπὸ πάσης θλίψεως, καὶ πειρασμῶν στενώσεως, τοὺς ὑμνοῦντάς σε σῶσον, ἀνεπιστρόφως ὁδεύοντας, τὴν πρὸς οὐρανὸν τρίβον φέρουσαν.

χυρωμένος εὐσεβείας πρόβολος, καὶ πύργος ἄσειστος, ἀναδειχθεὶς Πλάτων, πᾶσαν ἀγριότητα, τῶν πειρασμῶν ὑπέμεινας, καὶ τὰς τῶν ἀλγηδόνων, στενοχωρίας ὑπήνεγκας, θείᾳ πλατυνόμενος χάριτι.

Νεανικὴν ἐπιδεικνὺς τὴν ἔνστασιν, τὸ τῆς νεκρώσεως, καὶ τῆς φθορᾶς πάχος, διὰ τῆς ἀθλήσεως, ἀπετινάξω Πάνσοφε, καὶ τὸν τῆς ἀφθαρσίας, χιτῶνα περιβαλλόμενος, χαίρων τῷ  Δεσπότῃ παρίστασαι.

Θεοτοκίον.

Σεσαρκωμένον τῷ  Πατρὶ συνάναρχον, καὶ συναΐδιον, μονογενῆ Λόγον, ὑπὲρ νοῦν γεγέννηκας, εὐλογημένη Πάναγνε, Θεοτόκον· διὸ σε, ὀρθὰ φρονοῦντες κηρύττομεν, καὶ πανευσεβῶς σε δοξάζομεν.

Ὠδὴ γ

στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, Ἅγιος μόνε Φιλάνθρωπε.

σπερ ἀνάλγητος πυρός, τὴν φλόγα τὴν δριμυτάτην, καρτερώτατα Παμμάκαρ ὑπέστης, εὐσεβείας προφανῶς, τῷ  ζήλῳ πυρπολούμενος, καὶ τῷ  πυρὶ τῷ  θείῳ, πεπυρσευμένος τῆς πίστεως.

Νεανικῶς ὑπὲρ Χριστοῦ, παμμάκαρ ἠγωνισμένος, οὐρανίους δωρεὰς ἐκομίσω, καὶ στεφάνους παρ' αὐτοῦ, τοὺς ἀεὶ διαμένοντας· καὶ στεφηφόρος ὤφθης, Πλάτων θεόφρον μακάριε.

πὶ τοῦ ξύλου σοῦ ταθέν, τὸ καρτερώτατον σῶμα, κατεξαίνετο δεινῶς ταῖς  αἰκίαις, ἀλλ' ἀντεῖχε τῆς ψυχῆς, ὁ τόνος δυναμούμενος, τῷ τοῦ Δεσπότου φίλτρῳ, καὶ βασιλείας τῷ  ἔρωτι.

Θεοτοκίον.

Πύλη φωτὸς φωτιστικαῖς, τοῦ Πνεύματος δᾳδουχίαις, λαμπρυνθεῖσα Θεοτόκε ὑπάρχεις· διὰ σοῦ γὰρ πρὸς ἡμᾶς, ὁ Λόγος κατελήλυθε, καταφωτίζων πάντας, θείῳ φωτὶ τοὺς ὑμνοῦντάς σε.

 Ὁ Εἱρμὸς.

στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν  ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρα με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, Ἅγιος μόνε Φιλάνθρωπε.

Κάθισμα   Ἦχος πλ. δ

Τὴν Σόφίαν.

Τῶν ἀγώνων τῷ  πλάτει Μάρτυς σοφέ, πλατυνόμενον πίστει πανευκλεῶς, ἐχθροῦ ἀπεστένωσας, μηχανὰς καὶ ἠφάνισας, καὶ καλῶς τελέσας, τὸν δρόμον τὸν ἔνθεον, Παραδείσου πλάτος, γηθόμενος ἔφθασας· ὅθεν Ἐκκλησία, πλατυσμῷ εὐσεβείας, ἀστράπτουσα σήμερον, ἑορτάζει τὴν μνήμην σου, καὶ βοᾷ σοι Μακάριε. Πρέσβευε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Ἦχος α

Τὸν τάφον σου Σωτὴρ.

ραῖος πεφυκώς, νεανίας Παμμάκαρ, ἐχθρὸν τὸν παλαιόν, πτερνιστὴν ἐτροπώσω, τοῖς πόνοις τοῦ σώματος, καὶ τῷ  σθένει τῆς χάριτος· ὅθεν ἅπασα, ἡ Ἐκκλησία συμφώνως, Πλάτων ἔνδοξε, ἐπιτελεῖ σου τὴν μνήμην, Χριστὸν μεγαλύνουσα.

Καὶ νῦν ... Θεοτοκίον.

Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, εἰς βυθὸν ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, ἐλευθέρωσον, κατηγορούντων δαιμόνων, φρικτῆς ἀποφάσεως.

Ἢ Σταυροθεοτοκίον.

θαύματος φρικτοῦ! ὢ καινοῦ μυστηρίου! ἐβόα ἡ Ἁγνή, καὶ πανάμωμος Κόρη, ἐν ξύλῳ ὡς ἔβλεψεν, ἁπλωθέντα τὸν Κύριον, ὁ τὰ σύμπαντα, ἐν τῇ δρακὶ περιφέρων, ὡς κατάκριτος, ὑπὸ κριτῶν παρανόμων, Σταυρῷ κατακρίνεται.

Ὠδὴ δ

Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ  προφήτη, Ἀββακοὺμ σοι κραυγάζω, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

νακραθείς, ὅλος ἀγάπῃ τοῦ κτίσαντος, οὐκ ᾐσθάνου, πόνων τῶν τοῦ σώματος, τὴν ἐμπαθῆ, σάρκα καὶ θνητήν, καὶ τοὺς δερματίνους, χιτῶνας ἀποδυσάμενος· τὸ δὲ τῆς σωφροσύνης, καὶ τὸ τοῦ σωτηρίου, ἐνδυσάμενος Πλάτων ἱμάτιον.

ερουργός, θεῖος ἐδείχθης ὡς ἄμωμον, ἱερεῖον, ἄρσεν τε καὶ τέλειον, ὁλοκαυτῶν, Μάρτυς σεαυτόν, τῷ  ὑπὲρ τῶν πάντων, τυθέντι ἀπολυτρώσεως· ψυχὴν γὰρ πυρακτώσας, τοῦ Δεσπότου τῷ  φίλτρῳ, φλεγομένης σαρκὸς κατεφρόνησας.

Νέους τοὺς τρεῖς, ἐν Βαβυλῶνι μιμούμενος, τὸ παμφάγον, πῦρ οὐκ ἐδειλίασας, ἀλλὰ στερρῶς καὶ νεανικῶς τούτου ἐκαρτέρεις, τὴν φλόγα τὴν ἀκατάσχετον· διὸ σε δροσοβόλος, σὺν ἐκείνοις ἀξίως, ὑπεδέξατο θάλαμος Ἔνδοξε.

Θεοτοκίον.

ς ἐκ φυλῆς, τῆς βασιλίδος ὑπάρχουσα, τὸν τῶν ὅλων, κατεξουσιάζοντα, Λόγον Θεοῦ, τέτοκας ἡμῖν, σάρκα γεγονότα, καὶ μείναντα ἀναλλοίωτον· διὸ σε Θεοτόκον, ἀληθῶς καὶ κυρίως, Παναγία Παρθένε δοξάζομεν.

Ὠδὴ ε

να τὶ με ἀπώσω, ἀπο τοῦ προσώπου σου, τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.

Νυσταγμὸν σοῖς βλεφάροις, ὕπνον δὲ σοῖς  ὄμμασι, Μάρτυς οὐκ ἔδωκας, ἕως οὗ τὸν ὕπνον, τον μακάριον καὶ ὀφειλόμενον, τοῖς Θεὸν ποθοῦσιν, ἀγαπητοῖς ὕπνωσας Πλάτων, διὰ ξίφους τὴν κάραν τεμνόμενος.

σπερ ἐν ἀλλοτρίῳ, σώματι Πανεύφημε, πάσχων ἠγώνισαι, ὡς ἀθλούντων ἄλλων, θεατὴς σὺ γενόμενος ἤθλησας· τῷ  γὰρ θείῳ πόθῳ, πυρποληθεὶς τῶν προκειμένων, αἰκισμῶν οὐκ ἐφρόντισας ἔνδοξε.

Πλοῦτον εὗρες καὶ δόξαν, πλοῦτον ἀναφαίρετον, δόξαν ἀμάραντον, ἐν ἐπουρανίοις, σὺν Ἀγγέλοις χορεύων σκηνώμασι, καὶ τῆς ἀκηράτου, καὶ διαρκοῦς ἀθανασίας, γεγονώς ἐν μεθέξει Πανάριστε.

Θεοτοκίον.

Λύσιν ἁμαρτημάτων, ταῖς σαῖς ἱκεσίαις, παράσχου τοῖς δούλοις σου, ῥυομένη τούτους, πειρασμῶν καὶ κινδύνων καὶ θλίψεων, καὶ τῆς τῶν βλασφήμων, αἱρετικῶν ἐπικρατείας, Θεοτόκε Παρθένε πανύμνητε.

Ὠδὴ ς

λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

νώτερος τῶν παθῶν, καὶ τῶν βασάνων γενόμενος, τὰς τῆς σαρκὸς ἐκτομάς, ὑπέφερες ἔνδοξε· Χριστὸν γὰρ συλλήπτορα, συνεργόν τε εἶχες, ἐν ἀγῶσι ῥωννύντα σε.

Τῷ τῆς ψυχῆς νοερῷ, τῇ εὐπρεπείᾳ τοῦ κτίσαντος, ἐνατενίζων ἀεί, καὶ κατοπτριζόμενος, τὸ κάλλος τὸ ἄρρητον, τῆς τῶν ὁρωμένων, εὐτελείας κατεφρόνησας.

Θεοτοκίον.

ς ἔμψυχος κιβωτός, τὸν Νομοδότην ἐχώρησας, ὡς ἅγιος δὲ ναός, ἐδέξω τὸν Ἅγιον, γενόμενον ἄνθρωπον, ἐπ' εὐεργεσίᾳ, τῶν ἀνθρώπων Ἀειπάρθενε.

 Ὁ Εἱρμὸς.

λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Κοντάκιον.

τοῦ Ἁγίου Ῥωμανοῦ.

Ἦχος δ'  Ἐπεφάνης σήμερον.

ς ἀστέρα μέγιστον, ἡ Ἐκκλησία, Ῥωμανὲ πανεύφημε, σὲ κεκτημένη ἀληθῶς, φωταγωγεῖται τοῖς ἄθλοις σου, τὴν φωτοφόρον δοξάζουσα μνήμην σου.

Ἕτερον τοῦ Ἁγίου Πλάτωνος.

Ἦχος γ

Ἡ Παρθένος σήμερον.

ἁγία μνήμη σου, τὴν οἰκουμένην εὐφραίνει, συγκαλοῦσα ἅπαντας, ἐν τῷ πανσέπτῳ ναῷ σου, ἔνθα νῦν, μέτ' εὐφροσύνης συναθροισθέντες, ᾄσμασι, σὰς ἀριστείας Πλάτων ὑμνοῦμεν, καὶ ἐν πίστει ἐκβοῶμεν· Βαρβάρων ῥῦσαι τὴν πόλιν σου Ἅγιε.

Ὁ Οἶκος.

Τῶν Ἑλλήνων λιπὼν ἅπασαν τὴν ματαιότητα, τῶν Χριστοῦ Μαθητῶν τὰ ψυχωφελῆ διδάγματα ἠγάπησε λίαν Πλάτων ὁ θεόφρων. Διὸ καὶ ὤφθη πᾶσιν αἰδέσιμος, καὶ ἄγκυρα πίστεως ἐν τῇ πατρίδι, ἧς καὶ ἡ κλῆσις σαφῶς Ἄγκυρα ὑπάρχει. Καλῶς γὰρ τοῦτον ἐκθρεψαμένη, βεβαίαν σκέπην κατ' ἐχθρῶν, καὶ ἀντιλήπτορα θερμὸν ἐν πολέμοις εὑρίσκει, καθ' ἑκάστην ἐκβοῶσα πρὸς αὐτόν· Βαρβάρων ῥῦσαι τὴν πόλιν σου Ἅγιε.

Συναξάριον.

Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Πλάτωνος.

Στίχοι

Μικροῦ λαθὼν παρῆλθεν ἡμᾶς ὁ Πλάτων,

Πλάτων ἐκεῖνος, ὃν πλατὺ κτείνει ξίφος.

γδοάτῃ δεκάτῃ τε Πλάτωνα ἄορ κατέπεφνεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ῥωμανοῦ.

Στίχοι

Τὸ καρτερόφρον Ῥωμανοῦ πᾶς θαυμάσει.

Σὺν χαρμονῇ γὰρ πνιγμονὴν ἐκαρτέρει.

Τῇ αὐτῇ ἡμέρᾳ, τὸ Ἅγιον νήπιον, ἐρωτηθὲν παρὰ τοῦ Ἐπάρχου, Ποῖον δεῖ σέβειν Θεόν, καὶ εἰπόν, Τὸν Χριστόν, ξίφει τελειοῦται.

Στίχοι

Κόλπους Ἀβραὰμ νήπιον λαχὸν ξίφει,

Τοῖς Βηθλεὲμ σύνεδρον ὤφθη νηπίοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ῥωμανοῦ Διακόνου, τοῦ Παλαιστινοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ζακχαίου, Διακόνου τῆς ἐν Γαδείροις Ἐκκλησίας, καὶ Ἀλφαίου.

Στίχοι

Ζακχαῖος ἐκχεῖ πλοῦτον ὁ πρὶν ἡμίση·

νῦν  δέ, Σωτήρ, αἷμα χεῖ πᾶν ἐκ ξίφους.

λφαῖε καρτέρησον, εἰ τέμνῃ κάραν,

Καὶ κλῆρον ἕξεις τὴν ἄτμητον Τριάδα.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ

Θεοῦ συγκατάβασιν τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτε· διὰ τοῦτο οἱ Παῖδες, ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Νομίμως ἀθλήσαντα, καὶ τοὺς ἐχθρούς σου καταπατήσαντα, τῷ  τῆς νίκης στεφάνῳ, ὁ ἀθλοθέτης σε ἐστεφάνωσε, μεγαλοφώνως βοῶντα καὶ λέγοντα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Μετέστης γηθόμενος, πρὸς τὸν ἀεὶ σοι πάλαι ποθούμενον, οὗ τὸ ἄχραντον πάθος τὸ σωτηρίας ἀνθρώποις αἴτιον, γεγενημένον μιμούμενος ἔψαλλες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ξέστησαν ἅπασαι, τὴν καρτερίαν τῆς σῆς ἀθλήσεως, οὐρανῶν αἱ Δυνάμεις, καὶ τῶν ἀνθρώπων οἱ τότε βλέποντες· ὑπερφυῶς γὰρ ἐβόας τεμνόμενος· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Λυθέντες Πανάμωμε, τῷ  θείῳ τόκῳ τῆς παρθενίας σου, τῶν δεσμῶν τοῦ θανάτου, καὶ τῆς κατάρας τοῦ πρωτοπλάστου Ἀδάμ, σὲ Θεοτόκον φρονοῦντες κραυγάζομεν· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὠδὴ η

πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Περιφανεῖς ἀγῶνας μέν, ἠγωνίσω Πανεύφημε, περιφανεστέραν δὲ πολλῷ τὴν εὔκλειαν, Χριστός, σοὶ δεδώρηται, καὶ δι' αἰῶνος μένουσαν, ἐν ἐπουρανίοις, σὲ σκηναῖς κατοικίσας, προθύμως μελῳδοῦντα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ς πρεσβευτὴν πιστότατον, ὡς προστάτην θερμότατον, τῷ  Παμβασιλεῖ καὶ Ποιητῇ τῆς κτίσεως, σὲ νῦν  προβαλλόμεθα, ὑπὲρ ὑμῶν δυσώπησον, τῇ μαρτυρικῇ σου, παρρησίᾳ πρεσβεύων, τῶν σὲ ὑμνολογούντων, καὶ πιστῶς μελῳδούντων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Παραλαβεῖν ἠξίωσαι, βασιλείαν ἀσάλευτον, διὰ τῆς οἰκείας ἐνεργούς σου πίστεως, ὡς σοὶ ἐπηγγείλατο, ὁ ἀψευδὴς διδόναι Θεός, ὑπὲρ οὗ τὸ σῶμα, καὶ πυρὶ καὶ βασάνοις, παρέδωκας κραυγάζων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Λόγον Θεοῦ τὸν ἄναρχον, καὶ Πατρὶ συννοούμενον, τὸν ἐκ τοῦ μὴ ὄντος πατρικῷ βουλήματι, τὸ πᾶν συστησάμενον, θεοπρεπῶς γεγέννηκας, σάρκα γεγονότα, δι' ἡμᾶς τοὺς ἀνθρώπους· διὸ σε Θεοτόκον, ὀρθοδόξως φρονοῦντες, Χριστὸν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς.

πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ

φριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ ὕψιστος ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.

γε δὴ τὸν θεοστεφῆ, φιλομάρτυρες ὑμνήσωμεν Μάρτυρα, τὸν ἐξαπλώσαντα τῆς εὐσεβείας αὐτοῦ τὰ κλήματα· τῆς γὰρ ἀμπέλου τῆς ζωῆς, φυτείᾳ γενόμενος, καρπόν προβάλλεται, κατανύξεως ἡμῖν οἶνον βρύοντα.

Τίμιος ἔναντι Θεοῦ, τῶν Μαρτύρων καθορᾶται ὁ θάνατος· τῆς ἀϊδίου γὰρ καὶ ἀνωλέθρου γίνεται πρόξενος, παναληθέστατα ζωῆς, καὶ κλῆρον ἀθάνατον, καὶ δόξαν ἄφθαρτον, καὶ πλουσίαν χορηγεῖ τὴν ἀντίδοσιν.

λην σου Μάρτυς τὴν ζωήν, τῷ  Δεσπότῃ καὶ Θεῷ ἀφιέρωσας, καὶ ὡς εὐάρεστον ζῶσαν θυσίαν σαυτὸν προσήγαγες· διὸ τρυφῆς τῆς ὑπὲρ νοῦν, Πλάτων κατηξίωσαι, ἀλλὰ δυσώπησον, λυτρωθῆναι πειρασμῶν τοὺς ὑμνοῦντάς σε.

Θεοτοκίον.

Σῶσόν με Μῆτερ τοῦ Θεοῦ, ἡ γεννήσασα Χριστὸν τὸν Σωτῆρά μου, Θεὸν καὶ ἄνθρωπον διπλοῦν τὴν φύσιν οὐ τὴν ὑπόστασιν, μονογενῆ μὲν ἐκ Πατρός, ἐκ σοῦ δὲ ἀπάτορα, καὶ ἀναλλοίωτον· διὸ πάντες σε ἀεὶ μεγαλύνομεν.

 Ὁ Εἱρμὸς.

φριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ ὕψιστος ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.

Ἐξαποστειλάριον

Γυναῖκες ἀκουτίσθητε.

ρῶν σου τὸ ἀήττητον, Μεγαλομάρτυς ἔνδοξε, ὁ τύραννος πρὸς πλειόνων, βασάνων πεῖραν ἐχώρει· ὃν καταπτύσας χάριτι, Χριστοῦ ὑπερενήθλησας, μέχρι θανάτου πάνσοφε· διὸ καὶ νῦν  στεφηφόρος, συμβασιλεύεις τῷ  Κτίστῃ.

Θεοτοκίον

Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γέγονας ὄντως, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ Πανάγιον, ἐπισκιάσαν σοι Κόρη, ἀνέδειξε Θεοτόκον.

Καὶ ἡ λοιπὴ τοῦ Ὄρθρου Ἀκολουθία καὶ ἀπόλυσις.