The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΜΑΡΤΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΗ’ ΤΟΥ  ΜΗΝΟΣ

Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κυρίλλου Ἀρχιεπισκόπου Ἱεροσολύμων.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, Στιχηρὰ Προσόμοια.

Ἦχος δ’

Ὡς γενναῖον ἐν Μάρτυσιν.

ς ἀστὴρ ἀνατέταλκας, καὶ πιστοὺς κατεφώτισας, ἱεραῖς λαμπρότησι τῶν δογμάτων σου, καὶ τὰς αἱρέσεις ἐσκότασας, καὶ τέλεον ἔτρεψας, καὶ ὡς δοῦλος τὸ δοθέν, πλεονάσας σου τάλαντον, εὐηρέστησας, τῷ  Δεσπότῃ θεόφρον, οὗ εἰς χεῖρας ἐναπέθου σου τὸ πνεῦμα, τὸ ἱερώτατον Κύριλλε.

Τῇ σοφίᾳ τῶν λόγων σου, καὶ τῷ  φέγγει τοῦ βίου σου, ὡς ἀστὴρ πολύφωτος ἀξιάγαστε, μέσον Συνόδου διέλαμψας, Πατέρων τὸν ἄθεον, Μακεδόνιον νευραῖς, ἀποπνίξας τῆς χάριτος, εἰς τὸ Ἅγιον, καὶ ζωῶσαν τὰ πάντα θεῖον Πνεῦμα, βλασφημήσαντα ἀφρόνως, καὶ προφανῶς ἀνομήσαντα.

Νοῦν ἀλάστορα ᾔσχυνας, τοῦ παράφρονος Μάνεντος, στηλιτεύσας κάλλιστα καὶ σοφώτατα, τὰ βορβορώδη, διδάγματα, τῆς τούτου σκαιότητος, Διδασκάλων ἀρχηγέ, ἱερέων εὐπρέπεια, θεῖε πρόμαχε, τῆς Χριστοῦ Ἐκκλησίας· διὰ τοῦτο, τὴν ἁγίαν γεγηθότες, ἐπιτελοῦμέν σου κοίμησιν.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον.

Φωτοφόρον παλάτιον, τοῦ Δεσπότου ὑπάρχουσα, καὶ φωτὸς νεφέλη Θεοχαρίτωτε, τοῦ νοητοῦ ἀνατείλαντος, τῷ  κόσμῳ πανάμωμε, φωταγώγησον ἡμῶν, καὶ ψυχὴν καὶ διάνοιαν, καὶ τὰ σκάνδαλα, ἀφανίσασα πάντα τοῦ δολίου, τῇ  πρεσβείᾳ σου Παρθένε, τὸν λογισμὸν ἡμῶν στήριξον.

Ἢ Σταυροθεοτοκίον.

ς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ Μήτηρ σου, ἐν Σταυρῷ κρεμάμενον ἐξεπλήττετο, καὶ ἀτενίζουσα ἔλεγε· Τὶ σοι ἀνταπέδωκαν, οἱ πολλῶν σου δωρεῶν, ἀπολαύσαντες Δέσποτα; Ἀλλὰ δέομαι, μὴ με μόνην ἐάσῃς ἐν τῷ κόσμῳ, ἀλλὰ σπεῦσον ἀναστῆναι, συνανιστῶν τοὺς Προπάτορας.

Ἀπολυτίκιον.  Ἦχος δ’

Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον ἀνέδειξέ σε τῇ  ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια. Διὰ τοῦτο ἐκτήσω τῇ  ταπεινώσει τὰ ὑψηλά, τῇ  πτωχείᾳ τὰ πλούσια· Πάτερ Ἱεράρχα Κύριλλε, πρέσβευε Χριστῷ τῷ  Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἡ συνήθης Στιχολογία, τὰ Καθίσματα, καὶ οἱ Κανόνες τοῦ Ἁγίου καὶ τοῦ Τριῳδίου.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.

Κύριλλον ὑμνῶ τὸν πρόεδρον Αἰλίας.

Θεοφάνους.

Ὠδὴ α’  Ἦχος δ’

Ὁ Εἱρμὸς.

Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ Τριμερές, καταπόντισον δέομαι, ὅπως σοι ὡς ἐν τυμπάνῳ, τῇ  νεκρώσει τοῦ σώματος, ἐπὶνίκιον ᾄσω μελῴδημα.

Κοσμήσας τὴν ψυχήν, ἀρετῶν ταῖς ἰδέαις, χαρισμάτων δεκτικήν, τοῦ Πνεύματος αὐτήν, τοῦ Ἁγίου τετέλεκας· ὅθεν ἄβυσσον σοφίας, ἐξηρεύξω Αἱρέσεων, τὰ πελάγη ξηραίνουσαν Κύριλλε.

πέρτερον τὸν νοῦν, τῶν ἐνύλων εἰργάσω, τῶν ἀΰλων λειτουργῶν, συνόμιλος δειχθείς, τῷ  πυρὶ δὲ τῶν λόγων σου, πᾶσαν ἔφλεξας τὴν ὕλην, τῶν αἱρέσεων Κύριλλε, Ἐκκλησίας πυρσὸς ὁ ἀκοίμητος.

ημάτων σου ὀδμαῖς, ἡδυπνόοις μανίας, τὸν ἐπώνυμον Σοφέ, αἱρέσεων πασῶν, τὸν ἀνύποιστον βόρβορον, ἤλασας μακρὰν ποιήσας, ὡς ποιμὴν ἀληθέστατος, ὡς Χριστοῦ εὐωδία γενόμενος.

Θεοτοκίον.

λύος ἐκ παθῶν, λογισμῶν τρικυμίας, ἐκ βελῶν τοῦ πονηροῦ, ἐκ πάσης προσβολῆς, ἐναντίας διάσωσον, ἅπαντας τοὺς ἀνυμνοῦντας, σοῦ πανάμωμε Δέσποινα, τὸν ἀνέκφραστον τόκον Πανάχραντε.

Ὠδὴ γ'  Ὁ Εἱρμὸς.

τι στεῖρα ἔτεκεν ἡ ἐξ' Ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε Συναγωγή, τῷ  θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν· Ἅγιος εἶ Κύριε.

Λάμπων ταῖς φαιδρότησι Πνευματικῆς σοφίας, τὸ τριφεγγὲς τῆς θείας Τριάδος, Πάτερ τηλαυγῶς, τοῖς  ἐπὶ γῆς ἐτράνωσας, δι' ἧς σκότους πλάνης ἐλυτρώθημεν.

Λύρα ὤφθης Πνεύματος τοῦ παναγίου θεόφρον, ἀναφωνοῦσα μέλος ἐπιφανείας τοῦ Χριστοῦ, ὃν ἐν δυσὶ ταῖς φύσεσιν ἐκήρυξας, θέλγων τὰς ψυχὰς ἡμῶν.

Οἶκος ἁγιάσματος σοῦ ἡ ψυχὴ ἀνεδείχθη, ἐν ᾧ Πατὴρ Υἱός τε καὶ Πνεῦμα τὸ ζωαρχικόν, ὑπερφυῶς κατῴκησεν, ᾧ ψάλλομεν· Ἅγιος εἶ Κύριε.

Θεοτοκίον.

Νοῦς οὐδὲ οὐράνιος τὴν ὑπὲρ νοῦν σου λοχείαν, διερμηνεύει Κόρη· Νοῦ γὰρ τοῦ πρώτου ἐν γαστρί, Λόγον Ἁγνὴ συνέλαβες, τὸν τὰ πάντα λόγῳ συστησάμενον.

Κάθισμα.  Ἦχος πλ. δ’

Τὴν σοφίαν.

Τὴν σοφίαν τοῦ λόγου πεπλουτηκώς, ἐξηρεύξω δογμάτων ῥεῖθρα ζωῆς, καὶ πᾶσαν κατήρδευσας, εὐσεβούντων διάνοιαν, καὶ βακτηρίᾳ θείᾳ ποιμάνας τὸ ποίμνιον, ἐπὶ χλόην θείας, ἐξέθρεψας γνώσεως· ὅθεν ὡς Ποιμένα, καὶ διδάσκαλον μέγαν, καὶ πίστεως πρόμαχον, εὐφημοῦμέν σε Κυριλλε, Ἱεράρχα κραυγάζοντες· Πρέσβευε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς  ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Ἦχος α’

Τὸν Τάφον σου Σωτὴρ.

γλῶσσά σου Σοφέ, θεϊκαῖς ἐπιπνοίαις, ἐφώτισε λαούς, μίαν σέβειν Τριάδα, τῇ  φύσει ἀμέριστον, μεριστὴν τοῖς  προσώποις δέ· ὅθεν χαίροντες, τὴν παναγίαν σου μνήμην, ἑορτάζομεν, πρὸς τὸν Θεὸν πρεσβευτὴν σε, ἀεὶ προβαλλόμενοι.

Καὶ νῦν ... Θεοτοκίον.

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων, καὶ ἀνάγαγε, ἐκ ῥαθυμίας πταισμάτων, τοῦ δοξάζειν σε, Παντελεῆμον τὴν μόνην, ἐλπίδα τῶν δούλων σου.

Ἢ Σταυροθεοτοκίον.

ρῶσά σε Χριστέ, ἡ πανάμωμος Μήτηρ, νεκρὸν ἐπὶ Σταυροῦ, ἡπλωμένον ἐβόα· Υἱέ μου συνάναρχε, τῷ  Πατρὶ καὶ τῷ  Πνεύματι, τὶς ἡ ἄφατος, οἰκονομία σου αὕτη, δι' ἧς ἔσωσας, τὸ τῶν ἀχράντων χειρῶν σου, σοφὸν δημιούργημα;

Ὠδὴ δ’  Ὁ Εἱρμὸς.

Τοὺς οὐρανοὺς ἡ ἀρετή σου κατεκάλυψε, καὶ ἡ γῆ ἐπληρώθη τῆς δόξης σου Χριστέ· διὸ ἀπαύστως κράζομεν· Δόξα τῇ  δυνάμει σου Κύριε.

περκοσμίου τῆς σοφίας ῥεῖθρον Ὅσιε, σοῦ ἡ καρδία δεξαμένη, ἐξηρεύξατο διδασκαλίας ἄβυσσον, νόας ἀσεβούντων βυθίζουσαν.

Μίαν ἰσχὺν μίαν οὐσίαν καὶ βούλησιν, τρισυποστάτου Θεότητος ἐκήρυξας, καὶ πολυθέου Κύριλλε, πλάνης τὸν χειμάρρουν ἐξήρανας.

Νοῦν βορβορώδη καὶ παράφρονα τοῦ Μάνεντος, ὡς νουνεχὴς καὶ θεοδίδακτος Μακάριε, ταῖς ἀστραπαῖς τῶν λόγων σου, φλέξας ἐμφανῶς ἐστηλίτευσας.

Θεοτοκίον.

ς ἀνωτέρα πάντων τῶν ποιημάτων Ἁγνή, τὸν Ποιητὴν τῆς κτίσεως συνέλαβες, καὶ ὑπὲρ φύσιν τέτοκας, φύσιν τὴν ἡμῶν ἀναπλάττοντα.

Ὠδὴ ε’  Ὁ Εἱρμὸς.

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.

Τῇ ῥάβδῳ τῆς σεπτῆς, Ἱεράρχα σοφίας σου, ἐποίμανας ἐπὶ ὕδωρ, ὀρθοδόξου λατρείας, τὴν ποίμνην σου μακάριε.

λόγος σου φωτί, θεϊκῷ ἀστραπτόμενος, ὦ Κύριλλε φωτισθέντων, ἐν Ἱεροσολύμοις, ἀχλὺν ἀγνοίας ἔλυσε.

Θεοτοκίον.

Νὺξ Πάναγνε παθῶν, καὶ κακῶν ἀμαυρότητες, καλύπτουσι τὴν ψυχήν μου, φωτοδότην τεκοῦσα, καταύγασόν με δέομαι.

 

Ὠδὴ ς’  Ὁ Εἱρμὸς.

βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος, ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων.

Ποταμὸς σύ, ὡς ἐξ ἄλλης Ἐδὲμ ἐκπεπόρευσαι, ζωηρύτων, πεπλησμένος ναμάτων τοῦ Πνεύματος, καὶ τῆς Ἐκκλησίας, Ἱεράρχα μεθύσκεις τὰς αὔλακας.

ημάτων σου, τῷ  πυρσῷ θαλαττίου ἐκ κλύδωνος, ἀσεβείας διασῴζεις λαὸν ἱερώτατε, γαληνὸν πρὸς ὅρμον, ὀρθοδόξως αὐτὸν ἐκκαλούμενος.

Θεοτοκίον.

Οὐράνωσας, γεωθεῖσαν τὴν φύσιν Πανάμωμε, τῶν ἀνθρώπων, καὶ φθαρεῖσαν αὐτὴν ἐκαινούργησας· διὰ τοῦτο Κόρη, ἀσιγήτοις φωναῖς σε γεραίρομεν.

Τὸ Μαρτυρικὸν τοῦ Ἤχου.

Συναξάριον.

Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κυρίλλου, Ἀρχιεπισκόπου Ἱεροσολύμων.

Στίχοι

Εἴσελθε, κέρδος ἐκ ταλάντων προσφέρων,

Εἰς τὴν χαράν, Κύριλλε, τοῦ σοῦ Κυρίου.

γδοάτῃ δεκάτῃ θάνατος μέλας εἷλε Κύριλλον.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μύριοι Μάρτυρες, τοὺς αὐχένας τμηθέντες, τελειοῦνται.

Στίχοι

Τμηθέντες Ἄνδρες Μύριοι τοὺς αὐχένας,.

πῆλθον ἔνθα μυριόμματοι Νόες.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Τροφίμου, Εὐκαρπίωνος καὶ τῶν σὺν αὐτοῖς.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Ὠδὴ ζ’  Ὁ Εἱρμὸς.

Νέοι τρεῖς ἐν Βαβυλῶνι, πρόσταγμα τυραννικόν, εἰς φλήναφον θέμενοι, ἐν μέσῳ φλογὸς ἀνεβόων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

χων πῦρ ἐν διανοίᾳ, φόβου Πάτερ τοῦ Θεοῦ, ὕλην ἀπετέφρωσας, τὴν τῶν ἡδονῶν ἀναμέλπων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Δάκρυσι παθῶν τὴν φλόγα, σβέσας Μάκαρ τὸν πυρσόν, ἐτήρησας ἄσβεστον, σοῦ τὸν τῆς ψυχῆς ἀνακράζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

εῖθρον ζῶν ἔχων τὴν χάριν, Πνεύματος ἐν τῇ ψυχῇ θεόφρον ἀνέβλυσας, Πάτερ ποταμοὺς διδαγμάτων, τὴν Ἐκκλησίαν ἄρδοντας, εὐσεβῶς σε γεραίρουσαν.

Θεοτοκίον.

λην σε καθαγιάζει,  Ἅγιος ὁ ἐκ τῆς σῆς, σαρκὸς δανεισάμενος, σάρκα ἑαυτῷ Θεοτόκε, ὁ ἐν Ἁγίοις Κύριος, κατοικῶν ὁ Θεὸς ἡμῶν.

Ὠδὴ η’  Ὁ Εἱρμὸς.

Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε τὸν Κύριον.

Νυσταγμὸν ἀμελείας Μακάριε, ἐκ βλεφάρων ψυχῆς ἀπωσάμενος, τὸν τοῖς  δικαίοις πρέποντα, νῦν κεκοίμησαι ὕπνον, καὶ πρὸς ἡμέραν, ἀνεσπέρου φωτὸς μεταβέβηκας.

στραπαῖς σου τὸν λόγον κατέφλεξας, φρυγανώδεις αἱρέσεις Ἀοίδιμε, καὶ τοὺς πιστοὺς ἐφώτισας, μίαν σέβειν Τριάδα, τοῖς  χαρακτῆρσιν, ἐν Μονάδι ὑπάρχουσαν φύσεως.

ερεύσας σαυτὸν ταῖς ἀσκήσεσι, τὸν νεκρὸν διὰ σὲ χρηματίσαντα, σὺ ἀναιμάκτως τέθυκας, Ἱεράρχης ὡς θεῖος, ὡς Μυστηρίων, ἀπορρήτων διάκονος Κύριλλε.

Θεοτοκίον.

Λυτρωθέντες ἀρᾶς τῆς Προμήτορος, διὰ σοῦ τῆς ἁγνῆς Θεομήτορος, εὐλογημένη Δέσποινα, εὐλογοῦμεν Παρθένε δεδοξασμένη, τὸν πανάγιον τόκον σου σέβοντες.

Ὠδὴ θ’  Ὁ Εἱρμὸς.

Εὔα μὲν τῷ  τῆς παρακοῆς νοσήμάτι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ  τῆς κυοφορίας βλαστήματι, τῷ  κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.

δεῖν ἐφιέμενος Χριστοῦ τὴν ἄρρητον, Ἱεράρχα δόξαν ἔσπευσας, πάθη νεκρῶσαι ψυχοφθόρα, καρδίαν τε δοχεῖον ποιήσασθαι, σοφίας τῆς ἀμείνω καὶ κρείττονος· ὅθεν σε πίστει μακαρίζομεν.

στέρα πολύφωτον Χριστὸς ὁ Ἥλιος, Ἐκκλησίας ἐν τῷ ὕψει σε, ἔθετο Κύριλλε ἀκτῖσι, δογμάτων ἱερῶν καταυγάζοντα, καρδίας τῶν πιστῶς ἐκτελούντων σου, τὴν φωτοφόρον, μνήμην Ὅσιε.

Συνόμιλος καὶ συλλειτουργὸς γεγένησαι, τῶν Ἀγγέλων· ὡς γὰρ ἄσαρκος, Πάτερ ἐν γῇ ἐπολιτεύσω, Ὁσίων ἀνεδείχθης συμμέτοχος, καὶ τῶν Ἱεραρχῶν ἰσοστάσιος, οἷς συγχορεύων ἡμῶν μέμνησο.

Θεοτοκίον.

Στειρεύουσαν θείων ἀρετῶν Πανάχραντε, Θεοτόκε τὴν καρδίαν μου, δεῖξον Παρθένε καρποφόρον, ἐκ στείρας ἡ τεχθεῖσα βουλήματι, τὰ πάντα τοῦ ποιοῦντος τῷ νεύματι, ἵνα ὑμνῶ σε τὴν Πανύμνητον.

Τὸ Φωταγωγικόν.

Καὶ τὰ λοιπά, ὡς σύνηθες, καὶ Ἀπόλυσις.