The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ 

 ΦΕΒΡΟΥΑΡΙΟΣ

ΕΧΩΝ ΗΜΕΡΑΣ ΤΡΙΑΚΟΝΤΑ ΜΙΑΝ

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΗ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λέοντος Πάπα Ῥώμης.

 

 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α'

Πανεύφημοι Μάρτυρες 

μφιλοσοφώτατα τὸν νοῦν, Λέον παμμακάριστε, σὺ τῶν παθῶν αὐτοκράτορα, ἀπεργασάμενος, ἀρετῶν ἰδέαις, καὶ ἠθῶν σεμνότητι, εἰκόνα τῆς ψυχῆς ἐζωγράφησας· διὸ αἰτοῦμέν σε, ὡς Ποιμένα καὶ Διδάσκαλον, τὴν εἰρήνην, τῷ  κόσμῳ  αἰτήσασθαι.

Θρασύτητα Λέοντος Χριστοῦ, δυνάμει πανόλβιε, δυναμωθεὶς οὐ κατέπτηξας, ἀλλ' ἐξεφαύλισας, Ἱεράρχα τούτου, τῆς ψυχῆς τὸ ἄστατον, καὶ γνώμην ἀληθῶς τὴν ἀγνώμονα, καὶ τῆς αἱρέσεως, τὴν τελείαν ἀθεότητα, καὶ τῶν τρόπων, τὸ δόλιον φρόνημα.

Προσθήκη ἐγένου τοῖς  Πιστοῖς, Ἱερεῦ πανόλβιε, τοῖς  Ἱεράρχαις καὶ Μάρτυσι·  καὶ γὰρ ἀήττητος, ἐν ἀγῶσιν ὤφθης, ἀρραγὴς ἀκλόνητος, ὡς πύργος εὐσεβείας καὶ πρόβολος, ὀρθοδοξότατα, δογματίζων καὶ σαφέστατα, τοῦ Κυρίου, τὴν ἄφραστον γέννησιν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Πηγὴν σε γινώσκομεν ζωῆς, ἀϊδίου Δέσποινα· τὴν ξηρανθεῖσαν οὖν πάθεσι, ψυχήν μου ζώωσον, ἐν τῇ χάριτί σου, καὶ πηγάζειν νάματα, σωτήρια ἀεὶ παρασκεύασον· καὶ νῦν μοι στάλαξον, τῇ πρεσβείᾳ σου τὴν ἄφεσιν, τῶν πταισμάτων, καὶ κάθαρον δέομαι.

Ἢ Σταυροθεοτοκίον

ομφαία διῆλθεν ὦ Υἱέ, ἡ Παρθένος ἔλεγεν, ἐπὶ τοῦ ξύλου ὡς ἔβλεψε, Χριστὸν κρεμάμενον, τὴν ἐμὴν καρδίαν, καὶ σπαράττει Δέσποτα, ὡς πάλαι Συμεὼν μοι προέφησεν· ἀλλά ἀνάστηθι, καὶ συνδόξασον ἀθάνατε, τὴν Μητέρα, καὶ δούλην σου δέομαι.

Ἀπολυτίκιον  Ἦχος πλ. δ'

ρθοδοξίας ὁδηγέ, εὐσεβείας Διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, τῶν ὀρθοδόξων θεόπνευστον ἐγκαλλώπισμα, Λέον σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος· Πρέσβευε Χριστῷ τῷ  Θεῷ σωθῆναι τὰς ψυχὰς ἤμων.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη στιχολογίαν, λέγεται ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς.

Τῷ πανσόφῳ Λέοντι τοὺς ὕμνους πλέκω. Ποίημα Θεοφάνους.

δὴ   α'  Ἦχος πλ. δ'

Ὁ Εἱρμὸς 

σωμεν τῷ  Κυρίῳ, τῷ  διαγαγὸντι τὸν λαὸν αὐτοῦ, ἐν Ἐρυθρᾷ θαλάσσῃ, ὅτι μόνος ἐνδόξως δεδόξασται.

Τῷ τῆς ἱερωσύνης, χρίσματι Παμμάκαρ σεμνυνόμενος, κατεκόσμησας ταύτην, ἀρετῶν ταῖς ἰδέαις πανόλβιε.

ριμον ὥσπερ βότρυν, Πάτερ ἀποθλίψας τὴν διάνοιαν, εὐφροσύνης κρατῆρα, τῆς σοφίας σου πᾶσι προτέθεικας.

Πέτρου τοῦ Κορυφαίου, θρόνου κληρονόμος ἐχρημάτισας, τὴν αὐτοῦ ἔχων γνώμην, καὶ τὸν ζῆλον Θεόφρον τῆς πίστεως.

Αἴγλῃ τῶν σῶν δογμάτων, τῶν αἱρετικῶν τὸν σκοτεινότατον, διεσκέδασας γνόφον, Ἱεράρχα Κυρίου θεόληπτε.

Θεοτοκίον

Νόμου τῇ παραβάσει, κατακεκριμένον τὸν πρωτόπλαστον, τὸν Σωτῆρα τεκοῦσα, Θεομῆτορ ἁγνὴ ἠλευθέρωσας.

δὴ   γ'  Ὁ Εἱρμὸς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν Πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

Στηλην ὀρθοδοξίας, τῇ τοῦ Χριστοῦ πάνσοφε, Λέον Ἐκκλησία, προθύμως φέρων ἀνέστησας, ἣν περ κατέχουσα, αἱρετικῶν τὰς ἀθέους, διαλύει φάλαγγας, καὶ τὰ συστήματα.

Οὐρανίου καὶ θείας, ἐμφορηθεὶς χάριτος, τῶν  τῆς ἐκκλησίας δογμάτων, Πάτερ προΐστασο, πάσαις μαχόμενος, αἱρετικῶν ταῖς ἀθέοις, γλωσσαλγίαις ἔνδοξε, Λέον πανόλβιε.

Φωτὶ τῷ  λαμπροτάτῳ, καταυγασθείς, Ὅσιε, τὸν τῆς ἀπορρήτου, καὶ θείας ἐνανθρωπήσεως, λόγον ἐτράνωσας, διπλῆν εἰπὼν τὴν οὐσίαν, καὶ διπλῆν ἐνέργειαν, τοῦ σαρκωθέντος Θεοῦ.

Θεοτοκίον

ραιώθης ὡς νύμφη, παρθενικοῖς κάλλεσι, κεχαριτωμένη Παρθένε, Μήτηρ ἀνύμφευτε· πάσης γὰρ κτίσεως, σὺ κεχαρίτωσαι πλέον, ὡς τὸν πάντων αἴτιον, Λόγον κυήσασα.

Κάθισμα  Ἦχος γ'

Θείας πίστεως

Θείοις δόγμασι, περιαστράπτων, φέγγος ἔλαμψας ὀρθοδοξίας, καὶ αἱρέσεων τὸ σκότος ἐμείωσας· καὶ μεταστὰς ἐκ τοῦ βίου πανόλβιε, πρὸς τὸ ἀνέσπερον φῶς κατεσκήνωσας· Λέον Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Θείας γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπερέχουσα· τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα Σεμνὴ τὸ μέγα ἔλεος.

Ἢ Σταυροθεοτοκίον

ἀμίαντος ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος, Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι τέκνον μου! πῶς πάσχεις; θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον.

 

δὴ   δ'  Ὁ Εἱρμὸς

ξ ὄρους κατασκίου, Λόγε ὁ Προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόησεν ἐν φόβῳ, καὶ ἐδοξολόγει σου τὴν δύναμιν.

Λέον σὺ ὡς ἀληθῶς, Παμμάκαρ ὤφθης, τὰς συγχυτικάς, ἀλώπεκας διώκων, βασιλικῷ τῷ  βρυχήματι καταπλήττων, τῶν  ἀσεβούντων τὰ νοήματα.

κρυψας τῇ προβολῇ, τῶν  σῶν δογμάτων, τῶν  θεοστυγῶν αἱρέσεων τὰ ἴχνη, τὴν κεκρυμμένην ἀλήθειαν ἀνιχνεύσας, Ἱερομύστα πανσεβάσμιε.

ρθρος ἐκ δυσμῶν, ἀνέτειλας τρισμάκαρ, τόμον εὐσεβῶν, δογμάτων ὡς ἀκτῖνας, τῇ Ἐκκλησίᾳ Θεόφρον ἐξαποστέλλων, καὶ καταυγάζων τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον

Νέκρωσον ὁρμάς, Παρθένε τῶν  παθῶν μου, παῦσον ἀγαθή, τὸν σάλον τῶν  πταισμάτων, τῆς ἁμαρτίας τὸν κλύδωνα, σῇ γαλήνῃ, Θεογεννῆτορ ἀφανίζουσα.

δὴ   ε'  Ὁ Εἱρμὸς

να τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν  ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.

Τῆς διπλῆς ἐνεργείας, κήρυξ ἐχρημάτισας τῆς τοῦ Σωτῆρος Χριστοῦ· ἐνεργεῖν γὰρ ἔφης, ἑκατέραν μορφὴν ὅπερ ἔσχηκε, μετὰ τῆς ἑτέρας, καὶ συγκειμένης κοινωνίας, Ἱεράρχα θεόφρον μακάριε.

σοδύναμον ὄντα, τῷ  Γεγεννηκότι τὸν Λόγον ἐγνώρισας· ὡς δὲ σάρκα τοῦτον, γεγονότα Τρισμάκαρ ἐπίστευσας, καταλλήλως, ἔφης, τὰ τῆς σαρκὸς ἴδια πράττειν, ἀσυγχύτως ἀτρέπτως ἀμφότερα.

Θεοτοκίον

Τὸ πρὸ πάντων αἰώνων, μόνῳ γινωσκόμενον Θεῷ Μυστήριον, τὸ βροτὸν γενέσθαι, τὸν τῶν  ὅλων κτισμάτων δεσπόζοντα, καὶ σαρκὶ πλακῆναι, δίχα τροπῆς ἐκ σοῦ Παρθένε, καθωράθη τὸ πέρας δεξάμενον.

δὴ   ς'  Ὁ Εἱρμὸς 

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις· ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ  δη προσήγγισε· καὶ δέομαι ὡς  Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.

Πέτρου νῦν τοῦ σεπτοῦ διάδοχος, καὶ τὴν τούτου προεδρείαν πλουτήσας, καὶ τὸ θερμόν, κεκτημένος τοῦ ζήλου, θεοκινήτως τὸν τόμον ἐκτίθεται, αἱρέσεων συγχυτικῶν, τὸν φυρμὸν καὶ τὴν κρᾶσιν συγχέοντα.

Υἱον ἕνα τὸν Χριστὸν καὶ Κύριον, πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα, καὶ δι' ἡμᾶς, ἐκ Παρθένου τεχθέντα, καὶ πεφηνότα ἡμῖν ὁμοούσιον, ἐκήρυξας ὑπερφυῶς, Λειτουργὲ τῶν  ἀρρήτων θεόληπτε.

Θεοτοκίον

Σὲ πάναγνε σωτηρίας πρόξενον, οἱ πιστοὶ ὁμολογοῦντες βοῶμεν· Χαῖρε σεμνὴ· χαῖρε νύμφη Παρθένε· χαῖρε τὸ ὄρος Θεοῦ τὸ κατάσκιον· τῷ  κόσμῳ  γὰρ σὺ τὴν χαράν, τὴν ἀκλόνητον ὄντως ἐπήγασας.

Κοντάκιον  Ἦχος γ'

Ἡ Παρθένος σήμερον 
πὶ θρόνου Ἔνδοξε, ἱερωσύνης καθίσας, καὶ λεόντων στόματα, τῶν  λογικῶν ἀποφράξας, δόγμασιν ἐν θεοπνεύστοις σεπτῆς Τριάδος, ηὔγασας φῶς τῇ σῇ ποίμνῃ θεογνωσίας· διὰ τοῦτο ἐδοξάσθης, ὡς θεῖος μύστης Θεοῦ τῆς χάριτος.

Ὁ Οἶκος

Τὸν Πατέρα καὶ Υἱὸν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ τρισήλιον φῶς, τὴν τρισαγίαν δύναμιν, Θεότητα μίαν, καὶ μίαν οὐσίαν, ταύτην κηρύξας, χείλη τὰ δόλια εἰς τέλος ἐνέφραξας αἱρετιζόντων, Λέον Θεόσοφε· ὅθεν τὴν ἁγνὴν Χριστοῦ λοχεύτριαν, Θεοτόκον ὁμολογήσας, τοῦ Νεστορίου τὴν ὀφρὺν καὶ φληνάφειαν καθεῖλες· Διὰ τοῦτο ἐγνώσθης ἐν τῷ κόσμῳ , ὡς θεῖος μύστης Θεοῦ τῆς χάριτος.

Συναξάριον

Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Λέοντος Πάπα Ῥώμης.

Στίχοι

Ψυχὴν ὁ θεῖος ἐξερεύγεται Λέων,

Καὶ δαιμόνων φάλαγξιν ἐμβάλλει φόβον.

γδοάτῃ δεκάτῃ τε Λέων ἠρεύξατο θυμόν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν  Ἁγίων Μαρτύρων Λέοντος καὶ Παρηγορίου, ἀθλησάντων ἐν Πατάροις τῆς Λυκίας.

Στίχοι

Παρηγόριος σάρκα δοὺς εἰς αἰκίας,

χει παρηγόρημα τὰ στέφη μέγα.

λκων ἄνωθεν ἰσχὺν ἐκ Θεοῦ Λέων,

ξεις βιαίως ὡς λέων ἐκαρτέρει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἀγαπητοῦ Ἐπισκόπου Σινάου, τοῦ ὁμολογητοῦ καὶ θαυματουργοῦ.

Στίχοι

ν ἠγάπησας, Ἀγαπητέ, Δεσπότην,

Οὗτος καλεῖ σε πρὸς τόπους, οὓς ἠγάπας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ   ζ'  Ὁ Εἱρμὸς

Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

πνον οὐκ ἔδωκας βλεφάροις, ἕως πρόρριζον ἀνέσπασας τὴν πλάνην, Εὐτυχοῦς τοῦ παραφρονήσαντος κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Μίαν ὑπόστασιν ἐν δύο, ταῖς οὐσίαις τὸν Χριστὸν ὁμολογήσας, ἐνεργοῦντα διττῶς, καὶ θέλοντα νῦν ψάλλεις· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Νῦν σοι προσφεύγω Θεομῆτορ, τῶν  πταισμάτων ταῖς σειραῖς κατεσφιγμένος, διὰ σπλάγχνα ἐλέους, ῥῦσαί με βοῶντα· Εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

δὴ   η'  Ὁ Εἱρμὸς 

πταπλασίως κάμινον, τῶν  Χαλδαίων ὁ τύραννος, τοῖς  θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών· Τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

λολαμπὴς ὡς ἥλιος, ἐκ δυσμῶν ἀνατέταλκες, θαῦμα θεορρῆμον, ἐμφανῶς παράδοξον, τὴν κρᾶσιν καὶ σύγχυσιν, τοῦ Εὐτυχοῦς ξηραίνων σαφῶς, καὶ τοῦ Νεστορίου, τὴν διαίρεσιν τέμνων, διδάσκων ἕνα σέβειν, τὸν Χριστὸν ἐν οὐσίαις, δυσὶν ἀδιαιρέτως, ἀτρέπτως, ἀσυγχύτως.

πὸ Θεοῦ κινούμενος, εὐσεβείας διδάγματα, ὡς θεοχαράκτοις ἐν πλαξὶν ἐτύπωσας, Μωσῆς οἷα δεύτερος, ἀναφανεὶς τῷ  θείῳ λαῷ, καὶ τῇ ὁμηγύρει, τῶν  σεπτῶν Διδασκάλων, κραυγάζων· Ἀνυμνεῖτε, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Σεσαρκωμένον Ὅσιε, τὸν πρὶν ἄσαρκον ἔγνωκας, Λόγον τοῦ Πατρός, μονογενῆ, συνάναρχον, ἐν χρόνῳ τὸν ἄχρονον, περιγραπτὸν μὲν ἐν σώματι, ὡς δὲ Ποιητήν, περιγραφήν οὐκ εἰδότα, διδάσκεις ἀνακράζων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Περιβολὴν τοῦ σώματος, περιέθετο Πάναγνε, ἐκ τῶν  σῶν αἱμάτων, ὁ φωστήρων κάλλεσιν, ἡλίω σελήνῃ τε, τὸν οὐρανὸν φαιδρύνας Θεός, ἔμψυχὸν σε ἄλλον, οὐρανόν ἀναδείξας· ὃν Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

δὴ   θ'  Ὁ Εἱρμὸς

φριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν· ὅπως ὁ ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος, διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.

Λάμπεις νῦν Μύστα τοῦ Χριστοῦ, εὐπρεπείας ἐν στεφάνῳ κοσμούμενος, καὶ ὡς πιστὸς ἱερεύς, δικαιοσύνην ὄντως ἐνδέδυσαι, καὶ Παραδείσῳ τῆς τρυφῆς, χορεύων θεσπέσιε, ὑπὲρ τῆς Ποίμνης σου, τὸν Δεσπότην ἐκτενῶς καθικέτευε.

νθα νῦν τῶν  Πατριαρχῶν, προεδρεῖαί τε καὶ θρόνοι καὶ τάγματα, ἐπαξίως Πάτερ Λέον πανόλβιε, σὺ ἐσκήνωσας, ὡς Πατριάρχης ἀληθής, καὶ πίστει καὶ χάριτι, καταλαμπόμενος· διὸ πάντες σε ἀεὶ μακαρίζομεν.

Κλύδωνος ἐκ βιοτικοῦ, ἀποστὰς σὺ τῷ  Χριστῷ προσεπέλασας, Λέον πανάριστε, ἐν τόπῳ χλόης ἀναπαυόμενος· ἔνθα χειμάρρους τῆς τρυφῆς, καὶ φῶς τὸ ἀνέσπερον, καὶ ἡ ἀνέκφραστος, εὐφροσύνη καὶ χαρὰ διαμένουσα.

Θεοτοκίον

ριμον δρέπομαι ζωήν, μὴ βλαπτόμενος τῷ  ξύλῳ τῆς γνώσεως· σὺ γὰρ Πανάμωμε, ζωῆς τὸ ξύλον, Χριστὸν ἐβλάστησας, τὸν τὰς εἰσόδους τῆς ζωῆς, τοῖς  πᾶσι γνωρίσαντα· διὸ σε πάναγνε, Θεοτόκον οἱ Πιστοὶ μεγαλύνομεν.

Ἐξαποστειλάριον

Γυναῖκες ἀκουτίσθητε 

ς λέων ἀναδέδειξαι, καὶ ῥήμασι καὶ πράγμασι, βασιλικῶς καταπλήττων, βρυχήματι τῶν  δογμάτων, τὰ ἀσεβῆ βουλεύματα, ὡς ἀλώπεκος Πάνσοφε, δεινὰ μηχανουργήματα, καὶ τὴν ὁμήγυριν τέρπων, τῶν  θεολέκτων Πατέρων.

Θεοτοκίον

πάλαι μοι τὴν οἴκησιν, τῆς ἐν Ἐδὲμ βιώσεως, φθονήσας δόλιος ὄφις, καὶ ἐξ αὐτῆς ἐκβαλών με, διὰ τοῦ σοῦ θείου τόκου, ἁγία Μητροπάρθενε, καταπεσὼν νενέκρωται, ἐγὼ δὲ αὖθις ἀνῆλθον, πρὸς ἣν ἀπώλεσα δόξαν.

Εἰς τὸν Στίχον τῶν  Αἴνων, Στιχηρὰ τῆς Ὀκτωήχου.

 

Καὶ ἡ λοιπὴ ἀκολουθία τοῦ Ὄρθρου, κατὰ τὴν τάξιν, καὶ Ἀπόλυσις.