The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

 ΑΥΓΟΥΣΤΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τῶν Ἁγίων γ'.

Τῆς Ἑορτῆς

Ἦχος δ'

Ἔδωκας σημείωσιν

Οὐχ ἅρμα πυρίμορφον, τῶν ἀπὸ γῆς σε μετέστησεν, ὡς Ἠλίαν τὸν δίκαιον· ἀλλ' αὐτὸς ὁ Ἥλιος, τῆς δικαιοσύνης, ἐν χερσὶν οἰκείαις, τὴν παναγίαν σου ψυχήν, ὡς ὑπεράμωμον προσλαβόμενος, ἐν ἑαυτῷ κατέπαυσε, καὶ παραδόξως σε Ἄχραντε, μεταστήσας ἐτίμησεν, ἐν χαρᾷ ὑπὲρ ἔννοιαν.

Δεῦτε ὦ φιλέορτοι, τῆς Θεομήτορος σήμερον, τὴν ἁγίαν Μετάστασιν, φαιδρῶς ἑορτάσωμεν· ἐν χερσὶ γὰρ ὄντως, τοῦ ἐξ ἀκηράτου, Πατρὸς ἐκλάμψαντος τὸ πρίν, καὶ ἐπ' ἐσχάτων ἐκ τῆς νηδύος αὐτῆς, τὴν θείαν καὶ πανάχραντον, ψυχὴν παρέθετο χαίρουσα, Ἰησοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ πρεσβεύει σωθῆναι ἡμᾶς.

Θαῦμα φρικωδέστατον, ἡ ἐν γαστρὶ τὸν ἀχώρητον, Βασιλέα βαστάσασα, τάφῳ κατατίθεται, καὶ Ἀγγέλων δῆμοι, σὺν τοῖς Ἀποστόλοις, φόβῳ κηδεύουσιν αὐτῆς, τὸ θεοδόχον Σῶμα καὶ τίμιον, καὶ τοῦτο δὲ μετάρσιον, εἰς οὐρανοὺς ἀνεβίβασεν, Ἰησοῦς ὁ Υἱὸς αὐτῆς, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Στιχηρὰ τῶν Ἁγίων

Ὅμοια

Λίθοι τελειότατοι, τῷ μαρτυρίῳ τεμνόμενοι, καὶ ποιναῖς λαξευόμενοι, οἱ Ἅγιοι ὤφθησαν, οἰκοδομηθέντες, εἰς ναὸν Κυρίου, καὶ τῶν εἰδώλων τοὺς βωμούς, καὶ τὰ τεμένη κατεδαφίσαντες. Αὐτοὺς οὖν μακαρίσωμεν, ὡς Παραδείσου οἰκήτορας, ὡς ναοῦ ἀναθήματα, οὐρανίου ὑπάρχοντας.

Χάριν ἀπαντλήσατε, καὶ φωτισμὸν ἀπαρύσασθε, εὐφροσύνην καὶ ἔλεος, λειψάνοις προσψαύοντες, ἱερῶν μαρτύρων, Φλώρου τε καὶ Λαύρου, ἐξ ὧν πηγάζει δαψιλῶς, τῶν ἰαμάτων θεία ἐνέργεια, καὶ τούτους μακαρίζοντες, ὡς τοῦ Κυρίου θεράποντας, ἐκτενῶς ἐκβοήσωμεν, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Λάκκῳ συγκλειόμενοι, καὶ ὑπὸ γῆν καλυπτόμενοι, ἀπηνείᾳ δικάζοντος, θείαις εἰσηγήσεσι, καὶ ἀποκαλύψει, Πνεύματος Ἁγίου, ἐφανερώθητε ἡμῖν, ὥσπερ ἀστέρες ἐναπαστράπτοντες, σημεῖα καὶ τεράστια, καὶ ἰαμάτων χαρίσματα, ἀθλοφόροι αὐτάδελφοι, τῶν Ἀγγέλων ὁμόσκηνοι.

Δόξα... Καὶ νῦν... Ἦχος δ'

Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν Παναγίαν Παρθένον ἁγνήν, ἐξ ἧς ἀρρήτως προῆλθε, σαρκωθεὶς ὁ Λόγος τοῦ Πατρός, κράζοντες καὶ λέγοντες· Εὐλογημένη σὺ ἐν γυναιξί, Μακαρία ἡ γαστήρ, ἡ χωρήσασα Χριστόν. Αὐτοῦ ταῖς ἁγίαις χερσί, τὴν ψυχὴν παραθεμένη, πρέσβευε Ἄχραντε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος β'

Οἶκος τοῦ σημείωσιν

Πύλαι τῶν οὐρανῶν, ἀνοίχθητε· ἰδοὺ γάρ, ἡ τοῦ Ὑψίστου Μήτηρ, ἡ πάναγνος Παρθένος, θανοῦσα παραγίνεται.

Στίχ. νάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.

θροισται ὁ χορός, Μαθητῶν παραδόξως, ἐκ τῶν περάτων κόσμου, κηδεῦσαί σου τὸ σῶμα, τὸ θεῖον καὶ ἀκήρατον.

Στίχ. μοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν.

μνον αἱ οὐρανῶν, ἐξάρξατε Δυνάμεις, σὺν τοῖς ἐκ τῶν περάτων, τοῦ Λόγου μύσταις ἅμα, τῇ μόνῃ Θεομήτορι.

Δόξα... Καὶ νῦν... Ἦχος δ'

Δαυϊτικὴν ᾠδὴν σήμερον λαοί, ᾄσωμεν Χριστῷ τῷ Θεῷ. Ἀπενεχθήσονται, φησὶ τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει· ἡ γάρ ἐκ σπέρματος Δαυΐδ, δι' ἧς ἡμεῖς ἐθεώθημεν, ἐν ταῖς χερσὶ τοῦ ἑαυτῆς Υἱοῦ καὶ Δεσπότου, ἐνδόξως καὶ ὑπὲρ λόγον μετατίθεται. Ἣν ὡς Μητέρα Θεοῦ ἀνυμνοῦντες, βοῶμεν καὶ λέγομεν· Σῶσον ἡμᾶς, τοὺς ὁμολογοῦντάς σε Θεοτόκον, ἀπὸ πάσης περιστάσεως, καὶ λύτρωσαι κινδύνων τὰς ψυχὰς ἡμῶν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν

Κάθισμα Ἦχος δ'

Ἐπεφάνης σήμερον

Τῇ ἐνδόξῳ μνήμῃ σου ἡ οἰκουμένη, τῷ ἀΰλῳ Πνεύματι, πεποικιλμένη νοερῶς, ἐν εὐφροσύνῃ κραυγάζει σοι· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Μετὰ τὴν β' Στιχολογίαν

Κάθισμα Ἦχος δ'

Ταχὺ προκατάλαβε

Κελεύσει τοῦ Κτίστου σου, τοῦ γεννηθέντος ἐκ σοῦ, νεφέλῃ συνήθροισας τοὺς Ἀποστόλους τὴν σήν, ἰδέσθαι Μετάστασιν· ὅθεν καὶ μετὰ δόξης, καὶ πολλῆς εὐφροσύνης, ἐκήδευσαν ἀνυμνοῦντες, τὸ πανάχραντον σῶμα, τῆς σῆς μακαριότητος, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ

Εἶτα ὁ πρῶτος Κανὼν τῆς Ἑορτῆς, καὶ τῶν Ἁγίων ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.

Τερπνὴν ἀνυμνῶ μαρτύρων ξυνωρίδα. Ἰωσήφ.

Ὠδὴ α' Ἦχος πλ. δ'

Ἁρματηλάτην Φαραὼ

Ταῖς φωταυγέσιν ἀστραπαῖς τοῦ Πνεύματος, περιλαμπόμενοι, τὰ ζοφερὰ νέφη, τῆς ψυχῆς μου λύσατε, τὴν φωτοφόρον Ἅγιοι, καὶ σεπτὴν ὑμῶν μνήμην, ὅπως ὑμνήσω γηθόμενος, μάρτυρες Χριστοῦ γενναιότατοι.

πὶ τὴν πέτραν τῆς ἀμώμου πίστεως, οἰκοδομήσαντες, δι' ἀρετῶν θείων, ἑαυτοὺς μακάριοι, περικαλλὴς ἐδείχθητε, καὶ τερπνότατος οἶκος, ἐν ᾧ Πατὴρ κατεσκήνωσε, καὶ Υἱός καὶ Πνεῦμα τὸ Ἅγιον.

ιζοτομοῦντες τὴν τῆς πλάνης ἄκανθαν, οἱ μεγαλώνυμοι, τῷ τμητικῷ λόγῳ, τῆς ἐνθέου πίστεως, καρδίας κατενέωσαν χερσωθείσας ἀπάτῃ, καὶ καρποφόρους ἀνέδειξαν, πίστιν βλαστανούσας ἀμώμητον.

Θεοτοκίον

Παρθενικῆς ἀπὸ γαστρὸς ἐβλάστησας, ῥίζα ἀπότιστε, τὸν φυτουργὸν πάντων, ἄνθρωπον γενόμενον, καὶ πάθη ὑπομείναντα, ὃν ποθοῦντες οἱ θεῖοι, πιστῶς ἐνήθλησαν μάρτυρες, ἄχραντε Παρθένε πανύμνητε.

Ὠδὴ γ'

Οὐρανίας ἁψῖδος

Νόμον θεῖον πληροῦντες, πανευκλεεῖς μάρτυρες, πένησι πλουσίως, τὸν ἄρτον ἐχορηγήσατε, καὶ πρὸς εὐσέβειαν, καθωδηγήσατε θείαν, σωτηρίας πρόξενοι, τούτοις γενόμενοι.

δυὰς ἡ φωσφόρος, τῶν ἀθλητῶν λάμψασα, ταῖς τῶν θαυμασίων ἀκτῖσι, σκότος ἀπήλασε, πλάνης πολύθεον, καὶ πλανωμένους πρὸς φέγγος, τῆς ἐνθέου πίστεως, πάντας ὡδήγησε.

Νηπιάζοντα δῆμον, πανευσεβῶς μάρτυρες, θείαις ὑποθήκαις, πρὸς τρίβον ἐνθέου γνώσεως, καθωδηγήσατε, καὶ τοὺς βωμοὺς τῶν δαιμόνων, προσευχῇ μακάριοι, κατηδαφίσατε.

Θεοτοκίον

πειρόγαμε Κόρη, δι' ἧς ἡμῖν ἔλαμψε, Λόγος ὁ ἐπέκεινα πάσης, ἀρχῆς νοούμενος, σῷζε τὴν πόλιν σου, καὶ πᾶσαν πόλιν καὶ χώραν, πάσης περιστάσεως, θεοχαρίτωτε.

Ὁ Εἱρμὸς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

Κάθισμα Ἦχος πλ. δ'

Τὴν Σοφίαν

Τοὺς σοφοὺς ἀριστέας καὶ ἀθλητάς, ἐν ᾠδαῖς κατα χρέος πάντες πιστοί, Φλῶρον εὐφημήσωμεν, καὶ τὸν πάνσοφον Λαῦρον· τὸν γὰρ Χριστὸν ἐκήρυξαν, Θεὸν προαιώνιον, καὶ τῶν εἰδώλων τὴν πλάνην, ἀθλήσει κατήργησαν· ὅθεν τοὺς τυράννους, καταισχύναντες πίστει, τῆς δόξης ἐπέτυχον, τῆς ἀφθάρτου τῇ χάριτι. Διὰ τοῦτο βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα... Καὶ νῦν...

Τῆς Ἑορτῆς ὅμοιον

Θεὸν συλλαβοῦσα ἄνευ σπορᾶς, σαρκωθέντα τεκοῦσα δίχα φθορᾶς, τὴν νέαν ἀμφιέννυσαι, ἀφθαρσίαν τοῦ Πνεύματος· ὡς γὰρ ζωῆς σὺ Μήτηρ, καὶ πάντων Βασίλισσα, πρὸς τὴν ζωὴν μετέστης, Παρθένε τὴν ἄϋλον· ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, νεφέλη πηγάζουσα, τῆς ζωῆς ἡμῶν νάματα, Θεομῆτορ πανάμωμε. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὴν θείαν σου Κοίμησιν.

Ὠδὴ δ'

Σύ μου ἰσχὺς Κύριε

Νεανικῶς, τῷ δυσμενεῖ συμπλεκόμενοι, οἱ γενναῖοι, τοῦτον κατηδάφισαν, τῷ τοῦ Σταυροῦ, ὅπλῳ κραταιῶς, καὶ τοὺς συντριβέντας, εὐσεβῶς μελῳδοῦντας· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

πὸ Χριστοῦ, λίθου τμηθέντος, ὡς γέγραπται, ἀπὸ ὄρους Κόρης τῆς θεόπαιδος, δυναμωθέντες πανευκλεῶς, Ἅγιοι, εἰδώλων τὴν συντριβὴν ἀπειργάσασθε, καὶ ἤρθητε πρὸς ὕψος, ἐμφανὲς σωτηρίου, καὶ Ἀγγέλοις σαφῶς ὡμοιώθητε.

Μίαν αὐγήν, τῆς τρισηλίου Θεότητος, τοῖς ἀθέοις, χαίρουσα κατήγγειλε, δυὰς σεπτή, ἡ τῶν ἀθλητῶν, Φλῶρός τε καὶ Λαῦρος, καὶ μαρτυρίου ποτήριον, ἐξέπιε προθύμως, τῷ Χριστῷ μελῳδοῦσα, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Νόμῳ Θεοῦ, ὑποκλιθέντες ὑπέκλιναν, ἀνομοῦντας, τοῦτον μόνον σέβεσθαι, τῇ ὑπανοίξει τῶν ὀφθαλμῶν, τὰς τῆς διανοίας, αὐτῶν ὁράσεις φωτίσαντες, οἱ μάρτυρες οἱ θεῖοι, οἱ φωστῆρες οἱ δύο, οἱ τὰ πέρατα κόσμου φωτίζοντες.

Θεοτοκίον

ς καθαράν, τῶν γενεῶν ἐξελέξατο, Θεοτόκε, σὲ τὴν ἀειπάρθενον, ὁ πλαστουργὸς πάντων καὶ Θεός, καὶ τὴν σὴν γαστέρα, παλάτιον ἀπειργάσατο, ἀμόλυντον ὁ μόνος, Βασιλεὺς τῶν αἰώνων, καὶ ἐκ σοῦ τοῖς ἀνθρώποις ἐπέφανε.

Ὠδὴ ε'

Ἴνα τὶ με ἀπώσω

Μερισμὸν οὐχ ὑπέστη, θεία ξυνωρὶς τῶν μαρτύρων αὐτάδελφος· τῇ γὰρ ἀμερίστῳ, καὶ Ἁγίᾳ Τριάδι πιστεύσασα, ἐν μιᾷ ἐλπίδι, τοὺς μερισμῷ πλάνης ἀτόπου, συσχεθέντας συνῆψεν ἐν χάριτι.

ληθείας σπαρτίῳ, τῷ λαξευτηρίῳ τε τῆς θείας γνώσεως, τὰς λιθώδεις φρένας, εὐσεβῶς ἀθλοφόροι λαξεύοντες, ναοὺς τῆς Τριάδος, πανευσεβῶς ἐνθέῳ σθένει, ἀπειργάσασθε λάμψει τοῦ Πνεύματος.

ιζοτόμοι κακίας, πάσης ἀνεδείχθητε μάρτυρες ἔνδοξοι, φυτουργοὶ δὲ πάσης, εὐσεβείας καὶ λόγοις καὶ πράγμασι, τὸν ἐκφύντα κλάδον, τοῦ Ἱεσσαὶ ἐκ ῥίζης θείας, ἐν ἀβάτοις καρδίαις φυτεύσαντες.

Θεοτοκίον

Τὸ πρὸ πάντων αἰώνων, Κόρη ἀποκείμενον μέγα μυστήριον, ὅπερ οὐκ ἐγνώσθη, γενεαῖς προλαβούσαις πανάμωμε· διὰ σοῦ ἐφάνη, Λόγος Πατρὸς ὁ πρὸ αἰώνων, σαρκωθείς καὶ γενόμενος ἄνθρωπος.

Ὠδὴ ς'

Ἱλάσθητί μοι Σωτὴρ

πομονῇ ἀκλινεῖ, τοὺς ἀνομοῦντας τροπούμενοι, οἱ ἔννομοι ἀθληταί, Χριστοῦ ἀξιέπαινον, τέλος ἀπηνέγκαντο, μὴ καταχωσθέντες, ἀσεβείας ματαιότητι.

ομφαία τοῦ δυνατοῦ, ἀναδεικνύμενοι Πνεύματος, ἐτρώσατε δυσμενεῖς, ἀσάρκους μακάριοι, καὶ πάθος μακάριον, τοῦ πλευρὰν τρωθέντος, εὐσεβῶς ἐξεικονίσατε.

ς δύο περικαλλεῖς, μαστοὶ ἀοίδιμοι ὤφθητε, τῆς Ἐκκλησίας Χριστοῦ, οὐ γάλα προχέοντες, ἀλλὰ χάριν ἄφθονον, καὶ σωτηριώδη, ἰαμάτων ἀναβλύζοντες.

Θεοτοκίον

Νοσοῦσάν μου τὴν ψυχήν, τῇ ἁμαρτίᾳ θεράπευσον, τὸν ἰατρὸν τῶν ψυχῶν, κυήσασα Πάναγνε, ὃν οἱ θεῖοι μάρτυρες, καθομολογοῦντες, ἰατροὶ παθῶν ἐδείχθησαν!

Ὁ Εἱρμὸς

λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Συναξάριον

Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων μαρτύρων Φλώρου καὶ Λαύρου.

Στίχοι

Δίψει τελευτῆς τῆς ὑπὲρ Θεοῦ Λόγου,

Χωροῦσι Φλῶρος καὶ Λαῦρος πρὸς τὸ φρέαρ

Φλώρῳ ἀμφ' ὀγδοάτῃ δεκάτῃ φρέαρ εἰσέδυ Λαῦρος.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία τῶν πενήτων πληθύς, ἡ τὰ εἴδωλα συντρίψασα, πυρὶ ἐτελειώθη

Στίχοι

Πένητες ἄνδρες πλοῦτον εὗρον ἀθρόον,

Τὸ σύντροφον δός, εἰς τὸ πῦρ λελοιπότες.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Ἕρμου, Σεραπίωνος καὶ Πολυαίνου.

Στίχοι

ρμῳ βιαίως ἐν πέτραις συρομένῳ,

πῆρξε πέτρα προσφυγὴ λαγῷ πόλος.

Τὸν ἐκ πέτρας πάνδεινον ἑλκυσμὸν φέρει,

Καὶ Σεραπίων, ὁ πλέον στερρὸς πέτρας.

Πολύαινος αἷμα χεῖ συρεὶς πέτραις,

πὲρ Χριστοῦ, χέαντος ἐκ πέτρας ὕδωρ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἁγίας μάρτυρος Ἰουλιανῆς πλησίον τοῦ Στροβίλου, καὶ τοῦ Ἁγίου μάρτυρος Λέοντος, ὃς ἤθλησε παρὰ τὴν θάλασσαν, πλησίον Μύρων τῆς Λυκίας.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἐν τῇ ἐρήμῳ τέσσαρες ἀσκηταὶ ἐν εἰρήνῃ τελειοῦνται.

Στίχοι

δελφότης τέθνηκεν ἀνδρῶν τεσσάρων,

Τὰ κῶλα θέντες εἰς ἐρημίαν μίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, Πατριαρχῶν Κωνσταντινουπόλεως, Ἰωάννου καὶ Γεωργίου.

Στίχοι

Γεώργιος Ὡς κελεύεις Χριστέ μου,

φασκε θνῄσκων ἔρχομαι κληθεὶς ἄνω.

Σκυθρωπὰ τὰ πρόσωπα τῆς Ἐκκλησίας. Στέρησιν οὐ φέροντα τὴν Ἰωάννου.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρός ἡμῶν Ἀρσενίου τοῦ ἐξ Ἰωαννίνων.

Στίχοι

γίων Ἀρσένιε τὸν βίον ζήσας,

Σὺν Ἁγίοις Ἅγιος νῦν συναγάλλῃ

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ'

Θεοῦ συγκατάβασιν

Ξυλίνους λιθίνους τε, θεοὺς ἀθέων καταστρεψάμενοι, στήλας θεογνωσίας, Λαῦρος καὶ Φλῶρος οἱ μεγαλώνυμοι, τοῖς μελῳδοῦσιν ἑαυτοὺς ἀνέστησαν· Εὐλογητὸς ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.

πάρχοντες ἔμπλεοι, πυρὸς τοῦ θείου μάρτυρες Πνεύματος, τοὺς καμίνῳ βληθῆναι, ὁσίους ἄνδρας, κατακριθέντας δεινῶς, ταῖς ἐπομβρίαις τῶν θείων εὐχῶν ὑμῶν, διετηρήσατε ἀσινεῖς ἔνδοξοι μάρτυρες.

Νοσοῦσι τὴν ἴασιν, ἀδικουμένοις τὴν ἀπολύτρωσιν, κινδυνεύουσι πᾶσι, τὴν σωτηρίαν ἀεὶ παρέχουσι, Φλῶρος καὶ Λαῦρος βοῶντες οἱ μάρτυρες· Εὐλογητὸς ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

ς ῥόδον κοιλάδων σε, τοῦ βίου Κόρη Θεὸς ἐκλέγεται, καὶ ἐν σοὶ κατοικήσας, σαρκὶ προῆλθεν εὐωδιάζων ἡμᾶς, θεογνωσίας πνοαῖς παναμώμητε, τοὺς Θεοτόκον ἀεὶ ὁμολογοῦντάς σε.

Ὠδὴ η'

Ἑπταπλασίως κάμινον

ήματι ζῶντι τρέφοντες, τὰς ψυχὰς παναοίδιμοι, τὰς λιμῷ τακείσας, σωτηρίου βρώσεως, πενήτων προμήθεια, καὶ ὀρφανῶν ἐδείχθητε, πᾶσιν ἐπαρκοῦντες καὶ Χριστόν μελῳδοῦντες· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ερωτάτην ἔχοντες, καὶ ζωὴν καὶ τελείωσιν, χρόνον ἐπιμήκιστον, σοφοὶ κρυπτόμενοι, ἐκ γῆς ἀνεδόθητε, ὑπὲρ αὐγὰς ἡλίου ἡμῖν, λάμψαντες ἀκτῖνας παραδόξων θαυμάτων, τοῖς πίστει μελῳδοῦσιν· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Δύο φωστῆρες ὤφθητε, νοητῷ στερεώματι, τῷ τῆς Ἐκκλησίας, ἱερῶς ἐμπρέψαντες, καὶ πᾶσαν φωτίζετε, περιφανῶς τὴν κτίσιν ἀεί, θαυματοποιΐαις, ἀθλοφόροι βοῶντες· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

γιωτέρα πέφυκας, τῶν Ἀγγέλων κυήσασα, Κόρη παναγία, τῶν Ἁγίων Ἅγιον, δι' οἶκτον γενόμενον, ὅπερ ἑσμὲν ἀφύρτως βροτόν, σῶσαι τοὺς αὐτὸν ἀναβοῶντας ἀπαύστως· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τῷ Δημιουργῷ, καὶ Λυτρωτῇ ἀνεβόα· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ'

Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς

δοὺ δὴ ἀνεβόα πάλαι Δαυΐδ· Τὶ καλὸν καὶ τερπνὸν καὶ σωτήριον, ἀλλ' ἢ σαφῶς, θείους ἀδελφοὺς ἐπὶ τὸ αὐτό, τὸ κατοικεῖν ἐν πνεύματι, ἀγωνισαμένους περιφανῶς, καὶ νίκην ἀραμένους, κατὰ τοῦ διαβόλου, οὓς ἐπαξίως μακαρίσωμεν.

ραῖοι ἀπεφάνθητε ὀφθαλμοί, τῆς σεπτῆς Ἐκκλησίας ἐν χάριτι, καὶ ὀφθαλμοὺς πάλαι πηρωθέντας σκότει δεινῷ, καὶ πρὸ θανάτου Ἅγιοι, καὶ μετὰ τὸ τέλος τὸ ἱερόν, ἠνοίξατε εἰς δόξαν, τοῦ πάντων εὐεργέτου, Φλῶρε καὶ Λαῦρε ἀξιάγαστοι.

Σημείοις ἐναργέσι καὶ φοβεροῖς, ὁ Χριστὸς τὴν ταφὴν ὑμῶν Ἅγιοι, καὶ τὴν σορόν, πάλαι ὡς προέφησε φανεροῖ, ἐν ᾗ τᾷ καρτερώτατα, σώματα κατέκειντο ἱερῶς, ἀκτῖνας ἰαμάτων, ἐκπέμποντα πλουσίως, καὶ εὐωδίαν ἀξιέπαινον.

θεία καὶ φωσφόρος ὄντως δυάς, Λαῦρε Φλῶρε καλλίνικοι μάρτυρες, ἐν οὐρανοῖς, πάντοτε Τριάδι τῇ παντουργῷ, παρεστηκότες λύτρωσιν, τῶν ἁμαρτημάτων καὶ τῶν δεινῶν, αἰτήσασθε τοῖς πίστει, ὑμῶν τὴν θείαν μνήμην, ἐπὶ τῆς γῆς πανηγυρίζουσι.

Θεοτοκίον

Φρικτή σου ἡ λοχεία Μήτηρ ἁγνή· οὐρανῶν γὰρ ὃν τρέμει τὰ τάγματα, Λόγον Θεοῦ, ἄνθρωπον γενόμενον ἐπὶ γῆς, ὑπερφυῶς ἐκύησας, μείνασα παρθένος ὥσπερ τὸ πρίν· διὸ σε Θεοτόκον, καὶ γλώσσῃ καὶ καρδίᾳ, ὁμολογοῦντες μεγαλύνομεν.

Ὁ Εἱρμὸς

ξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν.

Ἐξαποστειλάριον

Γυναῖκες ἀκουτίσθητε

ωννύμεθα προσψαύοντες, τοῖς ἱεροῖς πανόλβιοι, ὑμῶν λειψάνοις ἐν πίστει, κατ᾽ ἄμφω Λαῦρε καὶ Φλῶρε. Ἀλλ' ὦ μεγαλομάρτυρες, μνείαν ἡμῶν πρὸς Κύριον, ποιεῖτε ᾧ παρίστασθε, τῶν τὴν ὑμῶν ἐκτελούντων, λαμπρὰν καὶ πάμφωτον μνήμην.

Καὶ τῆς Ἑορτῆς

Ὁ οὐρανὸν τοῖς ἄστροις

Τῶν Ἀποστόλων ὁ δῆμος, συναθροισθεὶς ἐν νεφέλαις, ἀξιοχρέως κηδεύει, τὴν τοῦ Κυρίου Μητέρα, παρόντος καὶ τοῦ Σωτῆρος, σὺν μυριάσιν Ἀγγέλων.

Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.

Ἦχος β'

Οἶκος τοῦ Ἐφραθᾶ

Χαῖρε Γεθσημανῆ, τὸ τέμενος τὸ θεῖον, τῆς μονῆς Θεοτόκου, ἐν ᾧπερ ἀνεκλίθη, ἁπάντων ἡ Βασίλισσα.

Στίχ. νάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.

Μήτηρ Θεοῦ, ἡ μόνη Θεοτόκος, ὑπερευλογημένη, μεθίσταται ἐνδόξως, ἐκ γῆς πρὸς τὰ οὐράνια.

Στίχ. μοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν.

Πᾶσαι τῶν οὐρανῶν, ὑμνήσατε χορεῖαι· ἡ γὰρ Παρθένος Μήτηρ, μετέστη παραδόξως, ἐκ γῆς πρὸς τὰ οὐράνια.

Δόξα... Καὶ νῦν... Ἦχος δ'

Τὴν πάνσεπτόν σου Κοίμησιν, Παναγία Παρθένε ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν, ὅτι Μήτηρ γέγονας τοῦ ποιητοῦ τῶν ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς σὲ μετὰ Θεὸν τὰς ἐλπίδας θεμένων, Θεοτόκε Πανύμνητε καὶ ἀπειρόγαμε.

 

Καὶ τὰ λοιπὰ τῆς τοῦ Ὄρθρου Ἀκολουθίας, καὶ Ἀπόλυσις.