The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

ΝΟΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤH ΙΖ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἐπισκόπου Νεοκαισαρείας, τοῦ θαυματουργοῦ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς το, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες αὐτά.

Ἦχος πλ. δ’

Τὶ ὑμᾶς καλέσωμεν.

Τὶ σε νῦν  καλέσω Γρηγόριε; πρακτικόν, ὅτι τὰ πάθη, καθυπέταξας τῷ  νῷ· θεωρόν, ὅτι ἐδρέψω, τῆς σοφίας τὸν καρπόν· ἐνθέου, ὀπτασίας ἀξιούμενον, καὶ δόγματα, οὐράνια μυούμενον, ἱερουργὸν ἱερώτατον, θαυματουργὸν ὑπερθαύμαστον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὶ προσαγορεύσω σε Ὅσιε; ὁδηγὸν τῶν πλανωμένων, καὶ νοσούντων ἰατρόν, χορηγὸν τῶν πρὸς τὴν χρείαν, τοῖς αἰτοῦσι δαψιλῆ, διώκτην, τῶν δαιμόνων ἰσχυρότατον, ἀλείπτην, τοῦ Μαρτύρων ἀγωνίσματος, προφητικῶς διαλάμποντα, χαρίσμασιν ἀξιάγαστε, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὶ σε νῦν  προσείπω Γρηγόριε; καθαιρέτην τῆς ἀθέου, δυσσεβείας κρατερόν, ὁριστὴν τῆς εὐσεβείας, καὶ διδάσκαλον ἐθνῶν, εἰρήνης, βραβευτὴν ἀκαταμάχητον, πολέμων, καταλύτην ἀκαθαίρετον, ἐν ὄρεσι διαιτώμενον, καὶ βλέποντα τὰ ἐν πόλεσιν, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Ἦχος πλ. β’

Εἰς βάθος θεωρίας ὑπελθὼν πανσόφως, Ἱεράρχα Χριστοῦ, τὴν θείαν ἐμυήθης τῆς Τριάδος φανέρωσιν, καὶ πνεύματι προσβλέπων ἀκλινῶς, Χριστὸν τὸν Θεὸν ἡμῶν, τῶν θαυμάτων ἄβυσσον πηγάζεις ἡμῖν, τὴν ὑγρὰν ὑδάτων φύσιν, εἰς λιθώδη μεταποιήσας, καὶ νεωκόρον πλάνης ἀπαλλάξας ζοφεράς, τοὺς διώκτας ἔπεισας πιστοῦσθαι τήν ἀλήθειαν, καὶ στῦλος εὐσεβείας ἀρετῶν ὀφθεὶς αὐτοῖς, τῶν θαυμάτων ὑποφήτης ἀνηγορεύθης. Διὸ δυσωποῦμέν σε, μὴ παύσῃ ὑπὲρ ἡμῶν τὸν Σωτῆρα δυσωπεῖν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν ... Θεοτοκίον.

Ὅλην ἀποθέμενοι.

Γνώμῃ ὀλισθήσας τε, καὶ δουλωθεὶς τῇ τοῦ πλάνου, ἀπάτῃ Θεόνυμφε, πρὸς τὴν ὑπερθαύμαστον εὐσπλαγχνίαν σου, καὶ θερμὴν δέησιν, Παναγία Κόρη, καταφεύγω ὁ πανάθλιος. Δεσμοῦ με λύτρωσαι, τῶν πειρατηρίων καὶ θλίψεων, καὶ σῶσον με πανάμωμε, τῶν δαιμονικῶν ἐπιθέσεων, ἵνα σὲ δοξάζω, καὶ πόθῳ ἀνυμνῶ καὶ προσκυνῶ, καὶ μεγαλύνω σε Δέσποινα, τὴν ἀειμακάριστον.

Ἢ Σταυροθεοτοκίον.

Ξύλῳ σε κρεμάμενον, μέσον ληστῶν καθορῶσα, ἡ χωρὶς ὠδίνων σε, καὶ φθορᾶς κυήσασα Μητροπάρθενος, χαλεπῷ βέβληται, τὴν ψυχὴν Κύριε, βέλει λύπης καὶ σπαράττεται, πικρὰ στενάζουσα, σπλάγχνα καὶ καρδίαν τὴν ἄχραντον, καὶ ξέουσα τοῖς ὄνυξιν, ἀφειδῶς τὰς ὄψεις καὶ πύρινα, δάκρυα κενοῦσα, μετ' οἰμωγῆς σοι κέκραγε Σωτήρ· Οἴμοι γλυκύτατον σπλάγχνον μου! πῶς ἀδίκως πάσχεις νῦν;

Εἰς τὸν Στίχον, τὰ Στιχηρὰ τῆς Ὀκτωήχου.

Δόξα... Ἦχος πλ. β’

Γρηγόρησις Θεοῦ, ἐδόθη σοι σοφὲ κατὰ τὸν Δανιήλ· ὥσπερ γὰρ ἐκείνῳ τὸ ἐνύπνιον, οὕτω τὸ τῆς πίστεως μυστήριον ἀπεκαλύφθη σοι· διὸ σωθῆναι πρέσβευε, τὰς ψυχάς ἡμῶν Ὅσιε Πάτερ.

Καὶ νῦν ... Θεοτοκίον.

ρχαγγελικὸν λόγον ὑπεδέξω, καὶ Χερουβικὸς θρόνος ἀνεδείχθης, καὶ ἐν ἀγκάλαις ἐβάστασας Θεοτόκε, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Ἢ Σταυροθεοτοκίον.

Τριήμερος ἀνέστης Χριστὲ.

ρῶσά σε σταυρούμενον, Χριστὲ ἡ σὲ κυήσασα, ἀνεβόα· τὶ τὸ ξένον ὃ ὁρῶ, μυστήριον Υἱέ μου; πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ κρεμάμενος ζωῆς χορηγὲ;

Ἀπολυτίκιον   Ἦχος πλ. δ’

ν προσευχαῖς γρηγορῶν, ταῖς τῶν θαυμάτων ἐργασίαις ἐγκαρτερῶν, ἐπωνυμίαν ἐκτήσω τὰ κατορθώματα· ἀλλὰ πρέσβευε Χριστῷ τῷ  Θεῷ, Πάτερ Γρηγόριε, φωτίσαι τάς ψυχὰς ἡμῶν, μὴ ποτε ὑπνώσωμεν, ἐν ἁμαρτίαις εἰς θάνατον.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, λέγονται οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.

Τῷ τερατουργῷ Γρηγορίῳ τὸν ἔπαινον ὑφαίνω.

Θεοφάνους.

Ὠδὴ α'  Ἦχος πλ. δ’

ρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα τῷ  Θεῷ ἀναμέλποντα.

Τῶν σῶν θαυμάτων ἐν ἐμοὶ Γρηγόριε, θείαν ἐνέργειαν, περιφανῶς Πάτερ, καὶ τανῦν ἀνάδειξον, ἐκ τοῦ βυθοῦ ῥυόμενος, τῶν πταισμάτων με μάκαρ, καὶ σῇ φωτίζων λαμπρότητι, ὅπως ἐπαξίως ὑμνήσω σε.

ς ἐντρεχὴς καὶ νουνεχὴς καὶ φρόνιμος, τὸ τῆς ψυχῆς εὐγενές, τῶν τῆς σαρκὸς μάκαρ, ἡδονῶν προέκρινας, τὰ τῆς σοφίας δόγματα, φιλοπόνως συλλέγων, δι' ὧν ἐκείνη Γρηγόριε, τρέφεται Θεῷ πλησιάζουσα.

Τὴν σωφροσύνην ἀδελφὴν κτησάμενον, ὡς συνεργὸν τῶν καλῶν, σὲ καθορῶν ὄφις, ὁ δεινὸς Γρηγόριε, σοὶ τοὺς βασκάνους ἤγειρεν, οὓς κατῄσχυνας Πάτερ, μακροθυμίᾳ τὸ γύναιον, πάθει συσχεθὲν ἰασάμενος.

πὶ τῆς ξένης διατρίβων Ὅσιε, πᾶσιν αἰδέσιμος, δι' ἀρετὴν ὤφθης, εὐσεβὴς φιλόθεος, θαυματουργίας χάρισμα, πρὸς Θεοῦ δεδεγμένος, δι' ἦς γνωρίζῃ ὡς ἥλιος, λάμψας ἐν τῷ κόσμῳ Γρηγόριε.

Θεοτοκίον.

ίζης Ἁγνὴ βασιλικῆς ἐβλάστησας, καὶ Βασιλέα Χριστόν, τὸν τοῦ Θεοῦ Λόγον, ὑπὲρ νοῦν καὶ ἔννοιαν, σεσαρκωμένον τέτοκας, ἐξ ἁγνῶν σου αἱμάτων, διττὸν τήν φύσιν ὑπάρχοντα, καὶ μοναδικὸν τὴν ὑπόστασιν.

Ὠδὴ γ’

στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος, μόνε Φιλάνθρωπε.

νακαθάρας σου τὸν νοῦν, τῆς τῶν παθῶν τρικυμίας, καὶ πανσόφου θεωρίας ἐμπλήσας, ἀνεδείχθης εὐπρεπές, σοφίας ἐνδιαίτημα, καὶ προφητείας χάριν, κατεπλουτίσθης Γρηγόριε.

Τῇ θεοπνεύστῳ συγγραφῇ, προσομιλήσας παμμάκαρ, καὶ ποικίλης πολιτείας ἰδέαν, ἐκλεξάμενος σοφῶς. Ἐν ἀρετῆς εἰκόνισμα, ἐν σεαυτῷ θεόφρον, ἀπηκριβώσω Γρηγόριε.

θεοφάντωρ μυηθείς, τῇ θείᾳ μυσταγωγίᾳ, τὸ μυστήριον τῆς θεολογίας, κατεφώτισεν ἡμᾶς, Τριάδα ὁμοούσιον, ὁμοφυῆ τε σέβειν, ἄκτιστον καὶ συναΐδιον.

πὸ Θεοῦ ὁδηγηθείς, ὡς πόθῳ τοῦτον ζητήσας, τὴν ἁγνὴν καὶ Θεοτόκον Μαρίαν, καὶ τὸν γόνον τῆς Βροντῆς, μυσταγωγοῦς ἐκέκτησο, τὸ τῆς Τριάδος φέγγος, σὲ θεορρῆμον διδάσκοντας.

Θεοτοκίον.

άβδον βλαστήσασαν Χριστόν, τὸ ἄνθος τῆς ἀφθαρσίας, καὶ χρυσοῦν θυμιατήριον πάντες, σὲ γινώσκομεν Ἁγνή, θείας οὐσίας φέρουσαν, ἐν ταῖς ἀγκάλαις Κόρη, ἄνθρακα θεομακάριστε.

 Ὁ Εἱρμὸς.

στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος, μόνε Φιλάνθρωπε.

Κάθισμα   Ἦχος γ’

Θείας πίστεως.

Νέος γέγονας Μωσῆς τοῖς ἔργοις, πλάκας πίστεως ἐπὶ τοῦ ὄρους, τῆς μυστικῆς θεοφανείας δεξάμενος, νομοθετήσας λαοῖς τὴν εὐσέβειαν, τοῦ τῆς Τριάδος μυστηρίου Γρηγόριε· ὅθεν ἅπαντες, τιμῶμεν πιστοὶ τὴν μνήμην σου, αἰτοῦντες διὰ σοῦ τὸ μέγα ἔλεος.

Θεοτοκίον.

Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη Πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπερέχουσα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

Ἢ Σταυροθεοτοκίον.

ἀμίαντος Ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι Τέκνον μου! πῶς πάσχεις; θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον.

Ὠδὴ δ’

Σύ μου ἰσχύς, Κύριε σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος. Διὸ σύν τῷ  Προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Γῆν τὴν καλήν, Πάτερ θεόφρον ἐζήλωσας, καὶ τοῦ λόγου, σπόρον εἰσδεξάμενος, εἰς ἑκατὸν εὐαγγελικῶς, πολλαπλασιάζεις, εἰσέτι καὶ νῦν  Γρηγόριε, προσάγων διδαχαῖς σου, τοὺς πιστῶς μελῳδοῦντας, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

ς ἀστραπή, Πάτερ ἐκλάμψας ὁ βίος σου, τῶν δαιμόνων, πλάνην ἐφυγάδευσε· τῷ  γὰρ φωτί, τῆς σῆς ἀρετῆς, τὸ ἐκείνων σκότος, προσομιλῆσαι οὐκ ἴσχυσε· διὸ ὁ νεωκόρος, ψυχοφθόρου ἀπάτης, κυλισθεὶς ὥσπερ λίθος φωτίζεται.

Γνόφον φωτός, τοῦ θειοτάτου θεάσασθαι, ἠξιώθης, νόμον τε θεόγραφον, ὡς Μωϋσῆς, Πάτερ εἰληφώς, τῆς θεολογίας, τὸ ἀκριβὲς ἐκπεπαίδευσαι, ἐντεῦθεν νομοθέτης, τῇ    Χριστοῦ Ἐκκλησία, ἀνεδείχθης θεόφρον Γρηγοριε.

ητορικήν, ἐρεσχελίαν ἐξέκλινας, καὶ τῷ  λόγῳ, Πάτερ τῷ  τῆς χάριτος, καταυγασθείς, ἀποστολικήν, ὄντως ἐξουσίαν, κατὰ δαιμόνων ἐπλούτησας· τὴν σὴν γὰρ δραπετεύει, ἀπαστράπτουσαν αἴγλην, ὁ τοῦ σκότους προστάτης Γρηγόριε.

Θεοτοκίον.

κιβωτός, πόρρωθεν σὲ προετύπωσε, δεξαμένη, νόμον τὸν θεόγραφον, τὴν ἐν γαστρί, τὸν ζωαρχικόν, Λόγον συλλαβοῦσαν, ἀνερμηνεύτως Πανάμωμε, τὸν τρέφοντα πλουσίως, τὰς ψυχὰς τῶν βοώντων, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Ὠδὴ ε’

να τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.

Γεωργίᾳ σῶν λόγων, τὰς κεχερσωμένας καρδίας ὡμάλισας, καὶ τὸν θεῖον σπόρον, ἐν αὐταῖς Ἱεράρχα κατέβαλες, καὶ καρπὸν πολύχουν, τῷ  Λυτρωτῇ τὴν σωτηρίαν, τῶν πιστῶν θεορρῆμον προσήγαγες.

Θεοῦ παραστάτης, ζήλῳ πυρακτούμενος χρίει σε Φαίδιμος, Ἱερέα Πάτερ, τῷ  Θεῷ τῷ  τὰ σύμπαντα βλέποντι, εὐσεβῶς θαρρήσας, καὶ τῇ σεπτῇ σου πολιτείᾳ, πεποιθώς θεορρῆμον Γρηγόριε.

οαῖς τῶν σῶν δογμάτων, τὰς εἰδωλικὰς πυρπολήσεις κατέσβεσας, καὶ ταῖς     διδαχαῖς σου, τοὺς πιστοὺς ἐβεβαίωσας Πάνσοφε, ἀναβὰς εἰς ὕψος, ὡς Σαμουὴλ ταῖς     θεωρίαις, καὶ ὡς δένδρον φανεὶς τοῖς διώκουσι.

εράρχα θεόφρον, ταῖς  σαῖς ἱκεσίαις δεινῶν με λυτρούμενος, τῶν ἐμῶν πταισμάτων, τὸ χειρόγραφον Πάτερ διάρρηξον, ἱερεὺς ὑπάρχων, καὶ ἐκ Θεοῦ τὴν ἐξουσίαν, εἰληφὼς ἀφιέναι τὰ πταίσματα.

Θεοτοκίον.

ραιώθης Παρθένε, τοῖς τῆς παρθενίας σου ἀχράντοις κάλλεσι, καὶ τῆς πρώτης Εὔας, περιέστειλας αἶσχος τὸ δύσμορφον, τὸν Χριστὸν τεκοῦσα, περιβολὴν ἀθανασίας, χαριζόμενον τοῖς σὲ γεραίρουσιν.

Ὠδὴ ς’

λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου ὁ Θεὸς τῆς σωτηρίας μου.

Τὴν λίμνην θαυματουργῶν, ἀδελφοκτόνον ἐξήρανας, καὶ ποταμοῦ τὰς ὁρμάς, ἀνέστειλας Πάνσοφε, τὴν ῥάβδον πηξάμενος, τὴν καὶ παραχρῆμα, δενδρωθεῖσαν θείῳ νεύματι.

ζῆλος ὁ τοῦ Θεοῦ, κατέφαγέ σε Γρηγόριε· μὴ καρτερῶν γὰρ ὁρᾶν, Θεὸν ὑβριζόμενον, λαὸν ματαιόφρονα, ταῖς σαῖς ἱκεσίαις, θεορρῆμον ἐξωλόθρευσας.

Νενέκρωται βουληθείς, ἐξουθενεῖν σε ὁ δείλαιος, Ἑβραῖος ὁ δυσσεβής, Θεοῦ σε δοξάζοντος, θεόφρον Γρηγόριε, τῶν αὐτοῦ δογμάτων, πληρωτὴν ἀναδεικνύμενον.

Θεοτοκίον.

πῆλθε τὸ παντουργόν, ἐπὶ σὲ Πνεῦμα Πανάμωμε, καὶ Λόγος ὁ τοῦ Θεοῦ, ἐν σοὶ κατεσκήνωσε, καὶ σάρξ ἐχρημάτισεν, ἀνεκδιηγήτως, διαμεὶνας ἀναλλοίωτος.

 Ὁ Εἱρμὸς.

λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσον μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

Κοντάκιον   Ἦχος β’

Τὰ ἄνω ζητῶν.

Θαυμάτων πολλῶν, δεξάμενος ἐνέργειαν, σημείοις φρικτοῖς, τοὺς δαίμονας ἐπτόησας, καὶ τὰς νόσους ἤλασας τῶν ἀνθρώπων, πάνσοφε Γρηγόριε· διὸ καλὴ θαυματουργός, τὴν κλῆσιν ἐξ ἔργων κομισάμενος.

Ὁ Οἶκος.

Πόθεν ἀπάρξομαι τοὺς ἐπαίνους ἐξυφαίνειν ὁ τάλας, καθορῶν τὰ πολλὰ καὶ ὑπερθαύμαστα πράγματα; Ἐὰν ἀπὸ τοῦ βίου τοῦ Ὁσίου ἐγχειρήσω, τὸ σύνολον οὐκ ἰσχύω· πάντα γὰρ νοῦν ὑπερβαίνει ὁ ἔνθεος βίος αὐτοῦ. Ἐὰν ἀπὸ τῶν θαυμάτων, καὶ ἐν τούτῳ λοιπὸν αἰσχυνθήσομαι, ὑπὲρ τὴν ψάμμον γὰρ ὑπάρχουσι· διὰ τοῦτο ἀκούει θαυματουργός, τὴν κλῆσιν ἐξ ἔργων κομισάμενος.

Συναξάριον.

Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἐπισκόπου Νεοκαισαρείας τοῦ θαυματουργοῦ.

Στίχοι

Γρηγόριος, θαυματουργῶν καὶ πάλαι,

Θεῷ παραστάς, θαυματουργεῖ τι πλέον.

βδομάτῃ δεκάτῃ τε μέγας θάνε θαυματουργος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Λαζάρου τοῦ Ζωγράφου.

Στίχοι

Οὐ ζωγραφεῖ σε Λάζαρος καὶ νῦν  Λόγε,

λλὰ βλέπει σε ζῶντα, μὴ ληπτὸν χρόαις.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ὁσίων Ζαχαρίου τοῦ Σκυτοτόμου, καὶ Ἰωάννου, καὶ διήγησις ὠφέλιμος.

Ὅσιος Γεννάδιος, ὁ ἐν τῇ μονῇ τοῦ Βατοπεδίου ἀσκήσας, καὶ δοχειάρης (τροφοδότης) αὐτῆς ὤν, καὶ τὸ θαῦμα τοῦ ἔλαιον ἀναβλύσαντος ἐκ κενοῦ πίθου ἰδών, ἐν εἰρήνῃ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Λογγῖνος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

χεις ἀθλητὴν Χριστὲ Λογγῖνον μέγαν.

χεις δὲ καὶ Λογγῖνον ἀσκητὴν μέγαν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Γεννάδιος, Πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Γεννάδιος εὗρε τὴν Ἐδὲμ στέφος,

Φανεὶς νοητὴν πρὸς παλαίστραν γεννάδας.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Μάξιμος, Πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Μάξιμος ὠδίνησε, καὶ τεκὼν τέκνα,

Πράξεις ἁγνάς, ἄπεισιν ἁγνὸς ἐκ βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἰουστῖνος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

σκητικὸς ἄγρυπνος ὀφθαλμὸς μύει,

ουστῖνος, τὸ θαῦμα τῶν ἠσκηκότων.

Ταῖς τῶν Ἁγίων σου πρεσβείας, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ’

Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ· διὰ τοῦτο οἱ Παῖδες, ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Πατέρων τὸ καύχημα, καὶ Διδασκάλων τὸ σεμνολόγημα, φωστὴρ τῆς Ἐκκλησίας, τῆς εὐσεβείας στῦλος ἀκράδαντος, σὺ καθωράθης, κραυγάζων Γρηγόριε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

στράψας τοῖς θαύμασι, τὴν οἰκουμένην ἐφωταγώγησας· διὰ τοῦτο Θεόφρον, συναθροισθέντες σὲ μακαρίζομεν, οἱ τῶν σῶν λόγων, τρυφῶντες καὶ ψάλλοντες· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

άματα Πάνσοφε, τοῖς ἀσθενοῦσι πᾶσιν ἐπήγασας· ἐξεχύθη γὰρ χάρις, δαψιλεστάτη σοῦ ἐν τοῖς χείλεσι, θαυματουργίας, δι' ἧς ἀνακράζομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Νῦν  πάντα πεπλήρωται, φωτὸς τοῦ θείου, διὰ σοῦ Πάναγνε· σὺ γὰρ πύλη ἐφάνης, δι' ἧς τῷ  κόσμῳ Θεὸς ὡμίλησε, καταφωτίζων τοὺς πίστει κραυγάζοντας· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὠδὴ η’

πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Οἱ διὰ σοῦ πλουτήσαντες, τῆς Τριάδος τὴν ἔλλαμψιν, τῆς ὁμοουσίου, καὶ σεπτῆς Γρηγόριε, τὴν σὴν νῦν  πανήγυριν, ἐπιτελοῦντες χάριτι, θαυματουργικῇ, καταλαμφθῆναι αἰτοῦμεν, βοῶντες· Τὸν Δεσπότην, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νεοφανὲς ὡς ἔσοπτρον, δεδεγμένος πανόλβιε, τὰς μαρμαρυγάς, τῆς ἀρχικῆς Θεότητος, τὸν κόσμον ἐφώτισας, ἀντανακλάσεις πέμπων φωτός, τοῖς μελῳδικῶς, ὀρθοδοξίᾳ βοῶσιν· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

πὸ Θεοῦ σκεπόμενος, εὐσεβείας ὑπόθεσις, τοῖς θεοσεβέσιν, ἐφρουρήθης πάνσοφε, εἰς ὄρος ἱστάμενος, ὡς νομοθέτης ἄλλος Μωσῆς, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἐκδιδάσκων, Γρηγόριε κραυγάζεις· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Φωτὸς ἀδύτου γέγονας, ἐνδιαίτημα Πάναγνε, ταῖς τῆς παρθενίας, καλλοναῖς ἀστράπτουσα, καὶ πάντας κατηύγασας, τοὺς Θεοτόκον σε ἀληθῆ, καθομολογοῦντας, ἐκ ψυχῆς καὶ βοῶντας· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς.

πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ’

ξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν.

ρίστης πολιτείας λάμψας φωτί, νῦν  φωτὶ τῷ  μεγάλῳ παρέστηκας, θεουργικαῖς, θαυματοποιΐαις ὡς νικητής, κατεστεμμένος Ὅσιε, Πάτερ, Ἱεράρχα θαυματουργέ, Γρηγόριε θεόφρον, φωστὴρ τῆς Ἐκκλησίας, τῶν Ὀρθοδόξων ἐγκαλλώπισμα.

θύνεσθαι δυσώπει σαῖς προσευχαῖς, τὸ βασίλειον νῦν  ἱεράτευμα, τὸ ἐκλεκτόν, καὶ ἡγιασμένον θαυματουργέ, καὶ τοὺς πιστῶς τὴν μνήμην σου, νῦν  ἐπιτελοῦντας ἐπιτυχεῖν, τῆς ἄνω βασιλείας, Γρηγόριε θεόφρον, ἀξιωθῆναι καθικέτευε.

Νικήσας τῶν δαιμόνων τὰς προσβολάς, καὶ σαρκὸς ὑποτάξας τὸ φρόνημα, καὶ ἱερεύς, ἄκακος καὶ ὅσιος γεγονώς, δικαιοσύνης ἔνδυμα, περιβεβλημένος θαυματουργέ, παρίστασαι τῷ  θρόνῳ, τοῦ πάντων Βασιλέως, νῦν  παρρησίᾳ παμμακάριστε.

Θεοτοκίον.

ράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός· ὅν νῦν  καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

Ὁ Εἱρμὸς.

ξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν.

Ἐξαποστειλάριον.

Τῶν Μαθητῶν ὁρώντων σε.

Τὸν ἐν ποικίλοις θαύμασιν, Ἱεράρχην, ἀναφανέντα δόκιμον ἐν τῷ κόσμῳ, θείαις εὐφημήσωμεν μελῳδίαις, Γρηγόριον φιλέορτοι, ὅπως ταῖς τούτου πρεσβείαις, λάβωμεν λύσιν πταισμάτων.

Θεοτοκίον.

τῆς ζωῆς τῆς θείας καὶ μακαρίας, φθονήσας μοι τῆς πάλαι ἐν Παραδείσῳ, ἐχθρὸς ὁ δολιώτατος καὶ πανοῦργος, καὶ τῆς Ἐδὲμ ἐξόριστον, ποιήσας με θανατοῦται, τῇ σῇ γεννήσει Παρθένε.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες τὸ πρῶτον.

Ἦχος πλ. α’

Χαίροις ἀσκητικῶν.

Χαίροις θεολογίαις σαφῶς, ἱερωτάταις ἱερῶς σεμνυνόμενος, ὁ στῦλος τῆς Ἐκκλησίας, ἡ τῶν δογμάτων κρηπίς, τὸ τοῦ Παρακλήτου θεῖον ὄργανον, ὁ νοῦς ὁ οὐράνιος, ἡ κιθάρα τοῦ Πνεύματος, ποιμὴν ὁ μέγας, καὶ Χριστοῦ Ἀρχιποίμενος, θρέμμα γνήσιον, καὶ ἀρνίον πραότατον· κρήνη ἀναβλυστάνουσα, δογμάτων τὰ νάματα, καὶ ἰαμάτων τὰ ῥεῖθρα, ἱερομύστα Γρηγόριε, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. ίς)

Χαίροις, Ἱεραρχῶν καλλονή, τῶν ἀρετῶν τὸ διαυγὲς καταγώγιον, ἡ στάθμη τῆς Ἐκκλησίας, ἱερωσύνης κανών· ποταμὸς ναμάτων θείων ἔμπλεως, ἐξ ὧν καταρδεύεται, ἡ ὑφήλιος ἅπασα, πρὸς εὐκαρπίαν, ψυχικὴν καὶ σωτήριον, καὶ αἱρέσεων, ἀποπλύνεται βόρβορος. Ἄνθρωπε ἐπουράνιε, ἐπίγειε Ἄγγελε, στόμα τὸν νόμον τὸν θεῖον, ἐμμελετῆσαν Γρηγόριε, Θεοῦ κληρονόμε, τοῦ παρέχοντος τῷ  κόσμῳ, τὸ μέγα ἔλεος.

μβροις σῶν ἱερῶν προσευχῶν, λίμνην ἐξήρανας ποτὲ μάχης πρόξενον· καὶ ῥεῖθρον τῇ δενδρωθείσῃ, ῥάβδῳ ἀτάκτως σοφέ, ἐπικλύζον εἵργεις θείᾳ χάριτι· βωμούς κατηδάφισας, τῶν δαιμονων Γρηγόριε, τῆς ἀπιστίας, τὸν χειμῶνα διέλυσας, θερμοτάταις σου, πρὸς Θεὸν παρακλήσεσι, θαύμασιν ἐβεβαίωσας, ψυχὰς καὶ προσήγαγες, τῷ  εὐεργέτῃ τῶν ὅλων, παρ' οὗ τὸν ἄξιον εἴληφας, μισθόν, ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος πλ. δ’

Τὸν περιβόητον ἐν θαύμασιν Ἱεράρχην, καὶ τὰ ἄψυχα αἰδούμενα παραδόξως μετεβάλλετο· λίμνη γὰρ ἐχερσοῦτο, ἀδελφοὺς νουθετοῦσα, ῥάβδος δὲ ἐδενδροῦτο, ποταμόν χαλινοῦσα, λίθος λόγῳ μετετέθη, μεταφέρων τοὺς ἀπίστους πρὸς τὴν τοῦ Θεοῦ ἐπίγνωσιν, δι' ἧς τὸ μέγα ἔλεος, παράσχου ὁ Θεὸς ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν ... Θεοτοκίον.

σκέπη σου Θεοτοκε Παρθένε, ἰατρεῖον ὑπάρχει πνευματικόν· ἐν αὐτῇ γὰρ καταφεύγοντες, ψυχικῶν νοσημάτων λυτρούμεθα.

Ἢ Σταυροθεοτοκίον.

Τὸν Ἐμμανουὴλ ἀμνὸν Θεοῦ καὶ Λόγον, βλέπουσα σαρκὶ κρεμάμενον ἐν ξύλῳ, Ἀμνὰς ἡ μόνη ἀμίαντος καὶ Παρθένος, λύπῃ συνείχετο δακρύουσα.

Εἰς τὸν Στίχ. τῶν Αἴνων, τὰ Στίχ. τῆς Ὀκτωήχου.

Δόξα... Ἦχος δ’

ερωσύνης τὴν ψῆφον, θεόθεν δεξάμενος, καὶ τὸ θεῖον δέρας ἐξ ὕψους περιβαλόμενος, τοὺς πρὶν τῆς ἀπιστίας υἱούς, τέκνα φωτός, καὶ κληρονόμους ἀνέδειξας Θεοῦ, σοφίας χάριτος, ἐκχυθείσης ἐν χείλεσί σου, παραδόξων πραγμάτων αὐτουργέ, παμμάκαρ Γρηγόριε· διὸ καὶ νῦν  ἐν τῇ μνήμῃ σου, αἴτησαι Χριστὸν τὸν Θεόν, ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν ... Θεοτοκίον.

κ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Ἢ Σταυροθεοτοκίον.

Ἔδωκας σημείωσιν.

Σταυρούμενον βλέπουσα, ἡ παναμώμητος Δέσποινα, τὸν Δεσπότην τῆς κτίσεως, θρηνοῦσα ἐκραύγαζεν· Οἴμοι θεῖον Τέκνον! πῶς φέρεις ὀδύνας, Θεὸς ὑπάρχων ἀπαθής; Ἀγγέλων τάξεις τρόμῳ ἐξέστησαν, ὁρῶσαι τὸ μυστήριον, τῆς σῆς ἀφάτου σταυρώσεως, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.  

Καὶ ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, καὶ Ἀπολυσις.