The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ 

 ΟΚΤΩΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΣΤ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λογγίνου τοῦ Ἑκατοντάρχου, τοῦ ἐπὶ τοῦ Σταυροῦ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ

Ὡς γενναῖον ἐν Μάρτυσι.

Τὸν βροτὸν χρηματίσαντα, καὶ Σταυρῷ ὁμιλήσαντα, καὶ ἡλίου ἔλλαμψιν ἀμαυρώσαντα, καὶ ἐκ πλευρᾶς ἀναβλύσαντα, σωτήριον ἄφεσιν, κατιδὼν μετὰ λῃστοῦ, τοῦ εὐγνώμονος Ἔνδοξε, ὡμολόγησας, καὶ Θεὸν καὶ Δεσπότην ἑκουσίως, ὑπομείναντα τὰ πάθη, δι' εὐσπλαγχνίαν ἀμέτρητον.

Τὴν κατάκαρπον ἄμπελον, ἐπὶ ξύλου θεώμενος, ἠρτημένην Ἔνδοξε καὶ πηγάζουσαν, οἶνον ζωῆς καὶ ἀφέσεως, τὰ χείλη ὑπέθηκας, τῆς καρδίας καὶ πιών, εὐφροσύνης πεπλήρωσαι, τὴν κατάπικρον, ἀπιστίαν ἐμέσας ὡς ἐχέφρων, ὡς τοῦ χείρονος τὸ κρεῖττον, περιφανῶς προελόμενος.

Θανατώσας τὸν τύραννον, εὐτολμίᾳ τῶν λόγων σου, πρὸς σφαγὴν ἑκούσιον ηὐτομόλησας, οὐ δειλιάσας πανεύφημε, Λογγῖνε τὸν θάνατον, τὴν ἀθάνατον ζωήν, προξενοῦντά σοι χάριτι· ὅθεν πίστει σου, τὴν πανέορτον μνήμην ἐκτελοῦμεν, δυσωποῦντές σε πρεσβεύειν, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.

Δόξα... Ἦχος πλ. β

Ἰωάννου Μοναχοῦ.

ν τῷ πάθει σου, Χριστέ, τὸν ναὸν θεωρήσας διαρραγέντα Λογγῖνος ὁ Ἑκατόνταρχος, Υἱὸν Θεοῦ σε εἶναι τοῖς  Ἰουδαίοις ἐκήρυττεν. Ὅθεν οἱ δεινοί, τὴν θείαν κάραν αὐτοῦ τεμόντες τῷ ξίφει, ἐν κοπρίᾳ ἔρριψαν· γυνὴ δὲ ταύτην εὑροῦσα, τὰς κεκλεισμένας κόρας αὐτῆς τῶν ὀμμάτων ἀνέῳξε· μεθ' ἧς καὶ ἡμεῖς βοῶμέν σοι· Ὁ τοῦτον στεφανώσας, ὑπὲρ σοῦ ἀθλήσαντα, ταῖς  αὐτοῦ ἱκεσίαις, καὶ ἡμῶν τὰ ὄμματα τῆς καρδίας φώτισον, τοῦ δοξάζειν σε Θεόν, τὸν ἐν Σταυρῷ προσηλωθέντα, εἰς τὸ σῶσαι ἡμᾶς.

Καὶ νῦν... Θεοτοκίον.

Ὅλην ἀποθέμενοι.

Μόνος ὑπὲρ ἅπαντας, υἱοὺς ἀνθρώπων ὁ τάλας, μόνος ἐπλημμέλησα, τὰ καὶ λόγῳ ἄφθεγκτα, καὶ ἀκούσματι, μηδαμῶς ἄχραντε, φορητὰ πέλοντα· διὰ τοῦτό σου καὶ δέομαι· Σύγγνωθι Δέσποινα, σύγγνωθι καὶ δὸς μοι μετάνοιαν, δὸς μοι ἐξομολόγησιν, δὸς μοι στεναγμούς τε καὶ δάκρυα, ἵνα διὰ τούτων, συντρίβων τὴν καρδίαν μου ἀεί, κράζω  τό, Ἥμαρτον, ἥμαρτον, ἱλάσθητι σῶσόν με.

Ἢ Σταυροθεοτοκίον.

ομφαία ὡς ἔφησεν, ὁ Συμεὼν τὴν καρδίαν, τὴν σὴν διελήλυθε Παναγία Δέσποινα, ὅτε ἔβλεψας, τὸν ἐκ σοῦ λάμψαντα, ἀπορρήτῳ  λόγῳ, ὑπ' ἀνόμων ὡς κατάκριτον. Σταυρῷ ὑψούμενον, ὄξος καὶ χολήν τε γευόμενον, πλευράν τε ὀρυττόμενον, χεῖράς τε καὶ πόδας ἡλούμενον, καὶ ὀδυρομένη, ὠλόλυζες βοῶσα μητρικῶς· Τὶ τοῦτο, τέκνον γλυκύτατον, τὸ καινὸν μυστήριον.

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.

Δόξα... Ἦχος πλ. β

Ἰωάννου Μοναχοῦ.

ν τῷ Σταυρῷ παρεστηκώς, καὶ τὰ γενόμενα σκοπῶν, τὸν σταυρωθέντα ἐπὶ ξύλου, Θεὸν καὶ ἄνθρωπον ἑωρακώς, ἐβόας πρὸς αὐτόν· Ἐν τῇ βασιλείᾳ σου μνήσθητί μου Κύριε. Διὸ καὶ ὁ Σωτὴρ ἐφώνει σοι· Μακάριος εἶ Λογγῖνε, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.

Καὶ νῦν... Θεοτοκίον.

Τριήμερος ἀνέστης.

Τὴν πᾶσάν μου ἐλπίδα εἰς σέ, Παρθένε ἀνατίθημι, μὴ παρίδῃς, ἀλλὰ σπεῦσον ἀγαθή, ῥυσθῆναί με ἐν τάχει, παθῶν τῶν ἐνοχλούντων, καὶ καθ' ἑκάστην πολεμούντων με.

Ἢ Σταυροθεοτοκίον.

ν ξύλῳ τὴν ζωὴν ἡμῶν, ὁρῶσα ἡ πανάμωμος, Θεοτόκος, κρεμαμένην μητρικῶς, ὠδύρετο βοῶσα· Υἱέ μου καὶ Θεέ μου, σῶσον τοὺς πόθῳ  ἀνυμνοῦντάς σε.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.

Τὸ Λογγίνου μέγιστον ὑμνήσω  κλέος. Ἰωσήφ.

Ὠδὴ α  Ἦχος δ

Θαλάσσῃς τὸ ἐρυθραῖον.

Ταῖς  θείαις, φωτοχυσίαις  Ἔνδοξε, περιλαμπόμενος, καὶ σὺν Ἀγγέλων τάξεσι Χριστῷ, τῷ Θεῷ παριστάμενος, τὴν φωτοφόρον μνήμην σου, τοὺς ἐκτελοῦντας καταφαίδρυνον.

Οὐδέν σε, τῆς πρὸς Θεὸν ἑνώσεως, Μάρτυς ἐχώρισε, κεχωρισμένον πάσης σαρκικῆς, ἡδονῆς διὰ πίστεως, καὶ καθαρῶς τῷ ἔρωτι, τῷ ἀκροτάτῳ  ἐνηδόμενον.

Λατρεύων, Θεῷ τῷ  ζῶντι ἔνδοξε, Λογγῖνε πάνσοφε, νεκροῖς ξοάνοις μάκαρ οὐδαμῶς, σὺ λατρείαν προσένειμας· διὸ πρὸς ἀτελεύτητον, θανατωθεὶς ζωὴν κατήντησας.

Θεοτοκίον.

Λόγος, ὁ τοῦ Θεοῦ ἐν μήτρᾳ σου, λόγῳ συνείληπται, τῆς ἀλογίας ῥύσασθαι βροτούς, βουληθεὶς ἀγαθότητι, Παρθενομῆτορ ἄχραντε, εὐλογημένη παναμώμητε.

Ὠδὴ γ

Εὐφραίνεται ἐπὶ σοὶ.

Γνωρίσας ἐπὶ Σταυροῦ, Υἱὸν Θεοῦ τὸν ἀληθῆ Κύριον, ὑπὲρ ἡμῶν πάσχοντα, τούτῳ  ὁλοψύχως ἐπίστευσας.

Γῆ ὥσπερ πίων ἡ σή, ψυχὴ λαβοῦσα λογικὰ σπέρματα, στάχυν Σοφὲ ὥριμον, θείας εὐσεβείας ἐβλάστησεν.

στίῳ  τῷ τοῦ Σταυροῦ, τὸ τῶν βασάνων διελθὼν πέλαγος, τοὺς γαληνοὺς ἔφθασας, ἔνδοξε λιμένας γηθόμενος.

Θεοτοκίον.

Νοσοῦσάν μου τὴν ψυχήν, ταῖς τῶν παθῶν ἐπαγωγαῖς ἴασαι, Μήτηρ Θεοῦ Πάναγνε, καὶ πρὸς σωτηρίαν κατεύθυνον.

Ὁ Εἱρμὸς.

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

Κάθισμα. Ἦχος πλ. δ

Τὴν Σοφίαν καὶ Λόγον.

Σταυρωθέντα κατεῖδες τὸν Λυτρωτήν, καὶ αὐτοῦ ταῖς ἀκτῖσι καταυγασθείς, σκότος τὸ βαθύτατον, τῆς ἀγνοίας ἀπέφυγες, καὶ πρὸς θείαν γνῶσιν, σαυτὸν μετερρύθμισας, πιστωθεὶς ὡς ἔστι, Θεὸς ὁ ὁρώμενος· ὅθεν καὶ ἀθλήσας, τοῖς  χοροῖς ἠριθμήθης, Λογγῖνε μακάριε, τῶν Μαρτύρων γηθόμενος, μεθ' ὧν πάντοτε ἔνδοξε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς  ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην Πανάμωμε, ἁμαρτιῶν τῷ φόρτῳ, φανεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾍδου, πεσεῖν κινδυνεύουσαν· φθάσον Θεοτόκε, τῇ θερμῇ σου πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, σὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω  σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν· σὲ γὰρ ἔχω  ἐλπίδα, ὁ δοῦλός σου Δέσποινα.

Ἢ Σταυροθεοτοκίον.

Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ , ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζε, ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν· τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε. ᾟ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς  προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.

Ὠδὴ δ

Ἐπαρθέντα σε ἰδοῦσα.

χυρώτατον κτησάμενος ἐν τῇ πίστει, τὸν λογισμὸν μακάριε, ἀνίσχυρον πλάνης, ἔλυσας ὀχύρωμα, Λογγῖνε καὶ ἔκραζες· Δόξα τῇ δυνάμει σου Κύριε.

ψωθέντα καὶ τῷ ξύλῳ  προσηλωθέντα, τὸν ἀπαθῆ θεώμενος, Κύριον τῆς δόξης, τοῦτον ὡμολόγησας, Υἱὸν Θεοῦ ἔνδοξε, πάσχοντα οἰκείῳ θελὴματι.

Μαραινόμενον τὸν θάνατον τῷ θανάτῳ, τοῦ ἀπαθοῦς θεώμενος, ἔσπευσας Λογγῖνε, δι' αὐτὸν τεθνήξεσθαι, καὶ ζῆν μετὰ θάνατον, σὺν τοῖς  εὐκλεῶς ἐναθλήσασιν.

Θεοτοκίον.

νωθέντα καθ' ὑπόστασιν ἐν γαστρί σου, καὶ γεγονότα ἄνθρωπον, Ἄχραντε τὸν Λόγον, ὑπὲρ λόγον τέτοκας, διπλοῦν ταῖς θελήσεσι, καὶ ταῖς ἐνεργείαις δεικνύμενον.

Ὠδὴ ε

Σὺ Κύριέ μου φῶς.

Γῆς πάσης ἀληθῶς, γεγονὼς παρεπίδημος, ἐν στίγμασιν Ἀθλοφόρων, ὡραιώθης Λογγῖνε, καὶ γῆν πραέων ᾤκησας.

σχυσας τοῦ Σταυροῦ, τῇ δυνάμει φραξάμενος, ἀνίσχυρον τῶν τυράννων, Ἀθλοφόρε Λογγῖνε, τροπώσασθαι ἀπόνοιαν.

Στήσας ἐν ἀσφαλεῖ, θεμελίῳ  καρδίας σου, Ἀήττητε τὰς κινήσεις, πειρασμῶν ἐπικλύσει, ἀσάλευτος διέμεινας.

Θεοτοκίον.

Τὴν μόνην τὸν Θεόν, ἀπειράνδρως κυήσασαν, ὑμνήσωμεν Θεοτόκον, δι' αὐτῆς οἱ σωθέντες, καὶ πόθῳ  μακαρίσωμεν.

Ὠδὴ ς

Θύσω  σοι, μετὰ φωνῆς.

ρη τε, καὶ τὴν γῆν σαλευθεῖσαν θεώμενος, ἐν τῇ τοῦ πάθους ἡμέρᾳ, ἀπιστίας στάσεως ἐσαλεύθης, καὶ τῇ πίστει, ἐνιδρύθης Λογγῖνε τοῦ πάσχοντος.

Νόησιν, ἀληθῆ καὶ τελείαν καὶ ἔμφρονα, ἀναλαβεῖν ἠδυνήθης, καθορῶν τὴν κτίσιν ἀλλοιουμένην, καὶ πρὸς θεῖαν, ἠλλοιώθης Λογγῖνε ἐπίγνωσιν.

πέστης, χαλεπὴν τιμωρίαν γηθόμενος, καὶ τὸν αὐχένα τῷ ξίφει, ἀδιστάκτῳ  γνώμῃ τμηθεὶς Λογγῖνε, διακόπτεις, κεφαλὰς δυσμενῶν διὰ πίστεως.

Θεοτοκίον.

Μάρανον, καὶ προρρίζους Πανάμωμε ἔκτιλον, τὰς ἀκανθώδεις ἐννοίας, τῆς ἐμῆς καρδίας, καὶ καρποφόρον, ταύτην δεῖξον, μεσιτείᾳ σου Κόρη πανάμωμε.

Ὁ Εἱρμὸς.

Θύσω  σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

Κοντάκιον.   Ἦχος δ

Ἐπεφάνης σήμερον.

Εὐφροσύνως γέγηθεν ἡ Ἐκκλησία, ἐν τῇ μνήμῃ σήμερον, τοῦ ἀοιδίμου ἀθλητοῦ, Λογγίνου ἀνακραυγάζουσα· Σύ μου τὸ κράτος, Χριστὲ καὶ στερέωμα.

Ὁ Οἶκος.

Τὸν οὐρανὸν σκότει πολλῷ, τὴν γῆν τε σειομένην, καὶ πέτρας ῥηγνυμένας, ναοῦ τε τὸ καταπέτασμα σχισθὲν εἰς δύο θεωρῶν ἐν τῷ θείῳ  πάθει τοῦ Χριστοῦ ὁ ἀθλητής, Θεοῦ Υἱὸν αὐτὸν ἐγνώρισε, πάσχοντα τῇ οἰκείᾳ εὐσπλαγχνίᾳ, ἀπαθῆ δὲ ὄντα τῇ θεότητι καὶ δόξῃ, σὺν τῷ Πατρὶ καὶ Πνεύματι Ἁγίῳ  συνέχοντα τὸ πᾶν καὶ διακρατοῦντα, ὡς Θεὸν ἀληθινὸν καὶ Βασιλέα· ὅθεν ἐν χαρᾷ Λογγῖνος ἀνακραυγάζει· Σύ μου τὸ κράτος Χριστὲ καὶ στερέωμα.

Συναξάριον.

Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λογγίνου τοῦ Ἑκατοντάρχου.

Στίχοι

Υἱὸν Θεοῦ λέγων σε Χριστὲ καὶ πάλιν,

Λογγῖνος ὡς πρὶν τέμνεται τὸν αὐχένα.

κτῃ καὶ δεκάτῃ Λογγῖνον ἄορ κατέπεφνεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων δύο Μαρτύρων, τῶν συναναιρεθέντων τῷ Ἁγίῳ  Λογγίνῳ.

Στίχοι

Φθαρτὴν στρατείαν ἐκλελοιπυῖα ξίφει,

Δυὰς συνάθλων ἐστρατεύθη Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Λεοντίου, Δομετίου, Τερεντίου καὶ Δομνίνου.

Στίχοι

Τρεῖς Λεόντιε, τοὺς συναθλοῦντας ἔχων,

Λεόντιόν τι τῆς πυρᾶς ἄλλῃ μέσον.

Τὴ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμων Μαλοῦ.

Στίχοι

Μαλὸς βραχεῖαν γῆς λιπὼν παροικίαν,

Πόλου κατοικεῖ τὴν μακρὰν κατοικίαν.

Ταῖς  αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ

Ἐν τῇ καμίνῳ.

Νομίμως Μάρτυς, ἐναθλήσας ἀνδρείᾳ γνώμῃ ψυχῆς, πάσας ἀνομούντων ᾔσχυνας τὰς βουλάς, καὶ νομίμως ἐστεφάνωσαι· Εὐλογημένος εἶ ἀναβοῶν, τῆς δόξης ὁ Κύριος.

θεία χάρις, ἐπιφοιτῶσα τοῖς  λειψάνοις σου, πᾶσαν ἀλγηδόνα λύει τῶν εὐσεβῶς, προσιόντων σοι Μακάριε, καὶ κηρυττόντων σε, ἀληθείας ἀήττητον Μάρτυρα.

Σαρκὸς θνῃσκούσης, οὐκ ἐφείσω  Λογγῖνε διὰ Χριστόν, θύειν ἀπηρνήσω  δαίμοσι καὶ σαυτόν, τῷ Θεῷ θυσίαν ἄμωμον, χαίρων προσήγαγες, διὰ ξίφους τμηθεὶς ἀξιάγαστε.

Θεοτοκίον.

ς καθαρὰν σε, ὁ καθαρὸς Λόγος κατῴκησε, Κόρη διὰ σοῦ καθάραι τοὺς μολυσμοὺς τῶν ἀνθρώπων προελόμενος· εὐλογημένος γὰρ ὁ καρπός, τῆς κοιλίας σου πέφυκεν.

Ὠδὴ η

Χεῖρας ἐκπετάσας.

Κοιμίσας τὸ πρὶν τὰς τῆς σαρκός, κινήσεις Ἔνδοξε, ταῖς  ἐγρηγόρσεσι, ταῖς  πρὸς τὸν Κύριον ὕπνωσας, τὸν γλυκὺν ὕπνον ἀοίδιμε, θανατωθεὶς διὰ Χριστόν, τόν ἐπὶ ξύλου Σταυροῦ, ἀφυπνώσει θείᾳ, νεκροῖς τὴν ζωὴν ἀναβλύσαντα.

Λόγχῃ κεντηθέντα τὴν πλευράν, Μακαριώτατε, καὶ αἷμα βλύσαντα, Θεὸν ἑώρακας ἄνθρωπον, διὰ σπλάγχνα χρηματίσαντα, καὶ κατετρώθης τῷ αὐτοῦ ἡδίστῳ ἔρωτι, ἀναμέλπων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

σβεσας πυρὰν εἰδωλικήν, αἱμάτων ῥεύμασι, Λογγῖνε πάνσοφε, καὶ κατενέπρησας ξόανα, καὶ ἀνίδρυτα σεβάσματα, τῷ θείῳ ζήλῳ  τὴν ψυχὴν ἀναφλεγόμενος, καὶ κραυγάζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

μματα καρδίας φωτισθείς, ταῖς θείαις λάμψεσι, τοῦ ἀμαυρώσαντος ἡλίου πάνσοφε ἔλλαμψιν, τὴν ἀχλὺν Λογγῖνε ἔλιπες, τῆς δυσσεβείας καὶ φωστήρ, ὤφθης φωτίζων ἡμᾶς, τοὺς βοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον.

Στόματι καὶ γλώσσῃ καὶ ψυχῇ, ἀνακηρύττω  σε θεογεννήτριαν, καὶ ἱκετεύω  σε Ἄχραντε· Τὴν καρδίαν μου κατάγαυσον, τῷ φωτισμῷ σου, καὶ δεινοῦ σκότους με λύτρωσαι, ἐκβοῶντα· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ὁ Εἱρμὸς.

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὠδὴ θ

Λίθος ἀχειρότμητος.

σχύς μου καὶ ὕμνησις Λόγος, ὁ ἐν Σταυρῷ χεῖρας ἁπλώσας, Μάρτυς τοῖς  ἀνόμοις ἐβόας, αὐτοῦ τὸ πάθος τὸ παμμακάριστον, ἐξεικονίζων θάνατον, ἐθελουσίως καθυφίσταμαι.

ς περικαλὴς ἀθλοφόρος, χαριτωθεὶς Μάρτυς Λογγῖνε, ὅλος ὡραιότατος ὤφθης, καὶ τῷ ὡραίῳ Λόγῳ παρίστασαι, τὰς ἀμοιβὰς τῶν πόνων σου, πλουσιωτάτως κομιζόμενος.

Σὲ τὸν διαυγίᾳ φανέντα, ἥλιον ἄδυτον Λογγῖνε, καὶ μαρμαρυγαῖς  ἰαμάτων, τὴν οἰκουμένην πᾶσαν φωτίζοντα, καὶ τὴν ἀχλὺν σκεδάζοντα, τῆς ἀγνωσίας μακαρίζομεν.

ρθης πρὸς μονὰς οὐρανίους, καὶ τοῖς  χοροῖς συνηριθμήθης, πάντων τῶν ἁγίων Μαρτύρων, μεθ' ὧν Λογγῖνε Μάρτυς μνημόνευε, τῶν εὐσεβῶς τὴν μνήμην σου, ἑορταζόντων παμμακάριστε.

Θεοτοκίον.

Φωτὸς οἰκητήριον ὤφθης, τοῦ ἀνεσπέρου Θεοτόκε, δι' οὗ οἱ ἐν σκότει καὶ σκιᾷ, τῆς ἁμαρτίας φῶς ἐθεάσαντο· διό μου φωταγώγησον, τὰ τῆς καρδίας αἰσθητήρια.

Ὁ Εἱρμὸς.

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.

Ἐξαποστειλάριον.

Τοῖς Μαθηταῖς.

ρῶν τὸν πάντων Κύριον, καὶ Θεὸν ἀφυπνοῦντα, ἐπὶ Σταυροῦ θελήματι, κλονουμένην τε πᾶσαν, καιρῷ τοῦ πάθους τὴν κτίσιν, Ἀθλοφόρε Λογγῖνε, Ληστῇ σὺν τῷ εὐγνώμονι, ὡμολόγησας τοῦτον, Υἱὸν Θεοῦ, ὑπὲρ οὗ καὶ χαίρων ἐσφαγιάσθης, καὶ νῦν ὡς Μάρτυς ἄριστος, ὑπὲρ πάντων πρεσβεύεις.

Θεοτοκίον.

Κενοῦται ἐν τῇ μήτρᾳ σου, ὁ πληρέστατος Λόγος, κόλπων πατρῴων ἄχραντε, οὐκ ἐκστὰς ἀπορρήτως, καὶ σάρξ ὁρᾶται καὶ βρέφος τίκτεται Θεοτόκε. Ὃν ἐκτενῶς ἱκέτευε, λυτρωθῆναι κινδύνων, καὶ πειρασμῶν, καὶ πταισμάτων Δέσποινα καὶ γεέννης, τοὺς εὐσεβῶς κηρύττοντας, τοῦ Θεοῦ σε Μητέρα.

Καὶ ἡ λοιπὴ τοῦ Ὄρθρου Ἀκολουθία, κατὰ τὴν τάξιν, καὶ Ἀπόλυσις.