The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

ΝΟΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΣΤ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τῆς ἁγίας παρθενομάρτυρος Ἰφιγενείας.

Ὑπὸ Κονταξῆ Χρήστου

πτυχ. Νομικῆς καὶ Αγγλικῆς φιλολογίας, ἱεροψάλτου

 

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

 

Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια·

῏Ηχος α'. Τῶν οὐρανίων ταγμάτων.

φιγενείας τὸ θάρσος δεῦτε ὑμνήσωμεν, σαγήνῃ παρθενίας καὶ Χριστοῦ πολιτείᾳ, ὡς δεξαμένη  βασάνους τῶν διωκτῶν ἀνδρειότητα ὕψωσε, τούτων τὸ ἔγκλημα ἔσβεσε προσευχῇ καὶ συγχώρησιν ἱκέτευσε. 

ν τῇ Τοκάτῃ  ἀνέτειλεν ἄστρον ἄδυτον, νεᾶνις γλυκυτάτη, ποθοῦσα τὸν Δεσπότην, καὶ φλογερὰν τὴν ἀγάπην πρὸς τὸν Χριστὸν  Ἰφιγένεια ἔδειξεν, ἀπολαβοῦσα τὸν στέφανον ἐξ αὐτῆς μαρτυρίου ἐπιβράβευσιν. 

Μάρτυς πρωΐμως ἐγνώρισας θεῖον ἔλεος, Ἀνδρέα Πρωτοκλήτου τὸ βάπτισμα ἐδέχθης καὶ σὺν γονεῦσι ἀπέρριψας ἐκ ψυχῆς  τῶν εἰδώλων ἀσθένειαν, ἔρωτι θείῳ πλησθεῖσα διηνεκῶς Ἰφιγένεια ἐπάλαισας.

μολογίᾳ προθύμῳ καὶ ἀδιστάκτῳ φωνῇ, ἐδήλωσας τοῖς πᾶσι Χριστοῦ τὴν παρουσίαν, καὶ σθεναρὰν τὴν ἀντίστασιν τῆς ψυχῆς  τοῖς τυράννοις προέβαλες, ταῖς κολακείαις  ἐκώφευσας παγερῶς, ὑποσχέσεις ἀπεμπόλησας.

 

Δόξα. Ἦχος β΄.

ν τρυφερᾷ ἡλικίᾳ ἐγαλουχήθης ὑπὸ γονέων εὐσεβῶν Ἰφιγένεια ταῖς Χριστοῦ θεϊκαῖς διδασκαλίαις κτίσασα ἐν αὐτῇ ἀδιάτρητον φράγμα ταῖς σειρήναις τῆς πλάνης. Ὅθεν ἔμεινας βράχος ὄρθιος ἐν τῇ λύσσῃ τῶν κυμάτων τῆς ἀθεΐας καὶ παρέδωκας τὴν ψυχὴν ἀλώβητον διὰ τὴν ἀγάπην τοῦ Χριστοῦ κορασὶς θεσπεσία. Πρέσβευε οὖν ἀδιαλείπτως, μακαρία, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.  

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πάσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ, τοῦ Θεοῦ, φύλαξὸν με ὑπό τὴν σκέπην σου.

Ἀπόστιχα.

Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

κραξας βροντερῶς τοῖς φθονεροῖς διώκταις καὶ εἴδωλα ὑμνοῦσιν· ἐγὼ διὰ Χριστόν μου, ζωήν μου Αὐτῷ τίθημι.

Μάρτυς τὸν σεβασμὸν προὐκάλεσας τοῦ Μάρκου Διοικητοῦ πανσκλήρου, βασάνων οὐκ ἐφείσθη πεισθῆναί σε εἰς εἴδωλα.

Μνήμην σου τὴν σεπτὴν τιμῶντες ἀνυμνοῦμεν, πνευματοφόρε κόρη, τοὺς σθεναροὺς ἀγῶνας καὶ νίκην, Ἰφιγένεια.

 

Δόξα. Τριαδικόν.

τρωσεν ἡ Τριάς, καρδίαν τῆς Ἁγίας ἀγάπῃ ἀπεράντῳ, ὁμολογίᾳ δεῖξαι οὐράνιον ἀλήθειαν.

Καὶ νῦν. Θεοτοκίον.

Σύνες, Μῆτερ Θεοῦ, τῇ βροντερᾷ κραυγῇ μου καὶ ἄκουε σὸν δοῦλον αἰτεῖσθαι σωτηρίαν, Ἰφιγενείας νεύμασι.

Νῦν ἀπολύεις. Τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

῏Ηχος δ'. ῾Ως γενναῖον ἐν Μάρτυσιν.

ν Τοκάτῃ στερρώσασα τοῦ Χριστοῦ θεῖον φρόνημα,  ἀνδρικῶς ἐνήθλησας   Ἰφιγένεια,  καὶ μαρτυρίου τὸ στάδιον σθεναρῶς διήνυσας, ἐν ἀκάμπτῳ λογισμῷ, καρτερίᾳ μεγίστῃ τε· διὰ τοῦτό σε, οὐρανοῦ  λαμπροφόρον κορασίδα μνημονεύομεν ἐνθέρμως καὶ ἐγκαυχώμεθα  ἄθλοις σου.

Τῇ μαχαίρᾳ κατέκοψαν τοὺς μαστοὺς μάρτυς πάναγνε,τῶν μελῶν   ἐξάρθρωσιν ἀπετόλμησαν,  διὰ σιδήρων τοὺς ὄνυχας αὐχμηρῶν  διέτρησαν, ἐκριζώσαντες αὐτούς, οἱ ἀπάνθρωποι ἄνανδροι· ὃθεν ἔδραμε, λυπηθεὶς, ὁ ἐτάζων τοὺς διώκτας καὶ ἱκέτευσέ σε, κόρη,  συγχωρηθῆναι τὸ ἔγκλημα.

Μειδιῶσα ἐν πόνοις σου τῷ Χριστῷ αὖθις ἔλεγες, ἐλεῆσαι  τύραννον  Ἰφιγένεια,  ὃν σωτηρίῳ  διδάγματι ἱκανῶς ἐφώτισας, τῇ παγκάλῳ σου ψυχῇ παριδοῦσα ἐγκλήματα· καὶ ἐψέλλισας τελευτῶσα εἰρήνῃ καὶ γαλήνῃ ὅτι πίστιν ἔχεις ἄκραν εἰς τῶν νεκρῶν τὴν ἀνάστασιν. 

φθαρτότητος στέφανον, καλλιμάρτυς ἀπέκτησας, συγχωροῦσα δήμιον ἐν καρδίᾳ σου, καὶ ἁγιότητος ἔλλαμψιν ἐνεδύθης ἔνδοξε, τοῦ Νυμφίου σου στολὴν,  ἠξιώθης πανάριστε· ὅθεν χαίρουσα γεραρῶς ὡς ἀμνὰς γαληνοτάτη  συνηθροίσθης τῇ χορείᾳ τῆς μακαρίας κοινότητος.

Στερηθεῖσα γονέων σου, Ἰφιγένεια ἔζησας  φυλακῆς καὶ θλίψεως τούτων κάθειρξιν,  καὶ ἐξορίας τὸ βίωμα, ἐν ὀδύνῃ  πάνσεμνε , ὑπομείναντες  στερρῶς, οὐκ ἑώρων σε πώποτε· πῶς ἐχάρησαν, καταδίκης ἐξελθόντες, σὸν μαρτύριον μαθόντες  καὶ σοῦ τὴν δόξαν ζηλώσαντες.

σπασάμενοι λάρνακα, ἔνθα σῶμά σου ἔκειτο,  οἱ γονεῖς σου ᾔνουν Σωτῆρα χαίροντες, καὶ εὐλογοῦντες ἐνίσχυσαν τοῦ τυράννου δήλωσιν, ὃς παρὼν ἐν τῇ σκηνῇ, ἀδιστάκτως ἐφώνησε  τὴν ἀλήθειαν, τοῦ Χριστοῦ  ὡς  τοῦ Σωτῆρος, τοῦ ποιήσαντος τὸν κόσμον  καὶ τὰς ψυχὰς εἰρηνεύοντος.     

 

Δόξα. Ἦχος πλ. β΄.

Δεῦτε σήμερον ἐν ἀγαλλιάσει φιλομαρτύρων ἡ πληθύς, ἑορτάσωμεν τῆς παρθενομάρτυρος Ἰφιγενείας,   τοὺς ἄθλους καὶ τὰς ἀρετὰς αὐτῆς ὡς ἐπίτευγμα τερπνὸν καὶ ἐξαίρετον. Ἐν νεάνισι διακριθεῖσα ἀνδρείᾳ, τὰς κολακείας καὶ τὰς ὑποσχέσεις ὡς δέλεαρ παριδοῦσα, ἐνηγκαλίσθη τὴν ἀλήθειαν του Χριστοῦ οὖσα ἀπαρασάλευτος. Ὅθεν κορεσθέντες πνευματικῶς, δοξάσωμεν τὸν Κύριον, τὸν ἰσχὺν αὐτῇ δόντα, ἀντιστῆναι τῷ τυράννῳ καὶ τῶν βασάνων τὴν  σκληρότητα ὑπομεῖναι σθεναρῶς, συγχώρησιν διδοῦσα αὐτῷ ἐν μειδιάματι. Πρέσβευε οὖν δεόμεθα, Ἰφιγένεια πανεύφημε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.    

Καὶ νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε Παναγία Παρθένε, τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς· φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ῾Ιλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ ᾽Αναγνώσματα.

Παροιμιῶν τὸ ᾽Ανάγνωσμα.

(Κεφ. λ' 10,26).

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. θάρσει ἐπ᾿ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ᾿ αὐτῆς ἐνδεδυμένοι εἰσί. Δισσὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίση ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. 3, 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. 5, 15-23 & 6, 1-3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ  βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν     κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν λιτὴν ἰδιόμελα.   Ἦχος α'.

θλητικὸν στάδιον σήμερον ἐπίκειται,   καὶ τὰ ἐν  αὐτῷ τελούμενα   πράγματα κατοπτεύσωμεν· ἄσπιλος γὰρ ἀμνὰς πρόκειται σφαγιασθῆναι  ὑπὲρ τοῦ σφαγιασθέντος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν Ἰφιγένεια ἡ καλλιπάρθενος, καὶ θεόνυμφος· διὸ Τριάδος τῇ πίστει τὴν τοῦ τυράννου ἔλυσεν ἀθεότητα, καὶ σὺν ἀγγέλοις χορεύουσα τῷ Σωτῆρι πρεσβεύει σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β'.

ναθεῖσα ἑαυτὴν παντοδυνάμῳ νεύματι, κρατυνομένη τῷ ἔρωτι τοῦ Χριστοῦ, καὶ τὴν γεώδη καταλείψασα στοργὴν, ἐνεδύσω τὴν λαμπάδα τῆς αἰωνίου ζωῆς, ὄλβιος  ὑπάρξασα θάλαμος, εἰς ὃν πιστοὶ  προσαναπαύονται, εἴσοδον εὑράμενοι τῆς αἰωνίου ζωῆς, μεθ' ὧν ἱκέτευε Χριστῷ, Ἰφιγένεια τρισόλβιε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ'.

Χορείας ἐγείρατε, φιλομάρτυρες, τῶν ἀγώνων ἐφέστηκεν ὁ καιρός, καὶ τῆς παρθενομάρτυρος Ἰφιγενείας ἡ ἐτήσιος μνήμη, πάντας εἰς δοξολογίαν προτρέπουσα Θεοῦ· ἀνδρείως γὰρ ἀνθισταμένη κατὰ τῶν τυράννων ἐχθρῶν τὸν παλαμναῖον δράκοντα γενναίως κατεπάτησε, καὶ τὸ στέφος ἤρατο τῆς ἀθλήσεως, καὶ παρρησίᾳ πρεσβεύει ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.

Πνευματικὴν χορείαν συγκροτήσωμεν τὰ πλήθη τῶν Ὀρθοδόξων ἐπὶ τῇ μνήμῃ, νῦν τῆς ἀθληφόρου Ἰφιγενείας· αὕτη γοῦν τὴν τοῦ θήλεος φύσιν εἰς ἀρρενότητα μετέβαλεν· διὸ καὶ ἐν μαρτυρίῳ πάσχουσα καὶ μειδιῶσα ἔλεγε:  «Πιστεύω εἰς ἐκ νεκρῶν ἀνάστασιν». Καὶ τὸ  στέφος τῆς νίκης ἀξίως κομισαμένη, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

Δόξα. Ἦχος πλ΄α'.

Τῇ παρθενικῇ σου θελχθεὶς ὡραιότητι ὁ βασιλεὺς τῆς δόξῃς Χριστὸς ὡς ἀμώμητόν σε νύμφην ἑαυτῷ ἡρμόσατο, συναφείᾳ ἀκηράτῳ· ἐν  γὰρ τῷ θελήματι αὐτοῦ, παρασχόμενος τῷ κάλλει σου δύναμιν, κατ’ ἐχθρῶν τε καὶ παθῶν ἀήττητον ἔδειξεν, ἐγκαρτερήσασαν αἰκίαις πικραῖς, καὶ βασάνοις δριμυτάταις,   στέφει   σε κατέστεψε, καὶ παρέστησεν ἐκ δεξιῶν αὐτοῦ·  αὐτὸν δυσώπει, παρθενομάρτυς Ἰφιγένεια, τοῖς ὑμνηταῖς σου δωρήσασθαι   σωτηρίαν, καὶ μέγα ἔλεος.

Ἀπόστιχα.

χος πλ. α΄. Χαροις σκητικν.

Χαίροις παρθενομάρτυς, Χριστοῦ, τῆς Ἐκκλησίας τὸ ἀέναον καύχημα, ἐν ἥβῃ εὑρισκομένη, ἐν παρρησίᾳ πολλῇ τοῦ Χριστοῦ ἐστάθης ἀντιστήριγμα, πρωΐμως ἠγώνισαι, ἀπέκρουσας  ἔνεδρα, τοῦ ἀρχεκάκου, Ἰφιγένεια πάνσεμνε, καὶ διοίνηξας  οὐρανοῦ τὰ προπύλαια. Μάρτυς ἡ ἀκαθαίρετος καὶ νύμφη ἀκήρατος, τοῦ Βασιλέως τῆς δόξης, τοῦ σὲ λαμπρῶς μεγαλύναντος· Ὃν νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Λόγος ἐφανερώθη ἁγνή, δι’ Ἀποστόλου τοῦ Ἀνδρέου βαπτίσματος, ἐδόθη σοι θεία χάρις  καὶ ἱκανή σοι ἰσχὺς  ἀνελεῖν   τυράννου τὰ κελεύσματα. Γονεῖς ἐφυλάκισαν, ἐν ἐξορίᾳ εὑρέθησαν, καἰ τὴν ἀγάπην, Ἰφιγένεια  ἔνδοξε, ἣν ἐδέξω ἐστερήθης ταλαίπωρε. Ὅθεν τὸν σὸν ἀπτόητον πόθον ἐκράτησας τοῦ μεγαλύνειν τὸν Πλάστην καὶ τὸ βραβεῖον δοθῆναί σοι.  Οὕτω σοι αἰτοῦμεν μεσιτεύειν τῷ Σωτῆρι τοῦ δοῦναι ἔλεος. 

Χαίροις ἐν διδαχαῖς ἱεραῖς, ὡς  τοῦ Θεοῦ σὺ δεξαμένη τὴν δύναμιν, ἐν ζήλῳ ἐγαλουχήθης ὑπὸ γονέων σεμνῶν, τοῦ Χριστοῦ κηρύττειν ἀφθαρτότητα. Βασάνοις ἐτράνωσας, τῆς ἀληθείας ἐπίκεντρον, ἀθανασίαν, τοῦ Χριστοῦ τὸ αἰώνιον τῆς ἀγάπης φωτεινὸν καταφύγιον. Ὅθεν παντὸς  δελέατος ἔφυγες πάνσεμνε, καὶ τῶν ἀθέων τὰς πράξεις ἀνέγνως ὡς ἄγνοιαν. Λύσιν οὖν διδόναι   ἱκετεύομεν παγκοίνως πταισμάτων ἄφεσιν.

Δόξα. Ἦχος πλ. δ΄

Τὸ πρώϊμον τῆς ἡλικίας οὐκ ἔκαμψε τὸ σθεναρόν σου φρόνημα, μάρτυς Ἰφιγένεια. Ἀλύγιστος μείνασα ταῖς τῶν δημίων παρεκτροπαῖς, εὔμορφον τὴν ψυχὴν ἐν παρρησίᾳ διεφύλαξας καὶ τῶν γονέων σου καύχημα καὶ παρηγορία ἐγένου πυρσεύματι τῆς σῆς πανωδύνου θυσίας. Ἐν σοὶ ἐλπίζομεν μάρτυς ἀξιάγαστε πρεσβεύειν Χριστῷ τῷ Θεῷ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις, τὸ τρισάγιον καὶ τὸ ἀπολυτίκιον.

Ἀπολυτίκιον.

Θείας πίστεως. Ἦχος γ΄.

Θείοις νάμασι ἐγαλουχήθης, καὶ Χριστοῦ ἐγένου μύστις, τῷ   Ἀποστόλου Ἀνδρέου βαπτίσματι,  ἐν παρρησίᾳ πολλῇ, Ἰφιγένεια, ὁμολογίᾳ Χριστοῦ ἐμαρτύρησας. Μάρτυς ἔνδοξε,   Χριστὸν τὸν Θεὸν ἱκέτευε δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Θεοτοκίον.

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τὴ ἐκ σοῦ προσληφθείση, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ Στιχολογίαν Κάθισμα.

Ἦχος α΄ Τὸν τάφον σου Σωτήρ.

ς σκεῦος τοῦ Θεοῦ, ἱκανώθης  ἁγία, κοράσιον σεμνόν, τῆς ἀνδρείας σημεῖον, ἐβάστασας τῷ σθένει σου, Ἐκκλησίαν τοῖς ἄθλοις σου. Ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, σὲ Ἰφιγένεια μάρτυς, Χριστὸν μεγαλύνοντες.

 

Δόξα.Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον .

Τὴν κλεῖδα οὐρανοῦ Θεοτόκον Παρθένον, ὑμνήσωμεν πιστοὶ σωτηρίας τὴν πύλην, ὡς πολλὴν τὴν ἀγάπησιν χορηγοῦσα τῷ κόσμῳ σου. Πάντες κλίνωμεν ἐν ἱκεσίᾳ αὐχένας, ὦ μεσίτρια  καὶ παναμώμητε κόρη, Χριστὸν εἰσακοῦσαί σου.

Μετὰ τὴν β' Στιχολογίαν Κάθισμα.

῏Ηχος δ'. Κατεπλάγη ᾽Ιωσήφ.

Μαρτυρήσασα δεινῶς, τὸν καταγέλαστον ἐχθρόν, ἐταπείνωσας σεμνή, τῇ καρτερίᾳ τῇ πολλῇ, καὶ τὸ σαρκίον ἀπηνῶς δοκιμασθεῖσα, ᾔσχυνας ἐχθρῶν τὰ μηχανήματα, ἔχουσα Θεόν, Μάρτυς ὡς φύλακα, δι οὗ ἐνίκας ματαίαν φθαρτότητα καὶ οὐρανός σε ἐθαύμασε· διὸ ἀξίως περιελήφθης τοῖς οὐρανίοις σκηνώμασι.

Δόξα τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Συνηνώθη οὐρανὸς τῇ παρθενίᾳ σου τῇ γῇ, ἀκροᾶται ὁ Θεὸς πάντων ἀνθρώπων τῆς  φωνῆς, καὶ ὡς μεσίτρια κοινή ἐμφανισθεῖσα, ἔσβεσας ἀλγῶν τὰ ἐνοχλήματα, ἔκλινας ἐν γῇ, οὖς σου εὐήκοον, Υἱοῦ σου ἔλεος χέεις ἔνδοξε, σοὶ εὐλαβῶς  καταφεύγουσι· διὸ σὺ μάχαις πνευματοφόροις ἀκαταβλήτους ἀνάδειξον.

 

Μετὰ τὸν Πολυέλεον Κάθισμα.

Ἦχος δ΄ Ταχὺ προκατάλαβε.

Καινῇ τοῦ Κυρίου σου, ἐνισχυθεῖσα χαρᾷ, τυράννου τὰ πλήγματα, ἐν ἀπτοήτῳ ψυχῇ, ὑπέστης πανεύφημε· ὅθεν καὶ προσευχῇ σου, Ἰφιγένεια, ἦρας, τῶν πολλῶν παθημάτων τοὺς ἀπέλπιδας πόνους· ἐντεῦθεν ἐν ἀθλήσει σκληρᾷ, λαμπρῶς ἐθριάμβευσας. 

Καὶ νῦν. Θεοτοκίον.

δόντες τὸ ἄμετρον τῆς εὐσπλαγχνίας ἁγνή, τιμῶντές σου ὄνομα ἐν οὐρανίαις σκηναῖς, αἰτοῦμεν συμπάθειαν πᾶσι τοῖς βουλομένοις ἐν Χριστῷ εὐσεβοῦσι, ἔχουσι σκοτισθεῖσαν ἐξ ἀγνοίας καρδίαν· ἐλαύνουσα ἐν τάχει θερμῶς   Χριστὸν παρεκάλεσας.

Οἱ Ἀναβαθμοί, τὸ α Ἀντίφωνον τοῦ δ Ἤχου.

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα...

γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν...

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Προκείμενον.

πομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Στίχ. Καί ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.

Εὐαγγέλιον

κ τοῦ κατά Ματθαῖον.

Κεφ. 15: 21-28

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί. αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· Ααἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

 

 

Ν’ Ψαλμός χύμα.

λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Δόξα... Ταῖς τῆς ᾽Αθληφόρου...

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...

Στίχ. λέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου...

᾽Ιδιόμελον, Ἦχος  πλ.β΄.

ν μαρτυρίῳ πορευθεῖσα καὶ ἀνδρείως τελοῦσα, ἐνεδύθης τοῦ Χριστοῦ τὴν δύναμιν, παριδοῦσα τὸ ἴδιον σαρκίον, παρθενομάρτυς Ἰφιγένεια. Καὶ ἐν τοῖς ἀγῶσι τὸν ἐχθρὸν καταπλήξασα, τῇ  ἀτρέπτῳ στάσει, καὶ τῇ ἐνεργούσῃ ἐν σοὶ θείᾳ χάριτι, ἐπαξίως ἐδοξάσθης παρὰ Χριστοῦ τοῦ Θεοῦ, ἐν τῇ ἀφθόνῳ δόξῃ τῶν θείων δωρεῶν. Ὅθεν δυσωποῦμέν σε, μεσιτεύειν τῇ σθεναρᾷ σου προσευχῇ ὑπὲρ ἡμῶν, αἴτει δὲ ἄφεσιν ἁμαρτιῶν, ἐκ κινδύνων προστασίαν καὶ τὸ θεῖον ἔλεος.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου.

Ὠδὴ α΄Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Τὴν θείαν ὑμνήσωμεν καὶ ὲπαινέσωμεν μάρτυρα, καὶ χάριτος ἔσοπτρον τῆς Ἐκκλησίας Χριστοῦ, Ίφιγένειαν Κυρίῳ σφραγισθεῖσαν, χαρᾶς κόσμου πρόξενον καὶ παραμύθιον.

μνήμη σου   πάνσεμνε,  ἐφαπλουμένη ὡς πάμφωτος, πιστούς κατηξίωσε  τῆς Ἐκκλησίας Χριστοῦ, ὡς φωτόλαμπρον ἀστέρα καρτερίας, συρρέειν τιμῆσαί σε μάρτυς πανένδοξε.

Γενναίῳ φρονήματι   ἀπεμακρύνθης  πανεύφημε, τοῦ βίου γλυκύτητος ἐν μαρτυρίῳ φρικτῷ, προσεδόκεις γὰρ στεφάνου σοι δοθῆναι, ἀλώβητον ἔχουσα ὁσίαν ἁγνότητα.

Θεοτοκίον.

γνὴ σκέπε φρούρησον τοὺς ἐν κινδύνοις βαδίζοντας, Θεῷ μεσιτεύουσα ἐν ἀσφαλείᾳ πολλῇ, καρδιῶν αὐτῶν Χριστῷ ἐμπιμπραμένων, ἀπόρθητον γίγνεσθαι ψυχὴν ἐκ πτώσεως.

Ὠδὴ γ΄ Τοὺς σοὺς ὑμνολόγους.

νδρέου τὸ βάπτισμα ἐδέχθης,  Χριστόν σε διδάξαντος θερμῶς, ἐτίμησας πανένδοξε  σπουδὴν γονέων εὔλογον,  τηρεῖν ἄπτωτον φρόνημα ὡς θησαυρὸν, Ἰφιγένεια.

δίψησας μάχεσθαι ἐνθέως, τειχίσαι ἀδάμαστον ψυχήν, ἀνθίστασθαι  τοῖς πόνοις σου ἐν τοῖς βασάνοις ἄκαμπτον, τὸ σὸν σῶμα ἀναίσθητον,  σὲ μειδιῶσαν πανύμνητε.

ράΐσας πόνους μαρτυρίου, σιδήρου ἀκίδας αὐχμηράς  εἰς ὄνυχας, πανθαύμαστε, καὶ τῶν μελῶν ἐξάρθρωσιν, μαστῶν εὐθὺς ἀφαίρεσιν, πῶς σοῦ ὑμνῆσαι τὴν δύναμιν.

Θεοτοκίον.

κύησας Ἄχραντε ἐν μήτρᾳ, παράδοξον κύημα Χριστὸν, Υἱὸν τὸν τοῦ Παντάνακτος, καινὴν γονὴν ποιήσαντος, καὶ σὲ ἄμεμπτον ἴνδαλμα ἐν ταῖς καρδίαις ὑπάρχουσαν.

Κάθισμα.

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Τῶν οὐρανίων τὸ γλυκὺ προορῶσα, τῶν ἐπιγείων τὸ ῥευστὸν παριδοῦσα, ταῖς νοητοῖς ἐνέμεινας ἐλπίσι σεμνή· ὅθεν πρὸς τὰ σκάμματα τῆς ἀθλήσεως, Μάρτυς, χαίρουσα εἰσέδυσας καὶ τῇ νίκῃ ἐστέφθης, καὶ ἐνεδύθης ἔνδυμα λαμπρόν, πεποικιλμένον, σεπτὴ Ἰφιγένεια.

Δόξα. Τὸ αὐτό.

Καὶ νῦν. Θεοτοκίον.

κορυφαία τῶν ἁγίων ἰδοῦσα, τῶν ἐγκοσμίων τὰ φθαρτὰ καὶ τὰ πάθη, τοὺς ὀφθαλμοὺς ἀγρύπνους σου  ἐτήρεις ἁγνή· ἔχουσα τοῖς πάσχουσι προσοχήν ἐστραμμένην, ἄκουσον, ἱκέτευσον τῷ Θεῷ εἰσακοῦσαι,τὰς προσευχὰς ψυχῶν τῶν ταπεινῶν, ἀδιαλείπτως ὡς ὄργανον χάριτος.

Ὠδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

φιγένεια ῥυσθεῖσα τῶν φθαρτῶν ἀπετόλμησας, σύγκρουσιν ἀνδρείαν τοῖς ἀθέοις δημίοις σου, πρὸς τοῦ Χριστοῦ τὴν ἀλήθειαν ἀνοίξασα τὰ περάσματα τοῖς ἐννοοῦσι θυσίαν σου.

Οἱ γονεῖς σου σὺν τῷ Μάρκῳ τῷ Διοικητῇ διετράνωσαν  μάρτυς σοῦ τὰ πάθη τὰ φρικτὰ καὶ διέδωσαν τοῦ Λυτρωτοῦ πολιτείαν τοῖς  σπεύδουσι τὰ κηρύγματα τοῦ ἀκροᾶσθαι ἐν πνεύματι.

Πρωτοπόροι  ἐν τῇ πίστει συνεδέθησαν κήρυκες, μάρτυρος θυσίαν ἥνωσαν φωνὰς καὶ ἀνέδειξαν, εἰς  θεϊκὴν διαφώτισιν πληθύναντες τὰ κοιτάσματα  τῶν μυηθέντων τῇ χάριτι.

Θεοτοκίον.

Τοὺς οἰκέτας σου εἰς κράτος δόξης θείας κατεύθυνον, Κεχαριτωμένη,   κύησιν ἀπείρανδρον  ἔχουσα,   μεγαλυνόντων     ἐκ βαθέων σοῦ ὄνομα,  οὗ ἐπίκλησιν κόσμος Θεοῦ προσυπέγραψε.

Ὠδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Τρυφήσασα ἔνδοξε  Ἀνδρέου κατηχήσεσι, ἐγνώρισας Χριστοῦ φεγγοβολίαν, σὺν τῇ εἰρήνῃ, χαριτωθεῖσα σεμνή, νῦν χαίρεις ἐν δόμοις οὐρανῶν, ἔπλησας καρδίαν σου τοῦ βραβείου τῆς νίκης σου.

ντλήσασα δύναμιν, ἐκ πίστεως χαλύβδινον, μάρτυς Ἰφιγένεια ἐθάρσεις, κατὰ κακίας  τῶν χαλεπῶν   διωκτῶν, ὧν πράξεις ἐγένοντο τροφή, ἔναυσμα τοῦ πόθου σου διὰ θεῖα καὶ ἄρρητα.

δὸν, Ἰφιγένεια, εὑροῦσα  ἀναβάσεως, ἀπέκλεισας παρόδους ἀσημάντους, τῆς ἁμαρτίας καὶ ἡδονῶν ἀπατηλῶν, ὧν ἔξοδος θάνατος οἰκτρός, ἄδυτον κατάλυμα καὶ τῶν θλίψεων  οἴκημα.

Θεοτοκίον.

Νικήτορας πάναγνε, τοὺς δούλους σου ἀνάδειξον, ἐν  στίβῳ τῷ τοῦ βίου καθ΄ἑκάστην, ἡ τετοκυῖα τὸν νικητὴν τῆς φθορᾶς κυρίαρχον Κύριον παντός, φίλον τῆς ζωῆς ἡμῶν, ἁμαρτίας πολέμιον.

Ὠδὴ στ΄. Τὴν θείαν ταύτην.

 νδρέαν φίλον Ἀπόστολον  Χριστοῦ τὸν μαθητὴν ἐδικαίωσας, στερρῶς ὑπήκουσας, ὃς ταπεινῶς ὑπηγόρευσε σοὶ διδαχὰς Κυρίου διὰ βαπτίσματος.

πὲρ Χριστοῦ ὃν ἠγάπησας, ἠρνήσω πᾶσαν βίου σου ἄνεσιν καὶ ἐγκατέλειψας πάσης τερπνότητος θέλγητρα, ὑπόδειγμα τῶν νέων καὶ ἀγαλλίαμα.

ποκηρύξασα εἴδωλα, ἀρδεύσασα  τὴν δρόσον τοῦ πνεύματος, Χριστοῦ ἀλήθειαν,  δύσβατον  μάρτυς  ἐβάδισας, τὸν δρόμον ἐμποδίων ὧν ὑπερκέρασας.

Θεοτοκίον

Λιταῖς Παρθένε δεήσεσι  τῆς μάρτυρος Χριστοῦ συνηρίθμησας ἡμῶν αἰτήματα, μεσιτειῶν σου ἀστείρευτον καὶ λόγον συμπαθείας Χριστῷ ἀπεύθυνον.

Κοντάκιον. Ἦχος β΄ Ὁ ὑψωθεὶς.

ὑψωθεῖσα τῇ ἀνδρείᾳ σου μάρτυς, τῶν ἐπιγείων τὸ φθαρτὸν παριδοῦσα, ταῖς ψυχικαῖς δυνάμεσι ἀντέστης πληγαῖς· εὗρες τὸν Παράδεισον μακαρία παρθένε, χαίρουσα εἰσέδραμες καὶ τὰ ἄρρητα εἶδες, καὶ τῶν γονέων ἤγειρας χαρὰν διὰ τὴν νίκην σεπτὴ Ἰφιγένεια.

Ὁ Οἶκος.

Τῷ πόθῳ ἐπτερώθης τοῦ κτίστου σου καὶ ἠνδρώθης γενναίῳ φρονήματι, ἐφηβείας τρυφερότητα καὶ γυναικείαν φιλαρέσκειαν, ὡς ἀφέλειαν ἀποκηρύξασα· πάντας γὰρ ἐκπλήττεις ἐν τῇ ἀθλήσει σου μάρτυς. Πάντα  τὰ δεινὰ ὑπερκεράσασα , γονέων ἐξορίαν, τεμαχισμὸν μαστῶν, ὀνύχων ἐφέλκυσιν, ἐξάρθρωσιν μελῶν, οὐρανίῳ νέκταρι ἐτράφης καὶ χρυσῷ στεφάνῳ ἐστέφθης ὑπὸ τοῦ δωρεοδόχου Κυρίου.

Συναξάριον

Τῇ ιστ΄τοῦ μηνὸς μνήμη τῆς ἁγίας παρθενομάρτυρος Ἰφιγενείας.

Στίχοι. Σαρκὸς νεκρωθεῖσα Ἰφιγένεια πᾶν μέλος

              Θανοῦσα συνοικεῖς τοῖς ἀσάρκοις Ἀγγέλοις.

Αὕτη ἦν ἐν τοῖς χρόνοις Νέρωνος του βασιλέως καὶ Μάρκου διοικητοῦ ἐν τῇ ἐπαρχίᾳ Τοκάτῃ τοῦ Πόντου τῆς Μικρᾶς Ἀσίας. Αὕτη καὶ ἡ οἰκογένειά της ἐγνώρισαν τὸν Χριστὸν διὰ τοῦ πρωτοκλήτου Ἀποστόλου Ἀνδρέου βαπτισθέντες ὑπ΄αὐτοῦ. Οἱ γονεῖς αὐτῆς συνελήφθησαν και ἐξωρίσθησαν, ἡ δὲ κόρη εἰς ἡλικίαν 15 ἐτῶν συνελήφθη καὶ ἐβασανίσθη ἀπηνῶς ὑπὸ τῶν στρατιωτῶν τῆς περιοχῆς ἐντολῇ τοῦ Διοικητοῦ Μάρκου. Ἐνώπιον αὐτοῦ ὡμολογήσασα τὴν πίστιν εἰς Χριστὸν εὐθαρσῶς καὶ μὴ μεταπεισθεῖσα δια λόγων κολακευτικῶν καὶ ὑποσχέσεων,  ἔλαβε σκληρὰν δοκιμασίαν διὰ αὐχμηρῶν σιδήρων εἰς τοὺς ὄνυχας, ἐξάρθρωσιν μελῶν καὶ τεμαχισμὸν μαστῶν. Ὁ Διοικητὴς Μᾶρκος μετενόησε καὶ ἐζήτησε συγχώρησιν. Αὕτη συνεχώρησε τὸν διώκτην αὐτῆς μειδιῶσα καὶ λέγουσα· Κύριε Ἰησοῦ Χριστὲ ἐλέησόν τὸν δοῦλόν σου προσθέτουσα· Πιστεύω εἰς τὴν ἐκ νεκρῶν ἀνάστασιν. Καὶ παρέδωσε τὴν πάγκαλον ψυχήν της εἰς χεῖρας τοῦ Νυμφίου Χριστοῦ.

Εἶτα ὁ Μᾶρκος ἔφερε ἐκ τῆς ἐξορίας τοὺς γονεῖς αὐτῆς, οἳτινες μανθάνουσι τὰ  ὅσα ἔλαβον χώραν καὶ καταλαμβάνονται ὑπὸ ἐνθουσιασμοῦ καὶ ὑπερηφανείας. Ἐν συνεχείᾳ μεταβαίνουσι εἰς τὸν τόπον ὅπου ἔκειτο ἡ λάρναξ ἡ περιέχουσα τὸ μεμυρωμένον καὶ μαρτυρικόν αὐτῆς σῶμα καὶ ἠσπάζοντο τοῦτο χαίροντες, αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν.Ὁ Διοικητής, μάρτυς τῶν ἁγίων τούτων στιγμῶν, ὁμολογεῖ μετὰ ἰσχυρᾶς κραυγῆς τὴν εἰς Χριστὸν πίστιν καὶ ὁμοῦ μετὰ τῶν γονέων τῆς ἁγίας ἐργάζονται διὰ τὴν ἐξάπλωσιν τοῦ Χριστιανισμοῦ εἰς τὰ μέρη του Πόντου.

Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

φιγένεια, ἐν δόξῃ μαρτυρήσασα , ἀνέσεις ἔφυγες καὶ αὐταρκείας ζωήν, πορείαν ἐχάραξας  σώματος στέρησιν· κατὰ βούλησιν ἐδοκιμάσθης πάγκαλε, δι΄ ἀγάπην Χριστοπίστων.

Τὴν ἀνάβασιν ἐζήλωσας διδάγμασι Ἀνδρέου ἔθνεσι καὶ πολιτείᾳ τῇ σῇ,  εἰς δόμους λαμπρότητος, χάριτος ἔλλαμψιν· εἰς κατήχησιν  ἐκακουχήθης δείξασα, τοῦ Σταυροῦ ὑπεραξίαν.  

νεφώνησας τοῦ Μάρκου ἱκετεύσαντος  δοθῆναι ἄφεσιν ἐν μετανοίᾳ πολλῇ, «ἐλέησον Κύριε δούλου σου πταίσματα»· ἀπερίγραπτος ἡ τῆς ψυχῆς σου ἄνοιξις, ἐν χειμῶνι τῆς κακίας.

Θεοτοκίον.

πανάληψιν ζωῆς ἡμῖν ἐδώρησας, Παρθένε ἄσπιλε, εὐλογημένη γυνή, Χριστὸν ὃν σὺ ἔτεκες καὶ τὴν Ἀνάστασιν, ἀνεξάντλητον τὴν μυροθήκην ἔχουσα εὐωδίας ἀθανάτου. 

Ὠδὴ η΄. Παῖδας εὐαγεῖς

σχες τοῦ Χριστοῦ τὴν εὐλογίαν, ὑπέδειξας τοῖς ἀπίστοις κόρη πάνσεμνε, στόχου τὴν ἐπίτευξιν, σβέσασα σκοτόμαιναν, ὡς συνεργάτην ἔχουσα προστάτην Ἄγγελον, τὴν δύναμιν διδόναι ἐν πόνοις, ἵνα καταστείλῃς τὸν ζόφον μαρτυρίου.

Χάρις ἐπεσκίασέ σε μάρτυς, ἠνέχθης τοὺς ἐπιπόνως εὐτελίζοντας σῶμά σου τὸ ἄμωμον, κάλλος σου τὸ ἔκπαγλον παραμορφοῦντας φέγγος σου ψυχῆς ὃ ἄκρυπτον παρέμεινεν ἀνύμφευτε κόρη, καὶ ἀναλλοιώτως ἐλπίδα πᾶσι φέγγει. 

λην κατεπάλαισας μανίαν, Χριστῷ ὡλοκαυτώθης ὡς θυμίαμα, τεῖχος τὸ ἀσάλευτον,  ζήλῳ τῆς ἀθλήσεως, μαρτυρησάντων πρότερον, τὸ θεῖον ἔλεος τιμῶσί σε ἐξαίτει ἁγία, καὶ τοῖς ἀσθενοῦσι τὴν ἴασιν δοθῆναι.

Θεοτοκίον

Λόγοις το γγέλου κατεγνώσθης, ς Μήτηρ το Κυρίου Παναμώμητε, μέγα τ μυστήριον, μάρτυρος πειστήριον, ξ ο προθύμως θυσε, τν βίον παντα, ες Κύριον Κυρία γγέλων· θεν σε τιμμεν ες πάντας τος αἰῶνας.

δ θ΄. πας γηγενής.

Χαρε κορασίς, μειδίαμα εγλωττον μακαριότητος, κφρασις γνότητος, ντ μίχλης αθριον σκήνωμα, τν θλιβομένων πιδε, φιγένεια, ξ ψίστου,  πίστει κετεύοντας κα θερμς ατουμένους πρεσβείας σου.

στρον φαεινν, δο νατέταλκεν σπερ τν μάγων λαμπρόν, φάρος ς φώτισε, σεμνν νθρώπων πσαν πόστασιν, ν κατανύξει ψάλλοντες γκωμιάσωμεν κκλησίας στλον παράθραυστον, φιγένειαν κόρην κύμαντον.

Σάλπιγξ χηρά, νήγγειλας θνεσι τς ληθείας πηγήν, νδον ζωηφόρον πρ, τερπν καρδία τις δέξατο, δι θυσίας Κύριον τν σωματούμενον κ τν αμάτων, πάντας τν υόμενον κ παθν τος ατν κετεύοντας.

Θεοτοκίον.

ρθης ταπεινς, Παρθένε χήματι το Πλαστουργο μν, ν  ειμακάριστε, χωρς δίνων σπορς κύησας,  πανευλαβς δοξάζομεν τ μεγαλεά σου, κα βομεν· δένδρον γλαόκαρπον Θεοτόκε πρεσβείαις σου σσόν με.

ξαποστειλάριον.

ορανν τος στροις.

ν μαρτυρί φάνη σ δούλωτος ψυχή, τ τρυφερόν σου σαρκίον ρθη ες  σκήνωμα σεπτόν,  κα ο πιστο προσκυνομεν φιγενείας τν χάριν.

Θεοτοκίον.

θαυμαστς προκρίνας νακαινίσαι τν δάμ, κα τ σαρκ φορέσας ν φθαρσί τν φθοράν, Παρθένε  σκεος γένου το Ζωοδότου ες κόσμον.

Εἰς τοὺς Αἰνους

Ἱστῶμεν στίχους δ΄κα ψάλλομεν τ ξς Προσόμοια.

Ἦχος α΄ Πανεύφημοι μάρτυρες.

 

μνοῦσι, ἀοίδιμε, χοροί τὴν σεπτὴν σου ἄθλησιν, τὴν κτίσιν πᾶσαν φωτίσασαν, σπουδαίοις φθέγμασι, ἃ ἐν μαρτυρίῳ εὐθαρσῶς  ἐφώνησας, «πιστεύω εἰς νεκρῶν τὴν ἀνάστασιν» σεμνὴ ἀπτόητος, πανσεβάστως ἑορτάζομεν ἐφυμνίοις, ὡράϊσμα χάριτος.

λύτων δεσμῶν τῶν εἰς Χριστὸν, ἀσφαλῶς  συνδήσασα,  διὸ βροτοὺς καταπλήξασα, ἀγάπην ἔπεμψας καὶ τῆς ἀληθείας  τὸ ἔνθεον κήρυγμα φωσφόρον τοῖς σοῖς λόγοις ἀνέδειξας,  ἐν γενναιότητι , ἱκετῶν σου ἀντιλήπτορα σὲ καλοῦμεν Ἰφιγένεια πρεσβείαις σου.  

κόσμησας μάρτυς τὴν ψυχὴν ἀρετῶν τοῖς κάλλεσι, ἀνδρείως ὕψωσας ῥήμασι, διδοῦσα ἄφεσιν, ἐν τῷ μαρτυρίῳ διέκρινας ἄγνοιαν, μὴ παύσῃ σθεναρῶς  τῷ Παντάνακτι,  σὺν ταῖς πρεσβείαις σου, ἱκετεύειν Ἰφιγένεια τῶν παθόντων πραΰνειν τὰ τραύματα.

Εἰς λάρνακα ἔσπευσαν γονεῖς ἀσπασθῆναι σῶμά σου,  ηὐλόγουν χαίροντες Κύριον, ὅς γέρας ἔδωκεν ἐν τῷ  Παραδείσῳ γαλήνῃ εὐφραίνεσθαι, θεόθεν τιμωμένη πανένδοξε, πίστει ἀνέθηκας, τὴν ζωήν σου  Ἰφιγένεια τῷ Σωτῆρι Ἀγγέλους ζηλώσασα.

Δόξα. Ἦχος πλ. α΄.

νέπτης εἰς οὐρανούς, ἡ τοῦ Χριστοῦ περιστερὰ πτέρυξι τῆς ἀθλήσεως εἰς ὁμολογίαν πίστεως καὶ τῆς ἀποστολικῆς σου διαθέσεως ἐν τῷ μαρτυρίῳ. Νυμφίον τὸν Χριστὸν καὶ Θεὸν ἀγαπήσασα, ταῖς ἀρεταῖς κοσμηθεῖσα, καὶ πεποικιλμένη πόνοις ἐνθέοις, τοῦ νυμφῶνος τοῦ αὐτοῦ Ἰφιγένεια ηξίωσαι. Ὅθεν ἀποξήρανον τὴν πηγὴν τῶν παθῶν μου καὶ χειμάρρου καταξίωσον τρυφῆς με, ταῖς ἀειζώοις πρεσβείαις σου.

Καὶ νῦν. Θεοτοκίον.

Μακαριζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ συνήθη.

Ὁ Ἀπόστολος.

Προκείμενον. Ἦχος δ' [Ψαλμός 67]

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Στίχ. ν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.

Κεφ.  3:23-29, 4:1-5

δελφοί,  πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ ᾿Ιησοῦ· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι ᾿Ιουδαῖος οὐδὲ ῞Ελλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ ᾿Ιησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ ᾿Αβραὰμ σπέρμα ἐστὲ καὶ κατ᾿ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ᾿ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.

λληλούϊα [γ΄].

Στίχ. πομένων ὑπέμεινα τὸν Κύριον.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.

Εὐαγγέλιον

κ τοῦ κατὰ Ματθαῖον.

Κεφ. 10: 16-22

Επεν Κύριος τος αυτο Μαθητας· ᾿Ιδο γ ποστλλω μς ς πρβατα ν μσ λκων· γνεσθε ον φρνιμοι ς ο φεις, κα κραιοι ς α περιστερα. Προσχετε δ π τν νθρπων· παραδσουσι γρ μς ες συνδρια κα ν τας συναγωγας ατν μαστιγσουσιν μς. Kα π γεμνας δ κα βασιλες χθσεσθε νεκεν μο, ες μαρτριον ατος κα τος θνεσιν. ταν δ παραδιδσιν μς, μ μεριμνσητε πς τ λαλσητε· δοθσεται γρ μν ν κεν τ ρ τ λαλσετε. Ο γρ μες στε ο λαλοντες, λλ τ Πνεμα το Πατρς μν, τ λαλον ν μν. Παραδσει δ δελφς δελφν ες θνατον, κα πατρ τκνον· κα παναστσονται τκνα π γονες, κα θανατσουσιν ατος. Κα σεσθε μισομενοι π πντων δι τ νομ μου· δ πομενας ες τλος, οτος σωθσεται.

 

Κοινωνικόν.

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Μεγαλυνάριον

Χαίροις  Ἰφιγένεια έν Χριστῷ, οἷα στρατιώτης, τοῦ Σωτῆρος πανευκλεής, τὴν ἄθλησιν ὑπέστης, τὸν στέφανον ἐδέχθης, γονέων παρρησία, λαμπρῶς δεδόξασαι.