The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

 ΜΑΪΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΣΤ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Ἡγιασμένου.

  

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ Ὁσίου γ'.

Στιχηρὰ τοῦ Ὁσίου

Ἦχος πλ. β'

Ὅλην ἀποθέμενοι

Νέφει τὴν ἐπίβασιν, αὐτοῦ τιθεὶς ὡς Δεσπότης, ἐν νεφέλῃ κούφῃ πρίν, καταβὰς εἰς Αἴγυπτον τοὺς ἐκλάμψαντας, ἐκλεκτοὺς προώρισε, τοὺς ἁρπαζομένους, ἐν νεφέλαις ὡς θεόφρονας, μεθ' ὧν Θεόδωρος, ὁ Ἡγιασμένος Πατὴρ ἡμῶν, ὁ πύργος ὁ ἀκράδαντος, ὁ τὴν ἀρετὴν περιβόητος, ὁ φαεινοτάταις, ἐλλάμψεσιν ἐκλάμπων τοῦ Χριστοῦ, καὶ παρρησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Αἴγυπτος ἡ πρότερον, δαιμονικαῖς μαινομένη, τελεταῖς καὶ πάθεσιν, ἀσκητῶν νῦν τάγμασιν ὡραΐζεται, καὶ ποικίλοις κάλλεσιν, ἀρετῆς ἐνθέου, κοσμουμένη διαδείκνυται, ἐν ᾗ διέλαμψε, θείων δωρεῶν ὁ ἐπώνυμος, Θεόδωρος ὁ Ὅσιος, ὁ θεοειδὴς καὶ θεόληπτος, ὁ τὴν θαυμασίαν, ταπείνωσιν μιμούμενος Χριστοῦ, καὶ παρρησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

σκησιν ἐγκράτειαν, ὑπομονὴν καρτερίαν, ἀποχὴν κακότητος, ἀρετῆς περίληψιν ἐκ νεότητος, ὁ σοφὸς Θεόδωρος, ἀσκητῶν ὁ μέγας, ὁ θεόφρων ἐπεδείξατο, θερμός γενόμενος, θείας ἐραστὴς ἀγαπήσεως, καὶ πάντα τὰ ὁρώμενα, χαίρων ὑπερβὰς ὁ θαυμάσιος, διὰ θεωρίας, ὑψούμενος ὡμίλει τῷ Θεῷ, καὶ παρρησίᾳ πρεσβεύει νῦν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νν... Τῆς Ἑορτῆς

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς.

Τοῦ Ὁσου χος α'

Τῆς ἐρήμου πολίτης, καὶ ἐν σώματι ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε πατὴρ ἡμῶν Ἀνδρόνικε, νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχάς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Καὶ τῆς Ἑορτῆς

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Οἱ Κανόνες τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.

Ὑμνῶ Θεοῦ σε δῶρον ἡγιασμένον.

Ποίημα Θεοφάνους.

δὴ α' Ἦχος β'

Ἐν βυθῷ κατέστρωσε ποτὲ

μνῳδίαις μέλλοντι τὴν σήν, μέλπειν νῦν πανήγυριν, τῶν θεϊκῶν δωρεῶν ὡς ἐπώνυμος, δωρεὰν παράσχου μοι, φωτοφόρων ἐκ θησαυρῶν ἀρυόμενος, τῶν ἀδαπανήτων, χάριτος τῆς θείας Παναοίδιμε.

Μελετῶν τὸν νόμον ἐμμελῶς, Πάτερ τὸν ἁγνότατον, ὅλος ἁγνὸς καὶ καθαρὸς γεγένησαι, τῷ πανάγνῳ Λόγῳ δέ, ῥυθμιζόμενος, τῆς ἁγνείας λαμπρότατον, σκεῦος ἀνεδείχθης, καὶ ἡγιασμένον παμμακάριστε.

Θεοτοκίον

Νεκρωθεὶς τῷ κόσμῳ καὶ ζωήν, Πάτερ τὴν ἰσάγγελον, ἐπὶ τῆς γῆς εὐσεβῶς μετερχόμενος, τῷ ἐξανατείλαντι, ἐκ λαγόνων παρθενικῶν ἠκολούθησας, τὸν σταυρὸν ἐπ' ὤμων, ἄρας σου θεόφρον παναοίδιμε.

δὴ γ'

Ἐξήνθησεν ἡ ἔρημος

ς δῶρον ἀγαπώμενον, τῷ Δεσπότῃ Ὅσιε, τὴν σὴν ψυχὴν Θεόδωρε, σεσωσμένην καὶ δι' ἀσκήσεως, παθῶν ἀπηλλαγμένην προσενήνοχας.

Θεῷ καθιερούμενος, ὑπερέβης Πάνσοφε, τῶν ὁρατῶν τὴν αἴσθησιν, καθαρῷ δὲ νῷ προσωμίλησας, Νοῒ ὑπερτάτῳ παμμακάριστε.

Θεοτοκίον

μάκρυνας εἰς ἔρημον, φυγαδεύων ἔνδοξε, τὸν ἐκ Παρθένου λάμψαντα, Θεὸν Λόγον σὺ προσδεχόμενος, ἐν ᾧ καὶ διεσώθης ἀξιάγαστε.

Ὁ Εἱρμὸς

ξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθῃ ἡ καρδία μου.

Κάθισμα Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον

Τὰ ἐπίγεια πάντα καταλιπών, καὶ ἐν κόσμῳ ὑπάρχων σωματικῶς, τῷ πνεύματι γέγονας, τῶν Ἀγγέλων συμμέτοχος· τὰ γὰρ παρόντα πάθη, νεκρώσας τοῦ σώματος, τῆς τριάδος ἐδείχθης, θεράπων μακάριε· ὅθεν καὶ νοσούντων, θεραπεύεις τὰ πάθη καὶ λόγῳ τὰ πνεύματα, ἀπελαύνεις τῇ χάριτι, θεοφόρε Θεόδωρε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ τῆς Ἑορτῆς

δὴ δ'

Ἐλήλυθας, ἐκ Παρθένου

μόσκηνος, Παχωμίῳ τῷ θείῳ γενόμενος, τοὺς τρόπους ἐζήλωσας, Πάτερ θεόφρον Θεόδωρε, τούτου τὴν ἐγκράτειαν, καὶ τὴν ὀρθόδοξον πίστιν ἐκμιμούμενος.

μνουμένης, βασιλείας καὶ θείας ἐλλάμψεως, ἀξίως τετύχηκας, ὡς γεγονὼς ἐπιτήδειος, Πάτερ καθαρότητι, πρὸς μετοχὴν τῆς ἀφθάρτου ὡραιότητος.

Σκηνώματα, Αἰθιόπων δαιμόνων συστήματα, τὴν σὴν ἐπτοήθησαν, ὑπομονὴν καὶ ταπείνωσιν, καὶ τὴν ἀκατάπαυστον, ἐν ἀγρυπνίαις σου στάσιν Ἀξιάγαστε.

Θεοτοκίον

ν ἐκστάσει, κεφαλαὶ δυναστῶν διεκόπησαν, τῷ φόβῳ τοῦ τόκου σου, Θεογεννῆτορ πανάμωμε, δῆμος τῶν Ὁσίων δέ, ἐθαυμαστώθη ἀξίως θείᾳ χάριτι.

δὴ ε'

Μεσίτης Θεοῦ

Δογμάτων θερμῶς, τῶν σεπτῶν ἐχόμενος διέλυσας, πασῶν τῶν αἱρέσεων, τὰς πεπλανημένας ὑπολήψεις Σοφέ, τῆς Τριάδος τῇ πίστει, περιφρουρῶν τὴν ποίμνην σου.

ς φῶς ἀληθῶς, ἐπὶ γῆς διέπρεψας Θεόδωρε, πολιτείαν ἄμεμπτον, πεπολιτευμένος παναοίδιμε, ἀσκητῶν ἡ τερπνότης, τῶν μοναστῶν τὸ καύχημα.

Θεοτοκίον

οαῖς ἀσκητά, τῶν δακρύων ἄρδων τὴν καρδίαν σου, καρποφόρον ἔδειξας, τῷ ἐξανατείλαντι Δεσπότῃ Χριστῷ, ἐκ Παρθένου Ἁγίας, Θεόδωρε πανόλβιε.

δὴ ς'

Ἐν ἀβύσσῳ πταισμάτων

λαμπρὸς καὶ θεάρεστος βίος σου, σοὶ τὴν ἐπουράνιον Πάτερ λαμπρότητα, τὴν τῶν Ἁγίων ἔδειξεν, ἐν σκηναῖς οὐρανίοις Θεόδωρε.

Νικητὴς τροπαιοῦχος Θεόδωρε, τῶν τῆς πονηρίας πνευμάτων γεγένησαι, τῷ Παρακλήτῳ Πνεύματι, συνεργῷ κεχρημένος θεόληπτε.

Θεοτοκίον

νεφέλη ἡ κούφη ὑπάρχεις, Ἁγνή, ἧς ἐπικαθήμενος ἦλθεν εἰς Αἴγυπτον, ὁ παντοκράτωρ Κύριος, καὶ φωστῆρας ὁσίους εἰργάσατο.

Ὁ Εἱρμὸς

ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον, ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.

Κοντάκιον Ἦχος β'

Τὰ ἄνω ζητῶν

ν οἴκῳ Θεοῦ, ὡς φοίνιξ σὺ ἐξήνθησας, καρπούς τε αὐτῷ, ἀρετῶν προσενήνοχας, διὰ τῆς ἀσκήσεως, τῆς ἀρίστης Πάτερ Θεόδωρε· ὅθεν καὶ μακαρίζῃ νῦν, ὡς τῶν Ἀσωμάτων ἰσοστάσιος.

Συναξάριον

Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Ἡγιασμένου.

Στίχοι

Δῶρόν σε θεῖον Θεόδωρε δεικνύει

ν Ἁγίοις Ἅγιος ἡγιασμένε.

Τῇ δέγε ἑνδεκάτῃ Θεόδωρος ἀφίπτατο γαίης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀλεξάνδρου, ἀρχιεπισκόπου Ἱεροσολύμων.

Μνήμη τῶν ἁγίων μαρτύρων Αὐδᾶ, Αὐδιησοῦ, ἐπισκόπου, καὶ τῶν σὺν αὐτοῖς τριάκοντα ὀκτώ, πρεσβυτέρων δέκα ἕξ, Διακόνων ἐννέα, μοναχῶν ἕξ, καὶ παρθένων ἑπτά.

Οἱ ἅγιοι μάρτυρες Ἰσαάκιος, Συμεὼν καὶ Δαχθισόης πυρὶ τελειοῦνται.

Οἱ ἅγιοι Ἀββάδες, οἱ ἐν τῇ μονῇ τοῦ ἁγίου Σάββα, ὑπὸ τῶν Βλεμμυῶν ξίφει τελειοῦνται.

ἅγιος μάρτυς Παπηλῖνος ξίφει τελειοῦται.

ἅγιος μάρτυς Πέτρος, ὁ ἐν Βλαχέρναις, βουνεύροις τυφθείς, τελειοῦται.

ἅγιος Νικόλαος, πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται.

Μνήμη τῆς ἁγίας Εὐφημίας πλησίον τοῦ νεωρίου λιμένος εἰς τὴν ἁγίαν Δύναμιν.

Ταῖς αὐτων ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ ζ'

Ἀντίθεον πρόσταγμα

Γνωστῶς ἐπεπόθησας, ὡς ὁ θεόπτης, Θεοῦ τὴν λαμπρότητα, θεάσασθαι Θεόδωρε· διὸ τὰ ὁρώμενα πάντα κατέλιπες, γνόφον ὑπεισδύνας δὲ ὁρᾶν, κατηξιώθης τὸν ἀκατάληπτον.

ὸν σὺ τοῦ ὄφεως τοῦ ψυχοφθόρου, παμμάκαρ Θεόδωρε, μηδαμῶς προσηκάμενος, τὸ τούτου μνημόσυνον Πάτερ ἀπώλεσας, μνήμην ἀκατάπαυστον Θεοῦ, ἐν σῇ καρδίᾳ σοφῶς κτησάμενος.

Θεοτοκίον

γίων τὸν Ἅγιον τὸν ἐν Ἁγίοις, ἐπαναπαυόμενον ἁγίως ἀπεκύησας, Παρθένε πανάμωμε, δι' εὐσπλαγχνίαν πολλήν, ἄνθρωπον γενόμενον ἐκ σοῦ, σωματωθέντα τὸν πρίν ἀσώματον.

δὴ η'

Κάμινος ποτὲ

Σὺ φωτοειδής, φωτὶ τῷ φανοτάτῳ, προσομιλήσας ἐναπέφηνας, παμμάκαρ Θεόδωρε, τῇ ἑνώσει τῇ ἀμείνονι, ὑπερφυῶς θεούμενος, κράζων νῦν· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.

Μάρτυς γεγονώς, στερρὸς πρὸς ἁμαρτίαν, μέχρις αἱμάτων ἀνθιστάμενος, θεόφρον Θεόδωρε, τῷ στεφάνῳ τῆς ἀθλήσεως, σὴν κορυφὴν ἐκόσμησας, κράζων νῦν· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.

Θεοτοκίον

φανεν ἡμῖν, ἐκ σοῦ Θεογεννῆτορ, δικαιοσύνης φαιδρὸς Ἥλιος, φωτίζων τὰ πέρατα, λαμπηδόσι τῆς Θεότητος, σωματωθεὶς ὁ Ὕψιστος, ὃν περ νῦν ἀνυμνοῦμεν, πάντα τὰ ἔργα ὡς Κύριον.

Ὁ Εἱρμὸς

Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα, ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.

δὴ θ'

Ἀνάρχου Γεννήτορος

Νῦν οὐ δι' αἰνίγματος, σοὶ ὁ Χριστὸς ὀπτάνεται, πρὸς δὲ πρόσωπον μᾶλλον ὁρᾶται πρόσωπον, τῇ τῆς ἀληθείας ἐμφάσει, τῶν τῆς σκιᾶς λυθέντων ἐσόπτρων, δωρεῶν ἐπώνυμε, τοῦ Σωτῆρος καὶ Θεοῦ ἡμῶν.

πόθος ὁ θεῖός σου, πεπλήρωται Θεόδωρε, οἷα φθάσας τὸ τέλος, ὃ δι' ἀσκήσεως, πόρρωθεν ἑώρας συντόνως, οὗ καὶ τυχὼν ἐφέσεως ἔστης, ἀσκητῶν τὸ καύχημα, μοναζόντων ἡ εὐπρέπεια.

Θεοτοκίον

Νοσήσας τὸ φθείρεσθαι, παρακοῇ ὁ πρῶτος Ἀδάμ, διὰ σοῦ Θεομῆτορ ἀνακεκαίνισται· σὺ γὰρ σαρκωθέντα τεκοῦσα, χωρὶς φθορᾶς τὸν ἄφθαρτον Λόγον, φθορὰν ἐξωστράκισας, ἀφθαρσίαν δὲ ἐξήνθησας.

Ὁ Εἱρμὸς

Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.

Ἐξαποστειλάριον τῆς Ἑορτῆς

Καὶ τὰ λοιπά, ὡς σύνηθες

Καὶ Ἀπόλυσις