The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ 

 ΙΑΝΟΥΑΡΙΟΣ

ΕΧΩΝ ΗΜΕΡΑΣ ΤΡΙΑΚΟΝΤΑ ΜΙΑΝ

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ 

 Ἡ προσκύνησις τῆς τιμίας Ἁλύσεως τοῦ Ἁγίου καὶ Πανευφήμου Ἀποστόλου Πέτρου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ 

 Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσιν
Τὴν ἀπάτην ἐδέσμευσας, ἐν Κυρίῳ δεσμούμενος, καὶ εἱρκτῇ Ἀπόστολε συγκλειόμενος· διὸ σε πόθῳ γεραίρομεν, καὶ πίστει τὴν Ἅλυσιν, ἀσπαζόμεθα τὴν σήν· ἐξ αὐτῆς δ᾿ ἀρυόμενοι, ῥῶσιν σώματος, καὶ ψυχῆς σωτηρίαν κατὰ χρέος, εὐφημοῦμέν σε Θεόπτα, τῶν Ἀσωμάτων ἐφάμιλλε.

Διὰ σοῦ γνῶσιν δέχεται, ἀγνωσίᾳ κρατούμενα, τῶν Ἐθνῶν πολύσπορα γένη πρότερον· ὧν τὴν εἰκόνα ἐδήλωσεν, ἐξ ὕψους φερόμενον, σκεῦος ἔνδοξε χωροῦν, ἄπαν ζῶον Ἀπόστολε· ὅθεν πᾶσά σε, ἡλικία δοξάζει προσκυνοῦσα, ἃς ἐφόρεσας Ἁλύσεις, ὑπὲρ Χριστοῦ προθυμότατα.

ν ἠρνήσω κρινόμενον, ἐγειρόμενον ὕμνησας, ἐκ νεκρῶν Ἀπόστολε καὶ ἐκήρυξας, εἰς τὰ τοῦ κόσμου πληρώματα, Θεόν τε καὶ ἄνθρωπον, ἀγαθότητι πολλῇ, τοῖς βροτοῖς ὁμιλήσαντα· ὅθεν πόθῳ σε, μακαρίζομεν Πάτερ προσκυνοῦντες, ἃς ἐφόρεσας Ἁλύσεις, ὑπὲρ Χριστοῦ παναοίδιμε.

Δόξα... Ἦχος πλ. β' Βύζαντος

Σήμερον ἡμῖν ἡ κρηπὶς τῆς Ἐκκλησίας, Πέτρος, ἡ πέτρα τῆς πίστεως, προτίθεται τὴν τιμίαν αὐτοῦ Ἅλυσιν, εἰς ψυχικὴν εὐεξίαν. Δεῦτε πάντες ταύτην προσπτυσσόμενοι, ἐν εὐφήμοις ᾠδαῖς, αὐτὸν καταστέψωμεν· Χαίροις ὁ θερμὸς τῆς πίστεως πρόμαχος, ὁ θερμῇ τῇ διανοίᾳ τὸν Χριστὸν ὁμολογήσας, Υἱὸν Θεοῦ ἐν παρρησίᾳ πολλῇ. Χαίροις τῆς οἰκουμένης τὸ ἀγαλλίαμα, καὶ τῆς οὐρανῶν Βασιλείας κλειδοῦχε. Χάριν πορίζου τοῖς πόθῳ σε τιμῶσι, καὶ τὴν σὴν σεβάσμιον Ἅλυσιν, προσπτυσσομένοις ἐκ πόθου, ὡς παριστάμενος τῷ θρόνῳ τοῦ Παντάνακτος Θεοῦ, πρεσβείαν ποιούμενος, ὑπὲρ ἡμῶν τῶν ἑπταικότων.

Καὶ νῦν... Θεοτοκίον

Θεοτόκε σὺ εἶ ἡ Ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἀποστόλου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Σταυροθεοτοκίον

Τριήμερος ἀνέστης

ν ξύλῳ τὴν ζωὴν ἡμῶν, ὁρῶσα ἡ πανάμωμος, Θεοτόκος, κρεμαμένην μητρικῶς, ὠδύρετο βοῶσα· Υἱέ μου καὶ Θεέ μου, σῶσον τοὺς πόθῳ ἀνυμνοῦντάς σε.

Εἰς τὸν Στίχον, Στιχηρὰ

Ἦχος δ' Ἔδωκας σημείωσιν

λυσιν τὴν πάντιμον, ἐν ᾗ παθῶν διαλέλυται, τὰ δεσμά, προσκυνήσωμεν· σεπτῶς γὰρ ἡγίασται, δωρεαῖς ἀρρήτοις, Πέτρου τοῦ πανσόφου, καὶ παρ᾿ αὐτοῦ ὡς ἀληθῶς, εἰσδεδεγμένη χάριν ἀέναον, σειρὰς καὶ αὕτη θλίψεων, καθὼς αὐτὸς παραπτώσεων, θεοσδότως συντέμνουσα, τῶν δεινῶν λύσιν δίδωσιν.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Λάμπει σου ἡ Ἅλυσις, ὦ Κορυφαῖε ἀοίδιμε, ὡς σειρὰ ἐπουράνιος, δι᾿ ἧς ἀναγόμεθα ἀπὸ γῆς πρὸς ὕψος, πυλῶν οὐρανίων· καὶ ὡς κλειδούχῳ σοι σοφέ, καὶ ὑπερλάμπρῳ πιστῶς πελάζομεν. Τὰς κλεῖς τῆς βασιλείας οὖν, ἐγχειρισθεὶς ἀξιάγαστε, συμπαθῶς ἡμῖν ἄνοιξον, τὴν σωτήριον εἴσοδον.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Συμφωνον τὸν αἶνον σου, ἀγγελικαὶ τάξεις σήμερον, τοῖς βροτοῖς Πέτρε μέλπουσιν. Ἀγγέλου εἰσόδῳ γάρ, τὴν πλευρὰν νυγείς σου, καὶ φρουρᾶς προτρέχων, τὴν ἐν Ἁλύσει συνοχήν, τοῖς σὲ δεσμοῦσι, δεσμὸν ἀπέλιπες· ἡμῖν δὲ ταύτην πάνσοφε, τὴν χαρμονὴν παρεχόμενος, τῶν πταισμάτων τὰ ἄλυτα, διαλύεις ἐγκλήματα.

Δόξα... Ἦχος πλ. β'

Πάλιν ἡμῖν ὁ θερμὸς προστάτης, συναγείρεται πρὸς πνευματικὴν πανδαισίαν, Πέτρος, ἡ πέτρα τῆς Πίστεως, τὴν τιμίαν αὐτοῦ Ἅλυσιν προτιθεὶς ἡμῖν, καθάπερ ὀψώνιον πολυτελές, εἰς νοσημάτων ἰατρεῖον, εἰς θλιβομένων παραμυθίαν, εἰς λιμένα χειμαζομένων. Δεῦτε πάντες ταύτην περιπτυξώμεθα, καὶ τὸν αὐτὸν δοξάσαντα δυσωπήσωμεν. Ταῖς αὐτοῦ ἱκεσίαις Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Ὅλην ἀποθέμενοι

Γνώμῃ ὀλισθήσας τε, καὶ δουλωθεὶς τῇ τοῦ πλάνου, ἀπάτῃ Θεόνυμφε, πρὸς τὴν ὑπερθαύμαστον εὐσπλαγχνίαν σου, καὶ θερμὴν δέησιν, Παναγία Κόρη, καταφεύγω ὁ Πανάθλιος· δεσμοῦ με λύτρωσαι, τῶν πειρατηρίων καὶ θλίψεων, καὶ σῶσόν με Πανάμωμε, τῶν δαιμονικῶν ἐπιθέσεων· ἵνα σε δοξάζω, καὶ πόθῳ ἀνυμνῶ καὶ προσκυνῶ, καὶ μεγαλύνω σε Δέσποινα, τὴν ἀειμακάριστον.

Ἢ Σταυροθεοτοκίον

Τριήμερος ἀνέστης

ρῶσά σε σταυρούμενον, Χριστὲ ἡ σὲ Κυήσασα, ἀνεβόα· Τὶ τὸ ξένον, ὃ ὁρῶ, μυστήριον Υἱέ μου; πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ κρεμάμενος ζωῆς χορηγέ;

Ἀπολυτίκιον Ἦχος δ'

Τὴν Ῥώμην μὴ λιπών, πρὸς ἡμᾶς ἐπεδήμησας, δι' ὧν ἐφόρεσας τιμίων Ἀλύσεων, τῶν Ἀποστόλων Πρωτόθρονε· ἃς ἐν πίστει προσκυνοῦντες δεόμεθα, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, Κανὼν τῆς Ὀκτωήχου εἷς καὶ τοῦ Ἀποστόλου δύω. Ὁ παρὼν φέρει ἀκροστιχίδα, ἄνευ τῶν Θεοτοκίων.

Πέτρου τὰ δεσμὰ προσκυνοῦμεν ἐκ πόθου.

δὴ α' Ἦχος δ'
νοίξω τὸ στομα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

Πέτρᾳ στηριζόμενοι, ὁμολογίας ἐνθέου σου, Πρωτόθρονε καύχημα, τῶν Ἀποστόλων Χριστοῦ, προσκυνοῦμέν σου, ἐν πίστει τὰς Ἁλύσεις, ἐν αἷς σου αἱ ἄχραντοι, χεῖρες ἐδέθησαν.

θετό σε Κύριος, τῆς ἑαυτοῦ σωματώσεως, Ἀπόστολε μάρτυρα, παναληθέστατον, διηγούμενον, αὐτοῦ τὴν παρρησίαν, σταυρὸν καὶ τὸν θάνατον, καὶ τὴν ἀνάστασιν.

Τρίτον ἀρνησάμενος, τοῖς θεοκτόνοις τὸν Κύριον, βροτὸν ὡς ψιλότατον, οὐδὲν διήμαρτες, τῆς προτέρας σου, θεολογίας Πέτρε· ἐκήρυξας τοῦτον γάρ, Υἱὸν Θεοῦ καὶ Θεόν.

ῆξον τοὺς κλοιοὺς ἡμῶν, τῆς ἁμαρτίας Ἀπόστολε, πιστῶς προσκυνούντων σου, τὴν θείαν Ἅλυσιν, καὶ τὰς κλεῖς ἡμῖν, τῆς ἄνω βασιλείας, σπλαγχνισθεὶς διάνοιξον, ὡς συμπαθέστατος.

Θεοτοκίον

γνείας τὸ πάναγνον, ὁ ῥυπαρός τε καὶ ἄναγνος, ἐγὼ ἐνδιαίτημα, μέλπειν οὐ σθένω σε, Ἀπειρόγαμε διὸ με τῇ χωνείᾳ, τοῦ Πνεύματος κάθαρον, ἵνα δοξάσω σε.

Ἕτερος Κανών, Ἦχος ὁ αὐτός, οὗ ἡ Ἀκροστιχίς.

Πέτρον γεραίρω τὴν βάσιν τῶν δογμάτων. Ἰωσήφ.

δὴ α'

Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντας, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται».

Πανηγυρίζει χορεύουσα, πᾶσα ἡ Χριστοῦ, Ἐκκλησία ἐν πνεύματι, εὐφημοῦσά σε πίστει, καὶ τὴν σὴν Ἀπόστολε, πρωτόθρονε ἀσπαζομένη, Ἅλυσιν Τιμίαν ἐκ πόθου, δέσμιος ἣν ἐφόρεσας, δεσμῶν μάκαρ τὸν τύραννον.

κ τοῦ βυθοῦ τῆς ἀπάτης ζωγρῶν, Πέτρε τοὺς βροτούς, ὡς ἰχθύας προσήγαγες, τῷ σὲ ἐκλεξαμένῳ, ἀπὸ ἁλιέων ἀληθῶς, εἰς Κορυφαῖον πάντων Μαθητῶν· διὰ τοῦτο Ἅλυσιν ἣν ἐφόρεσας, εὐλαβῶς κατασπαζόμεθα.

Τῷ θεμελίῳ τῆς πίστεως, πάντων τὰς ψυχάς, τῶν πιστῶν ᾠκοδόμησας, καὶ τεμένη τῆς πλάνης, Πέτρε καταστρέψας, ἐδομήσω Ἐκκλησίας, σὲ μεγαλοφώνως τιμώσας, μάκαρ καὶ τὴν Ἅλυσιν, ἣν περ πάνσοφε ἐφόρεσας.

Θεοτοκίον

ομφαῖαι πᾶσαι δολίου ἐχθροῦ ἄχραντε Παρθένε, τελείως ἐξέλιπον, ἀφ οὗ λόγχῃ ἐτρώθη, ὁ τὴν σὴν γαστέρα, τὴν ἀμόλυντον οἰκήσας Λόγος· οὗ γλυκυτάτῳ νῦν τρῶσαι ἔρωτι, τὴν καρδίαν μου καθικετεύω σε.

δὴ γ'

Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ᾿ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἔστιν ἅγιος, πλήν σου φιλάνθρωπε.

Οἷς σε Ἡρῴδης, ὡς κακοῦργον κλοιοῖς κατεδίκασεν, ἐν αὐτοῖς σε νῦν τιμᾷ, ἡ Ἐκκλησία πανεύφημε, Πέτρε τὰ παθήματα, σοῦ προσκυνοῦσα πιστῶς.

πὲρ χρυσίον, καὶ πολύτιμον κόσμον κεκόσμηται, ταῖς Ἁλύσεσι ταῖς σαῖς, ἡ Ἐκκλησία Ἀπόστολε, ἃς καὶ κατασπάζεται, σεμνυνομένη ἐν σοί.

Τετραδίοις, παραδοὺς ὁ Τετράρχης ἐν τέσσαρσι, καὶ Ἁλύσει περιθείς, ἐφρούρει Πέτρε τοῦ κτεῖναί σε, ἐξ ὧν σε ἐρρύσατο, Χριστὸς Ἀγγέλου χειρί.

πὸ τοῦ θείου, καὶ πανσέπτου χρωτός σου Ἀπόστολε, μετασχόντα τὰ κλοιά, τὰ σοὶ προσψαύσαντα χάριτος, πάντας ἁγιάζουσι, τοὺς προσκυνοῦντας αὐτά.

Θεοτοκίον

δοὺ κατάρας, τῆς ἀρχαίας ἐλύθη τὸ βρότειον, καὶ κατήργηται Σατάν, Ἁγνὴ τοῦ πτώματος αἴτιος· ἡμῖν γὰρ ἐγέννησας, τὴν εὐλογίαν αὐτή.

Ἕτερος

Τόξον δυνατῶν ἠσθένησε

λος τῷ φωτί, ἑνούμενος τῷ καθαρωτάτῳ, αὐτοῦ ταῖς θείαις μεθέξεσι, φῶς ὡράθης δεύτερον, Πέτρε καταυγάζον τὰς ψυχὰς ἡμῶν.

Νόμους τοῦ Χριστοῦ ἐκράτυνας, καὶ παρανομοῦντας, τὴν εὐνομίαν ἐδίδαξας, Ἀποστόλων ὡς Κορυφαῖος, ὡς δογμάτων βάσις ἄσειστος.

Γλώσσῃ ἱερᾷ ἐκήρυξας, Θεὸν τὸν παθόντα, καὶ Σταυρῷ σαρκὶ ὁμιλήσαντα· διὰ τοῦτο Πέτρε τιμῶμεν, τὴν δεσμεύσασάν σε Ἅλυσιν.

Θεοτοκίον

στη μέχρι σοῦ ὁ θάνατος, τῆς ἀκατασχέτου ὁρμῆς· σὺ γὰρ μόνη ἔτεκες, τὴν πηγὴν τῆς ἀθανασίας, Θεοτόκε Μητροπάρθενε.

Ὁ Εἱρμὸς

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.

Κάθισμα Ἦχος δ'

Ταχὺ προκατάλαβε

Τριάδος γενόμενος, τῆς ὑπερθέου ναός, ἐν οἴκῳ ἁγίῳ σου, τοὺς σὲ τιμῶντας πιστῶς, ἁγίασον φώτισον, πλήρωσον τὰς αἰτήσεις, καὶ παράσχου τὰς λύσεις, πάντων τῶν ἐπιόντων, τοῦ Βελίαρ σκανδάλων, Χριστὸν ἐκδυσωπῶν ἐκτενῶς, Πέτρε Ἀπόστολε.

Δόξα...

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

ς Κορυφαῖον τῶν σοφῶν Ἀποστόλων, καὶ ὡς κλειδοῦχον οὐρανῶν βασιλείας, ἀνευφημοῦμεν πίστει σε Ἀπόστολε, καὶ κατασπαζόμεθα, καθαρᾷ συνειδήσει, Πέτρε ἃς ἐφόρεσας, ὡς κακοῦργος Ἁλύσεις, τῆς κακουργίας λύων τοῦ ἐχθροῦ, ἐξ ὧν ῥυσθῆναι ἡμᾶς καθικέτευε.

Καὶ νῦν... Θεοτοκίον

Τῶν Χερουβὶμ καὶ Σεραφὶμ ὑπερτέρα, τοῦ οὐρανοῦ τε καὶ τῆς γῆς πλατυτέρα, καὶ ἀοράτου κτίσεως καὶ τῆς ὁρατῆς, ὤφθης ὑπερέχουσα, ἀσυγκρίτῳ συγκρίσει· ὃν εὐρυχωρίαι γάρ, οὐρανῶν οὐ χωροῦσιν, ἐν σῇ γαστρὶ ἐχώρησας Ἁγνή· ὃν ἐκδυσώπει σωθῆναι τοὺς δούλους σου.

Ἢ Σταυροθεοτοκίον

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ᾿ ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ. Οἴμοι ποθεινότατε, Ἰησοῦ ἀνεβόα! πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ' Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; ὑμνῶ σε Μακρόθυμε.

δὴ δ'

καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δοξα Χριστὲ τῇ δυνάμει σου.

Διαζώννυταί σου πίστει, νοητῶς ἡ βασίλειος, ἁλουργὶς καὶ πόλις, Πέτρε τὴν σειρὰν τὴν ὑπέρτιμον, ἣν αἰσθητῶς προσκυνοῦσα κατασπάζεται, καὶ γεραίρει σου, καὶ τὴν ἰσχὺν καὶ τὰ θαύματα.

ν φρουρᾷ σε κλοιοφόρον, ὁ Ἡρῴδης ἀπέθετο, τοῦ ἀναγαγεῖν σε, δήμῳ θεοκτόνῳ Ἀπόστολε· διασωθεὶς δὲ θεόθεν καταλέλοιπας, εἰς προσκύνησιν, τὰ σὰ δεσμὰ τοῖς οἰκέταις σου.

Στομωθεῖσα τῇ προσψαύσει, τοῦ ἀχράντου σου σώματος, καὶ χαριτωθεῖσα, ἡ περιτεθεῖσα σοι Ἅλυσις, ἁγιασμὸν ἡμῖν πᾶσι μεταδίδωσι, προσκυνοῦσιν αὐτήν, διὰ σὲ Πέτρε πάνσεπτε.

Μετὰ δέους τε καὶ πόθου, προσελθόντες προσπέσωμεν, τοῖς δεσμοῖς τοῦ Πέτρου, διὰ τῶν συμβόλων προσάγοντες τῷ Ἄποστόλῳ τὴν πίστιν βεβαιούμενοι, τὴν προσκύνησιν, ὡς πρὸς αὐτὸν διαβαίνουσαν.

Θεοτοκίον

Θεοτόκον ὡς τεκοῦσαν, σὲ Θεὸν μετὰ σώματος, ἀνυμνολογοῦμεν, πᾶσαν ἀποτρέποντες αἵρεσιν· ἐν ἑαυτῷ γὰρ ὁ Λόγος, ἐξ αἱμάτων σου, σάρκα ἔμψυχον, ζωοπλαστήσας ἐπέφανεν.

Ἕτερος

Δι᾿ ἀγάπησιν Οἰκτίρμον

ητορεύων τοῦ Δεσπότου τὰ μεγαλεῖα, τῶν ἀπειθῶν Ἑβραίων, τὰς καρδίας πρὸς πίστιν, ἐπέστρεψας ἔνθεον, ὡς ἕδρα τῆς Πίστεως.

Αἱ πορεῖαί σου ἐγνώσθησαν ἐφ᾿ ὑδάτων, ὑπερβολῇ φιλίας, τοῦ πεζεύσαντος ταῦτα, Πέτρε καὶ τὰς τρίβους σοι, τὰς θείας γνωρίσαντος.

ατρεῖον κεκτημένοι ἀρρωστημάτων, παντοδαπῶν τὴν θείαν, Ἅλυσίν σου Παμμάκαρ, ταύτην ἀσπαζόμεθα, πιστῶς σε γεραίροντες.

ώμην, σώματος τοῦ θείου τῇ καταθέσει, καθαγιάζεις Πέτρε, καὶ τὴν Νέαν φωτίζεις, πίστει τὴν τιμίαν σου κατέχουσαν Ἅλυσιν.

Θεοτοκίον

ς παλάτιον εὐρύχωρον κατοικήσας, ὁ Βασιλεὺς τῶν ὅλων, τὴν ἁγίαν σου, μήτραν, ὤφθης σωματούμενον, πανάμωμε Δέσποινα.

δὴ ε'

Νῦν ἀναστήσομαι, προφητικῶς ἔφη ὁ Θεός, νῦν ὑψωθήσομαι, νῦν δοξασθήσομαι, τὸν πεσόντα προσλαβών, ἐκ τῆς Παρθένου καὶ πρὸς φῶς, τὸ θαυμαστὸν ἀνυψῶν, τῆς ἐμῆς Θεότητος.

ρον Ἀπόστολε, τῆς ἁμαρτίας μου τὰ κλοιά, τὰ ἐπικείμενά μοὶ ἐπαυχένια, καὶ ὠθοῦντα πρὸς φθοράν, ὡς ἐξουσίαν τοῦ Σωτῆρος εἰληφώς, τοῦ δεσμεῖν καὶ λύειν τὰ πταίσματα.

Παῦσον Πανεύφημε, τὴν ἐπανάστασιν τῶν ἐθνῶν· λῦσον τὰ σκάνδαλα τῆς Ἐκκλησίας δέ, τὴν ὁμόνοιαν διδούς, ὁ ὑπὲρ ταύτης ἐν Ἁλύσει δεσμευθείς, ἣν πιστῶς καὶ περιπτυσσόμεθα.

ῦσαι Ἀπόστολε, αἰχμαλωσίας τῆς νοητῆς, τοὺς προσκυνοῦντάς σου πιστῶς τὴν Ἅλυσιν· καὶ διάσωσον ἡμᾶς πρὸς οὐρανίους, ἃς πεπίστευσαι σκηνάς, ὡς Ποιμὴν ἡμῶν καὶ Διδάσκαλος.

Οὓς ἐδικαίωσε τῇ μεσιτείᾳ σου τῇ φρικτῇ, Πέτρε Ἀπόστολε, ὁ σὸς Διδάσκαλος, βασιλεύειν ἐφ' ἡμᾶς, ὀρθοδοξοῦντας διαφύλαττε τῇ σῇ, κραταιᾷ δεξιᾷ πανεύφημε.

Θεοτοκίον

Εἶδεν ὁ ἥλιος, ἀπαυγασμάτων τῶν ἑαυτοῦ, σὲ διαφέρουσαν πολλῷ Πανύμνητε· ἐξ ἧς ὤφθη ὁ Θεὸς ἐναθρωπήσας, τοὺς τιμῶντάς σε πρὸς φῶς, ἀνυψῶν τῆς αὐτοῦ Θεότητος.

Ἕτερος

Τὸν φωτισμόν σου Κύριε

Τὸν τοῦ Πατρὸς συνάναρχον, ἐκήρυξας Υἱόν, ἀποκαλύψει Πανεύφημε θείᾳ, καὶ μακαρισμοῦ κατηξιώθης, μακαρίου ἐκ στόματος.

νίκα φῶς ἑώρακας, ἐκλάμψαν ἐν Θαβώρ, τὰς τοῦ ἠλίου καλύπτον ἀκτῖνας, φῶς το ἐκ φωτός, ηὐγάσθης Πέτρε, καὶ Χριστὸν Θεὸν ἔγνωκας.

Νεκρὸν τριημερεύσαντα, ἐκήρυξας Χριστόν, δι' ὃν Ἁλύσεις ἐφόρεσας Πέτρε· ἃς περ προσκυνεῖν ἀξιωθέντες, εὐσεβῶς σε γεραίρομεν.

Θεοτοκίον

Βεβαρημένον Ἄχραντε, τῷ φόρτῳ τῶν πολλῶν, ἁμαρτημάτων ἐλάφρυνόν με νῦν, φέρειν τὸν ζυγὸν ἐνδυναμοῦσα, Χριστοῦ τὸν ἐλαφρότατον.

δὴ ς'

λθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων· ἀλλ᾿ ὡς Θεὸς ἐκ φθορᾶς ἀνήγαγες, τὴν ζωήν μου πολυέλεε.

Σήμερον οὐράνιαι Δυνάμεις, καὶ Ἀποστόλων δῆμοι, συνευφραίνονται τοῖς ἐπιγείοις, Πέτρε τῶν σῶν, παθημάτων βλέποντες, προσκυνούμενα τὰ σύμβολα.

Κροτοῦσιν Ἁγίων αἱ χορεῖαι, καὶ ὀλολύζει φάλαγξ, ἡ δαιμόνιος δειματουμένη, Πέτρε τῶν σῶν παθημάτων βλέποντες, προσκυνούμενα τὰ σύμβολα.

πνωσαν Ἀγγέλου παρουσίᾳ, οἱ στρατιῶται Πέτρε, οἱ φρουροῦντές σε, ἐκ τῶν χειρῶν δέ, ἄφνω τῶν σῶν, αἱ Ἁλύσεις ἔπεσον, ἃς αἰσίως ἀσπαζόμεθα.

Νεκρὰν Ταβιθᾶν ἐξαναστήσας, τοὺς δὲ φρουροὺς νεκρώσας, τῶν Ἁλύσεων ἐξετινάχθης· πάντα τὰ σά, ὑπὲρ νοῦν Ἀπόστολε· ὅθεν πίστει σε γεραίρομεν.

Θεοτοκίον

λθον εἰς χειμῶνα ἀπωλείας, καὶ συνετάραξάν με, ποταμοὶ σφαλμάτων ἀμετρήτων· ἀλλ' ἐπ᾿ ἐμοί, σπλαγχνισθεῖσα Δέσποινα, πρὸς λιμένα θεῖον ἴθυνον.

Ἕτερος

Ἐβόησε προτυπῶν

ντίστροφον, παραδόξως ὑπέμεινας σταύρωσιν, ἑτοιμάσας, πρὸς οὐράνιον τρίβον τοὺς πόδας σου, ἣν ἡμᾶς βαδίζειν, Μαθητὰ τοῦ Χριστοῦ ἐνδυνάμωσον.

Συνῴκησας, τῇ τῶν ζώντων ζωῇ καὶ δεσμούμενος, ὑπὲρ ταύτης, τὰ δεσμὰ τοῦ Βελίαρ συνέτριψας, τὴν δεσμεύουσάν σε, διὰ τοῦτο σεβόμεθα Ἅλυσιν.

κέτευε, τὸν Δεσπότην Παμμάκαρ τῆς κτίσεως, καταπέμψαι, ἱλασμὸν καὶ εἰρήνην καὶ ἔλεον, τοῖς δοξάζουσί σε, ὡς αὐτοῦ Μαθητὴν γνησιώτατον.

Θεοτοκίον

Νεκρώσεως, δερματίνους χιτῶνας ἐνδέδυται, ὁ Προπάτωρ, ὁ δὲ Κτίστης αὐτὸν ἐπενδύεται, ἐκ τῶν σῶν αἱμάτων, σαρκωθεὶς ὑπὲρ λόγον Πανάμωμε.

Ὁ Εἱρμὸς

βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ βασιλεῦ τῶν δυνάμεων.

Κοντάκιον Ἦχος πλ. β´

Τὴν ἐν πρεσβείαις

Τὸν Κορυφαῖον καὶ πρῶτον τῶν Ἀποστόλων, τῆς ἀληθείας τὸν ἔνθεον ὑποφήτην, Πέτρον τὸν μέγιστον εὐφημήσωμεν, καὶ τὴν αὐτοῦ ἐν πίστει, ἀσπασώμεθα, Ἅλυσιν, πταισμάτων τὴν λύσιν κομιζόμενοι.

Ὁ Οἶκος

Τὸν εὐκλεῆ καὶ μέγαν Κυρίου Μαθητήν, ἐπαξίως ποία γλῶσσα βροτῶν, ἐγκωμιάσαι δυνήσεται; ὃν γὰρ εὐλόγως ὁ Θεὸς Λόγος ἐμακάρισε, ποῖος νοῦς ἐπαινέσει; ὅμως, ἐπεὶ ὅπερ τις κατὰ δύναμιν κέκτηται, ὀφείλει Χριστῷ προσφέρειν, τοῦτο δὴ καὶ ποιῆσαι πειράσομαι. Ἀλλ᾿ ὧ φιλέορτοι, εὐσεβῶς τὸν Πρωτόθρονον ᾄσμασι στέψωμεν, πταισμάτων τὴν λύσιν κομιζόμενοι.

Συναξάριον

Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, ἡ προσκύνησις τῆς τιμίας Ἁλύσεως τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Πέτρου.

Στίχοι

Σὴν προσκυνοῦντα Πέτρε σειρὰν τιμίαν,

Σειρὰς μακρᾶς λῦσόν με τῶν ἐγκλημάτων.

Σειρὴν προσκυνέω Πέτρου δεκάτῃ ἑνὶ ἕκτῃ.

 Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶς Ἁγίων μαρτύρων καὶ αὐταδέλφων, Πευσίππου, Ἐλασίππου, καὶ Μεσίππου· καὶ Νεονίλλης τῆς μάμμης αὐτῶν.

Στίχοι

Κἂν ὧσιν ἱππεῖς, κλήσεων σημασίᾳ,

Πεζοὶ τρέχουσι τρίδυμοι τρεῖς πρὸς φλόγα.

Νεονίλλα γραῦς· ἀλλὰ πῦρ ἀνημμένον,

ς πὲρ τις ἀκμάζουσα καρτερεῖ νέα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Δάνακτος.

Στίχοι

φῃρέθης τὸ Δέλτα σὺν κάρᾳ Δάναξ.

Τμηθεὶς γὰρ ὤφθης οὐρανοκράτωρ ἄναξ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ ζ'

διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τούς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν· ὑπερύμνητε ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ.

βασιλεύειν μὲν δοκῶν, βεβασιλευμένος δὲ μᾶλλον, ὑφ᾿ ἡδονῆς τὸ ἀρεστόν, Ἰουδαίοις ποιῶν χειροπέδαις σε, σιδηραῖς κατεδίκασεν, ἃς Ἀπόστολε τιμῶμεν σὲ ἀνυμνοῦντες.

ποχωρεῖ σοι Μαθητά, τοῦ Χριστοῦ ἡ σύμπασα κτίσις· τὰ γὰρ πελάγη πορευτά, τὰ κλοιὰ ὡς στυππεῖα, πυλῶνες δέ, σιδηροῖ σοι ὡς ἄμφοδα, ἐλογίσθησαν δυνάμει τοῦ Παρακλήτου.

Μάγους ψευδεῖς συναναιρῶν, νέκυας ἐγείρων χωλούς τε, καὶ παρειμένους ὑγιῶν, καὶ νοσοῦντας σκιᾷ σου ἰώμενος, κεκλεισμένων διῆλθες πυλῶν, καὶ κλοιῶν προσκυνουμένων ἐξέδυς Πέτρε.

κ Παλαιστίνης ὁ Χριστοῦ, ἵππος καὶ Ἀπόστολος Πέτρος, ὡς ἐκ βαλβίδος προελθών, καὶ τῷ κόσμῳ κηρύξας ἐν Ῥώμῃ μέν, τῇ προτέρᾳ κατέπαυσε, τῇ δὲ Νέᾳ δοὺς τήν Ἅλυσιν προσκυνεῖσθαι.

Θεοτοκίον

Τῆς σῆς λοχείας τὸ καινόν, ἡ Χαλδαϊκὴ φλὸξ ἐδήλου, τοὺς Παῖδας βλάπτουσα μηδέν· τοῖς πολλοῖς τοιγαροῦν παραπτώμασι, φλογιζόμενον Δέσποινα, τῆς πρεσβείας σου τῇ δρόσῳ διάσωσόν με.

Ἕτερος

Ἀβραμιαῖοι ποτὲ

Τρίτον ἠρνήσω Χριστόν· ἐπερωτήσει ὅθεν, τριττῇ ἰᾶταί σου τὸ ἔγκλημα, Πέτρε παναοίδιμε, καὶ στηριγμὸν δεικνύει, πολλῶν σαλευομένων.

ς δεσμευθεὶς τοῦ Χριστοῦ, τῷ γλυκυτάτῳ πόθῳ, δεσμοῖς ποικίλοις προσωμίλησας· διό σου τὴν Ἅλυσιν, λύουσαν πάθη Πέτρε, ἐν πίστει προσκυνοῦμεν.

Νύκτα βαθεῖαν δεινῆς, πολυθεΐας λύεις, τὴν οἰκουμένην διερχόμενος, ὡς μέγιστος ἥλιος, Πέτρε Χριστοῦ αὐτόπτα τῶν Ἀποστόλων κλέος.

Δόξα ἐγένου Χριστοῦ, τοῦτον τοῖς μέλεσί σου, δοξάσας Πέτρε παναοίδιμε· διὸ σε δοξάζομεν, καὶ τὴν δεσμεύουσάν σε, Ἅλυσιν προσκυνοῦμεν.

Θεοτοκίον

καταβὰς ἐπὶ τῆς γῆς, ὡς ὑετὸς Παρθένε, θεογνωσίᾳ πᾶσαν ἤρδευσε, τὴν γῆν καὶ ἀνέδειξε, σὲ τῶν Ἀγγέλων πάντων, Ἁγνὴ τιμιωτέραν.

δὴ η'

Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἑδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Νομοθέτα Ποιμὴν καὶ Διδάσκαλε, τῶν θρεμμάτων Χριστοῦ Πέτρε ἔνδοξε, τοὺς εὐσεβῶς ὑμνοῦντάς σε, καὶ πιστῶς προσκυνοῦντάς σου τὰς Ἁλύσεις, ἁμαρτίας δεσμῶν ἀπολύτρωσαι.

νοχλήσεις Δαιμόνων ἀπέλασον, ἁμαρτίας χειμῶνα κατεύνασον, νόσους κινδύνους θλίψεις τε, καὶ βαρβάρων ἐφόδους, διώκων Πέτρε, ἀπὸ τῶν τὰς Ἁλύσεις τιμώντων σου.

Κεχαρίτωται πᾶς προσαπτόμενος, τῆς τιμίας σειρᾶς σου Ἀπόστολε, ἁγιασμοῦ πληρούμενος, καὶ χαρᾷ ἀναμέλπει· Πάντα τὰ ἔργα εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.

Πανδαισίας ἁπάσης ὑπέρκειται, ἡδονῆς τῶν σεπτῶν σου Ἁλύσεων, ἡ εὐλαβὴς προσκύνησις· σὺ γὰρ καὶ ἑστιάτωρ, τῆς εὐφροσύνης, τῆς τοιαύτης ἐνθέου Ἀπόστολε.

Θεοτοκίον

φερπύσας τρυφῆς ἐξορίζει με, δυσβουλίαις ὁ ὄφις ὁ δόλιος· βουλῆς δ᾿ ὁ μέγας Ἄγγελος, βροτωθεὶς ἐκ σῆς μήτρας, τοῦ Παραδείσου, οἰκητῆρα καὶ πάλιν εἰργάσατο.

Ἕτερος

Εἱρμὸς ὁ αὐτὸς

Γεωργῶν καρδιῶν Πέτρε λήϊα, εὐφορώτατα ταῦτα ἐτέλεσας, τῷ Γεωργῷ τῆς κτίσεως, τῷ τὰς κλεῖς σοι τὰς θείας παρεχομένῳ, τοῦ δεσμεῖν τε καὶ λύειν ἐγκλήματα.

Μακαρίζομεν Πέτρε σε πάντοτε, καὶ τὴν σὴν ἀσπαζόμεθα Ἅλυσιν, ἣν ὡς κακοῦργος ἔφερες, ἀναιρῶν τῆς κακίας τὸν ἀρχηγέτην, καὶ δεσμῶν τοῖς δεσμοῖς σου Ἀπόστολε.

κλονήτῳ σου πέτρα τῆς πίστεως, συντηρῶν Ἐκκλησίας τὸ πλήρωμα, τὰ διὰ μέσου σκάνδαλα ἀποδίωξον Πέτρε, καὶ εἰρηναίαν, ἐξαιτοῦ ταύτῃ μάκαρ κατάστασιν.

Τὰ δεσμὰ καὶ τὸ πάθος τὸ ἄχραντον, τοῦ δεσμεύσαντος ᾅδην καὶ θάνατον, περιφανῶς ἐκήρυξας· διὰ τοῦτο Παμμάκαρ τὴν λύσιν σου, ἀσπαζόμενοι ἁγιαζόμεθα.

Τριαδικὸν

ς τὰ ἄνω βοήσωμεν τάγματα, τρισαγίοις φωναῖς τὸν παναίτιον, Πατέρα νῦν δοξάζοντες, καὶ Υἱὸν καὶ τὸ Πνεῦμα, μίαν οὐσίαν, μίαν δύναμιν, μίαν ἐνέργειαν.

Θεοτοκίον

Νοητὴν σε λυχνίαν προέγραψεν, ὁ Προφήτης τὸ θεῖον λαμπάδιον, Θεογεννῆτορ φέρουσαν, τὸ φωτίσαν τοὺς πρώην, ἐσκοτισμένους, τῶν κακῶν ταῖς πολλαῖς ἀμαυρώσεσι.

Ὁ Εἱρμὸς

Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

δὴ θ'

πας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν Ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.

λος γλυκασμός, ὑπάρχεις Ἀπόστολε ἀνευφημούμενος, πάσης θυμηδίας τε, πεπληρωμέναι αἱ πανηγύρεις σου· διὸ καὶ νῦν τοὺς δούλους σου, εὔφρανον ἁγίασον, καὶ φαιδρῶς ἑορτάσαι ἀξίωσον.

Θραῦσον τὴν ἰσχύν, τῶν ἐθνῶν Ἀπόστολε, τῶν πολεμούντων ἡμᾶς, καὶ τῷ Βασιλεῖ ἡμῶν, ἀμάχῳ σθένει σου καθυπόταξον, ἐν χειροπέδαις ἄρχοντας, αὐτῶν τῇ πόλει σου, θριαμβεύων, ἔνθα σου ἡ Ἅλυσις, τῶν ἀχράντων χειρῶν νῦν τετίμηται.

ντως ἀληθεῖς, οἱ λόγοι σου Δέσποτα, οὓς ἀπεφήνω εἰπών· ὁ πιστεύων εἰς ἐμέ, καὶ μείζονά μου ἔργα ἐργάσεται· ἰδοὺ γὰρ ὁ Ἀπόστολος, καὶ ζῶν τὰ πάθη σκιᾷ, ἐξιᾶτο, καὶ νῦν τοὶς κλοιοῖς αὐτοῦ, τὰ ποικίλα ἐργάζεται θαύματα.

Τριαδικὸν

ψιστε Πατήρ, Υἱὲ καὶ Παράκλητε, Τριὰς ὁμότιμε, ταῖς τοῦ Κορυφαίου σου, τῶν Ἀποστόλων Πέτρου δεήσεσι, τῷ Βασιλεῖ συμμάχησον, ἐν τοῖς πολέμοις ἀεί, τῇ δὲ Πόλει, ἄσειστον ἀκλόνητον, εἰρηναίαν παράσχου κατάστασιν.

Θεοτοκίον

παντες βροτοί, ὑμνεῖν ἀποροῦντές σου, τὸ ξένον λόχευμα, τὸν τοῦ καταπτάντος σοι, Ἀγγέλου λόγον χαίροντες ᾄδομεν· Χαίροις βροτῶν ἡ λύτρωσις, τῶν πενομένων τροφή· τῶν δαιμόνων, χαίροις ἀμυντήριον, χαίροις σπίλων ἐμῶν καθαρτήριον.

Ἕτερος

 Ὁ τόκος σου ἄφθορος ἐδείχθη

δεῖν ἠξιώθης τὰ μακρόθεν, πιστῶς ἐλπιζόμενά σοι Πέτρε, καὶ καμάτων τὰ γέρα ἐκ Θεοῦ, τοῦ φιλανθρώπου χαίρων κομίζῃ· οὗ τῇ σαρκί σου, πάθος θεῖον ἐξεικόνισας.

ς θεῖος κλειδοῦχος βασιλείας, τὰς ταύτης ὑπάνοιξον εἰσόδους, τοῖς πιστῶς σε τιμῶσιν ἐπὶ γῆς, καὶ τὴν σεπτήν σου ἀσπαζομένοις, Ἅλυσιν Πέτρε, ἣν δεσμούμενος ἐφόρεσας.

Συνὼν τῷ Υἱῷ ἐν Θαβωρίῳ, φωνῆς Πατρικῆς αὐτὸν δηλούσης, ἠξιώθης ἀκοῦσαι τοῦ σεπτοῦ, Πνεύματος Πέτρε, σοῦ τὴν καρδίαν, κεκαρμένην παραδόξως καταυγάσαντος.

μῖν τοῖς ἐκ πόθου σε τιμῶσι, καὶ τὴν Ἅλυσιν ἀσπαζομένοις, μεθ' ἦς Πέτρε ἐδέθης ἱλασμόν, καὶ ὀφλημάτων αἴτησαι λύσιν, καὶ βασιλείας, οὐρανίου τὴν ἀπόλαυσιν.

Θεοτοκίον

Φωτὸς οἰκητήριον ἐγένου· διὸ φωταγώγησόν με Κόρη, ἀμαυρούμενον πάσαις τοῦ ἐχθροῦ, ταῖς ἐπηρείαις· ὅπως ἐν πίστει σε Παναγία, μεγαλύνω Μητροπάρθενε.

Ὁ Εἱρμὸς

Τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· σὲ Θεοτόκε, διὸ πάντες μεγαλύνομεν.

Ἐξαποστειλάριον

Γυναῖκες ἀκουτίσθητε

Οὐ σάρξ καὶ αἷμα Πέτρε σοι, ἀλλ' ὁ Πατὴρ ἐνέπνευσε, θεολογῆσαι τὸν Χριστόν, Υἱὸν Θεοῦ Πατρὸς ζῶντος· διὸ σε καὶ μακάριον, αὐτὸς προεμαρτύρατο, καὶ φερωνύμως κέκληκε, Πέτρον ὡς πέτραν ἀρραγῆ, καὶ βάσιν τῆς Ἐκκλησίας.

Θεοτοκίον ὅμοιον

Παρθένος παναμώμητος, σὺ ἐγνώσθης καὶ Μήτηρ, ὡς Θεόν τε καὶ ἄνθρωπον, ὑπὲρ φύσιν τεκοῦσα, καὶ σωτηρία γέγονεν, ἡ κυοφορία σου, τοῖς μελῳδοῦσιν ἐκ πόθου. Δόξα πρέπει τιμή τε, καὶ προσκύνησις Τριάδι, τῇ ἀστέκτῳ καὶ θείᾳ.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στίχ. Προσόμοια.

Ἦχος πλ. β'

Τριήμερος ἀνέστης Χριστὲ

Τοὺς πόνους τοῦ κηρύγματος, τιμῶντές σου πανεύφημε, Κορυφαῖε, καὶ τὴν Ἅλυσιν πιστῶς, προσκυνοῦντες ὑμνοῦμεν, Χριστὸν τὸν ζωοδότην, τὸν εὐεργέτην τῶν ψυχῶν ἡμῶν. (Δίς)

ς ἐκ τῆς ἀθεΐας βυθοῦ, ἀνήγαγες πανεύφημε τῷ ἀγκίστρῳ, τοῦ κηρύγματος βροτούς, καὶ ἡμᾶς ἀθυμίας, ἀνάγαγε πρεσβείαις, Πέτρε ταῖς σαῖς, πόθῳ ὑμνοῦντάς σε.

Πρεσβείαις σου ὡς θείαις κλεισί, Πανεύφημε εὐτρέπισον οὐρανίους, τὰς εἰσόδους καὶ ἡμῖν, τὰς πύλας διανοίξας, ὡς ἔχων παρρησίαν, τοῖς Κορυφαῖόν σε δοξάζουσι.

Δόξα... Ἦχος δ'

Τῷ τριττῷ τῆς ἐρωτήσεως, τῷ Πέτρε φιλεῖς με, τὸ τριττὸν τῆς ἀρνήσεως, ὁ Χριστὸς διωρθώσατο, διὸ καὶ πρὸς τὸν κρυφιογνώστην ὁ Σίμων· Κύριε πάντα γινώσκεις, τὰ πάντα ἐπίστασαι, σὺ οἶδας ὅτι φιλῶ σε. Ὅθεν πρὸς αὐτὸν ὁ Σωτήρ· Ποίμαινε τὰ πρόβατά μου, ποίμαινε τὴν ἐκλογάδα μου, ποίμαινε τὰ ἀρνία μου, ἃ ἐν τῷ ἰδίῳ αἵματι περιεποιησάμην εἰς σωτηρίαν. Αὐτὸν ἱκέτευε θεομακάριστε Ἀπόστολε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον

Ὡς γενναῖον ἐν Μάρτυσιν

ς πρεσβείαν ἀκοίμητον, καὶ παράκλησιν ἔμμονον, κεκτημένη Πάναγνε πρὸς τὸν Κύριον, τοὺς πειρασμοὺς κατακοίμησον, τὰ κύματα πράυνον, τῆς ἀθλίας μου ψυχῆς, καὶ ἐν θλίψει ὑπάρχουσαν, τὴν καρδίαν μου, παρακάλεσον Κόρη δυσωπῶ σε, καὶ χαρίτωσον τὸν νοῦν μου, ὅπως ἀξίως δοξάζω σε.

Ἢ Σταυροθεοτοκίον

Τὸν Ἀμνὸν καὶ Ποιμένα σε, ἐπὶ ξύλου ὡς ἔβλεψεν, ἡ Ἀμνὰς ἡ τέξασα ἐπωδύρετο, καὶ μητρικῶς σοι ἐφθέγγετο. Υἱὲ ποθεινότατε, πῶς ἐν ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης μακρόθυμε; πῶς τὰς χεῖράς σου, καὶ τοὺς πόδας σου Λόγε προσηλώθης, ὑπ᾿ ἀνόμων καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα;

Εἰ βούλει, ποίησον Δοξολογίαν μεγάλην, εἰδὲ μή,

 Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.

Δόξα... Ἦχος δ' Ἀνατολίου

ξίως εἴληφας ἐκ Θεοῦ τὰ χαρίσματα, σοφὲ Ἀπόστολε, πέτρα τῆς πίστεως· ἀνθ᾿ ὧν τὸ αἷμά σου τῷ Κτίστῃ, ὡς γλύκιον ἔδεσμα προσήγαγες πανεύφημε, καὶ κλειδοῦχος χάριτι τῶν οὐρανίων πυλῶν, πᾶσιν ἀναδέδειξαι, τοῖς πίστει εὐφημοῦσί σε.

Καὶ νῦν... Θεοτοκίον

Ἔδωκας σημείωσιν

Ζόφος φοβερώτατος, ὁ τοῦ θανάτου Θεόνυμφε, τὴν ψυχὴν κατατρύχει μου, τὸ δὲ λογοθέσιον, ἐξιστᾶν καὶ τρέμειν, ἀεὶ τῶν δαιμόνων παρασκευάζει ἀγαθή· ἐξ ὧν με ῥῦσαι τῇ δυναστείᾳ σου, Παρθένε ἀπειρόγαμε, καὶ πρὸς λιμένα σωτήριον, καὶ πρὸς φῶς τὸ ἀνέσπερον, τῶν Ἁγίων κατάταξον.

Ἢ Σταυροθεοτοκίον

Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ὠλόλυζε κράζουσα, πικρῶς τῷ ἐκ σπλάγχνων, αὐτῆς προελθόντι, καὶ τὸ μακρόθυμον αὐτοῦ ἀποθαυμάζουσα κατεπλήττετο· Τέκνον μου ποθεινότατον, μὴ ἐπιλάθῃ τῆς δούλης σου, μὴ βραδύνῃς Φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.

 Εἰς τὴν Λειτουργίαν

 Τυπικὰ καὶ ἀπὸ τοῦ Κανόνος τοῦ Ἀποστόλου Ὠδὴ γ' καὶ ς'.

Προκείμενον Ἦχος πλ. δ'

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Ὁ Ἀπόστολος

Ζήτει Σάββατον δ' τοῦ Πάσχα

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα.
Κεφ. 12:1-11

Κατ᾿ ἐκεῖνον τὸν καιρὸν ἐπέβαλεν ῾Ηρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. Ἀνεῖλε δὲ ᾿Ιάκωβον τὸν ἀδελφὸν ᾿Ιωάννου μαχαίρᾳ. Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς ᾿Ιουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον· ἦσαν δὲ αἱ ἡμέραι τῶν ἀζύμων· ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. ῞Οτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ ῾Ηρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων· Ἀνάστα ἐν τάχει. Καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. Εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν· Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Ἐποίησε δὲ οὕτω. Καὶ λέγει αὐτῷ· Περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾿ αὐτοῦ. Καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ εἶπε· Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς ῾Ηρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν ᾿Ιουδαίων.
 

Εὐαγγέλιον Ἑωθινὸν ια'

κ τοῦ κατά Ἰωάννην
Κεφ. 21:1-14

Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ ᾿Ιησοῦς τοῖς Μαθηταῖς αὐτοῦ, ἐγερθείς ἐκ νεκρῶν, ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως. Ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν Μαθητῶν αὐτοῦ δύο. Λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν. Λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. Ἐξῆλθον, καὶ ἀνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. Πρωΐας δὲ ἤδη γενομένης, ἔστη ὁ ᾿Ιησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέν τοι ᾔδεισαν οἱ Μαθηταὶ, ὅτι ᾿Ιησοῦς ἐστι. Λέγει οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς· Παιδία, μή τι προσφάγιον ἔχετε; Ἀπεκρίθησαν αὐτῷ· Οὔ. Ὁ δὲ εἶπεν αὐτοῖς· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. Ἔβαλον οὖν, καὶ οὐκ έτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. Λέγει οὖν ὁ Μαθητὴς ἐκεῖνος, ὃν ἠγάπα ὁ ᾿Ιησοῦς, τῷ Πέτρῳ· Ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν. Οἱ δὲ ἄλλοι Μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον· οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ᾿ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην, καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον. Λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. Ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον. Λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· δεῦτε ἀριστήσατε. Οὐδεὶς δὲ ἐτόλμα τῶν Μαθητῶν ἐξετάσαι αὐτὸν, Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ Κύριός ἐστιν. Ἔρχεται οὖν ὁ ᾿Ιησοῦς καὶ λαμβάνει τὸν ἄρτον, καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ ᾿Ιησοῦς τοῖς Μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν.
 

Κοινωνικὸν

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα.