The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

ΔΕΚΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΣΤ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀγγαίου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς το, Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ’

Οἱ Μάρτυρές σου Κύριε.

Σκήνωμα θεῖον Ἔνδοξε, καὶ ναὸς ἔμψυχος γεγενημένος, βίου λαμπρότητι καὶ πολιτείας, ἄψυχον ἤγειρας Ναόν, τὸν πάλαι πεσόντα πανσεβάσμιε, τῷ  τῆς οἰκουμένης βασιλεύοντι· διὸ ταῖς σαῖς πρεσβείαις, αἴτησαι πᾶσι δοῦναι, τὸ μέγα ἔλεος.

Σκεῦος ὤφθης τοῦ Πνεύματος, τὰς οὐρανόθεν σοι χορηγουμένας, ὑποδεχόμενον φωτοχυσίας, καὶ λαμπηδόνων δεκτικόν· ὅθεν προφητεύεις τὴν σωτήριον, πᾶσι τοῖς ἀνθρώποις ἀπολύτρωσιν, αὐτὸν ταῖς σαῖς πρεσβείαις, αἴτησαι πᾶσι δοῦναι, τὸ μέγα ἔλεος.

Αἴγλῃ τῆς θείας χάριτος, περιεχόμενος καὶ θεωρίας, καταξιούμενος καθαρωτέρας, καὶ ἀνεσπέρου φωτισμοῦ, ἀναδεδειγμένος Μάκαρ ἔμπλεως, τοὺς σὲ ἀνυμνοῦντας περιφρούρησον, αἰτούμενος τὸν μόνον, Κύριον πᾶσι δοῦναι, τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Οἱ λογισμοὶ ἀκάθαρτοι, τὰ χείλη δόλια, τὰ ἔργα δέ μου, εἰσὶ παμμίαρα, καὶ τὶ ποιήσω; πῶς ὑπαντήσω τῷ  Κριτῇ; Δέσποινα Παρθένε καθικέτευε, τὸν Υἱὸν καὶ πλάστην σου καὶ Κύριον, ὅπως ἐν μετανοίᾳ, δέξηταί μου τὸ πνεῦμα, ὡς μόνος εὔσπλαγχνος.

Ἢ Σταυροθεοτοκίον.

Οὐ φέρω τέκνον βλέπειν σε, τὸν τὴν ἐγρήγορσιν πᾶσι διδόντα, ξύλῳ ὑπνώσαντα, ὅπως τοῖς πάλαι, ἐν παραβάσεως καρπῷ, ὕπνῳ ὀλεθρίῳ ἀφυπνώσασι, θείαν καὶ σωτήριον ἐγρήγορσιν, παράσχῃς, ἡ Παρθένος, ἔλεγε θρηνῳδοῦσα, ἣν μεγαλύνομεν.

Καὶ τὰ λοιπὰ τοῦ Ἑσπερινοῦ, καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς.

Θεοσδότους ὑμνοῦμεν Ἀγγαίου λόγους.

Θεοφάνους.

Ὠδὴ   α’  Ἦχος βαρὺς.

Τῷ ἐκτινάξαντι Θεῷ, τὸν Φαραὼ ἐν θαλάσσῃ Ἐρυθρᾷ, ἐπινίκιον ᾠδὴν ᾄσωμεν, ὅτι δεδόξασται.

Θεοειδέστατος Θεῷ, παρεστηκὼς ὡς Προφήτης ἀληθής, τῶν ὑμνούντων τὴν σεπτὴν μνήμην σου, Μάκαρ μνημόνευε.

πὶ κρηπῖδος ἀσφαλοῦς, τῶν ἀρετῶν σεαυτὸν οἰκοδομῶν, ἀνατέθεικας ναὸν ἔμψυχον, Θεομακάριστε.

καθαρώτατός σου νοῦς, ἀεὶ Θεὸν καθορῶν ὡς ἐφικτόν, τὰς ἐκεῖθεν τηλαυγῶς, χάριτας Μάκαρ ἀπέστιλβεν.

Θεοτοκίον.

Σὲ τὸν ἀμήτορα τὸ πρίν, Λόγον Θεοῦ ἡ Παρθένος, ἐν γαστρὶ συλλαβοῦσα, σαρκικῶς τέτοκεν Υἱὸν ἀπάτορα.

Ὠδὴ γ’

στερεώθη τῇ πίστει, Χριστοῦ ἡ Ἐκκλησία· καὶ γὰρ ἀπαύστως, ἐν ὕμνοις βοᾷ μελῳδοῦσα, ἅγιος εἶ Κύριε, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.

Δυνάμει θείᾳ δαιμόνων, δεινῆς αἰχμαλωσίας, ἡμᾶς λυθέντας, ναούς σου σεπτοὺς Σῶτερ δεικνύεις, Ἅγιος εἶ κράζοντας· ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.

ἐν ὑψίστοις οἰκῶν, καὶ πληρῶν τὴν οἰκουμένην, ἁγιωσύνης Προφῆτα ναὸν σε δεικνύει, Ἅγιος εἶ κράζοντα· ὁ  σῴζων τὰς ψυχὰς ἡμῶν.

Τὸ θεῖον Πνεῦμα τὸ πᾶσι, τὴν χάριν διανέμον, τὴν σὴν καρδίαν, οἰκῆσαν βοᾶν σε ἐκδιδάσκει· Ἁγιος εἶ Κύριε, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον.

λόγῳ πᾶσαν τὴν κτίσιν, σοφῶς δημιουργήσας, δημιουργεῖται ἐκ σοῦ καθ' ἡμᾶς Θεομῆτορ, ἄνθρωπος γενόμενος, δι' οἶκτον ὁ φιλάνθρωπος.

Ὁ Εἱρμὸς.

στερεώθη τῇ πίστει, Χριστοῦ ἡ Ἐκκλησία· καὶ γὰρ ἀπαύστως, ἐν ὕμνοις βοᾷ μελῳδοῦσα· Ἅγιος εἶ Κύριε, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.

Κάθισμα  Ἦχος α’

Τὸν τάφον σου Σωτὴρ.

πάντα ὡς Θεός, ἐφορῶν καὶ γινώσκων, ψυχῆς τὸ καθαρόν, καταυγάσας σου ὄμμα, Προφῆτα πανεύφημε, ὁδηγὸν κόσμῳ ἔδειξεν· ὅθεν μνήμην σου, τὴν ἱερὰν ἐκτελοῦντες, πρέσβυν ἄριστον, καὶ πρὸς Θεὸν σε μεσίτην, Ἀγγαῖε προσάγομεν.

Δόξα... Ἦχος γ’

Θείας πίστεως.

Θείῳ Πνεύματι πεφωτισμένην, τὴν διάνοιαν ἔχων Προφήτα, τὰ τοῦ Θεοῦ προφητεύεις μυστήρια, ἀνακαλύπτων μελλόντων τὴν δήλωσιν, καὶ σαφηνίζων πραγμάτων τήν ἔκβασιν, Ἀγγαῖε πανόλβιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον.

Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη Πάναγνε, Θεοκυῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

Ἢ Σταυροθεοτοκίον.

ἀμίαντος Ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ  Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι τέκνον μου! πῶς πάσχεις θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον;

Ὠδὴ δ’

κήκοα τὴν ἀκοήν σου Κύριε, ὅτι ὤφθης ἐπὶ γῆς, διὰ τὸ σῶσαι ἡμᾶς· Διὸ βοῶ σοι· Δόξα τῇ δυνάμει σου Κύριε.

πέδειξας, τὸν ἐκ Παρθένου ἔμψυχον, προσληφθέντα σοι ναόν, τῷ  σῷ Προφήτῃ Χριστέ, μεθ' οὗ βοῶμεν· Δόξα τῇ δυνάμει σου Κύριε.

Συνήγαγες, τοὺς ἀπωσμένους Κύριε, τῆς δουλείας τοῦ ἐχθροῦ, ἐλευθερώσας ἡμᾶς, ὡς ὁ  Προφήτης λέγει ὁ θεόληπτος.

πέφηνας, τὴν ἐσομένην ὕστερον, σωτηρίαν τῶν ἐθνῶν, τῷ  σῷ προφήτῃ Χριστέ, τῷ  σοὶ βοῶντι· Δόξα τῇ δυνάμει σου Κύριε.

Θεοτοκίον.

Μετήγαγες, πρὸς εὐλογίαν Δέσποινα, τὴν κατάραν τοῦ Ἀδάμ, ἡμῖν τεκοῦσα Χριστόν, πρὸς ὃν βοῶμεν· Δόξα τῇ δυνάμει σου Κύριε.

Ὠδὴ ε’

Πρὸς σὲ ὀρθρίζω, τὸν τοῦ παντὸς Δημιουργόν, τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην, διότι φῶς τὰ προστάγματά σου, ἐν οἷς με καθοδήγησον.

Ναοὺς γενέσθαι, Θεοῦ τοῦ ζῶντος, Μάκαρ ἀξίωσον, τοὺς τὴν φωτοφόρον σου τελοῦντας ἑορτήν, ἐπί πέτραν ἑδράσας, τῶν σῶν δογμάτων ταῖς πρεσβείαις σου.

ς εὐεργέτης, τὴν σὴν εἰρήνην δὸς ἡμῖν Κύριε, τὴν εἰς περιποίησιν εἰρήνης τῆς ψυχῆς, ἣν ὁ θεῖος Ἀγγαῖος, Πνεύματι θείῳ προηγόρευσε.

Μεγάλη ἔσται, τῆς Ἐκκλησίας ὄντως ἡ εὔκλεια, ὑπὲρ τὴν προτέραν Ἰσραὴλ συναγωγήν, σαρκωθέντος τοῦ Λόγου, καὶ τοῖς ἀνθρώποις ὁμιλήσαντος.

Θεοτοκίον.

Εὐλογημένη, δεδοξασμένη Μῆτερ ἀπείρανδρε, τὴν νενεκρωμένην, ἁμαρτίαις μου ψυχήν, καὶ παθῶν κεχωσμένην, ταῖς ἀκρασίαις ζωοποίησον.

Ὠδὴ  ς’

Ἰωνᾶς ἐκ κοιλίας ᾅδου ἐβόα· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, ἡμεῖς δὲ σοι βοῶμεν· Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Νεανικῶς τὴν εὐσέβειαν Μάκαρ διδάσκων, ἀνήγειρας τῷ  Δεσπότῃ τῶν ὅλων, Ναὸν ἡγιασμένον, ἀφθονίαν ἀγαθῶν ὑπισχνούμενος.

νήγαγες τῆς μακρᾶς Σωτὴρ αἰχμαλωσίας, τὸν ἄνθρωπον ἐκ βυθοῦ κατωτάτου, καὶ πρὸς τὴν ἄνω Πόλιν, ἐπανήγαγες αὐτὸν ὡς Φιλανθρωπος.

Γηθόμενος τῇ τοῦ Πνεύματος αἴγλῃ Προφῆτα, ἐθέσπισας τῶν πρακτέων τοὺς λόγους, καὶ τὰ τῆς εὐσεβείας, ἐξεπαίδευσας ἡμᾶς δικαιώματα.

Θεοτοκίον.

Γνώμῃ πεσῶν ἐξεβλήθη Ἀδὰμ τοῦ Παραδείσου, ὁ Λόγος δέ, σαρκωθεὶς ἐκ Παρθένου, τοῦτον ἀνακαλεῖται, καὶ πρὸς τὴν ἄνω τρυφὴν μετηγάγετο.

Ὁ Εἱρμὸς.

Ἰωνᾶς ἐκ κοιλίας ᾅδου ἐβόα· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, ἡμεῖς δὲ σοι βοῶμεν· Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Συναξάριον.

Τῇ ις' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ Ἐνδόξου Προφήτου Ἀγγαίου.

Στίχοι

γγαῖος, ἄγγος πλῆρες ὤφθη χαρίτων.

ς ὑλικὸν δέ, τῷ  χρόνῳ συνετρίβη.

κτῃ καὶ δεκάτῃ Ἀγγαῖον γαῖα συνέσχεν.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαρίνου.

Στίχοι

Κάραν Μαρῖνος εὐτρεπίζει τῷ  ξίφει,

ς ὁ στέφανος εὐπρεπὴς ἐκ Κυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ , Οἱ Ἅγιοι Πρόβος (ἢ Πρόμος) καὶ Ἱλαρίων πυρὶ τελειοῦνται.

Στίχοι

Χλόη τις ἡ φλὸξ ἐστιν, εἰπόντος Πρόβου,

λάριος, Ναί, φησὶ φίλτατε Πρόβε.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μοδέστου, Ἀρχιεπισκόπου Ἱεροσολύμων.

Στίχοι

Φέρει, Μόδεστε παμμάκαρ, καὶ σὸν τάφον,

τὸν τάφον φέρουσα γῆ τοῦ Κυρίου.

Τὰ Ἐγκαίνια τοῦ Ναοῦ τοῦ Ἁγίου Μάρτυρος Χριστοφόρου, πλησίον τοῦ Ἁγίου Πολυεύκτου.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῆς Ἁγίας καὶ θαυματουργοῦ Θεοφανοῦς τῆς Βασιλίσσης, συζύγου γενομένης Λέοντος τοῦ σοφωτάτου Βασιλέως.

Στίχοι

γγὺς Βασιλὶς Θεοφανὼ Κυρίου,

Ταῖς ἀρεταῖς ἕστηκεν ἐστιλβωμένη.

Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Νικολάου πατριάρχου Κωνσταντινουπόλεως, καὶ Μέμνονος ἀρχιεπισκόπου Ἐφέσου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ’

Οἱ ἐν καμίνῳ τοῦ πυρός, ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας οὕτω βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ  Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

νακαθάρας σου τὸν νοῦν, ὑπεδέξω τὰς λαμπηδόνας, σαφῶς Προφῆτα τοῦ Πνεύματος, ἐμφανῶς προφητεύων καὶ ἀνακράζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

ερωτάτην σε ζωήν, μετιόντα τεθεαμένος, Θεὸς Προφήτην προβάλλεται, τῆς αὐτοῦ παρουσίας ἀναβοῶντα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

ἐν καμίνῳ τοῦ πυρός, τοὺς τρεῖς Παῖδας σώσας Παρθένε, αὐτὸς σκηνώσας ἐν μήτρᾳ σου, τοὺς αὐτῷ πεποιθότας σῴζει βοῶντας· Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς κοιλίας σου.

Ὠδὴ η’

Τὸν μόνον ἄναρχον Βασιλέα τῆς δόξης, ὃν εὐλογοῦσιν οὐρανῶν αἱ δυνάμεις, καὶ φρίττουσι τῶν Ἀγγέλων αἱ τάξεις, ὑμνεῖτε Ἱερεῖς· Λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

μνολογοῦμέν σε τὸν τῶν ὅλων Δεσπότην, ὃν ὁ Προφήτης ὁ  θεόπτης Ἀγγαῖος, ὑπέδειξε προσκυνεῖν σε καὶ μέλπειν· Ὑμνεῖτε ἱερεῖς, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Λόγον τὸν ἄναρχον ἐπ' ἐσχάτων τῶν χρόνων, ἐπιφανήσεσθαι θεόπτα Προφῆτα, προήγγειλας ἐμφανῶς ἀνακράζων· Ὑμνεῖτε ἱερεῖς, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τούς αἰῶνας.

Θεοτοκίον.

πρὶν ἀθέατος καὶ ἀχώρητος φύσει, ἐν τῇ γαστρί σου χωρηθείς, ἐθεάθη Πανάχραντε, ᾧ  ἐν πίστει βοῶμεν· Ὑμνεῖτε ἱερεῖς, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς.

Τὸν μόνον ἄναρχον Βασιλέα τῆς δόξης, ὃν εὐλογοῦσιν οὐρανῶν αἱ Δυνάμεις, καὶ φρίττουσι τῶν Ἀγγέλων αἱ τάξεις· Ὑμνεῖτε ἱερεῖς, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

Ὠδὴ θ’

Πανύμνητε, τῶν οὐρανῶν ὑψηλοτέρα, ἡ τὸν ἄναρχον Λόγον, ἀσπόρως συλλαβοῦσα, καὶ σεσαρκωμένον Θεόν, τεκοῦσα τοῖς ἀνθρώποις, πιστοὶ πάντες σε ἀεὶ μεγαλύνομεν.

Γευσάμενος, τῆς ὑπὲρ λόγον θεοπτίας, ἀπεσείσω Προφῆτα φροντίδας ἐπιγείους, καὶ δεδοξασμένῳ Θεῷ παρέστης ἐπαξίως· διὸ πάντες σε πιστοὶ μακαρίζομεν.

ἔνθεος, καὶ θαυμαστός σου Μάκαρ βίος, παραστάτην Θεοῦ σε ἀνέδειξε θεόφρον, καὶ σὺν ἀσωμάτων χοροῖς εὐφραίνῃ δι' αἰῶνος· διὸ πάντες σε πιστοὶ μακαρίζομεν.

πῆρξέ σοι, ὡς εὐσεβείας διδασκάλῳ, τῷ  Θεῷ συγγενέσθαι, καὶ τούτου συγκραθῆναι, τῷ  ἀκραιφνεστάτῳ φωτί, ὃν μάκαρ νῦν δυσώπει, λυτρωθῆναι πειρασμῶν τὰς ψυχάς ἡμῶν.

Θεοτοκίον.

Σὺ γέγονας, ὑπερφυῶς Θεογεννῆτορ, οἰκητήριον ὄντως, τοῦ πάντων Βασιλέως, καὶ χρυσοειδὴς Κιβωτός, τὸν Νόμου νομοθέτην, ἔχουσα Χριστὸν σωματούμενον.

Ὁ Εἱρμὸς.

Πανύμνητε, τῶν οὐρανῶν ὑψηλοτέρα, ἡ τὸν ἄναρχον Λόγον ἀσπόρως συλλαβοῦσα, καὶ σεσαρκωμένον Θεόν, τεκοῦσα τοῖς ἀνθρώποις, πιστοὶ πάντες σε ἀεὶ μεγαλύνομεν.

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.