The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

ΣΕΠΤΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΕ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Νικήτα.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς τρία καὶ τοῦ Ἁγίου τρία.

Τῆς Ἑορτῆς. Ἦχος πλ. α

Χαίροις ἀσκητικῶν.

Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς εὐσεβείας τὸ ἀήττητον τρόπαιον, ἡ θύρα τοῦ Παραδείσου, ὁ τῶν πιστῶν στηριγμός, τὸ τῆς Ἐκκλησίας περιτείχισμα· δι᾿ οὗ ἐξηφάνισται, ἡ φθορὰ καὶ κατήργηται, καὶ κατεπόθη, τοῦ θανάτου ἡ δύναμις, καὶ ὑψώθημεν, ἀπὸ γῆς πρὸς οὐράνια. Ὅπλον ἀκαταμάχητον, δαιμόνων ἀντίπαλε, δόξα Μαρτύρων Ὁσίων, ὡς ἀληθῶς ἐγκαλλώπισμα, λιμὴν σωτηρίας, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Xαίροις ὁ τοῦ Κυρίου Σταυρός, δι᾿ οὗ ἐλύθη τῆς ἀρᾶς τὸ ἀνθρώπινον, τῆς ὄντως χαρᾶς σημεῖον, ὁ καταράσσων ἐχθρούς, ἐν τῇ σῇ ὑψώσει πανσεβάσμιε∙ ἡμῶν ἡ βοήθεια, Βασιλέων κραταίωμα, σθένος δικαίων, Ἱερέων εὐπρέπεια, ὁ τυπούμενος, καὶ δεινῶν ἐκλυτρούμενος∙ ῥάβδος ἡ τῆς δυνάμεως, ὑφ᾿ ἧς ποιμαινόμεθα∙ ὅπλον εἰρήνης ἐν φόβῳ, ὃ περιέπουσιν Ἄγγελοι∙ Χριστοῦ θεία δόξα, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Χαίροις ὁ τῶν τυφλῶν ὁδηγός, τῶν ἀσθενούντων ἰατρός, ἡ ἀνάστασις, ἁπάντων τῶν τεθνεώτων, ὁ ἀνυψώσας ἡμᾶς, εἰς φθορὰν πεσόντας, Σταυρὲ τίμιε∙ δι᾿ οὗ διαλέλυται, ἡ φθορὰ καὶ ἐξήνθησεν, ἡ ἀφθαρσία, καὶ βροτοὶ ἐθεώθημεν, καὶ διάβολος, παντελῶς καταβέβληται. Σήμερον ἀνυψούμενον, χερσὶ καθορῶντές σε, Ἀρχιερέων ὑψοῦμεν, τὸν ὑψωθέντα ἐν μέσῳ σου, καὶ σὲ προσκυνοῦμεν, ἀρυόμενοι πλουσίως τὸ μέγα ἔλεος.

Τοῦ Μάρτυρος.

Ἦχος α Τῶν οὐρανίων.

Tὸν ἀλιτήριον Μάρτυς κατεπολέμησας, τῇ παναλκίμῳ πίστει, τοῦ Σωτῆρος θεόφρον, βασάνους ὑπομείνας· ὅθεν σοφέ, τοὺς βαρβάρους ἐπέστρεψας, πρὸς τὸν τῶν ὅλων Δεσπότην καὶ ποιητήν, καὶ δοξάζουσιν αὐτὸν εὐσεβῶς.

Τὰ ἀκροθίνια Μάρτυς ἐκ τῶν βαρβάρων Χριστῷ, δόξαν προσάξας ὤφθης, ἀθλητὰ θεηγόρε, θανὼν ὑπὲρ Τριάδος∙ ὅθεν σαφῶς, καὶ τὸ στέφος ἀπείληφας, καὶ ὡς φωστὴρ διαλάμπεις θεοπρεπῶς, ἐν τῷ κόσμῳ ἀξιάγαστε.

Tὴν εὐσεβῆ πανοπλίαν ἀμφιεσάμενος, πρὸς πόλεμον ἐδείχθης, Χριστοῦ τοῦ Βασιλέως, Νικῆτα ἀθλοφόρε, ὥς περ ποτέ, Γεδεὼν ὁ παγκράτιστος, τῶν ἀλλοφύλων τὰ στίφη καταβαλών, ῥωμαλέᾳ παρρησίᾳ σου.

Δόξα...

Ἦχος πλ. β  Θεοφάνους.

Φωστῆρα τῶν Μαρτύρων σε ἔγνωμεν, Νικῆτα τοῦ Χριστοῦ ἀθλητά∙ σὺ γὰρ τοῦ ἐπὶ γῆς ἀξιώματος, τὴν δόξαν καταλείψας, καὶ πατρικὴν ἀθεΐαν βδελυξάμενος, τοὺς θεούς αὐτῶν συνέτριψας, καὶ νικητικῶς τοὺς βαρβάρους κατῄσχυνας, ὑπὲρ Χριστοῦ τὸ μαρτύριον τῆς ὁμολογίας ἐκπληρώσας∙ καὶ στρατιώτης τοῦ ἐπουρανίου Θεοῦ γέγονας, ὑπὲρ ἡμῶν δυσωπῶν τὸν εὐεργέτην τοῦ παντός, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Ὁ αὐτὸς.

Τῶν Προφητῶν αἱ φωναί, τὸ Ξύλον τὸ ἅγιον προκατήγγειλαν. δι᾽ οὗ τῆς ἀρχαίας ἠλευθερώθη κατάρας, τῆς τοῦ θανάτου ὁ Ἀδάμ, ἡ δὲ κτίσις σήμερον, ὑψουμένου τούτου συνυψοῖ τὴν φωνήν, τὸ ἐκ Θεοῦ αἰτουμένη πλούσιον ἔλεος. Ἀλλ᾽ ὁ μόνος ἐν ἐλέει ἀμέτρητος Δέσποτα, ἱλασμὸς γενοῦ ἡμῖν, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος  Προκείμενον.

Ἦχος βαρὺς.

Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν, ἐποίησεν.

Στίχ. ν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου.

Στίχ. θάλασσα εἶδε, καὶ ἔφυγεν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. β

Ὅλην ἀποθέμενοι.

Σταυρὸς ἀνυψούμενος, τοῦ ἐν αὐτῷ ὑψωθέντος, τὸ πάθος τὸ ἄχραντον, ἀνυμνεῖν προτρέπεται κτίσιν ἅπασαν∙ ἐν αὐτῷ κτείνας γάρ, τὸν ἡμᾶς κτείναντα, νεκρωθέντας ἀνεζώωσε, καὶ κατεκάλλυνε, καὶ εἰς οὐρανοὺς πολιτεύεσθαι, ἠξίωσεν ὡς εὔσπλαγχνος, δι᾿ ὑπερβολὴν ἀγαθότητος∙ ὅθεν γεγηθότες, ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ, καὶ τὴν αὐτοῦ μεγαλύνωμεν, ἄκραν συγκατάβασιν.

Στίχ. ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

Μωσῆς προετύπου σε, χεῖρας ἐκτείνας εἰς ὕψος, καὶ κατατροπούμενος, Ἀμαλὴκ τὸν τύραννον, Σταυρὲ τίμιε, τῶν πιστῶν καύχημα, Ἀθλητῶν στήριγμα, Ἀποστόλων ἐγκαλλώπισμα, Δικαίων πρόμαχε, πάντων τῶν Ὁσίων διάσωσμα∙ διὸ σε ἀνυψούμενον, βλέπουσα ἡ κτίσις εὐφραίνεται, καὶ πανηγυρίζει, δοξάζουσα Χριστὸν τὸν διὰ σοῦ, τὰ διεστῶτα συνάψαντα, ἄκρᾳ ἀγαθότητι.

Στίχ. δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

Σταυρὲ πανσεβάσμιε, ὃν περιέπουσι τάξεις, Ἀγγέλων γηθόμεναι, σήμερον ὑψούμενος θείῳ νεύματι, ἀνυψοῖς ἅπαντας, τοὺς κλοπῇ βρώσεως, ἀπωσθέντας, καὶ εἰς θάνατον, κατολισθήσαντας∙ ὅθεν σε καρδίᾳ καὶ χείλεσι, πιστῶς περιπτυσσόμενοι, τὸν ἁγιασμὸν ἀρυόμεθα∙ Ὑψοῦτε βοῶντες, Χριστὸν τὸν ὑπεράγαθον Θεόν, καὶ τὸ αὐτοῦ προσκυνήσατε, θεῖον ὑποπόδιον.

Δόξα... Ἦχος πλ. δ

Τῆς νίκης ἐπώνυμος ἀνεδείχθης, Μάρτυς Νικῆτα πανσεβάσμιε, ἐν σταδίῳ κηρύξας Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ ἐναντίον βασιλέων καὶ τυράννων αὐτὸν ὁμολογήσας∙ διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ τῶν φιλοχρίστων ἀνάκτων, καὶ πάντων τῶν τὴν μνήμην σου τελούντων πιστῶς, τὸν μόνον φιλάνθρωπον, λυτρωθῆναι πάσης ὀργῆς.

Καὶ νῦν... Ὁ αὐτὸς.

φωνὴ τοῦ Προφήτου σου Μωϋσέως ὁ Θεός, πεπλήρωται ἡ λέγουσα∙ Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ κόσμος ἐκ πλάνης ἠλευθέρωται. Σήμερον τοῦ Χριστοῦ ἡ ἀνάστασις ἐγκαινίζεται, καὶ τὰ πέρατα τῆς γῆς ἀγάλλεται, ἐν κυμβάλοις Δαυϊτικοῖς ὕμνον σοι προσφέροντα, καὶ λέγοντα∙ Εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός, Σταυρὸν καὶ τὴν ἀνάστασιν∙ δι᾿ ὧν ἡμᾶς ἔσωσας, ἀγαθὲ καὶ φιλάνθρωπε, Παντοδύναμε Κύριε, δόξα σοι.

Ἀπολυτίκιον τοῦ Ἁγίου.

Ἦχος δ  Ταχὺ προκατάλαβε.

Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταὶς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Τῆς Ἑορτῆς.

Ἀπολυτίκιον.  Ἦχος α

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α Στιχολογίαν.

Κάθισμα  Ἦχος α

Τοῦ λίθου σφραγισθέντος.

Τοῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης ἡ ζωὴ τῶν ἁπάντων. Παράδεισον ἠνέῳξας Σωτήρ, τῷ πίστει προσελθόντι σοι Ληστῇ∙ καὶ τρυφῆς κατηξιώθη, ὁμολογῶν σοι· Μνήσθητί μου Κύριε. Δέξαι ὥς περ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας∙ Ἡμάρτομεν, πάντες τῇ εὐσπλαγχνίᾳ σου, μὴ ὑπερίδῃς ἡμᾶς.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ.

Μετὰ τὴν β' Στιχολογίαν.

Κάθισμα  Ἦχος α

Τὸν τάφον σου Σωτὴρ.

πλώσας ἐν Σταυρῷ, τὰς παλάμας Οἰκτίρμον, τὰ ἔθνη τὰ μακράν, ἀπὸ σοῦ γεγονότα, συνήγαγες δοξάζειν σου, τὴν πολλὴν ἀγαθότητα∙ ἀλλ᾿ ἐπίβλεψον, ἐπὶ τὴν σήν κληρουχίαν, καὶ κατάβαλε, τοὺς καθ᾽ ἡμῶν πολεμίους, Σταυρῷ τῷ τιμίῳ σου.

Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ.

     Καὶ οἱ Κανόνες τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου, οὗ ἡ, Ἀκροστιχίς.

Νίκης σε μέλπω τὸν φερώνυμον πρόμον.

Θεοφάνους.

Ὠδὴ α  Ἦχος δ

Θαλάσσης τὸ ἐρυθραῖον.

Νεκρώσας, τὸ τῆς σαρκός μου φρόνημα, τὸν νοῦν καταύγασον, φωτιστικῇ λαμπρότητι τὴν σήν, ἀνυμνῆσαι πανήγυριν, ὡς νικητὴς πανάριστος, καθικετεύων ὦ Νικῆτα Χριστόν.

ὸν τὸν ἐκ τῶν παθῶν γενόμενον, ἀποτιθέμενος, τοὺς αἰκισμοὺς ὑπέμεινας στερρῶς, καὶ χιτῶνα τὸν ἔντιμον, μαρτυρικῶς ἐνδέδυσαι, ἐκ σῶν αἱμάτων ὑφαινόμενον.

Καινήν τε, καὶ θαυμασίαν ἔδειξας, ὁδὸν ἀθλήσεως, ὑπὲρ ἡμῶν τῷ ξύλῳ προσπαγείς∙ ἀπαρχὴ γὰρ γεγένησαι, τῆς τῶν Μαρτύρων Δέσποτα, ὁμολογίας καὶ στερρότητος.

Θεοτοκίον.

πύλη, τῆς πρὸς ἡμᾶς σου Κύριε, συγκαταβάσεως, ἀνατολὴν καὶ ἥλιον καὶ φῶς, μυστικῶς σε καλούμενoν, ὑπερφυῶς ἐξήστραψε, διπλοῦν τῇ φύσει τὸν φιλάνθρωπον.

Ὠδὴ γ

Εὐφραίνεται ἐπὶ σοὶ.

Στερρότητι τῆς ψυχῆς, τὰς τῶν τυράννων ἀπειλὰς ἔφερες, Μάρτυς Χριστοῦ ἔνδοξε, θείᾳ δυναστείᾳ ῥωννύμενος.

Σαρκός σου τὸν σκορπισμόν, καὶ τῶν μελῶν τὴν ἐκκοπὴν ἤνεγκας, Μάρτυς Χριστοῦ πανεύφημε∙ τὴν δὲ σὴν ψυχὴν συνεκρότησας.

Εὐφραίνεται ἐπὶ σοί, ὁ τῶν Μαρτυρων τοῦ Χριστοῦ σύλλογος, μνήμην τὴν σὴν σήμερον, ἐπιτελουμένην θεώμενος.

Θεοτοκίον.

Μαρία τὸ καθαρόν, τῆς παρθενίας καὶ σεπτὸν σκήνωμα, τὰ χαλεπὰ τραύματα, τῆς ἐμῆς καρδίας θεράπευσον.

Ὁ Εἱρμὸς.

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα∙ Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγή, καὶ στερέωμα.

Κάθισμα  Ἦχος δ

Ταχὺ προκατάλαβε.

Τῶν πόνων μακάριε, κατατρυφῶν τῆς σαρκός, τὴν θείαν καὶ ἄπονον, ἐν Παραδείσῳ τρυφήν, ἀξίως ἀπείληφας, στέφος ἀθανασίας, ἐκ Θεοῦ δεδεγμένος∙ ὅθεν καὶ τῶν θαυμάτων, ποταμοὺς ἀναβλύζεις, τοῖς πόθῳ καταφεύγουσι, Μάρτυς τῇ σκέπῃ σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον, ὅμοιον.

Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν∙ ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμᾶς πολεμοῦντας∙ γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Ὠδὴ δ

παρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα∙ Δόξα τῇ δυνάμει σου Κύριε.

νηδόμενος Κυρίου τῇ θεωρίᾳ, καὶ ταῖς αὐτοῦ λαμπρότησιν, ἐντρυφῶν ὁ Μάρτυς, πάσχων οὐκ ᾐσθάνετο, καὶ χαίρων ἐκραύγαζε∙ Δόξα τῇ δυνάμει σου Κύριε.

Λελυτρωμένος τῶ αἵματι τοῦ Δεσπότου, ὁ ἀθλητὴς Νικήτας, τὸ ἴδιον αἷμα, χαίρων προσκομίζει Χριστῷ∙ δι᾿ ὃν ἀναιρούμενος· Δόξα σοι Θεέ μου, ἐκραύγαζεν.

Πεπυρσευμένος τῷ ἔρωτι τοῦ Σωτῆρος, εἰδωλικὴν ὁ Μάρτυς, κατεπάτησε φλόγα, πᾶσάν τε δαιμόνων ἰσχύν, καὶ κράζει τῷ κτίσαντι∙ Δόξα τῇ δυνάμει σου Κύριε.

Θεοτοκίον.

ραϊσμένος ποικίλῃ φωτοχυσίᾳ ὁ οὐρανὸς ὁ ἔμψυχος, σοῦ τοῦ Βασιλέως, τῶν βασιλευόντων Χριστέ, Παρθένος ἡ ἄχραντος, νῦν ὡς Θεοτόκος δοξάζεται.

Ὠδὴ ε

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας∙ φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας τοὺς πίστει ἀνυμνοῦντάς σε.

Τὶς δύναται λαλεῖν, σοῦ Νικῆτα τὰ ἔπαθλα, πανεύφημε τοὺς στεφάνους, οὓς δωρεῖται Χριστὸς σοι, ὑπὲρ αὐτοῦ ἀθλήσαντι;

Οἱ Μάρτυρες ἐν γῇ, τοὺς ἀγῶνας ἀνύσαντες, οὐράνιον ἐν ὑψίστοις, παρὰ σοῦ Ζωοδότα, τὴν ἀντίδοσιν ἔλαβον.

Νῦν λάμπεις ὡς φωστήρ, ὦ Νικῆτα πανεύφημε, φῶς δεύτερον χρηματίσας, τῷ φωτὶ τῷ μεγάλῳ ἐνδόξως παριστάμενος.

Θεοτοκίον.

Φῶς ἄχρονον ἡμῖν, ὑπὸ χρόνον γενόμενον, ἐγέννησας Θεομῆτορ, τοῖς ἐν σκότει τοῦ βίου, καὶ κόσμον κατεφώτισας.

Ὠδὴ ς

Θύσω σοι, μετὰ φωνῆς.

θέλχθης, ταῖς καλλοναῖς τοῦ Κτίσαντος Ἔνδοξε, καὶ τὰς ἐκεῖθεν ἐμφάσεις, δεδεγμένος μάκαρ ἀνεπτερώθης, καὶ θανάτου, καταφρονῶν αὐτῷ προσεχώρησας.

εόντων, λογιστικῷ χρησάμενος σώφρονι, τὰ μὴ κενούμενα Μάρτυς προτιμήσας, σῶμά σου τοῖς βασάνοις ὦ Νικῆτα, μετ᾿ εὐφροσύνης χαίρων παρέδωκας.

Θεοτοκίον.

ς μῆλον, ἐν τῷ δρυμῷ σε μόνην εὑράμενος, καὶ καθαρώτατον κρίνον, καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ νυμφίος, ὁ νοητὸς ἐν σοὶ κατεσκήνωσε.

Ὁ Εἱρμὸς.

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι᾽ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

Κοντάκιον  Ἦχος β

Τὰ ἄνω ζητῶν.

Τῆς πλάνης τεμών, τὸ κράτος τῇ ἐνστάσει σου, καὶ νίκης λαβών, τὸ στέφος τῇ ἀθλήσει σου, τοῖς Ἀγγέλοις ἔνδοξε, συναγάλλῃ Νικῆτα φερώνυμε, σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἶκος.

Γνῶσιν ἐνθεὶς τὴ ψυχή μου, κάθαρόν μου τὴν φρένα καὶ τῶν σῶν ἐντολῶν ἐργάτην Σῶτερ ἀνάδειξον, ἵνα ἰσχύσω καταπαλαῖσαι τὰς ποικίλας τῶν παθῶν μου ἐπαναστάσεις, νικητικὸν ἀφθαρσίας βραβεῖόν τε δέξασθαι, πρεσβείαις τοῦ σοῦ γενναίου ἀθλοφόρου Νικήτα, φιλάνθρωπε∙ καὶ γὰρ αὐτὸς ἡμᾶς ἐν τῇ μνήμῃ αὐτοῦ συνεκαλέσατο, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Συναξάριον.

Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Ἄθλησις τοῦ Ἁγίου Μεγαλομάρτυρος Νικήτα.

Στίχοι

Φλέγῃ, Νικῆτα, καὶ γίνῃ νικηφόρος,

μᾶλλον εἰπεῖν, πυρφόρος νικηφόρος.

Πέμπτῃ καὶ δεκάτῃ καμίνῳ βλήθη Νικήτας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Φιλοθέου Πρεσβυτέρου καὶ θαυματουργοῦ.

Στίχοι

Ζήσας ὁ Φιλόθεος ὡς Θεῷ φίλος.

Ζωὴν ἄληκτον εὗρε σύν Θεῷ φίλοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πορφυρίου τοῦ ἀπὸ Μίμων.

Στίχοι

Βάπτισμα παῖξαι προτραπείς, παίζεις πλάνην,

ύπτῃ δὲ Πορφύριε, καὶ τέμνῃ ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ εὕρεσις τοῦ λειψάνου τοῦ Ἁγίου Ἀκακίου Ἐπισκόπου Μελιτηνῆς.

Στίχοι

Τιμῶντες ἡμεῖς εὕρεσιν σοῦ λειψάνου,

Εὔροιμεν Ἀκάκιε τῶν κακῶν λύσιν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μάξιμος ξίφει τελειοῦται.

Στίχοι

Χριστὸν θεωρῶν σοι προτείνοντα στέφος,

Τὴν σὴν προτείνεις Μάξιμε ξίφει κάραν.

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι δύο Κόραι ξίφει τελειοῦνται.

Στίχοι

Γνώμην ἔχουσαι καὶ προθυμίαν μίαν,

Κόραι δύο κλίνουσιν αὐχένας ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ εὕρεσις τοῦ λειψάνου τοῦ Ἁγίου Πρωτομάρτυρος Στεφάνου.

Στίχοι

Εὕρημα κοινὸν ὁ Στέφανος τῇ κτίσει,

Θεοῦ μεγίστου πρωταγωνιστὴς μέγας.

ἐν ἁγίοις πατὴρ ἡμῶν Βησσαρίων ἀρχιεπίσκοπος Λαρίσσης ἐν εἰρήνῃ τελειοῦται.

ὅσιος Γεράσιμος, ὁ κτίτωρ τῆς μονῆς τῆς ἁγίας Τριάδος τῆς ἐπονομαζομένης Σουρβιᾶς, τῆς παρὰ τὴν Μακρυνίτσαν τῆς Ζαγορᾶς, ἐν εἰρήνῃ τελειοῦται.

ἅγιος νεομάρτυς, Ἰωάννης ὁ Κρής, ὁ μαρτυρήσας ἐν τῇ νέᾳ Ἐφέσῳ κατὰ τὸ 1811, ξίφει τελειοῦται.

Ταῖς τῶν σῶν Μαρτύρων εὐχαῖς, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ

Ἐν τῇ καμίνῳ.  

Νῦν ἀπροσίτῳ, τῇ λαμπηδόνι καταυγαζόμενος, Μάρτυς τοὺς ὑμνοῦντας νῦν τὴν σὴν ἑορτήν, τῷ φωτί σου καταλάμπρυνον· Εὐλογημένος εἶ, ὁ Θεός μου, κραυγάζων καὶ Κύριος.

περηγάσθη, σοῦ τὴν ἀνδρείαν τὰ στρατεύματα, μάκαρ τῶν Ἀγγέλων βλέποντα καρτερῶς, ἐναθλοῦντά σε καὶ λέγοντα∙ Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Θεοτοκίον.

Μετὰ τῆς ἄνω, χοροστασίας ὁ ἀσώματος, Χαῖρε Θεοτόκε πάναγνε Γαβριήλ, ἀγαλλόμενος κραυγάζει σοι∙ Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις Πανάμωμε.

Ὠδὴ η

Χεῖρας ἐκπετάσας.

λόκληρον θῦμα καὶ δεκτόν, σαυτὸν προσήγαγες Μάρτυς ἀήττητε, καὶ ὁλοκάρπωμα γέγονας, εὐωδίας τῷ Δεσπότῃ σου, τῷ σταυρωθέντι δι᾽ ἡμᾶς, μετ᾽ εὐφροσύνης βοῶν∙ Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Νομίμως ὡς θεῖος ἀριστεύς, ἐχθροῦ τὰς φάλαγγας καταστρεψάμενος, ἀξίως εἴληφας στέφανον, τὸν τῆς νίκης τὸν ἀμάραντον, ἐκ ζωηφόρου δεξιᾶς, ᾗ νῦν παρέστηκας ἀναμέλπων∙ Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ποθήσας ἀσχέτως τὸν Χριστόν, τῷ τούτου αἵματι, τὸ σὸν κατέμιξας, καὶ συντεμνόμενος μάστιξι, καὶ ποικίλως ἀναιρούμενος∙ ᾧ περ καὶ νῦν ὡς μιμητής, συμβασιλεύεις βοῶν∙ Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον.

ύπον τὸν τῆς φύσεως ἡμῶν, Χριστὸν κυήσασα τὸν μόνον ἄχραντον, σαφῶς ἀπέπλυνας ἄχραντε, Θεοτόκε παναμώμητε∙ καὶ Χερουβὶμ καὶ Σεραφίμ, γέγονας ὕπερθεν, τῶν βοώντων∙ Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ὁ Εἱρμὸς.

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε∙ πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες∙ Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὠδὴ θ

Λίθος ἀχειρότμητος.

λον ἐμαυτὸν σοι προσφέρω, θεομακάριστε Νικῆτα, ἵνα σε πλουτήσω προστάτην, πρὸς τὸν Δεσπότην σῴζειν δυνάμενον, ἐκ πάσης περιστάσεως, καὶ σωτηρίας θείας πρόξενον.

Μάρτυς ἀληθῶς χρηματίσας, τῆς ἀληθείας Ἀθλοφόρε, τῇ ἐνυποστάτῳ καὶ σεπτῇ, νῦν ἀληθείᾳ χαίρων παρίστασαι, τὰ τῶν ἀγώνων ἔπαθλα, σὺν παρρησίᾳ κομισάμενος.

ρμῳ γαληνῷ προσωρμίσθης, ἀναπαυσάμενος τῶν πόνων, καὶ στεφανηφόρος χορεύεις ἐν Παραδείσῳ, μετὰ Μαρτύρων Χριστοῦ∙ διὸ σε νῦν πανόλβιε, πάντες ἀξίως σε δοξάζομεν.

Νέμοις μοι τὴν ἄφθονον χάριν, τοὺς τῶν ἐπαίνων σοι τοῖς λόγοις, πλέξαντι προθύμως στεφάνους, ῥυόμενός με τῆς ἁμαρτίας μου, καὶ τῶν δεινῶν μου πράξεων, ταῖς σαῖς πρεσβείαις Παμμακάριστε.

Θεοτοκίον.

Νόμων τῶν τῆς φύσεως δίχα, τὸν νομοδότην ἀποτίκτεις, σάρκα γεγονότα ἀτρέπτως, δι᾽ εὐσπλαγχνίαν ἀνεξιχνίαστον, εὐλογημένη Ἄχραντε, δυσὶν οὐσίαις γνωριζόμενον.

Ὁ Εἱρμὸς.

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις∙ διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.

Ἐξαποστειλάριον τοῦ Μάρτυρος.

Τοῖς Μαθηταῖς συνέλθωμεν.

ς ἐτροπώσω πάνσοφε, τοῦ Σταυροῦ τῇ δυνάμει, βαρβαρικὴν θρασύτητα, καὶ τυράννων μανίαν, στῆσον γενναῖε Νικῆτα, καὶ ἡμῶν ταῖς εὐχαῖς σου, τὰ τῆς σαρκὸς κινήματα, καὶ παθῶν τὰς ἐφόδους, ἁμαρτιῶν, λύσιν παρεχόμενος, ἀθλοφόρε, ὡς παρρησίαν ἄπλετον, πρὸς Θεὸν κεκτημένος.

Καὶ τῆς Ἑορτῆς.

Τῶν Μαθητῶν ὁρώντων σε.

Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης∙ Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας∙ Σταυρός, Βασιλέων τὸ κραταίωμα∙ Σταυρὸς πιστῶν τὸ στήριγμα∙ Σταυρὸς Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος β

Οἶκος τοῦ Ἐφραθᾶ.

Σήμερον τοῦ Χριστοῦ, ὁ Σταυρὸς ἀνυψοῦται, τὸ ζωηφόρον ξύλον, ἐν ᾧ σαρκὶ ἐπάγη, πάντας ἀνακαλούμενος.

Στίχ. ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

Χαίροις τὸ τῶν πιστῶν, φυλακτήριον θεῖον, ἀπροσμάχητον τεῖχος, Σταυρὸς ὁ τοῦ Κυρίου, δι' οὗ ἀπὸ γῆς ἤρθημεν.

Στίχ. δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.

Δεῦτε χαρμονικῶς, ἀσπασώμεθα πάντες, τὸ σωτήριον ξύλον, ἐν ᾧ ἐξετανύθη, Χριστὸς ἡ ἀπολύτρωσις.

Δόξα... Ἦχος πλ. β

Σήμερον ἡ οἰκουμένη πᾶσα, τῇ τοῦ ἀθλοφόρου ἀγάλλεται ἀθλήσει∙ καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τοῖς ἄνθεσιν ὡραϊζομένη, Χριστομάρτυς βοᾷ σοι∙ θεράπον Χριστοῦ, καὶ προστάτα θερμότατε, μὴ ἐλλίπῃς πρεσβεύειν ὑπὲρ τῶν δούλων σου.

Καὶ νῦν... ὁ αὐτὸς.

Σήμερον τὸ φυτὸν τῆς ζωῆς ἐκ τῶν τῆς γῆς ἀδύτων ἀνιστάμενον, τοῦ ἐν αὐτῷ παγέντος Χριστοῦ, πιστοῦται τὴν ἀνάστασιν∙ καὶ ἀνυψούμενον χερσὶν ἱεραῖς, τὴν αὐτοῦ πρὸς οὐρανούς, καταγγέλλει ἀνύψωσιν, δι᾿ ἧς τὸ ἡμέτερον φύραμα, ἐκ τῆς εἰς γῆν καταπτώσεως, εἰς οὐρανοὺς πολιτεύεται∙ διὸ εὐχαρίστως βοήσωμεν, Κύριε, ὁ ὑψωθεὶς ἐν αὐτῷ, καὶ δι᾿ αὐτοῦ συνανυψώσας ἡμᾶς, τῆς οὐρανίου χαρᾶς ἀξίωσον τοὺς ὑμνοῦντάς σε.

Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ Μακαρισμοὶ ἀπὸ τοῦ Κανόνος τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου.

Προκείμενον. Ἦχος βαρύς' [Ψαλμός 63]

Στίχ. Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ.

Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.

Πρὸς Κολασσαεῖς Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.

Κεφ.  1:24-29, 2: 1

δελφοί, νῦν χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία, ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ, τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης· ὃν ἡμεῖς καταγγέλλομεν νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ ᾿Ιησοῦ· εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει. Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν.

Ἕτερος

Πρὸς Τιμόθεον Β΄ Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.

Κεφ.  2: 1-10

Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ ᾿Ιησοῦ, καὶ ἃ ἤκουσας παρ᾿ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης ᾿Ιησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ὃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε ᾿Ιησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· ἀλλ᾿ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ ᾿Ιησοῦ μετὰ δόξης αἰωνίου.

λληλούϊα [γ΄].  Ἦχος β΄ [Ψαλμός 91].

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στίχ. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.

Εὐαγγέλιον.

κ τοῦ κατὰ Ματθαῖον.

Κεφ. 10: 16-22

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς·᾿Ιδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Kαὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Kοινωνικὸν

Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.