The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ 

 ΙΑΝΟΥΑΡΙΟΣ

ΕΧΩΝ ΗΜΕΡΑΣ ΤΡΙΑΚΟΝΤΑ ΜΙΑΝ

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ 

Ὁσίου Πατρὸς ἡμῶν Μνήμη του Παύλου τοῦ Θηβαίου καὶ τοῦ Ἁγίου Ἰωάννου τοῦ Καλυβίτου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ 

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Θηβαίου.

Ἦχος β'

Ὅτε, ἐκ τοῦ ξύλου σὲ νεκρὸν

τε, ἐπινεύσει θεϊκῇ,Πάτερ τὰς τοῦ βίου φροντίδας, ἐμφρόνως ἔλιπες, καὶ πρὸς τοὺς ἀσκήσεως, πόνους ἐχώρησας, τότε χαίρων κατέλαβες, ἀβάτους ἐρήμους, ἔρωτι πυρούμενος, τῆς τοῦ Κυρίου στοργῆς· ὅθεν ἐρημώσας τὰ πάθη, τῇ ἐπιμονῇ τῶν κρειττόνων, Ἄγγελος καθάπερ ἐπεβίωσας.

Πάσης, ἀνθρωπίνης σεαυτόν, Πάτερ συνουσίας χωρίσας, ἀπὸ νεότητος, πρῶτος τὴν πανέρημον, Παῦλε κατέλαβες, ὑπὲρ πάντα μονάζοντα, καὶ βίου δι' ὅλου, ὤφθης ἀγνοούμενος· ὅθεν Ἀντώνιος, εὗρεν ἐπινεύσει σε θείᾳ, ὥσπερ θησαυρὸν κεκρυμμένον, καὶ τῇ οἰκουμένῃ ἐφανέρωσε.

Ξένην, ἐπὶ γῆς διαγωγήν, ἐπιτηδευσάμενος Παῦλε, θηρσὶ συνῴκησας, δι᾽ ὀρνέου Ὅσιε, διακονούμενος, θεϊκαῖς ἐπινεύσεσι, καὶ τοῦτο ὡς εἶδεν, ὅτε σε ὁ μέγιστος εὗρεν Ἀντώνιος, θάμβους πεπλησμένος τῶν πάντων, καὶ Προνοητὴν καὶ Δεσπότην, ὡς Θεὸν ἀπαύστως ἐμεγάλυνεν.

Στιχηρὰ τοῦ Καλυβίτου ὅμοια

τε, ἐπινεύσει θεϊκῇ, κόσμου τὴν τερπνότητα Πάτερ, χαίρων ἐξέφυγες, τότε προετίμησας, τῆς εὐρυχώρου ὁδοῦ, τὴν στενὴν καὶ ἐπώδυνον, καὶ λίαν τραχεῖαν· ὅθεν φροντιστήριον, ψυχῶν κατέλαβες, θεῖον ἐνδυσάμενος σχῆμα, τῇ ἀποφυγῇ καὶ γυμνώσει, πάντων τῶν παθῶν θεομακάριστε.

Ξένην, ἐπενόησας ζωήν, ξένον ἐπιτήδευμα φίλτρῳ, Χριστοῦ νυττόμενος, οὗ τινος τὴν ἄφατον πτωχείαν ἔστερξας· καὶ πυλῶσιν ἀνέστιος, τῶν σῶν γεννητόρων, Πάτερ ἐκαρτέρησας, στένων θλιβόμενος· ὅθεν χαρισμάτων ἐπλήσθης, καὶ τὸν ἀναφαίρετον πλοῦτον, τὸν ἐν οὐρανοῖς ἐκληρονόμησας.

Φέρων, ἐν χερσὶ τὸ Ἱερόν, Πάτερ Εὐαγγέλιον τούτου, πληρωτὴς γέγονας, ὕπαρξιν γεννήτορος ἀπαρνησάμενος, Ἰωάννη καὶ δάκρυσι, καὶ στενοχωρίᾳ, ὅλον διανύσας σου, τὸν βίον Ὅσιε· ὅθεν παρακλήσεως θείας, καὶ διηνεκοῦς εὐφροσύνης, νῦν ἐπαπολαύεις θεοδόξαστε.

Δόξα... Ἦχος β'

Τοῦ Καλυβίτου

ρνησάμενος κόσμον, καὶ τὰ ἐν κόσμῳ Ὅσιε, Εὐαγγέλιον λαβών, εὐαγγελικῶς αὐτῷ ἠκολούθησας, καὶ τῇ καλύβῃ διαιτώμενος, ὡς ἐν Παραδείσῳ μυστικῶς, τῇ ἄκρᾳ σκληραγωγίᾳ τῆς σαρκός, τὸν βροτοκτόνον δράκοντα ἀπέκτεινας· διὸ ἐν οὐρανοῖς αὐλιζόμενος, Ἰωάννη μακάριε, αἴτησαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νν... Θεοτοκίον

Ὅτε, ἐκ τοῦ ξύλου σε

Χαῖρε, ἡλιόμορφος Ἀστήρ. Χαῖρε ἡ αἰτία ἁπάντων, καλῶν Πανάμωμε. Χαῖρε ἡ χωρήσασα, Θεὸν ἀχώρητον, ἡ τὸν στάχυν βλαστήσασα, τῆς ἀθανασίας. Χαῖρε θεῖον ὄχημα, πύλη ἡ πάμφωτος. Χαῖρε, ἡ ἀρᾶς ἀναιρέτις, τῆς προγονικῆς ἡμῶν Κόρη, ἀγαθῶν ἡ πρόξενος ὑπάρχουσα.

Σταυροθεοτοκίον

τε, ἡ ἀμίαντος Ἀμνάς, ἔβλεψε τὸν ἴδιον Ἄρνα, ἐπὶ σφαγὴν ὡς βροτόν, θέλοντα ἑλκόμενον, θρηνοῦσα ἔλεγεν. Ἀτεκνῶσαι νν σπεύδεις με, Χριστὲ τὴν τεκοῦσαν. Τὶ τοῦτο πεποίηκας, ὁ Λυτρωτὴς τοῦ παντός; ὅμως ἀνυμνῶ καὶ δοξάζω, σοῦ τὴν ὑπὲρ νοῦν τε καὶ λόγον, ἄκραν ἀγαθότητα Φιλάνθρωπε.

Εἰς τὸν Στίχον Στιχηρὰ τῆς Ὀκτωήχου

Δόξα... Ἦχος πλ. β'

σιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι' ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νν... Θεοτοκίον

Ὅλην ἀποθέμενοι

Χαῖρε λύχνε πάμφωτε, ἡλιακῶν λαμπηδόνων, λαμπροτέρα Δέσποινα. Χαῖρε λύσις ἄχραντε, τῆς ἀρχαίας ἀρᾶς, ἡ ἐλπὶς Δέσποινα, τῶν ἀπηλπισμένων, ἡ ἀνάκλησις τοῦ γένους ἡμῶν. Χαῖρε παλάτιον, τοῦ Παμβασιλέως λαμπρότατον, τὸ Ὄρος τὸ πιστότατον, ἐξ οὗ ὁ Λυτρωτὴς προελήλυθε. Χαῖρε Θεοῦ Λόγου, λαμπάδιον τὸ θεῖον καὶ τερπνόν. Χαῖρε λυχνία ὁλόφωτε. Χαῖρε θρόνε πύρινε.

Ἢ Σταυροθεοτοκίον

ομφαία ὡς ἔφησεν, ὁ Συμεὼν τὴν καρδίαν, τὴν σὴν διελήλυθε, Παναγία Δέσποινα, ὅτε ἔβλεψας, τὸν ἐκ σοῦ λάμψαντα, ἀπορρήτῳ λόγῳ, ὑπ' ἀνόμων ὡς κατάκριτον, Σταυρῷ ὑψούμενον, ὄξος καὶ χολήν τε γευόμενον, πλευρὰν δὲ ὀρυττόμενον, χεῖράς τε καὶ πόδας ἡλούμενον· καὶ ὀδυρομένη, ὠλόλυζες, βοῶσα μητρικῶς· Τὶ τοῦτο τέκνον γλυκύτατον, τὸ καινὸν μυστήριον;

Ἀπολυτίκιον τοῦ Καλυβίτου

Ἦχος δ' Ταχὺ προκατάλαβε

κ βρέφους τὸν Κύριον, ἐπιποθήσας θερμῶς, τὸν κόσμον κατέλιπες, καὶ τὰ ἐν κόσμῳ τερπνά, καὶ ἤσκησας ἄριστα· ἔπηξας τὴν καλύβην, πρὸ πυλῶν σῶν γονέων, ἔθραυσας τῶν δαιμόνων, τὰς ἐνέδρας Παμμάκαρ· διὸ σε Ἰωάννη Χριστός, ἀξίως ἐδόξασεν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν Κανὼν τῆς Ὀκτωήχου εἷς καὶ τῶν Ἁγίων δύω.

Κανὼν τοῦ Ἁγίου Παύλου

 Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.

δὴ α' Ἦχος πλ. δ'

σωμεν τῶ Κυρίῳ, τῷ βυθίσαντι πᾶσαν τὴν δύναμιν, Φαραὼ ἐν θαλάσσῃ, ἐπινίκιον ᾠδήν, ὅτι δεδόξασται.

Παῦλον τὸν θεοφόρον, ὡς τῶν Μοναζόντων ἐγκαλλώπισμα, οἱ πιστοὶ συνελθόντες, ἐν ᾠδαῖς κατὰ χρέος τιμήσωμεν.

Γέγονας τῆς ἐρήμου, πρῶτος πολιστὴς Παῦλε ἀοίδιμε, οὐρανῶν βασιλείας, κληρονόμος δειχθεὶς δι᾽ ἀσκήσεως.

λον ἐγκρατείας, σεαυτὸν καθάρας Παμμακάριστε, οἰκητήριον ὤφθης, τοῦ Θεοῦ καὶ Ἀγγέλων ὁμόσκηνος.

Θεοτοκίον

χραντε Θεοτόκε, ἡ σεσαρκωμένον τὸν ἀΐδιον, καὶ ὑπέρθεον Λόγον, ὑπὲρ φύσιν τεκοῦσα ὑμνοῦμέν σε.

Κανὼν τοῦ Ἁγίου Ἰωάννου, οὗ ἡ, Ἀκροστιχίς.

Πτωχὸν παθῶν με δεῖξον εὐχαῖς σου Μάκαρ. Ἰωσὴφ

δή α' Ἦχος β'

ν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις· σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν· ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται.

Πλουτισθεὶς ταῖς θείαις ἀρεταῖς, πλούτου κατεφρόνησας, τοῦ ἐπὶ γῆς, καὶ οὐρανίου ἔτυχες· διὸ με πτωχεύσαντα, θείας γνώσεως, καταπλούτισον χάριτι· ὅπως σου ὑμνήσω, Πάτερ πολιτείαν τὴν ἰσάγγελον.

Τὸν ζυγὸν Κυρίου τὸν χρηστόν, Μάκαρ ἐκ νεότητος, σὺ ὑπελθὼν ἀσκητικοῖς παλαίσμασι, σαυτὸν ἐταπείνωσας, τὴν ταπείνωσιν τοῦ Χριστοῦ ὁπλισάμενος, δι' ἧς ἀνυψώθης, ὕψος, Ἰωάννη πρὸς οὐράνιον.

ς ὁδεύσας τρίβον τὴν στενήν, θλίψεσι καὶ δάκρυσι, καὶ στεναγμοῖς καὶ κακουχίαις Ὅσιε, πρὸς εὐρυχωρότατον, πλάτος ἔφθασας, εὑρηκὼς τὸ κατάλυμα, ἄξιον τῶν πόνων, Πάτερ, Ἰωάννη ἀξιάγαστε.

Θεοτοκίον

Χαλεπαῖς παθῶν ἐπιβουλαῖς, Κόρη χειμαζόμενος, καὶ προσβολαῖς ἁμαρτιῶν κλονούμενος, σοῦ πρὸς τὴν ἀκλόνητον καὶ ἀήττητον, προστασίαν Πανύμνητε, πόθῳ καταφεύγω· οἴκτειρόν με σῶσον Ἀειπάρθενε.

Τοῦ Θηβαίου

δὴ γ'

στερεώσας λόγῳ τοὺς οὐρανούς, καὶ τήν, γῆν ἑδράσας Θεός, κἀμὲ στερέωσον, βοῶντά σοι τὸν ὕμνον· ἅγιος εἶ Κύριε.

Πρὸς τὸν Θεὸν τὸ ὄμμα τῆς ψυχῆς, ἀτενίζων Πάτερ αὐτὸν ἠγάπησας, μισήσας τὰ ἐπίγεια, καὶ Ἀγγελικὴν διανύσας ζωήν.

ν ταῖς ἀκτῖσι Πάτερ τῶν ἀρετῶν, παθῶν ἐδίωξας τὴν ἀχλὺν ἐμφανῶς, τὸν φωτισμὸν τοῦ Πνεύματος, ἐν τῇ σῇ καρδίᾳ δεξάμενος.

Τῷ οὐρανίῳ ἄρτῳ διατραφείς, ὡς Ἠλίας πάλαι διὰ κόρακος, τὴν νοητὴν ἐξέφυγες, Πάτερ, Ἰεζάβελ τῇ σκέπῃ Χριστοῦ.

Θεοτοκίον

Βασιλεὺς τῆς δόξης καὶ Ποιητής, ἐκ βαφῆς αἱμάτων τῆς Θεομήτορος, τὴν ἑαυτοῦ ἁλουργίδα βάψας, μυστικῶς ἐπορφύρωσεν.

Τοῦ Καλυβίτου

Ἐξήνθησεν ἡ ἔρημος

Θυμίαμα εὐῶδες, τῷ Παντεπόπτῃ Ὅσιε, τὰς σὰς εὐχὰς προσήγαγες· ἃς ὠσφράνθη καὶ παρεδέξατο, ἀσκητῶν ὁμηγύρει κατατάττων σε.

ράθη θαῦμα μέγιστον, τὰς καρδίας Ὅσιε, τῶν εὐσεβῶν ἐκπλῆττον, πῶς πυλῶσι προσεκαρτέρησας, γεννητόρων, πτωχεύων καὶ θλιβόμενος.

Νομίμως ταῖς δεήσεσι, καὶ νηστείαις Ὅσιε, προσκαρτερῶν ἀπάθειαν, ἐστολίσω σαρκὸς φρονήματα, ταπεινώσας ἰσχύϊ θείου Πνεύματος.

Θεοτοκίον

Μυρίπνοον ὡς ῥόδον, ἀπὸ κοιλάδων Ἄχραντε, ὁ Καθαρὸς σε εὕρατο, καὶ ἐν μέσῳ σου κατεσκήνωσεν, εὐωδίας πληρώσας τὸ ἀνθρώπινον.

Ὁ Εἱρμὸς

ξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν Ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου.

Κάθισμα Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ

Τοῦ κόσμου τὰ τερπνά, ἐκ καρδίας μισήσας, καὶ μόνον τὸν Θεόν, ἐκ ψυχῆς ἀγαπήσας, τὴν ἔρημον ὡς ἔνοικον, πόλιν Παῦλε κατέλαβες, ἐπιμόνοις δέ, ταῖς θεωρίαις σχολάσας, ὤφθης Ἄγγελος, μετὰ σαρκὸς βιοτεύων· διὸ σε γεραίρομεν.

Δόξα... Ἦχος γ'

Τὴν ὡραιότητα

Πλοῦτον ἐπίκηρον, καὶ δόξαν ῥέουσαν, λιπὼν οὐράνιον, ὄλβον ἀπείληφας, καὶ κλέος Πάτερ ἀληθῶς, αἰωνίζον μακάριε· ὅθεν μακαρίζομεν, τὴν ἁγίαν σου κοίμησιν, καὶ πανηγυρίζοντες, ἐν αὐτῇ ἐκβοῶμέν σοι· Πρὸς Κύριον μνημόνευε ἡμῶν, ὡς ἔχων Ἰωάννη παρρησίαν.

Καὶ νν... Θεοτοκίον ὅμοιον

ς ἀγεώργητος, Παρθένε ἄμπελος, τὸν ὡραιότατον βότρυν ἐβλάστησας, ἀναπηγάζοντα ἡμῖν, τὸν οἶνον τὸν σωτήριον, πάντων τὸν εὐφραίνοντα, τὰς ψυχὰς καὶ τὰ σώματα· ὅθεν ὡς αἰτίαν σε, τῶν καλῶν μακαρίζοντες, ἀεὶ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Ἤ Σταυροθεοτοκίον

ἀπειρόγαμος, Ἁγνὴ καὶ Μήτηρ σου, Χριστὲ ὁρῶσά σε, νεκρὸν κρεμάμενον, ἐπὶ τοῦ ξύλου μητρικῶς, θρηνολογοῦσα ἔλεγε· Τὶ σοι ἀνταπέδωκε, τῶν Ἑβραίων ὁ ἄνομος, δῆμος καὶ ἀχάριστος, ὁ πολλῶν καὶ μεγάλων σου, Υἱέ μου δωρεῶν ἀπολαύσας; ὑμνῶ σου τὴν θείαν συγκατάβασιν.

Τοῦ Θηβαίου

δὴ δ'

Μυστικῶς ὁ Προφήτης προορῶν, ἐκ Παρθένου σε Λόγε σαρκούμενον, μελῳδικῶς ἀνεβόα· Δόξα τῇ δυνάμει σου Κύριε.

Πεφυτευμένος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἀρετῶν εὐκαρπίαν ἐβλάστησας, καὶ τῆς σαρκὸς ἐμάρανας, τὰς ἐπαναστάσεις ἀσκήσει τῇ σῇ.

Τῷ πυρὶ τῆς ἀγάπης τοῦ Χριστοῦ, τῶν παθῶν τὰς ἀκάνθας κατέφλεξας, καὶ σεαυτὸν τοῦ Πνεύματος, Πάτερ καταγώγιον ἔδειξας.

Βακτηρίᾳ τῆς ἐναρέτου σου ζωῆς, ὥσπερ θῆρας τὰ πάθη ἀπήλασας· διό σου καὶ ὁ θάνατος, θῆρας πρὸς ταφὴν σοι συνήθροισεν.

Θεοτοκίον

λουργὶς ἐξυφάνθη μυστική, ἐξ ἀγνῶν σου αἱμάτων τῷ πάντων Θεῷ, ἣν στολισθεὶς Θεοτόκε, ἥνωσεν ἡμᾶς τῷ Θεῷ καὶ Πατρί.

Τοῦ Καλυβίτου 

Ἐλήλυθας, ἐκ Παρθένου

ν ῥάκεσι, πενιχροῖς θησαυρὸς ἐγκρυπτόμενος, ὡράθης θεόπνευστε· θείαν στολὴν γὰρ ἠγάπησας, καὶ ἀμφιασάμενος, εἰς τὸν νυμφῶνα τὸν ἄνω εἰσελήλυθας.

Δεξάμενος, τὸν οὐράνιον σπόρον θεόπνευστε, καρδίας ταῖς αὔλαξι, στάχυν τερπνὸν ἐγεώργησας, τὸν νοῦν διατρέφοντα, τῶν ὑμνητῶν σου ὁσίως μιμουμένων σε.

πέμενες, στενοτάτῃ καλύβῃ θεσπέσιε, πτωχὸς ἄλλος Λάζαρος, ἐθελουσίως γενομενος· ὅθεν ἀναπέπαυσαι, τοῦ Ἀβραὰμ νῦν ἐν κόλποις Πάτερ Ὅσιε.

Θεοτοκίον

θυνόν μου, τῆς ψυχῆς τὰς κινήσεις Πανάμωμε, πρὸς θεῖα προστάγματα, τοῦ ἐκ γαστρός σου ἐκλάμψαντος, ζάλης λυτρουμένη με, τῶν ἐν τῷ βίῳ σκανδάλων μεσιτείαις σου.

Τοῦ Θηβαίου

δὴ ε'

ρθρίζοντες βοῶμέν σοι Κύριε· Σῶσον ἡμᾶς· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

ν ὕμνοις καὶ νηστείαις μακάριε, προσευχαῖς καὶ ἀγρυπνίαις, διαπρέψας Ὅσιε, πρὸς τὸν Θεὸν κατεσκήνωσας.

βίος σου πανέντιμος γέγονεν, ἐν Κυρίῳ Παῦλε παμμακάριστε, καὶ ἡ ταφή σου παράδοξος.

Τὸν δρόμον τῆς ἀσκήσεως Ὅσιε, ἐκτελέσας, ταῖς ἄνω Δυνάμεσι, Πάτερ ἐφάμιλλος γέγονας.

Θεοτοκίον

Παρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Θεοτόκε· σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.

Τοῦ Καλυβίτου

Ὁ φωτισμὸς

Ξένος τῆς γῆς, τῶν ἡδέων ἐγένου, ξένος οἰκείων, ξένος γεννητόρων οἰκείᾳ γνώμῃ, καὶ ἐγκρατείᾳ σεαυτὸν ἐκκαθάρας, ᾠκειώθης τῷ Παντοκράτορι, Πάτερ, Ἰωάννη, πτωχεύσας τῷ πνεύματι.

Οἶκον σαυτόν, τῆς Ἁγίας Τριάδος ἀποτελέσας, ἔστερξας στενούμενος, τῇ καλύβῃ, θείαις μελέταις τὴν ψυχὴν ἐκκαθαίρων, καὶ τὸ κάλλος Θεοῦ τὸ ἄρρητον, Πάτερ, Ἰωάννη, ἀεὶ φανταζόμενος.

Νόμου Θεοῦ πληρωτὴς ἀνεδείχθης, μηδὲν προκρίνας, τούτου τῆς ἀγάπης, θεόφρον Πάτερ· οὐκ ἀδελφῶν γάρ, οὐ γονέων σε φίλτρον, οὐδὲ πλοῦτος οὐδὲ ἀξίωμα, οὐδὲ τῆς σαρκὸς ἡδονὴ κατεχαύνωσεν.

Θεοτοκίον

μμανουήλ, τῶν ἁπάντων Δεσπότην, τίκτεις ἀφθόρως, μείνασα παρθένος καὶ μετὰ τόκον, Παρθενομῆτορ· ὃν ἀπαύστως δυσώπει, ἐπηρείας ἐχθρῶν λυτρώσασθαι, τούς ὑπὸ τὴν σκέπην, τὴν σὴν καταφεύγοντας.

Τοῦ Θηβαίου

δὴ ς'

Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν.

Τὰς χεῖρας ἐκπετάσας πρὸς Θεόν, τὴν ψυχήν σου Ὅσιε, αὐτῷ παρατέθεικας, ἐν ἡμέρᾳ καὶ νυκτί, εὐαρεστήσας αὐτῷ.

δόξασαν τὴν κοίμησιν τὴν σήν, Ἀγγέλων στρατεύματα, Προφητῶν τε τάγματα, καὶ Ἁγίων Ἀποστόλων, Πάτερ Ὅσιε.

Τὴν ζάλην τῶν παθῶν διαφυγών, τῷ ἱστίῳ Ὅσιε, τῆς ἄκρας ἀσκήσεως, εἰς ἀχείμαστον λιμένα, προσωρμίσθης Χριστοῦ.

Θεοτοκίον

μόνη διὰ λόγου ἐν σαρκί, τὸν Λόγον κυήσασα, ῥῦσαι δεόμεθα, τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν.

Τοῦ Καλυβίτου

Ἐν ἀβύσσῳ πταισμάτων

περήφανον ὄφιν κατέβαλες, ταπεινοφροσύνης τοῖς ὅπλοις Μακάριε, καὶ ὑψωθεὶς ἐν πνεύματι, εἰς σκηνὰς ἀειζώους ἐσκήνωσας.

Χαρισμάτων ἐπλήσθης τοῦ Πνεύματος, καὶ τῆς πονηρίας, ὑπέταξας πνεύματα, ὡς νουνεχὴς καὶ φρόνιμος, καὶ Θεῷ ὁλικῶς ἀνακείμενος.

παθείας ἐμπρέπων ὑψώμασι, Πάτερ, Ἰωάννη, καλύβῃ στενούμενος, καὶ πειρασμοῖς βαλλόμενος, ἐκαρτέρεις ἐνθέως νευρούμενος.

Θεοτοκίον

σουργὸν τῷ Τεκόντι καὶ σύνθρονον, Λόγον ἐκ γαστρός σου Ἁγνὴ ἐσωμάτωσας, δι᾽ εὐσπλαγχνίαν ἄφατον, τὸ ἡμέτερον ὅλον φορέσαντα.

Ὁ Εἱρμὸς

ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.

Κοντάκιον τοῦ Καλυβίτου

Ἦχος β' Τὰ ἄνω ζητῶν

Ποθήσας σοφέ, πτωχείαν χριστομίμητον, γονέων τῶν σῶν, τὸν πλοῦτον ἐγκατέλιπες· καὶ τὸ Εὐαγγέλιον ἐν χερσί σου κρατῶν ἠκολούθησας, Ἰωάννῃ Χριστῷ τῶ Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἶκος

Τὶς ἱκανὸς ἀξίως ὑμνῆσαι τῶν σῶν κόπων, καὶ πόνων, καὶ καμάτων πολλῶν τὸ κλέος καὶ τὸ μέγεθος; ἀλλὰ λιταῖς σου, ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις, τοῦ Πνεύματος χάριν μοι νῦν χορήγησον, ὅπως τοὺς σοὺς ὑπὲρ φύσιν ἀγῶνας ἐκφράσω πιστῶς, καὶ μέλψω τὸ ὑπὲρ λόγον καρτερόν σου, καὶ τῆς συνειδήσεως τὴν ὑπομονὴν Παμμακάριστε· δι' ἧς πλάνον ἐχθρὸν κατῄσχυνας, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Συναξάριον

Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παύλου τοῦ Θηβαίου.

Στίχοι

Εἰ θαῦμα Θήβαις ταῖς παρ᾽ Αἴγυπτον πύλαι,

Πόσον γε Παῦλος, κἄν βίου λίπῃ πύλας;

Βλαστὸς Θηβαΐδος πέμπτῃ δεκάτῃ θάνε Παῦλος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου, τοῦ διὰ Χριστὸν πτωχοῦ, ὃς καὶ Καλυβίτης ὠνομάσθη.

Στίχοι

ρνησίκοσμος παῖς λιπὼν γῆς καλύβην,

ν οὐρανοῖς ἔπηξε καινὴν καλύβην.

Πέμπτῃ Ἰωάννης δεκάτῃ καλύβην μετέπηξεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πανσοφίου.

Στίχοι

Καὶ Πανσόφιον πλήξατε πλάνοι πλέον.

Οὕτω γὰρ αὐτῷ πλέξε τε πλείω στέφη.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἓξ Πατέρες ἐν εἰρήνῃ τελειοῦνται.

Στίχοι

Ψυχαὶ διαυγεῖς ἓξ ἀποπτᾶσαι βίου,

ξαπτέρυξι συμπαρίστανται Νόοις.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

δὴ ζ'

ἐν ἀρχῇ τὴν γῆν θεμελιώσας, καὶ οὐρανοὺς τῷ λόγῳ στερεώσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Τὸ φρόνημα τῆς σαρκὸς ὑποτάξας, τῷ πνεύματι ὁ Ὅσιος ἐβόα· Εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Διασωθεὶς τοῦ ἐχθροῦ τῶν παγίδων, ὁ Ὅσιος ἐν χαρᾷ ἀνεβόα· Εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Τὴν τῶν παθῶν φλόγα πατήσας πᾶσαν, ἀσκητικῶς ὁ Ὅσιος ἐβόα· Εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

οὐρανὸν ποιήσας τὴν Παρθένον, καὶ ἐξ αὐτῆς ὡς ἥλιος ἐκλάμψας· εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Τοῦ Καλυβίτου

Ἀντίθεον πρόσταγμα

Στενὴν προετίμησας τῆς εὐρυχώρου, ὁδοῦ ἀξιάγαστε, καὶ χαίρων ἐκαρτέρησας, πυλῶσι γονέων σου ὀνειδιζόμενος, καὶ κατατρυχόμενος πολλαῖς, ἐν ἀσθενείαις θεομακάριστε.

Σαυτὸν κατεκάλλυνας ὡραιοτάταις, Σοφέ, ἀναβάσεσι, σαρκὸς νεκρώσας φρόνημα· διὸ προσεχώρησας πρὸς τὰ οὐράνια, δήμοις ἀριθμούμενος ἀεί, σεπτῶν Πατέρων ἀξιοθαύμαστε.

δοὺς πορευόμενος τὰς εἰσαγούσας, πρὸς θείαν κατάπαυσιν, ἐξέκλινας τὰ βάραθρα, δαιμόνων Μακάριε, θείᾳ σκεπόμενος, χάριτι κραυγάζων τε· ὁ ὤν, εὐλογημένος καὶ ὑπερένδοξος.

Θεοτοκίον

μνοῦμεν τὸν τόκον σου Εὐλογημένη, δι' οὗ ἐλυτρώθημεν, τῆς πάλαι κατακρίσεως, καὶ σὲ μακαρίζομεν, Θεομακάριστε, μόνην ἣν ἠγάπησεν, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.

Τοῦ Θηβαίου

δὴ η'

Τὸν ἄναρχον Βασιλέα τῆς δόξης, ὃν φρίττουσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

ζήλωσας, Ἰωάννην θεόφρον, τὸν Πρόδρομον, ἐν ἐρήμῳ ἀσκήσας, μεθ᾽ οὗ καὶ τῆς ζωῆς, τυχεῖν κατηξιώθης, τῆς ὄντως ἀϊδίου.

Κατέσβεσας τῶν παθῶν τὰς καμίνους, Πατὴρ ἡμῶν, ἐγκρατείας τῇ δρόσῳ βοῶν πανευσεβῶς· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Παράδεισον ἀληθῶς ἀπειργάσω, τὴν ἔρημον, ἐν αὐτῇ διαπρέψας, ἐν πάσῃ ἀρετῇ· διὸ καὶ Παραδείσου, τρυφῆς κατηξιώθης.

Θεοτοκίον

ς ἔχουσα πρὸς Θεὸν παρρησίαν, πανύμνητε Θεομῆτορ Μαρία, ἱκέτευε αὐτόν, κινδύνων λυτρωθῆναι, τοὺς πίστει σε ὑμνοῦντας.

Τοῦ Καλυβίτου

Τὸν ἐν καμίνῳ τοῦ πυρὸς

Μὴ παλαιούμενον σαυτῷ, Ἰωάννη ἀρεταῖς πεποικιλμένον, ἐξυφαίνων χιτῶνα, περιβολὴν πενιχράν, ἐν εἴδει πτωχοῦ σὺ ἐνδέδυσαι, τοῖς τῶν γεννητόρων, προσκαρτερῶν πυλῶσιν.

μεμπτος ἄλλος ὡς Ἰώβ, πρὸ θυρῶν κακοπαθεῖς ὡς ἐν κοπρίᾳ, ὑποφέρων ὀνείδη τῶν οἰκετῶν σου Σοφέ, λιμῷ τε καὶ δίψει πιεζόμενος· ὅθεν ἐκληρώσω, τὴν ἄνω βασιλείαν.

Κατηκολούθησας σαφῶς, ᾧ περ εἴληφας χερσὶν Εὐαγγελίῳ· καὶ ἐπτώχευσας Μάκαρ, πενθῶν ἐν ὅλῃ ζωῇ· καὶ πρᾶος γέγονας καὶ ἄκακος· καὶ τῆς βασιλείας, τῆς ἄνω κληρονόμος.

λλος ἐδείχθης Ἀβραάμ, τὴν Τριάδα ξεναγῶν τῇ σῇ καλύβῃ, ἀναβάσεσι θείαις, καὶ λογισμοῖς καθαροῖς, καὶ ἄκρᾳ πτωχείᾳ Μακάριε, ταύτην θεραπεύσας, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

εῖθρον ἀέναον ἡμῖν, τοῖς προστρέχουσιν εἰς σὲ Ἁγνὴ πηγάζεις· οὗ τὴν ἄφθονον, χάριν, ἀπαρυόμενοι σοῦ, ὑμνοῦμεν τὸν Τόκον πανάχραντε, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγαν εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Θηβαίου

δὴ θ'

Τὸν ἀόρατον μορφῇ, θεϊκῇ δεξαμένη, ἀπειρόγαμε Παρθένε καὶ Μήτηρ, ὕμνοις τὸν τόκον σου μεγαλύνομεν.

ς θησαυρὸν σε νοητόν, κεκρυμμένον Ὅσιε, ἀπεκάλυψεν ὁ Θεὸς Ἀντωνίῳ, ἡμῖν δὲ εἰς δόξαν καὶ ἀγαλλίασιν.

Εἰς τὸν φόβον τοῦ Θεοῦ, σεαυτὸν καθηλώσας Πάτερ Ὅσιε, τῇ τοῦ θανάτου μελέτῃ, τὸν βίον τελέσας ζωῆς ἠξίωσαι.

ς παρρησίαν πρὸς Θεόν, κεκτημένος πρέσβευε, ὑπὲρ τῶν πίστει ἐπὶ γῆς ἐκτελούντων, τὴν μνήμην σου ταύτην, Παῦλε μακάριε.

Θεοτοκίον

τὸν συνάναρχον Πατρί, καὶ Ἁγίῳ Πνεύματι, συλλαβοῦσα Χριστόν, καὶ τεκοῦσα ἀφράστως, Παρθένε ἱκέτευε, τοῦ σωθῆναι ἡμᾶς.

Τοῦ Καλυβίτου

Ἀνάρχου Γεννήτορος

σχύς μου καὶ ὕμνησις, ὁ Κύριος ἐκραύγαζες, τὸν προστάτην τοῦ σκότους, ἐν τούτῳ τρέπομαι, τὰς φαντασιώδεις ἀπάτας, τὰς παρ' αὐτοῦ, οὐδόλως πτοοῦμαι, μόνον φανταζόμενος, κάλλος θεῖον καὶ ἀπρόσιτον.

ς γῆ πίων Ὅσιε, ἡ σὴ καρδία δέδεκται, τὸν οὐράνιον σπόρον, νοὸς ταῖς αὔλαξι, καὶ ἑκατοστεύοντα στάχυν, καρποφορεῖς, ἐκτρέφοντα πάντων, πιστῶς τῶν τιμώντων σε, τὰς ψυχὰς Θεομακάριστε.

Συνὼν τῷ Δεσπότῃ σου, καὶ τὰς ἐκεῖθεν Ὅσιε, φανοτάταις λαμπάσι καταυγαζόμενος, θεῖον φωτισμὸν τοῖς ἐν πίστει, τὴν φωταυγῆ, τελοῦσί σου μνήμην, δοθῆναι ἱκέτευε, Ἰωάννη ἀξιάγαστε.

γίασε Κύριος, ἐκ μήτρας σε Μακάριε, πρὸς αὐτόν τε πορείας τὰς σὰς κατεύθυνεν· ὅθεν ἠριθμήθης Ὁσίοις, τοὶς εὐσεβῶς πεπολιτευμένοις· μεθ' ὧν τῆς θεώσεως, ἀπολαύεις Παναοίδιμε.

Θεοτοκίον

Φωτὸς οἰκητήριον, ἡ μήτρα σου γεγένηται, δι' οὗ φῶς οἱ ἐν σκότει, εἶδον καθήμενοι· ὅθεν σε φωναῖς ἀσιγήτοις, Μήτηρ Θεοῦ, ἀεὶ ἀνυμνοῦμεν, καὶ πόθῳ γεραίρομεν,τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Ὁ Εἱρμὸς

νάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου, ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα. Διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.

Ἐξαποστειλάριον τοῦ Θηβαίου

Γυναῖκες ἀκουτίσθητε

Μεθέξεσι θεούμενος, ταῖς πρὸς τὸ θεῖον Ὅσιε, Θεὸς θετὸς χρηματίζεις, σὺν Ἀντωνίῳ παμμάκαρ· μεθ' οὗ ἡμῶν μνημόνευε, τῶν ἐκτελούντων Ἅγιε, τὴν φωτοφόρον μνήμην σου, καὶ σὲ τιμώντων ἐκ πόθου, Παῦλε φωστὴρ Μοναζόντων.

Τοῦ Καλυβίτου ὅμοιον

Πτωχὸς ὡς ἄλλος ὁ Λάζαρος, προσεκαρτέρεις Ὅσιε, τῶν γεννητόρων πυλῶσι, στενοχωρούμενος Πάτερ, μικρᾷ καλύβῃ πάνσοφε· ἀλλ᾽ εὗρες νῦν εὐρύχωρον, τὴν μέτ᾽ Ἀγγέλων σκήνωσιν, καὶ τῶν Ἁγίων ἁπάντων, ἐν οὐρανοῖς Ἰωάννη.

Ἕτερον τοῦ αὐτοῦ ὅμοιον

Γονέων τὴν προσπάθειαν, λιπὼν καὶ πλοῦτον ῥέοντα, τὸν σὸν σταυρὸν ἦρας Πάτερ, καὶ τῷ Χριστῷ Ἰωάννῃ, προθύμως ἠκολούθησας· ἀσκητικῶς νεκρώσας δέ, τὰ πάθη πρὸς ἀπάθειαν, ἀνέδραμες, καὶ πρεσβεύεις, ὑπὲρ ἡμῶν θεοφόρε.

Θεοτοκίον ὅμοιον

Βουλῆς μεγάλης Ἄγγελον, τὸν τοῦ πατρὸς γεγέννηκας, Χριστὸν πανύμνητε Κόρη, τὸν βασιλέα τῆς δόξης· οὗ τὸν Σταυρὸν οἱ Ὅσιοι καὶ ἀσκηταὶ ἀράμενοι, ὀπίσω τούτου ἔδραμον· μεθ' ὧν ἀπαύστως δυσώπει, ὑπὲρ ἡμῶν Θεοτόκε.

Εἰς τὸν Στίχον Στιχηρὰ τῆς Ὀκτωήχου.

Δόξα... Ἦχος πλ. δ'

Τῶν Μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σε τιμῶμεν Παῦλε Πατὴρ ἡμῶν· διὰ σοῦ γὰρ τὴν τρίβον τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων ὁμόσκηνε καὶ Δικαίων· μεθ' ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νύν... Θεοτοκίον

γνὴ Παρθένε, τοῦ Λόγου πύλη, τοῦ Θεοῦ ἡμῶν Μήτηρ, ἱκέτευε σωθῆναι ἡμᾶς.

Ἢ Σταυροθεοτοκίον

Ὢ τοῦ παραδόξου θαύματος

Τὶ τὸ ὁρώμενον θέαμα, ὃ τοῖς ἐμοῖς ὀφθαλμοῖς, καθορᾶται ὧ Δέσποτα; ὁ συνέχων ἅπασαν, κτίσιν ξύλῳ ἀνήρτησαι, καὶ θανατοῦσαι, ὁ πᾶσι νέμων ζωήν; ἡ Θεοτόκος κλαίουσα ἔλεγεν, ὅτε ἑώρακεν, ἐν Σταυρῷ ὑψούμενον, τὸν ἐξ αὐτῆς, ἀρρήτως ἐκλάμψαντα, Θεὸν καὶ ἄνθρωπον.

 

Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.