The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

ΔΕΚΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΕ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Ἐλευθερίου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ  Ἔδωκας σημείωσιν.

Σκεῦος ἱερώτατον, Πνεύματος θείου γεγένησαι, τὴν ψυχὴν καθηράμενος, παθῶν ἱερώτατε· ἔνθεν χρῖσμα θεῖον, ἅγιον ἐδέξω, Ἀρχιερεὺς σὺ γεγονώς, καὶ ποδηγέτης λαοῦ θεόφρονος, καὶ μάρτυς ἀπαράτρωτος, τοῦ δι' ἡμᾶς πάθη φέροντος, καὶ ἀπάθειαν βλύσαντος, ἀθλητὰ Ἐλευθέριε.

Σώματος ἠλόγησας, αἰκιζομένου ταῖς μάστιξι, καὶ πυρὶ προσεγγίζοντος τὸν νοῦν γὰρ προσήλωσας, ἀνεικάστω πόθῳ, τῷ  ὡραιοτάτῳ, κάλλει τοῦ θείου ἐραστοῦ· οὗ τῷ  γλυκίῳ ἐτρώθης ἔρωτι, Μαρτύρων ἐγκαλλώπισμα, Ἀρχιερέων ἀγλάϊσμα, ἀθλητὰ Ἐλευθέριε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

Καλῶς τὸν ἀγῶνά σε, τεθεαμένη τελέσαντα, ἡ καλῶς σε κυήσασα, τὸν ἴσον ποθήσασα, διανύσαι δρόμον, σοὶ περιπλακεῖσα, μέσον τοῦ σκάμματος σοφέ, καθάπερ δάμαλις ἀποσφάττεται· μεθ' ἧς σε ἱκετεύομεν, ὑπὲρ ἡμῶν Ἐλευθέριε, τὸν Σωτῆρα καὶ Κύριον, ἐκδυσώπει πανόλβιε.

Δόξα... Ἦχος πλ. β

ερεὺς ἐννομώτατος, μέχρι τέλους ἐχρημάτισας, μάκαρ Ἐλευθέριε· ἱερουργῶν γὰρ τὰ θεῖα καὶ ἄρρητα μυστήρια, τὸ αἷμά σου ἐξέχεας ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, καὶ θῦμα εὐπρόσδεκτον σεαυτὸν προσήγαγες· διὸ παρρησίαν ἔχων πρὸς αὐτόν, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν πίστει τελούντων σὴν ἀεισέβαστον μνήμην, καὶ τοὺς αὐτὴν γεραίροντας ῥυσθῆναι πειρασμῶν, καὶ παντοίων κινδύνων καὶ περιστάσεων.

Καὶ νῦν... Θεοτοκίον.

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰ δὲ βούλει ποιῆσαι εἴσοδον λέγε

Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ  λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ  Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός, ὃνπερ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ  ἐν ἀγκάλαις αὐτῆς. Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος α  Τῶν οὐρανίων.

Τῆς Ἐκκλησίας προστάτης Πάτερ γενόμενος, ὡς Εὐανθίας γόνος, τῆς θεόφρονος ὄντως, καὶ μύστης Ἀποστόλων ὡς ἀληθῶς, πρὸς τὸν Θεὸν ἐπιστρέφεις λαούς, τοὺς πρίν ἀφρόνως τὸ σέβας οἷα θεοῖς, ἀπονέμοντας τοῖς Δαίμοσιν.

Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην.

Τῶν ἐπιτόκων γυναίων Πάτερ κηδόμενος, ἐλευθερίαν δίδως, τῷ  Ναῷ σου φοιτώσαις, εὔπλοιαν δὲ πάλιν ἄλλοις θερμῶς, ἐξαιτοῦσιν ἐπέδωκας, καὶ τοῖς νοσοῦσιν ὑγείαν σὺ χορηγεῖς, διαλάμπων ἐν τοῖς  θαύμασι.

Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ  Λιβάνῳ πληθυνθήσεται.

Τοῦ Μαρτυρίου τοὺς ἄθλους στερρῶς ὑπήνεγκας, Ἀδριανοῦ μὴ πτήξας, τὰς δριμείας κολάσεις, ἔρωτι τοῦ Κτίστου ὅλους ἁλούς, Ἐλευθέριε πάνσοφε, καὶ τὴν τεκοῦσάν σε σύναθλον προσλαβών, ἀνελήλυθας γηθόμενος.

Δόξα... Ἦχος πλ. δ

Τῆς ἱεραρχίας σου Ὅσιε Πάτερ, τὴν στολὴν ἐφοίνιξας, ταῖς ῥοαῖς τῶν αἱμάτων σου. Ἐν μέσῳ δὲ τοῦ σταδίου ἀνδρικῶς τελειωθέντα ἰδοῦσά σε, ἐπιπεσοῦσα ἠσπάζετο τὸ γλυκὺ τέκνον, ἡ καλῶς γεννησαμένη καὶ θρεψαμένη σε· διὸ καὶ τμηθεῖσα τῷ  ξίφει, εἰς οὐρανίους θαλάμους μετὰ σοῦ συνεισῆλθεν. Ὢ μακαρίας Μητρός! ὢ  μαστῶν ἱερῶν! οὓς ἐθήλασας μάκαρ Ἐλευθέριε, καὶ τῆς φύσεως τὸν Πλάστην ἐπέγνως. Σὺν αὐτῇ οὖν πρέσβευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἀπολυτίκιον  Ἦχος πλ. α

Τὸν συνάναρχον.

ερέων ποδήρει κατακοσμούμενος, καὶ αἱμάτων τοῖς ῥείθροις ἐπισταζόμενος, τῷ  Δεσπότῃ σου Χριστῷ μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ Σατᾶν. Διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν μακαρίαν σου ἄθλησιν.

Καὶ νῦν... Θεοτοκίον.

Χαῖρε Πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.

Καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, ὁ Κανὼν τῆς Ὀκτωήχου εἷς, καὶ τοῦ Ἁγίου δύο. Ὁ παρὼν φέρει Ἀκροστιχίδα.

Παθῶν ἐλεύθερόν με δεῖξον παμμάκαρ. Ἰωσήφ.

Ὠδὴ   α  Ἦχος α

δὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ  ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται.

Παθῶν ἀμαυρότησι, δεδουλωμένον, φαιδραῖς ἱκεσίαις σου, Μάρτυς Ἐλευθέριε, νῦν ἐλευθέρωσον, ὅπως ὡς δοῦλόν σε Χριστοῦ, θείαις ὑμνήσω ᾠδαῖς.

θλήσεως ἔλαμψας, καθαρωτάταις, αὐγαῖς ἱερώτατε, ἐπιχρώσας αἵματι, τὴν ἱεράν σου στολήν, καὶ γέγονας φωτοειδής, διὰ τοῦ Πνεύματος.

Θεῷ προσκολλώμενος, καθαρωτάτῳ νοΐ, ἐκ νεότητος, σαρκικοῦ φρονήματος, ψυχὴν ἐμάκρυνας, καὶ τῶν θαυμάτων δαψιλῆ, χάριν ἐπλούτησας.

Θεοτοκίον.

ς θρόνος πυρίμορφος, τὸν Κτίστην φέρεις, ὡς ἔμψυχος θάλαμος, καὶ τερπνὸν Παλάτιον, τὸν Βασιλέα χωρεῖς, γενόμενον ὅπερ ἡμεῖς, Θεοχαρίτωτε.

Ἕτερος Κανών, οὗ ἡ Ἀκροστιχὶς

Θεῖον Ἐλευθέριον ἱερῆα τιμάω, Πάτερ.

Ὠδὴ   α  Ἦχος πλ. β

ς ἐν ἠπείρῳ πεζεύσας ὁ  Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν.

Θρόνῳ τῆς δόξης Κυρίου παρεστηκώς, σὺν Ἀγγέλων τάγμασιν, Ἐλευθέριε σοφέ, τοὺς ὑμνοῦντας πόθῳ σε ἀεί, ἐλευθέρωσον παθῶν ταῖς ἱκεσίαις σου.

κλελεγμένος ἐκ βρέφους σὺ τῷ  Θεῷ, ἀνετέθης ἔνδοξε, ὥσπερ πάλαι Σαμουήλ, καὶ θείῳ Πνεύματι χρισθείς, ὡς σοφὸς Ἀρχιερεὺς λαὸν ἐποίμανας.

ερουργὸς μυστηρίων τῶν τοῦ Χριστοῦ, γεγονὼς ἐλάμπρυνας, τὴν στολὴν τὴν ἱεράν, μαρτυρίου αἵματι Σοφέ, ἐν σταδίῳ καρτερῶς ἀγωνισάμενος.

Θεοτοκίον.

ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, Θεὸς Λόγος πάναγνε, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σεσάρκωται· διό, Θεοτόκον σε πιστοὶ ἀεὶ δοξάζομεν.

Ὠδὴ γ

Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ' ὑδάτων οὐρανόν, στερεώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς  ὕδασι τὴν γῆν παντοδύναμε.

πὲρ Χριστοῦ παθεῖν ἑλόμενος, ἀλγηδόνας φέρεις τοῦ σώματος, ἐνηδυνόμενος Σοφέ, ταῖς ὀδύναις καὶ θλίψεσι· διὰ τοῦτο τὴν ἀνώδυνον, ζωὴν νῦν ἀπείληφας.

Θερμῷ τῷ  πόθῳ τοῦ ποιήσαντος, Ἀθλητὰ θεόφρον κρατούμενος, τῷ  πυρωθέντι σεαυτόν, ἐπιρρίπτεις τεχνάσματι, δροσιζόμενος τοῦ Πνεύματος, πυρὶ Ἐλευθέριε.

ν ἱερεῦσιν ἱερώτατος, καὶ ἐν Μάρτυσι Μάρτυς στερρότατος, ἀναδειχθεὶς στέφος διπλοῦν, ἐκομίσω Μακάριε, τῷ  προσώπῳ τοῦ Θεοῦ, διὰ παντὸς ὀπτανόμενος.

Θεοτοκίον.

άβδον δυνάμεως ἐβλάστησας, τὸν Χριστὸν ἐν ᾧ  στηριζόμεθᾳ· σὲ γὰρ ἐτύπου Ἀαρών. Ῥάβδος ποτὲ βλαστήσασα, ἀγεώργητε Ἁγνή, περιστερὰ ἀειπάρθενε.

Ἄλλος. 

Οὐκ ἔστιν ἅγιος ὡς σὺ.

Νοὸς στερρότητι Σοφέ, ὁπλισάμενος χαίρων, τὴν ὁδὸν διανύεις, τοῦ μαρτυρίου σαυτόν, ἐθελουσίως προδούς, τοῖς ζητοῦσι, Μάρτυς ἱερώτατε.

κ θείου Πνεύματος λαβών, τῆς σοφίας τὸν πλοῦτον, μιμητὴς ἀνεδείχθης, τῶν Ἀποστόλων Σοφέ, σαγήνη μαρτυρική σαγηνεύων, λαοὺς πρὸς εὐσέβειαν.

Λαμπρύνας θείαις ἀρεταῖς, τὴν ἀρχιερωσύνην, λαμπροτέραν εἰργάσω, τῇ πορφυρίδι τῶν σῶν, αἱμάτων καρτερικῶς, ἐναθλήσας, Μάρτυς Ἐλευθέριε.

Θεοτοκίον.

κπλήττει νοῦν καὶ ἀκοήν, τὸ μυστήριον ὄντως, τῆς λοχείας σου Κόρη· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος.

Ὁ Εἱρμὸς.

Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ  Θεός μου, ὁ  ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας του.

Κάθισμα.

Τὸν τάφον σου Σωτὴρ.

λεύθερον τὸν νοῦν, ἐκ παθῶν κεκτημένος, ἐγένου τοῦ Θεοῦ, γνησιώτατος δοῦλος, καὶ πλάνης ἠλευθέρωσας, τοὺς καλῶς σοι ποθήσαντας, ἐναθλήσας δέ, ὡς ἱερεύς τε καὶ Μάρτυς, Ἐλευθέριε, διπλοῦν ἐδέξω τὸ στέφος, πρεσβεύων σωθῆναι ἡμᾶς.

Δόξα... Καὶ νῦν... Θεοτοκίον.

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς βάθος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

 

Ὠδὴ δ

ν πνεύματι προβλέπων, Προφῆτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν, ἐκήρυττες βοῶν· Ἐν τῷ  ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ  παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ· Δόξα τῇ δυνάμει σου Κύριε.

Οὐ χάσματα λεόντων, οὐ βράσματα πυρός, οὐ δεινῶν ἐπίτασις, τὸ εὔτονον τῆς σῆς, ἱερομύστα ἐχαύνωσε καρτερίας, ἀλλ' ὡς ἀδάμας ταῖς βασάνοις ἐνετρύφας, ζήλῳ θεϊκῷ πυρπολούμενος.

Ναμάτων ζωηρύτων, τὸ στόμα σου πλησθέν, ποταμοὺς ἠρεύξατο, ἐνθέων διδαχῶν, Ἱερομάρτυς βυθίζοντας ἀνομούντων, ἐρεσχελίας καὶ ἀρδεύοντας καρδίας, τῶν ἐπεγνωκότων Χριστὸν τὸν Θεόν.

Μεγάλως σε δοξάζων, ὁ σὸς Δημιουργός, ὑπὲρ οὗ προῄρησο, τὸ πάσχειν Ἀθλητά, περιστερὰν καταπέμπει κομίζουσάν σοι, τροφὴν Ἀγγέλων ἰσαγγέλῳ γεγονότι, ἄθλων φανοτάταις λαμπρότησιν.

Θεοτοκίον.

ξέστησαν ὁρῶσαι, Ἀγγέλων στρατιαί! πῶς ὁ ἀθεώρητος, μορφῇ τῇ καθ' ἡμᾶς, ἐκ σοῦ ὡράθη Παρθένε Θεοκυῆτορ· ὃν ἐκδυσώπει σωτηρίας ἀξιῶσαι, πάντας τοὺς πιστῶς σε δοξάζοντας.

Ἄλλος. 

Χριστός μου δύναμις.

πῆρξε πρότερον, κατακαυχώμενος, ὁ πανώλεθρος δράκων, ἀλλ' ἀναιδής, ἤλεγκται ὁ ἄθλιος, τοῦ ἱεράρχου τοῖς ποσίν, ἐν σταδίῳ συμπατούμενος.

Θωρακισάμενος, Σταυροῦ τὴν δύναμιν, ἱερώτατε Μάρτυς ὡς νικητής, ἄριστος εἰσέδραμες ἐν πυριφλέκτῳ κραβάτῳ, ὡς ἐν δρόσῳ ἀγαλλόμενος.

πὶ τοῦ σκάμματος, ἑστὼς διήλεγξας, τοῦ τυράννου τὸ θράσος εἰδωλικόν, τοῦτον τροπωσάμενος, Ἱερομάρτυς ἀθλητά, ἀνδρικῶς ἀγωνιζόμενος.

Θεοτοκίον

ημάτων ἄκουσον, ἐμῆς δεήσεως, Παναγία Παρθένε· σὺ γὰρ ἐλπίς, πάντων καὶ βοήθεια, τῶν ἐν ποικίλοις πειρασμοῖς, ἐκτενῶς προσκαλουμένων σε.

 

Ὠδὴ ε

Τὴν σὴν εἰρήνην δὸς ἡμῖν Υἱὲ τοῦ Θεοῦ· ἄλλον γὰρ ἐκτός σου Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων καὶ τῶν νεκρῶν ὑπάρχεις.  

Δολίαις μηχανώμενος, συλᾶν σε λαλιαῖς, Μάρτυς ἐχθρὸς ὁ παμπόνηρος, γέλως ὁρᾶται τῇ σοφίᾳ σου, ὁ σοφιστὴς κακίας κατασεσοφισμένος.

ν ἅρματι αἰρόμενος, τῶν θείων ἀρετῶν, Ἔνδοξε τὸ ὕψος ἐπέφθασας, τοῦ μαρτυρίου καὶ κατέρραξας, τῶν πονηρῶν δαιμόνων, τὸ ἐπηρμένον θράσος.

δεῖν τὴν ὡραιότητα, παθῶν τοῦ Ἰησοῦ, Ὅσιε σαυτὸν καθωραΐσας, τοῦ μαρτυρίου ὡραιότησι, καὶ πρὸς αὐτὸν μετέβης, στεφθεὶς λαμπρῷ στεφάνῳ.

Θεοτοκίον.

Ξενίζει πᾶσαν ἔννοιαν, τὸ θαῦμά σου Ἁγνή· τίκτεις γὰρ τὸν Θεὸν μετὰ σώματος, καὶ τὸν τροφέα τρέφεις γάλακτι, πεῖραν ἀνδρὸς μὴ γνοῦσα, αὐτὸς ὡς οἶδε μόνος.

Ἄλλος.

Τῷ θείῳ φέγγει σου Ἀγαθὲ.

δὼν τὸ εὔτονον ὁ Χριστός, καὶ ἀκαταγώνιστον ὄντως, τῆς καρτερίας σου Πάνσοφε, σοὶ ὡς τῷ  Προφήτῃ τροφὴν οὐράνιον, ἐκπέμπει δι' ὀρνέου, σὲ ἐνισχύουσαν.

Οὐ δειλιάσασα ἡ σεμνὴ καὶ ἱερωτάτη σου μήτηρ, τὴν τῶν Τυράννων ὠμότητα, σοῦ περιχυθεῖσα Μάρτυς τοῖς μέλεσι, τῷ  ξίφει τελειοῦται, ὡς συναθλοῦσά σοι.

Νικήσας πᾶσαν τοῦ δυσμενοῦς, τὴν κεκινημένην κατὰ σοῦ, Μάρτυς παράταξιν ἔφραξας, στόματα λεόντων εἰς ἡμερότητα, αὐτῶν μεταποιήσας τὴν ἀγριότητα.

Θεοτοκίον.

δοὺ Μητέρα σε τοῦ Θεοῦ, πάντες οἱ πιστοὶ θεοπρεπῶς, ὁμολογοῦντες Θεόνυμφε, λύσιν τῶν πταισμάτων καθικετεύομεν, παράσχου τῷ  λαῷ σου, μόνη Πανύμνητε.

Ὠδὴ ς

Τὸν Προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ, τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα· Δόξα σοι.

ἐπίσημος κριός, τῶν θρεμμάτων τοῦ Χριστοῦ, ὁ Ποιμὴν ὁ λογικός, τῶν ἀγώνων ἡ τρυφή, δοξάζεται, Θεὸν δοξάσας, οἰκείοις μέλεσι.

Νευρωθεὶς ταῖς πρὸς Θεὸν ἀνανεύσεσι Σοφέ, ἐξενεύρισας ἐχθρόν, πολυμήχανον στερρῶς, ἀοίδιμε, Μαρτύρων κλέος, ἱερωσύνης κανών.

Πρὸς αἰκίσεις καρτερῶν, πρὸς τὸ πῦρ αὐτομολῶν, κατεκοίμισας θηρῶν τῶν ἀγρίων τὰς ὁρμάς, ἀκοίμητον, τὴν πρὸς τὸν Κτίστην, ἔχων διάθεσιν.

Θεοτοκίον.

γιάσματος Σκηνή, δεδειγμένη Μαριάμ, μιανθεῖσαν ἡδοναῖς, τὴν ἀθλίαν μου ψυχήν, ἁγίασον, καὶ θείας δόξης, μέτοχον ποίησον.

Ἄλλος.

Τοῦ βίου τὴν θάλασσαν.

δείχθης πανάριστος, καὶ στερρὸς ἀγωνιστής, Ἱερομάρτυς ἔνδοξε, μὴ φοβηθεὶς βασάνων, τὰς προσβολάς, τὸ πῦρ δὲ ὑπεῖξέ σοι, καὶ σιδήρου ὀξύτης νῶτα δέδωκε.

οαῖς τῶν αἱμάτων σου, Ἐλευθέριε Σοφέ, εἰδωλικὴν κατέκλυσας, δεισιδαίμονα πλάνην τῶν διωκτῶν, τὴν νίκην ἀράμενος, κατὰ τοῦ ἀρχεκάκου πολεμήτορος.

γῆ μὲν τοῖς αἵμασιν, ἐφοινίσσετο τοῖς σοῖς, ὁ δὲ ἀὴρ ἡγίασται, τῷ  καθαρῷ σου πνεύματι ἀληθῶς, πρὸς λῆξιν οὐράνιον, ἀνιόντι, παμμάκαρ Ἐλευθέριε.

Θεοτοκίον.

πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς, τὸν κυβερνήτην Κύριον τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην, παράσχου τῇ καρδίᾳ μου.

Ὁ Εἱρμὸς.

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ  κλύδωνι, τῷ  εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.

Κοντάκιον  Ἦχος πλ. β

Τοὺς ἀσφαλεῖς.

ς καλλονὴν τῶν ἱερέων Ὅσιε, καὶ προτροπὴν τῶν Ἀθλοφόρων ἅπαντες, εὐφημοῦμεν καὶ αἰτοῦμέν σε, Ἱερομάρτυς Ἐλευθέριε· Τοὺς πόθῳ σου τὴν μνήμην ἑορτάζοντας, κινδύνων πολυτρόπων ἐλευθέρωσον, πρεσβεύων ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἶκος.

πιδε εὔσπλαγχνε Ζωοδότα, ὡς φιλάνθρωπος μόνος καὶ οἰκτίρμων Θεός, τὴν τῆς ψυχῆς μου σκοτόμαιναν, καὶ πανσθενεῖ δεξιᾷ σου Λόγε, τῶν παθῶν ἐλευθέρωσον τῆς αἰσχύνης, ὅπως τὸν σὸν Ἱεράρχην ὑμνήσω Ἐλευθέριον· αὐτὸς γὰρ ὄντως ἐκ μήτρας ἐγνωρίσθη σοι, καὶ καθηγίασται, καὶ ἀνετέθη σοι, ὡς Σαμουήλ, ἀπὸ μητρὸς ἱερᾶς σοι τῷ  Κτίσαντι, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Συναξάριον.

Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Ἄθλησις τοῦ Ἁγίου Ἱερομάρτυρος Ἐλευθερίου.

Στίχοι

λευθέριος, ὡς ἀδουλόνους φύσει,

Σπάθας θεωρῶν, οὐκ ἐδουλοῦτο πλάνῃ.

Δῖον Ἐλευθέριον δεκάτῃ πέφνε φάσγανα πέμπτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ , ἡ Ἁγία Ἀνθία, ἡ μήτηρ τοῦ Ἁγίου Ἐλευθερίου, περιχυθεῖσα τῷ  τοῦ υἱοῦ νεκρῷ, ξίφει τελειοῦται.

Στίχοι

Δίδωσι μήτηρ νεκρικὸν κόσμον τέκνῳ,

Αὐτὴ ἑαυτὴν συγκεκομμένην σπάθαις.

Τῇ αὐτῇ ἡμέρᾳ , ὁ  Ἅγιος Κορέμμων ὁ Ἔπαρχος, πιστεύσας τῷ Χριστῷ καὶ βαπτισθεὶς ξίφει τελειοῦται.

Στίχοι

θλήσεως οὐκ εἶχε Κορέμμων κόρον,

ως ἐτμήθη τὸν αὐχένα τῷ  ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ  οἱ δύο Δήμιοι οἱ πιστεύσαντες τῷ  Χριστῷ ξίφει τελειοῦνται.

Στίχοι

Θεὸν σε γνόντας Δημίους δύω Σῶτερ,

λλοι κατακτείνουσι δήμιοι ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ , Ἄθλησις τῆς Ἁγίας Ὁσιομάρτυρος Σωσσάνης.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐλευθερίου τοῦ Κουβικουλαρίου (θαλαμηπόλου).

Στίχοι

λευθέριος οὐχ ὑπέπτηξε ξίφος.

λευθέριον γὰρ εἶχε νοῦν παντὸς φόβου.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βάκχου τοῦ νέου.

Στίχοι

Μὴ δεύτερόν τις, μηδὲ Βάκχον τὸν νέον,

ν τοῖς  ἀθληταῖς ταττέτω διὰ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παύλου τοῦ νέου, ἀσκήσαντος ἐν τοῖς  χρόνοις τοῦ Πορφυρογεννήτου, ἐν τῷ  ὄρει Λάτρου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ

Τῶν ἐν καμίνῳ Παίδων σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πῦρ τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεὸς ὁ  τῶν Πατέρων ἡμῶν.

Μεγαλυνέσθω ἔκραζες Σοφέ, στρεβλούμενος, νῦν ἐν τῇ  σαρκί μου ὁ Χριστός, οὐ δειλιῶ τὰς πυρακτώσεις τῶν λεβήτων, οὐ πτοοῦμαι θάνατον, οὐ τῶν θηρῶν τὰς ὁρμὰς, διὰ τὴν πάντων ζωήν.

Μόνου Θεοῦ τὸ κάλλος ἐκζητῶν, μόνης αὐτοῦ δόξης καὶ τυχεῖν ἐπιποθῶ· Στρεβλούσθω μου καὶ πυρακτούσθω μου πᾶν μέλος, ἀνεβόας Ἔνδοξε· ἐλευθερίαν ζητῶ, καταδουλοῦσαν Χριστῷ.

ποσκοπῶν τὴν μένουσαν ζωήν, Μακάριε, κόσμῳ ἐνεκρώθης ἀληθῶς, καὶ ὡς χρυσὸς τῶν αἰκισμῶν δοκιμασίᾳ, πυρωθεὶς ἐξέλαμψας, ἀποτεθεὶς θησαυροῖς ἐπουρανίων μονῶν.

Θεοτοκίον.

Καθαρωτάτην μόνην σε εὑρών, πανάμωμε, Λόγος καθαρώτατος Θεοῦ, σοῦ ἐκ γαστρὸς ἀποτεχθείς, πιστοὺς καθαίρει, μολυσμοῦ Θεόνυμφε, προσγενομένου ἡμῖν, ἐξ ἀκρασίας παθῶν.

Ἄλλος.

Οἱ Παῖδες ἐν Βαβυλώνι.

Τυράννων ἤλεγξας θράσος, καὶ Βασιλέων ὠμότητα· καὶ γὰρ μέσον πυρὸς ἡπλωμένος, Παμμάκαρ ἀνέμελπες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

ξέστησαν καθορῶντες, τὰ τῶν Ἂγγέλων στρατεύματα, Ἱεράρχα τὴν σὴν καρτερίαν, δι' ἧς καταβέβληκας, στερρῶς ἀγωνιζόμενος, τὸν δεινὸν κοσμοκράτορα.

Μαρτύρων χοροστασίαι, Ἀρχιερέων σύλλογος, καὶ Ἀγγέλων πληθύς, εὐφροσύνης πλησθέντες ἀγάλλεσθε, ἐπὶ τῇ θείᾳ μνήμῃ νῦν, τοῦ Ἱεράρχου καὶ Μάρτυρος.

γίας ῥίζης ὡς ἄνθους, ἐλευθερίας φερώνυμε, ἀπὸ θείας Μητρός, ἐκβλαστήσας, ὡς καρπὸς ἱερώτατος, μαρτυρικοῦ δι' αἵματος, τῷ  Χριστῷ προσήνεξαι.

Θεοτοκίον.

γίων Ἁγιωτέρα, ἐπουρανίων δυνάμεων, ἀσυγκρίτως πασῶν ἀνεδείχθης, Μητροπάρθενε Δέσποινα, ὡς τὸν Χριστὸν κυήσασα, τὸν Δεσπότην τῆς Κτίσεως.

Ὠδὴ  η

ν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον, ὑμνεῖτε Ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

θλήσει ἠνθήσατε, φυτὰ ὡς εὐθαλῆ, βασάνοις κοσμούμενοι, Μαρτύρων καλλονή· καὶ νῦν Παραδείσου ἄνθη ὤφθητε, θείαν εὐοσμίαν, ἐκπέμποντες ἐνθέως.

ανίσιν αἱμάτων σου, τεχθέντος ἐξ αὐτῆς, τὸ αἷμα τὸ ἴδιον, ἡ μήτηρ προσκιρνᾷ· τῷ  σῷ γὰρ λειψάνῳ συμπλακεῖσα σεμνῶς, ξίφει τελειοῦται, καὶ ζῇ εἰς τοὺς αἰῶνας.

άσεων νάματα, θαυμάτων ποταμούς, προχέει τοῖς χρῄζουσιν, ἡ θήκη σου σοφέ, ἐκπλύνοντας ῥύπον, ψυχοφθόρων παθῶν, Μάρτυς ἱεράρχα· διὸ σε εὐφημοῦμεν.

Θεοτοκίον.

ς ὄμβρος ἐν μήτρᾳ σου, κατῆλθεν ὁ Χριστός, καὶ πᾶσαν κατήρδευσε, τὴν κτίσιν ἀληθῶς, ξηράνας Παρθένε, θολεροὺς ποταμούς, εἰδωλομανίας, ὁ μόνος εὐεργέτης.

Ἄλλος. 

Ἐκ φλογὸς τοῖς Ὁσίοις.

ς δεκτὸν ἱερεῖον ὁλοκαυτούμενον, τῷ  πυρὶ τῶν βασάνων, Πάτερ ἀοίδιμε, θείαν ὡς ὀσμήν, πρὸς ὕψος τὸ οὐράνιον, τὴν εὐχαριστίαν, ἀνέμελπες ἐνθέως.

Πεποιθὼς ὥσπερ λέων ἀνόμους ἤλεγξας, καὶ πολλῇ παρρησίᾳ στόματα ἔφραξας, τῶν εἰς τὸν Θεόν, τῶν ἁπάντων καὶ Κύριον, πάλαι δυσφημούντων, ἐχθρῶν ἀθεωτάτων.

νυψῶν Ἱεράρχα πιστῶν τὸ φρόνημα, ἐταπείνωσας θράσος καὶ καταβέβληκας, τῶν εἰς τὸν Θεόν, ἀσεβούντων καὶ ἔμελπες· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

καρπὸς τῆς κοιλίας τῆς σῆς πανύμνητε, τὴν τοῦ ξύλου κατάραν ὑλομανήσασαν, πρόρριζον ἐξήρανε, καὶ ἀνεβλαστησε, τὴν τῆς εὐφροσύνης, Παρθένε εὐλογίαν.

Ὁ Εἱρμὸς.

κ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ  βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ.

Τὴν ζωοδόχον πηγὴν τὴν ἀέναον, τὴν φωτοφόρον λυχνίαν τὴν πάγχρυσον, τὸν ναὸν τὸν ἔμψυχον, τὴν σκηνὴν τὴν ἄχραντον, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν πλατυτέραν, τὴν Θεοτόκον ἐν ὕμνοις τιμήσωμεν.

Στόμα Θεοῦ γεγονὼς ἐκ τοῦ στόματος, τοῦ ἀλλοτρίου λαὸν ματαιόφρονα, ἀφαρπάσας ἔδειξας κληρονόμον χάριτος, καὶ ἐναθλήσας στερρῶς σὺν ἱερεῦσι, καὶ ἀθληταῖς κατοικεῖς Ἐλευθέριε.

καθαρὰ μυροθήκη τοῦ Πνεύματος, τῶν ἀρετῶν τὸ τερπνὸν καταγώγιον, ὁ ἀμνὸς ὁ ἄκακος, ὁ λαμπτὴρ ὁ ἄδυτος, ἱεραρχῶν ἡ κρηπὶς καὶ τῶν δογμάτων, ἀνευφημείσθω πιστῶς Ἐλευθέριος.

Φῶς κατοικεῖς ἀληθῶς τὸ ἀνέσπερον, φῶς χρηματίσας ἡλίου φαιδρότερον· διὸ τοὺς τὴν μνήμην σου, τὴν φωσφόρον σήμερον, ἐπιτελοῦντας παθῶν ἀχλύος ῥῦσαι, ταῖς πρὸς Θεόν σου λιταῖς Ἐλευθέριε.

Θεοτοκίον.

Φεῖσαι ἡμῶν τῶν ὑμνούντων σου Κύριε, τὴν ἐκ Παρθένου ἀνέκφραστον Γέννησιν, πειρασμῶν ῥυόμενος, καὶ παθῶν καὶ θλίψεων, ταῖς ἱκεσίαις αὐτῆς τοὺς σοὺς οἰκέτας ὡς εὐεργέτης καὶ μόνος φιλάνθρωπος.

Ἄλλος. 

Θεὸν ἀνθρώποις.

Τεμὼν μαχαίρᾳ τῶν θείων λόγων σου, τὴν κεφαλὴν τοῦ ψεύδους Ἐλευθέριε Ὅσιε, τοῦ Χριστοῦ παρέσχες τὰ νικητήρια, πίστει καὶ ἀληθείᾳ· ὅθεν τιμῶμέν σε, ὡς τροπαιοφόρον οἱ πιστοί, καὶ θεῖον κήρυκα.

κ γῆς ἀπάρας σοφὲ τὸ φρόνημα, τὸ τῆς ψυχῆς πρὸς μόνην τοῦ Δεσπότου τὴν ἔφεσιν, τοῦτο νοητῶς Πάτερ ἀνύψωσας· ὅθεν σαρκὸς ἠρνήσω, πᾶσαν εὐπάθειαν, καὶ ἐγκαρτερῶν ἐν τοῖς  δεινοῖς, στερρῶς ἐνήθλησας.

οαῖς αἱμάτων τῆς σῆς ἀθλήσεως, τὴν ἱερὰν κοσμήσας σου στολὴν Ἱερώτατε, εἰς ἐπουράνιον σκηνὴν τοῦ Χριστοῦ, μετὰ τέλος εἰσέδυς τοῦ μαρτυρίου σου, ἔνθα μνημονεύοις καὶ ἡμῶν, τῶν εὐφημούντων σε.

Θεοτοκίον.

μνεῖν τὸν τρόπον τὸν ὑπερθαύμαστον, τῆς ὑπὲρ νοῦν καὶ ξένης σου κυήσεως Πάναγνε, ἀπορεῖ ἀνθρώπων τὰ συστήματα· πάντα γὰρ ὑπερέχει νοῦν καὶ διάνοιαν, καὶ νοήσεις πάντων λογισμῶν, καὶ τὴν τῶν λόγων ἰσχύν.

Ὁ Εἱρμὸς.

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος· ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μεγαλύνομεν.

Ἐξαποστειλάριον.

Ὁ οὐρανὸν τοῖς ἄστροις.

Χριστῷ προσήγαγες Πάτερ, πιστῶν ἀγέλας ὡς ποιμήν, σοὶ δὲ προσφῦσα τῷ  μόσχῳ, ὡς δάμαλις ἡ τεκοῦσα, συνανῃρέθη· μεθ' ἧς σε, νῦν Ἐλευθέριε μέλπω.

Θεοτοκίον, ὅμοιον.

Καὶ σὲ μεσίτριαν Κόρη, προβάλλομαι Παναγία, πρὸς τὸν ἐκ σοῦ γεννηθέντα, ὅπως κολάσεως πάσης, ἀπαλλαγῶ καὶ βασάνων, τῶν αἰωνίων ὁ τάλας.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ καὶ ψάλλομεν στιχηρὰ Προσόμοια.

Ἦχος πλ. β

Τριήμερος ἀνέστης Χριστὲ.

Τὴν χάριν τῶν σοφῶν Μαθητῶν, λαβὼν παρὰ Χριστοῦ τοῦ Θεοῦ, Ἱεράρχα, καὶ τὸν δρόμον τὸν αὐτῶν, διήνυσας προθύμως· διὸ σε κατ᾿ ἀξίαν, ἀνευφημοῦμεν Ἐλευθέριε.

Τὸ ψεῦδος σοῖς ἐν λόγοις σοφέ, ἐλέγξας Ἐλευθέριε, τῇ ἀθλήσει, τὸν τοῦ ψεύδους εὑρετήν, ἀπέκτεινας καὶ τοῦτον, τέθεικας ὑπὸ πόδας, τὸν πρὶν μεγάλως φρυαττόμενον.

Τοῖς ὄμβροις τῶν αἱμάτων σου, κατάρδευσον ἡμᾶς νοητῶς, Ἱεράρχα, τοὺς τιμῶντάς σε πιστῶς, καὶ μνήμην ἐκτελοῦντας, τὴν θείαν σου ἐκ πόθου, καὶ τὸν Σωτῆρα μεγαλύνοντας.

Δόξα... Ἦχος β

ς τῆς θείας ἐλευθερίας ἐπώνυμος, τῆς ἱερᾶς διπλοΐδος, Πάτερ κατηξίωσαι, καὶ εὐθαρσῶς τὴν εὐσέβειαν διδάσκων, τῶν πρακτέων τοὺς λόγους ἡμᾶς ἐξεπαίδευσας· Ὅθεν καὶ τὴν μαρτυρικὴν ἔνστασιν νεανικῶς ἐκτελέσας, ἐν ἀμφοτέροις διέπρεψας, καὶ διπλοῦν εἴληφας τὸ στέφος παρὰ Χριστοῦ τοῦ Θεοῦ, ὃν καθικέτευε, Ἱερομάρτυς Ἐλευθέριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δοξολογία Μεγάλη.

Εἰς Τὴν Λειτουργίαν, Τυπικὰ καὶ ἐκ τῶν Κανόνων, Ὠδὴ   γ καὶ ς κλπ.