The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΑΠΡΙΛΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΕ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κρήσκεντος.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ'

Ὡς γενναῖον ἐν Μάρτυσιν

Πρὸς ἐπίπονα σκάμματα, πρὸς πολύπλοκα θήρατρα, πρὸς δεινὰ παλαίσματα, Κρήσκη πάνσοφε, γενναιοφρόνως ἐχώρησας, σαρκὸς μὴ φεισάμενος, ἀλλ' ἑλόμενος θανεῖν, διὰ πόθον τὸν ἔνθεον· ὅθεν πᾶσά σε, ἡ Χριστοῦ Ἐκκλησία μακαρίζει, ἐκτελοῦσά σου τὴν μνήμην, Μεγαλομάρτυς πανένδοξε.

μοτάτως ξεόμενος, καὶ πλευρὰς ὀρυττόμενος, καὶ μαστίγων πλήθεσι, δαπανώμενος, οὐκ ἐξηρνήσω τὸ ὄνομα, Χριστοῦ τὸ σεβάσμιον, Ἀθλοφόρων καλλονή, Ἐκκλησίας εὐπρέπεια· διὰ ταῦτά σε, ἐν αἰνέσει τιμῶμεν τὴν ἁγίαν, ἑορτάζοντές σου μνήμην, καὶ προσκυνοῦντες τὰ λείψανα.

ερῶς πυρπολούμενος, τῇ ἀγάπῃ τοῦ Κτίσαντος, Κρήσκη παναοίδιμε, μέσον ἵστασο, πυρὸς μηδόλως φλεγόμενος, εἰς χεῖρας δὲ πάνσοφε, ἐναπέθου τοῦ Θεοῦ, τὸ μακάριον πνεῦμά σου· ὅθεν εἴληφας, τοὺς στεφάνους τῆς νίκης, ἱκετεύων, ἱλασμὸν ἁμαρτημάτων, λαβεῖν τοὺς πόθῳ τιμῶντάς σε.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

ς Θεοῦ Μήτηρ ἄφθορος, καὶ ἁγνὴ καὶ πανάμωμος, καὶ ἁγιωσύνῃ πάσῃ ἀσύγκριτος, τὸν ἐναγῆ καὶ ἀκάθαρτον, καὶ πάσης αἰσχρότητος, παρανόμου καὶ δεινῆς, εὑρετήν ἐγχειρήσεως, μὴ ἀπώσῃ με, μὴ ἐάσῃς με ὅλως ἀπολέσθαι, ἀλλὰ ῥῦσαι τῶν παθῶν με, καὶ ἐπιστρέφοντα σῶσόν με.

Ἢ Σταυροθεοτοκίον

ς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ Μήτηρ σου, ἐν Σταυρῷ κρεμάμενον, ἐξεπλήττετο, καὶ ἀτενίζουσα ἔλεγε· Τὶ σοι ἀνταπέδωκαν, οἱ πολλῶν σου δωρεῶν, ἀπολαύσαντες Δέσποτα; Ἀλλὰ δέομαι, Μὴ με μόνην ἐάσῃς ἐν τῷ κόσμῳ ἀλλὰ σπεῦσον ἀναστῆναι, συνανιστῶν τοὺς Προπάτορας.

Ἀπολυτίκιον

μάρτυς σου Κύριε ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· Ἔχων γὰρ τὴν ἰσχύν σου τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση, αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Οἱ Κανόνες τῆς ἡμέρας, ὡς σύνηθες, καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.

Κρήσκεντα πηγὴν θαυμάτων ἐπαινέσω.

Ποίημα. Ἰωσήφ.

δὴ α' Ἦχος δ' Εἱρμὸς

Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.

Κροτήσωμεν, εὐσεβῶς γηθόμενοι, τῇ μνήμῃ σήμερον, τοῦ ἀθλητοῦ καὶ Μάρτυρος πιστοί, ἱερῶς ἐναθλήσαντος, καὶ τὸν τοῦ σκότους ἄρχοντα, τροπωσαμένου θείᾳ χάριτι.

εόντων, παραδραμὼν τὸ ἄστατον, Μάρτυς πολύαθλε, πρὸς αἰκισμοὺς καὶ μάστιγας σαυτόν, ὁλοψύχως ἐκδέδωκας, καὶ νικητὴς γενόμενος, στεφηφορῶν Θεῷ παρίστασαι.

μέραν, χαρμονικὴν τελέσωμεν, πανηγυρίζοντες, ἐν τῇ ἀθλήσει σήμερον πιστοί, τοῦ θεόφρονος Κρήσκεντος, καὶ τὰ σεπτὰ παλαίσματα, τούτου τιμήσωμεν γηθόμενοι.

Θεοτοκίον

Σαρκοῦται, ὑπερβολῇ χρηστότητος, ἐκ σοῦ ὁ Κύριος, καὶ δι' ἡμᾶς ὁρᾶται καθ' ἡμᾶς, ὁ τῇ φύσει ἀπρόσιτος, ὃν ἐκτενῶς ἱκέτευε, ὑπὲρ ἡμῶν Ἁγνὴ πανάμωμε.

δὴ γ' Ὁ Εἱρμὸς

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.

Κρεμάμενος τοὺς ξεσμούς, ῥωμαλεότητι νοὸς ἤνεγκας, τὸ τῆς φθορᾶς Ἔνδοξε, πάχος προφανῶς ἐκδυόμενος.

νεύρου σε Ἰησοῦς, ἀγωνιζόμενον στερρῶς Ἔνδοξε, καὶ τῆς σαρκὸς ἔφερες, πόνους ῥωμαλέῳ φρονήματι.

Νυττόμενος ἀληθῶς, τῇ ἀγαπήσει τοῦ Χριστοῦ ἔνδοξε, Κρήσκη στερρῶς ἤθλησας, πόνοις ἀφειδήσας τοῦ σώματος.

Θεοτοκίον

Τὴν μόνην ἐν γυναιξίν, ἀνερμηνεύτως τὸν Θεὸν τέξασαν, τὴν τοῦ παντὸς Δέσποιναν, ἱερολογίαις τιμήσωμεν.

Κάθισμα Ἦχος δ'

Ὁ ὑψωθεὶς

Τῶν αἰωνίων ἀγαθῶν κληρονόμος, ἀποδειχθεὶς δι' εὐσεβοῦς μαρτυρίας, Μεγαλομάρτυς ἔνδοξε παρίστασαι, δόξῃ λαμπρυνόμενος, τοῦ Δεσπότου τῶν ὅλων· ὅθεν τὴν ἁγίαν σου ἑορτάζομεν μνήμην, τὴν τῶν πταισμάτων λύσιν ἀθλητά, Κρήσκη ζητοῦντες, λαβεῖν ταῖς πρεσβείαις σου.

Θεοτοκίον

Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστατο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τὶς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ἢ Σταυροθεοτοκίον

Οὐ φέρω βλέπειν σε Σταυρῷ τεταμένον, Μήτηρ ἡ σὴ Παμβασιλεῦ ἀνεβόα· ὃν ὑπὲρ φύσιν τέτοκα Υἱὸν καὶ Θεόν· οἶδα γάρ σου Δέσποτα, τὸ φιλάνθρωπον οἶδα, ὅπως πάσχεις ἕνεκα, τῆς βροτῶν σωτηρίας· ἀλλ᾽ οὖν οὐ σθένω Τέκνον μητρικάς, φέρειν ὀδύνας, σταυρῷ καθορῶσά σε.

δὴ δ' Ὁ Εἱρμὸς

παρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον, τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε. 

ναρτώμενος ἐν ξύλῳ γενναιοφρόνως, τοὺς αἰκισμοὺς ὑπέφερες, Μάρτυς ἀθλοφόρε· πάθος γὰρ εἰκόνιζες, τὸ θεῖον καὶ ἄχραντον, δι' οὗ τὴν ἀπάθειαν εὕρηκας.

Παριστάμενος ἐνώπιον τῶν τυράννων, τὸ τοῦ Κυρίου ὄνομα, πίστει ἀδιστάκτῳ, Κρήσκη ὡμολόγησας, καὶ χαίρων ἐνήθλησας· ὅθεν εὐσεβῶς σε γεραίρομεν.

κολούθησας τοῖς ἴχνεσι τοῦ Σωτῆρος, καὶ τὰ αὐτοῦ σωτήρια πάθη εἰκονίσας, μάστιγας ὑπήνεγκας, καὶ βίαιον θάνατον, Μάρτυς ἀθλοφόρε ἀοίδιμε.

Γενναιότητι κατέπληξας τοὺς ἀθέους, ὑπομονῆς τε σώματος, Κρήσκη θεηγόρε, τὸν τῆς νίκης στέφανον ἐδέξω πανόλβιε, καὶ τὴν δι' αἰῶνος ἀπόλαυσιν.

Θεοτοκίον

τὸν Κύριον ἁπάντων τῶν ποιημάτων, ὑπερφυῶς κυήσασα, ἐπ' εὐεργεσίᾳ, τοῦ ἰδίου πλάσματος, ἡ πάναγνος Δέσποινα, ἀξιοπρεπῶς μακαρίζεται.

δὴ ε' Ὁ Εἱρμὸς

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.

Ναμάτων ζωτικῶν, τῶν τοῦ Πνεύματος ἔμπλεως, γενόμενος τῆς κακίας, ἀπεξήρανας Μάρτυς, τὰ ῥεύματα θεόπνευστε.

Θανάτῳ τὴν ζωὴν τὴν ἀγήρω κτησάμενος, πανεύφημε ἀναβλύζεις, δωρεὰς ἀθανάτους, τοῖς πίστει προσιοῦσί σοι.

Αἱμάτων σου ῥοαῖς, ἱερῶς φοινισσόμενος, καὶ στίγμασιν ἀθλοφόρων, καλλυνόμενος Μάρτυς, ὡς ἄστρον ἀναδέδειξαι.

Θεοτοκίον

μνοῦμέν σε δι' ἧς τῆς φθορᾶς ἐλυτρώθημεν, πανύμνητε Θεοτόκε, καὶ βοῶμέν σοι· Χαῖρε, Μαρτύρων ἀγαλλίαμα.

δὴ ς' Ὁ Εἱρμὸς

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

Μέλεσιν, ἐδοξάσθη τοῖς σοῖς ὁ Δεσπότης σου, Κρήσκη θεόπνευστε Μάρτυς· διὰ τοῦτο νῦν σε ἀντιδοξάζει, ἐν σημείοις, καὶ πολλοῖς θαυμασίοις καὶ τέρασιν.

νθραξι, τῆς ἀγάπης Κυρίου πυρούμενος, διὰ πυρὸς ὑπεδέξω, Μάρτυς ἀθλοφόρε τὸ θεῖον τέλος, καταφλέξας, πολυθέου ἀπάτης τὸ ἄθεον.

Τίμιος, ἐναντίον Κυρίου ὁ θάνατος, σοῦ παμμακάριστε Κρήσκη, ἀνεφάνη· μέσον πυρὸς γὰρ ὤφθης, μεγαλύνων, καὶ δοξάζων Θεὸν ἀκατάφλεκτος.

Θεοτοκίον

ς θρόνον, τοῦ Δεσπότου τῶν ὅλων πυρίμορφον, ὑμνονολογοῦμέν σε Κόρη, καὶ τερπνὸν παλάτιον καὶ λυχνίαν, καὶ παστάδα, καὶ θεόδεκτον ἄχραντε τράπεζαν.

Συναξάριον

Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κρήσκεντος, τοῦ ἐν Μύροις τῆς Λυκίας.

Στίχοι

Θάμβος βλέπειν Κρήσκεντα τοῦ πυρὸς μέσον,

γούμενον λειμῶνα τερπνὸν τὴν φλόγα.

Κάτθανε καὶ Κρήσκης πέμπτῃ δεκάτῃ πυρὶ λαύρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν, Βασιλίσσης καὶ Ἀναστασίας.

Στίχοι

μνοῦ Θεοῦ σφάττουσιν ἀμνάδας δύο,

ναστασίαν καὶ Βασίλισσαν ἅμα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Λεωνίδου, Ἐπισκόπου Ἀθηνῶν.

Στίχοι

Σκότος συνέσχε τὰς Ἀθήνας ἀθρόον,

Δύναντος αὐταῖς λίου Λεωνίδου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοδώρου Πρεσβυτέρου, καὶ Παυσολυπίου.

Στίχοι

Παυσολυπί καὶ Θεοδώρ θύτ,

Δῶρόν τι παυσίλυπον ὄντως τὸ ξίφος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ ζ' Ὁ Εἱρμὸς

ν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Νέους τρεῖς Παῖδας, ἐξεικονίζων Μάρτυς ἔνδοξε, μέσον τοῦ πυρὸς ἐβλήθης, διὰ Χριστόν, καὶ τὸ τέλος τὸ μακάριον, ἐν τούτῳ δέδεξαι, ὑμνολογῶν Θεὸν παμμακάριστε.

ν μέσῳ ἔστης, φλογὸς ἀστέκτου χρυσὸς ὡς ὄβρυζος, πίστει ἐξαστράπτων Μάρτυς ἀληθινῇ, καὶ φωτίζων τοὺς κραυγάζοντας· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Πυρὸς παμμάκαρ, δυνατωτέραν ἔχων ἔντασιν, μέσον ἐμβληθεὶς πανεύφημε τῆς φλογός, ἀπερίτρεπτος διέμεινας, πλάνης τοὺς ἄνθρακας ἀποσβεννύων, Κρήσκη πολύαθλε.

Θεοτοκίον

γιωτέρα, τῶν Χερουβὶμ ὤφθης Πανάμωμε, λόγῳ συλλαβοῦσα Λόγον τὸν τοῦ Πατρός, ὃν ὑμνοῦντες ἀνακράζομεν· Εὐλογημένη σύ, ἐν γυναιξὶ πανάμωμε Δέσποινα.

δὴ η' Ὁ Εἱρμὸς

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

δεῖν ἐφιέμενος Χριστόν, στολαῖς ἐφαίδρυνας, τῶν ἀρετῶν σεαυτόν, ἐξυφανθείσαις σοι ἄνωθεν, καὶ παρίστασαι γηθόμενος, τῷ ἀθανάτῳ Βασιλεῖ βοῶν πανόλβιε· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Νοὸς καρτερίᾳ τὸν πικρόν, ὑπέστης θάνατον, πυρὶ ὀπτώμενος, ὡς ἄρτος Ἔνδοξε ἥδιστος, τοῦ τῶν ὅλων Βασιλεύοντος, ᾧ παριστάμενος βοᾷς, ἀγαλλομένῃ ψυχῇ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Εἰληφὼς παρὰ Θεοῦ σαφῶς, τὴν χάριν Ἔνδοξε λύειν νοσήματα, διώκειν πνεύματα πάντοτε, τὴν ψυχὴν ἐξασθενοῦσάν μου, ἁμαρτιῶν ταῖς προσβολαῖς, ἴασαι δέομαι, ἵνα κράζω· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Στίγμασι πολλοῖς ὡραϊσθείς, ὑπῆλθες Ἅγιε, τὸ πῦρ τὸ ἄστεκτον, καὶ ὡς ὀχήματι ἔνδοξε ἐπιβὰς τούτῳ, ἀνέδραμες, πρὸς ὃν ἐπόθησας Θεόν, μέλπων γηθόμενος· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον

θαῦμα! πῶς τέτοκας Θεὸν βροτὸν γενόμενον, θεοχαρίτωτε; πῶς ἀκατάφλεκτος ἔμεινας, πῦρ τὸ ἄστεκτον χωρήσασα; χαριστηρίοις σε φωναῖς· ὅθεν δοξάζομεν καὶ βοῶμεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

δὴ θ' Ὁ Εἱρμὸς

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.

ερολογίαις σε θείαις, Μάρτυς Χριστοῦ ἀνευφημοῦμεν, ὡς τῷ Βασιλεῖ τῶν αἰώνων, ὑπερβαλλόντως εὐαρεστήσαντα, καὶ καθελόντα ξόανα, τῆς ἀπωλείας ἀνδρικώτατα.

ς ὑπερφυεῖς σου οἱ πόνοι! ὡς εὐκλεεῖς σου οἱ ἱδρῶτες! οὓς ὑπενεγκῶν διὰ Χριστόν, ἀρρήτου δόξης Μάρτυς ἠξίωσαι, ὑπὲρ ἡμῶν δεόμενος, τῶν εὐσεβῶς μακαριζόντων σε.

Σήμερον ἡ πόλις Μυρέων, περιφανῶς πανηγυρίζει, ᾄδουσα τοὺς ἄθλους σου Μάρτυς, καὶ τοὺς κινδύνους καὶ τὰ παλαίσματα, ἅπερ γενναίως ἤνεγκας, ὑπὲρ Χριστοῦ ἀγωνισάμενος.

μεροφαῆ ὡς ἀστέρα, ἡ Ἐκκλησία σε γνωρίζει, θείαις φρυκτωρίαις τὸν κόσμον, Μεγαλομάρτυς περιαυγάζοντα· ὅθεν τελεῖ τὴν μνήμην σου, τὴν φωτοφόρον εὐφημοῦσά σε.

Θεοτοκίον

Φῶς ἡμῖν ἀνέτειλε Κόρη, ἐκ φωτοφόρου σου νηδύος, ὁ Δημιουργὸς τοῦ ἡλίου, καὶ τῆς σελήνης Χριστὸς ὁ Κύριος, ὃν ἐκτενῶς ἱκέτευε, φωταγωγῆσαι τὰς ψυχὰς ἡμῶν.

 

Τὸ Φωταγωγικὸν τοῦ Ἤχου, καὶ ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, ἡ Α' Ὥρα, καὶ Ἀπόλυσις.