The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

ΝΟΕΜΒΡΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΓ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου.

 

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχ. δ καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τρία, δευτεροῦντες τὸ πρῶτον.

Ἦχος α

Τῶν οὐρανίων.

Τὸν Βαπτιστὴν ἐμιμήσω, συνωνυμήσας καλῶς, τῇ ἐγκρατείᾳ Πάτερ, καὶ ἠλίαν τὸν μέγαν, νηστείας καὶ ἁγνείας, ζήλῳ τρωθείς, ἀμφοτέρων Χρυσόστομε, βασιλικῆς τυραννίδος κατατολμῶν, ὡς ποιμὴν τῆς Ἐκκλησίας Χριστοῦ.

Θείᾳ ἐμπνεύσει τοῦ Λόγου, διαδραμὼν γραφικῶς, πᾶσαν τὴν γῆν ὁ φθόγγος, τῶν δογμάτων σου Πάτερ, ἐφώτισε τὸν κόσμον, ἀνοίξας ἡμῖν, τῆς μετανοίας τὴν εἴσοδον, τήν τε πενήτων φροντίδα ἀνατυπῶν, καὶ Χριστοῦ τὸ Εὐαγγέλιον.

Τὸ καθαρὸν τῆς ψυχῆς σου, καὶ ἀκηλίδωτον φῶς, ἡλιακὰς ἀκτῖνας, καταλάμπει τῷ  κόσμῳ, δογμάτων εὐσεβείας, Πάτερ σοφέ, Ἰωάννη Χρυσόστομε, καὶ τὴν ἀχλὺν ἐκδιώκει καὶ δᾳδουχεῖ, τὴν οἰκουμένην πρὸς εὐσέβειαν.

Δόξα... Ἦχος δ

Γέγονας Χρυσόστομε, θεόπνευστον ὄργανον, δι' οὗ ἡμῖν τὸ Πνεῦμα τὸ Ἅγιον ἐφώνησε· τῇ εὐσήμῳ, γὰρ βοῇ, διέδραμε τὰ πέρατα, ὁ φθόγγος τῆς διδασκαλίας σου, καὶ μιμητὴς γενόμενος τῶν Ἀποστόλων Ὅσιε, τὸν χῶρον κατέλαβες ἐκεῖνον, ὃν ἐπόθησας· Πρέσβευε τῷ  Κυρίῳ, Παμμακάριστε, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τάς ψυχὰς ἡμῶν.

Καὶ νῦν ... Θεοτοκίον.

ῦσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ἡ τεκοῦσα τὸν τῶν ὅλων Ποιητήν, ἵνα πάντες κράζωμέν σοι· Χαῖρε ἡ μόνη προστασία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος β

Οἶκος τοῦ Ἐφραθᾶ.

Σάλπιγξ χρυσοειδής, λαμπρῶς ἀναβοῶσα, τὰ θεῖα μεγαλεῖα, ἐδείχθης Ἰωάννη, εἰς τὰ τοῦ κόσμου πέρατα.

Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Νόμον ὡς Μωϋσῆς, ἐδέξω ἐκ Κυρίου, Χρυσόστομε τὸν κόσμον, σοφίζων καὶ φωτίζων, τοῖς θείοις σου διδάγμασιν.

Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

Κήρυξ ὡς ἀληθῶς, τῆς θείας βασιλείας, ἐγένου Χρυσολόγε, βοῶν· Μετανοεῖτε, βυθίζων τὴν ἀπόγνωσιν.

Δόξα... Ὅμοιον.

Τριάδος τῆς σεπτῆς, τὴν μίαν μοναρχίαν, ἐδίδαξας πιστεύειν, Πατέρα Λόγον Πνεῦμα, Χρυσόστομε Πατὴρ ἡμῶν.

Καὶ νῦν ... Θεοτοκίον  ὅμοιον.

Παρθένε τὸν ἐκ σοῦ, τεχθέντα Θεὸν Λόγον, δυσώπει Θεοτόκε, μετὰ τοῦ Χρυσολόγου, τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Νῦν  ἀπολύεις. Τὸ Τρισάγιον, καὶ τὰ λοιπά.

 Ἀπολυτίκιον   Ἦχος πλ. δ

Αὐτόμελον.

τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ  κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν· Ἀλλὰ σοῖς  λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ  Λόγῳ Χριστῷ τῷ  Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμων.

Καὶ Ἀπόλυσις.

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακόν, Στιχολογοῦμεν τὴν Α Στάσιν τοῦ Α Καθίσματος τοῦ Ψαλτηρίου, Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ δευτεροῦντες αὐτά.

Ἦχος δ

Ὡς γενναῖον ἐν Μάρτυσιν.

Τὴν χρυσήλατον σάλπιγγα, τὸ θεόπνευστον ὄργανον, τῶν δογμάτων πέλαγος ἀνεξάντλητον, τῆς Ἐκκλησίας τὸ στήριγμα, τὸν νοῦν τὸν οὐράνιον, τῆς σοφίας τὸν βυθόν, τὸν κρατῆρα τὸν πάγχρυσον, τὸν προχέοντα, ποταμοὺς διδαγμάτων μελιρρύτων, καὶ ἀρδεύοντα τὴν κτίσιν, μελῳδικῶς ἀνυμνήσωμεν.

Τὸν ἀστέρα τὸν ἄδυτον, τὸν ἀκτῖσι φωτίζοντα, διδαγμάτων ἅπασαν τὴν ὑφήλιον, τῆς μετανοίας τὸν κήρυκα, τὸν σπόγγον τὸν πάγχρυσον, τὸν ὑγρότητα δεινῆς, ἀπογνώσεως αἴροντα, καὶ δροσίζοντα, ἐκτακείσας καρδίας ἁμαρτίαις, Ἰωάννην ἐπαξίως, τὸν Χρυσολόγον τιμήσωμεν.

ἐπίγειος Ἄγγελος, καὶ οὐράνιος ἄνθρωπος, χελιδὼν ἡ εὔλαλος καὶ πολύφωνος, τῶν ἀρετῶν τὸ θησαύρισμα, ἡ πέτρα ἡ ἄρρηκτος, τῶν πιστῶν ὑπογραμμός, τῶν Μαρτύρων ἐφάμιλλος, ἰσοστάσιος, τῶν ἁγίων Ἀγγέλων, Ἀποστόλων, ὁ ὁμότροπος ἐν ὕμνοις, μεγαλυνέσθω Χρυσόστομος.

Δόξα... Ἦχος πλ. β

σιε τρισμάκαρ, ἁγιώτατε Πάτερ, ὁ ποιμὴν ὁ καλός, καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ Μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, αὐτὸς καὶ νῦν  πανεύφημε, Ἰωάννη Χρυσόστομε, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν ... ὁ αὐτὸς  Θεοτοκίον.

Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, Σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.

Μνήμη δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν,καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεοτητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί, σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλὸς ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ  Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ μὲ ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

γκωμιαζομένου δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γὰρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη φίλος Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δὲ ἐστιν ἡλίου, καὶ ὑπὲρ πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐρρύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια, καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηρούς ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρὺς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς Ὁσίοις σου χάριν, καὶ τῷ  σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.

Εἰς τὴν Λιτήν, Στιχηρὰ ἰδιόμελα.

Ἦχος α  Ἀνατολίου.

Φωστὴρ Ἰωάννη, στόμα χρυσεμφανές, ἐγκαλλώπισμα τῶν θεουργῶν ἀρετῶν, καὶ ἐνδιαίτημα Γραφῶν μυσταρχικῶν, σὺ τοῦ παναχράντου Ἁγίου Πνεύματος, ἀκήρατος θησαυρός ἐχρημάτισας· ὅθεν ἐπεύφρανας πᾶσαν Ἐκκλησίαν, σωτηριώδει σου λόγῳ ὑπαρκτικῷ· Παρρησίαν οὖν εὑράμενος πρὸς τὸν Θεόν, ἐν τῇ ἀπολαύσει τῆς ἄνω κληρουχίας, πρέσβευε ὑπὲρ ἡμῶν, Πάτερ ἁγιώτατε.

Ὁ αὐτὸς.

ξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε Πάτερ, Ἰωάννη Χρυσόστομε· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, Ἀρχιερέα τοῦ λαοῦ αὐτοῦ, ποιμαίνειν τὸ ποίμνιον αὐτοῦ, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Διὸ περιζωσάμενος τὴν ῥομφαίαν τοῦ δυνατοῦ, διέκοψας τὰς γλωσσαλγίας τῶν αἱρέσεων, καὶ νῦν  μὴ παύσῃ πρεσβεύων, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β Τοῦ Στουδίτου.

Σὲ τὸν μέγαν Ἀρχιερέα καὶ Ποιμένα, τὸν ἄκακον καὶ ὅσιον, τῆς μετανοίας τὸν κήρυκα, τὸ χρυσίπνοον στόμα τῆς χάριτος, ἀνευφημοῦντες πόθῳ δεόμεθα. Μετάδος ἡμῖν τῶν πρεσβειῶν σου Πάτερ, εἰς ἀντάμειψιν τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτὸς.

Γεωργίου Νικομηδείας.

Χρυσέοις λόγοις σου ἡ Ἐκκλησία, ὡς κόσμῳ χρυσῷ περικοσμηθεῖσα, Ἰωάννη Χρυσόστομε, νυμφικῶς χαίρουσα βοᾷ σοι, κεκόρεσμαι ἐκ σῶν χρυσοβρύτων ναμάτων, καταγλαϊσθεῖσα χρυσοφαέσι καὶ μελιχρύσοις πόμασιν· ἐκ πράξεως γὰρ εἰς θεωρίαν ἀνάγομαι, διὰ τῶν πραέων σου παραινέσεων· καὶ πρὸς Χριστὸν τὸν νοητὸν νυμφίον ἑνοῦμαι, συμβασιλεύουσα αὐτῷ· Διὸ καὶ ἡμεῖς συναθροισθέντες ἐν τῇ μνήμῃ σου κράζομεν· Μὴ ἀποκάμῃς δεόμενος, ὑπὲρ ἡμῶν πρὸς Κύριον, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτὸς.

Εἴληφας Ἱεράρχα, τὴν ἀνωτάτω φιλοσοφίαν, καὶ ἔξω κόσμου ἐγένου, ζῶν ὑπὲρ τὰ ὁρώμενα· καὶ ἔσοπτρον ἀκηλίδωτον Θεοῦ σαφῶς ἀνεδείχθης, καὶ ὤν ἀεὶ ἡνωμένος φωτί, φῶς προσελάμβανες, καὶ τρανότερον τοῦ μακαρίου ἔτυχες τέλους· Πρέσβευε Χρυσόστομε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ

ήμασι χρυσαυγεστάτοις, τὰ πέρατα σαφῶς κατήρδευσας, χρυσόρρυτον ἔχων τήν τε ψυχὴν καὶ τὸ σῶμα πανόλβιε, καὶ πάντα διαχρυσώσας τοῖς λόγοις σου, χρυσουργὲ τῶν δογμάτων σου, καὶ βίβλους συγγραψάμενος χρυσογραφικάς, ἀνέπτης εἰς οὐρανούς· Διὸ βοῶμέν σοι, Χρυσορρόα καὶ Χρυσόστομε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξα... Ἦχος ὁ αὐτὸς.

Γερμανοῦ.

πρεπε τῇ βασιλίδι τῶν πόλεων, Ἰωάννην αὐχεῖν Ἀρχιερέα, ὥσπερ τινὰ κόσμον βασιλικόν, καὶ χρυσήλατον σάλπιγγα, πάντα περιηχοῦσαν τὰ πέρατα, τὰ σωτήρια δόγματα, καὶ πάντας συναγείρουσαν, πρὸς συνασπισμὸν ᾀσμάτων θεοπρεπῶν, πρὸς ὃν βοήσωμεν· Χρυσολόγε καὶ Χρυσόστομε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν.

Καὶ νῦν ... Θεοτοκίον.

Σὲ τεῖχος κεκτήμεθα, Θεοτόκε ἄχραντε, καὶ εὔδιον λιμένα καὶ ὀχύρωμα· διὸ δεόμεθα, οἱ ἐν βίῳ χειμαζόμενοι· Κυβέρνησον καὶ διάσωσον ἡμᾶς.

Εἰς τὸν Στίχον, τὰ Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. α

Χαίροις ἀσκητικῶν ἀληθῶς.

Χαίροις τὸ χρυσαυγὲς καὶ τερπνόν, τῆς Ἐκκλησίας τὸ θεόπνευστον ὄργανον, ἡ γλῶσσα ἡ φιλανθρώπως, τῆς μετανοίας ἡμῖν, τοὺς ποικίλους τρόπους ὑπογράφουσα, ὁ νοῦς ὁ χρυσίμορφος, χελιδὼν ἡ χρυσόστομος, περιστερά τε, ψαλμικῶς τὰ μετάφρενα, χρυσαυγίζουσα, ἀρετῶν ἐν χλωρότητι· ῥεῖθρον χρυσοειδέστατον, προχέον τὰ νάματα, στόμα τὸ θεῖον καὶ θείας, φιλανθρωπίας ἐχέγγυον, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.

Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Χαίροις τῶν ὀρφανῶν ὁ Πατήρ, ἀδικουμένων ὀξυτάτη βοήθεια, πενήτων ἡ χορηγία, ἡ τῶν πεινώντων τροφή, τῶν ἁμαρτανόντων ἡ διόρθωσις· ψυχῶν εὐστοχώτατος, ἰατρός καὶ σεμνότατος, θεολογίας, ὑψηλῆς ἡ ἀκρίβεια, ἡ σαφήνεια, τῶν Γραφῶν τῶν τοῦ Πνεύματος· νόμος ὁ πρακτικώτατος, κανὼν ὁ εὐθύτατος, ἡ θεωρία καὶ πρᾶξις, αἱ τῆς σοφίας ἀκρότητες, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.

Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν.

Οἶκον τῶν ἱερῶν ἀρετῶν, ἱερωμένον σεαυτὸν ἀπετέλεσας· ἐν σοὶ γὰρ τὴν κατοικίαν, ὡς ἐν ἁγίῳ ναῷ, καὶ καθαρωτάτῳ Πάτερ ἔθεντο· σοφῶς κυβερνήσας γάρ, τὰς αἰσθήσεις τοῦ σώματος, ὡς ἐν ἀσύλῳ, θησαυρῷ διετήρησας, τὴν διάνοιαν, τῶν παθῶν καθαρεύουσαν· ὅθεν θεοειδέστατος, Παμμάκαρ γενόμενος, τῆς Ἐκκλησίας προέστης, ἱεραρχίᾳ κοσμούμενος, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ  κόσμῳ, τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος πλ. β

Σάλπιγξ χρυσόφωνος ἀνεδείχθης, Χρυσορρῆμον Χρυσόστομε, χρυσουργῶν τὰς καρδίας τῶν πιστῶν, τοῖς χρυσεπόνοις σου διδάγμασι· προφητικῶς γὰρ ἐξῆλθεν ὁ φθόγγος τῶν δογμάτων σου, Ὅσιε Πάτερ, καὶ κόσμου παντὸς τὰ πέρατα ἐφώτισας.

Καὶ νῦν ... Θεοτοκίον.

ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρώην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διὸ σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως· τὸ Χαῖρε τοῦ Ἀγγέλου, χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον   Ἦχος πλ. δ

Αὐτόμελον.

τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ  κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν· Ἀλλὰ σοῖς  λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ  Λόγῳ Χριστῷ τῷ  Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμων.

Θεοτοκίον.

δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου, δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α Στιχολογίαν

Κάθισμα

Ἦχος πλ. δ

Τὴν Σοφίαν καὶ Λόγον.

Τὴν σοφίαν ἐξ ὕψους καταμαθών, καὶ τὴν χάριν τῶν λόγων παρὰ Θεοῦ, τοῖς πᾶσιν ἐξέλαμψας, ὡς χρυσὸς ἐν καμίνῳ, καὶ τὴν Ἁγίαν Τριάδα, Μονάδα ἐκήρυξας, τήν φιλάργυρον πλάνην, τοξεύσας τοῖς λόγοις σου· ὅθεν καὶ πρὸς ζῆλον, Βασιλίδα ἐλέγξας, ἀδίκως τῆς ποίμνης σου, ἀπελάθης μακάριε, Ἰωάννη Χρυσόστομε· πρέσβευε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Τὸ αὐτὸ.

Καὶ νῦν ... Θεοτοκίον.

Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν  ὡς ἀκυβέρνητον, ποντουμένην τῷ  κλύδωνι, ἁμαρτιῶν τε φόρτῳ, φανεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾍδου, πεσεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ σου πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, σὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω σοι· Πρέσβευε τῷ  σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

Μετὰ τὴν β Στιχολογίαν

Κάθισμα.

Ἦχος γ

Θείας πίστεως.

Σκεῦος ἔνθεον τῆς Ἐκκλησίας, πλοῦτος ἄσυλος τῆς εὐσεβείας, ἀνεδείχθης Ἱεράρχα Χρυσόστομε, ἐν ἀπαθείᾳ φαιδρύνας τὸν βίον σου, τοῖς δεομένοις ἐπαντλήσας τόν ἔλεον, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος πλ. α

Τὸν συνάναρχον Λόγον.

Τὸν λειμῶνα τῶν λόγων τῶν θεοπνεύστων Γραφῶν, τὸν ἡμᾶς ὁδηγοῦντα πρὸς τὴν μετάνοιαν, τὸν τοὺς ποικίλους πειρασμοὺς ὑπομείναντα, τὸν Χρυσόστομον πιστοί, ὡς διδαχθέντες ὑπ' αὐτοῦ τιμήσωμεν κατὰ χρέος· πρεσβεύει γὰρ τῷ  Κυρίω, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν ... Θεοτοκίον.

Τὸ ἐξαίσιον θαῦμα τὸ τῆς συλλήψεως, καὶ ὁ ἄφραστος τρόπος ὁ τῆς κυήσεως, ἐν σοὶ ἐγνώρισται, Ἁγνὴ Ἀειπάρθενε, καταπλήττει μου τὸν νοῦν, καὶ ἐξιστᾷ τὸν λογισμόν, ἡ δόξα σου Θεοτόκε, τοῖς πᾶσιν ἐφαπλουμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὸν Πολυέλεον.

Κάθισμα.

Ἦχος δ

Ἐπεφάνης σήμερον.

Τοῖς χρυσέοις λόγοις σου, ἡ Ἐκκλησία, ἀρδομένη ἅπαντας, ποτίζει νάματα χρυσᾶ, καὶ ἰατρεύει νοσήματα, τῶν σὲ ὑμνούντων, παμμάκαρ Χρυσόστομε.

Δόξα... Ἦχος πλ. α

Τὸν συνάναρχον Λόγον.

Οὔτε ἔχθρα συνόδου οὖσα παράνομος, οὔτε μῖσος Αὐγούστης οὔσης παράφρονος, τὰς ἀρετὰς τὰς ἐν σοὶ Πάτερ κατέσβεσαν, ἀλλ' ὡς χρυσὸς ἐν τῷ πυρί, δοκιμασθείς τῶν πειρασμῶν, καθικετεύεις ἀπαύστως, τὴν Παναγίαν Τριάδα, ὑπὲρ ἧς ἠγωνίσω ζέων τῷ  πνεύματι.

Καὶ νῦν ... Θεοτοκίον.

Τὴν ταχεῖάν σου σκέπην καὶ τὴν ἀντίληψιν, καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τὸν δοῦλόν σου, καὶ τὰ κύματα Ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε· οἶδα γὰρ οἶδα Παρθένε, ὡς πάντα ὅσα βούλει καὶ δύνασαι.

     Οἱ Ἀναβαθμοί, τὸ α Ἀντίφωνον τοῦ δ Ἤχου.

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα...

γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Καὶ νῦν...

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Προκείμενον.   Ἦχος δ

Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στίχ. κούσατε ταῦτα πάντα τὰ ἔθνη.

Πᾶσα πνοή.

Εὐαγγέλιον.

κ τοῦ κατὰ Ἰωάννην.

Κεφ. 10: 1-9

Εἶπεν Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει· καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα, καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται· καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ. Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ᾿Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ᾿Ιησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Ν Ψαλμός χύμα.

λέησόν με, Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, Θεὸς Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ἦχος β

Δόξα... Σήμερον σκιρτῶσιν ἐν πνεύματι, Ἀρχιερέων δῆμοι, σὺν ἡμῖν τιμῶντές σου τὴν μνήμην Ἱεράρχα, Χρυσόστομε Ὅσιε, φωστὴρ τῆς Ἐκκλησίας.

Καὶ νῦν ... Ταῖς  τῆς Θεοτόκου πρεσβείαις...

Στίχ. λέησόν με ὁ Θεός...

Καὶ τὸ ἰδιόμελον   Ἦχος πλ. β

ξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε Πάτερ, καὶ γέγονας Ποιμὴν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.

Οἱ Κανόνες ὁ τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν, εἰς ς , καὶ τοῦ Ἁγίου εἰς η.

Ὠδὴ α  Ἦχος πλ. δ

Ὁ Εἱρμὸς.

γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα, τῷ  λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον Κόρη τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου πανάμωμε.

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν  προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

ν θλίψει με ὄντα καὶ συμφορᾷ, ἐπισκοπῆς θείας, καὶ προνοίας μόνη Ἁγνή, ἀξίωσον ὅπως σε δοξάζω, τὴν θεοδόξαστον καὶ ὑπεράμωμον.

Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.

Τοῦ Πνεύματος μέλπω σε τὸ χρυσοῦν στόμα.

Θεοφάνους.

Ὠδὴ α  Ἦχος πλ. δ

ρματηλάτην Φαραω ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ  Θεῷ ἀναμέλποντα.

Τῆς μετανοίας γεγονὼς θερμότατος, κήρυξ Χρυσόστομε, μετανοεῖν Πάτερ, τῷ  Θεῷ με πρέσβευε, ἐξ ὅλης τῆς καρδίας μου, καὶ τῶν πάλαι πταισμάτων, θεραπευθῆναι τὰ τραύματα, τῇ σῇ συμπαθείᾳ δυσώπησον.

λην τὴν αἴγλην τοῦ Ἁγίου Πνεύματος, Πάτερ δεξάμενος, ὁλολαμπὴς ὤφθης, στῦλος προηγούμενος, τῆς Ἐκκλησίας, Ὅσιε, φωτεινή τε νεφέλη, παμμάκαρ ἐπισκιάζουσα, τὰ τῶν Ὀρθοδόξων συστὴματα.

πὸ Χριστοῦ προχειρισθεὶς Διδάσκαλος, θεῖα διδάγματα, χρυσοειδεῖ γλώσσῃ, γνώμῃ τε θεόφρονι, πλουσίως σὺ ἐπήγασας· τοῦ Θεοῦ ποταμὸς γάρ, ὑδάτων πλήρης τοῦ Πνεύματος, ὤφθης Θεοφάντορ Χρυσόστομε.

Θεοτοκίον.

Πεποικιλμένη ποικιλίᾳ χάριτος, θεοχαρίτωτε, τὸν τοῦ Πατρὸς Λόγον, σάρκα χρηματίσαντα, δι' εὐσπλαγχνίαν ἄφατον, ὑπὲρ νοῦν τε καὶ λόγον, εὐλογημένη γεγέννηκας, μείνασα Παρθένος ἀμόλυντος.

Καταβασία.

νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ    Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι,φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος,ταύτης τὰ θαύματα.

Τῆς Θεοτόκου.

Ὠδὴ γ

 Ὁ Εἱρμὸς.

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπη τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, σὲ Θεογεννῆτορ Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη Πανύμνητε.

κετεύω Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γὰρ Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη Πανάχραντε.

Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

Χαλεπαῖς ἀρρωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ Παρθένε, σὺ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρὸν πανάμωμε, καὶ ἀδαπάνητον.

Τοῦ Ἁγίου.

Ὁ στερεώσας κατ' ἀρχὰς.

Νοῦν σὺ Χριστοῦ πεπλουτηκώς, σῇ καθαρᾷ πολιτείᾳ, τῆς ἀνθρώπων σωτηρίας ἐγένου, συνεργὸς ὑφηγητής, δημηγόρος Χρυσόστομε, διδασκαλίας βρύων, σωτηριώδεις θεόπνευστε.

κ τῶν ἀσύλων θησαυρῶν, τοῦ Πνεύματος σὺ πλουτήσας, ἐκ πηγῶν τοῦ σωτηρίου ἀντλήσας, τὴν ἀέναον πηγήν, τῶν διδαγμάτων ἤρδευσας, τῆς Ἐκκλησίας ἅπαν, Ὅσιε Πάτερ τὸ πρόσωπον.

λομανούσας τῶν ψυχῶν, Χρυσόστομε τὰς ἀρούρας, τῇ πανσόφῳ γεωργίᾳ τῶν λόγων, ἐξεκάθηρας σαφῶς, καὶ καρποφόρους ἔδειξας, τοῖς οὐρανίοις ὄμβροις, ταύτας ἐπάρδων Θεόληπτε.

Θεοτοκίον.

Μῶμος ἐν σοὶ καὶ μολυσμός, οὐκ ἔστιν ὅλως Παρθένε, ἐνδιαίτημα δὲ μᾶλλον ἐφάνης, οὐρανίων ἀρετῶν· ἐν σοὶ γὰρ κατεσκήνωσε, τῶν ἀρετῶν ἡ πᾶσα, ἁγιωσυνη Πανάμωμε.

Καταβασία.

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

Καθισμα  Ἦχος πλ. δ

Τὴν Σοφίαν καὶ Λογον.

Τῆς ἀρρήτου σοφίας θεοπτικῶς, ἐξαντλήσας τὸν πλοῦτον τὸν γνωστικόν, πᾶσιν ἐθησαύρισας, ὀρθοδοξίας τὰ νάματα, τῶν μὲν πιστῶν καρδίας, ἐνθέως εὐφραίνοντα, τῶν δὲ ἀπίστων ἀξίως, βυθίζοντα δόγματα· ὅθεν δι' ἀμφοτέρων, εὐσεβείας ἱδρῶσιν, ἐδείχθης ἀήττητος, τῆς Τριάδος ὑπέρμαχος, Ἰωάννη Χρυσόστομε, πρέσβευε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δοξα... Καὶ νῦν ... Θεοτοκίον.

Τὸν φλογμὸν τῆς γεέννης καὶ ἐμπρησμόν, τὸν κλαυθμὸν τὸν ἐν ταύτῃ καὶ ὀδυρμόν, τὸν ἐλεεινότατον, χωρισμὸν καὶ πικρότατον, τοῦ τῶν Ἁγίων κλήρου, καὶ τῆς ὁμηγύρεως, ἐνθυμουμένη φρῖξον, ψυχή μου καὶ στέναξον, καὶ τὰ γραμματεῖα, τῶν μυρίων χρεῶν σου, ἀπαλεῖψαι ἐπείχθητι, κατανύξεως δάκρυσι, συνεργὸν ἀκαταίσχυντον, ἔχουσα τὴν μόνην Ἁγνήν, δι' ἦς πταισμάτων δίδοται ἡ ἄφεσις, τοῖς αὐτὴν Θεοτόκον, ὀρθοδόξως δοξάζουσι.

Τῆς Θεοτόκου. 

Ὠδὴ  δ  Ὁ Εἱρμὸς.

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων Θεονύμφευτε.

Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων τῶν ὑμνούντων σε.

Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε Πανάμωμε, δυσχερείας πάσης ἐκλυτρούμεθα.

πολαύοντες Πάναγνε, τῶν σῶν δωρημάτων σοὶ χαριστήρια, ἀναμέλπομεν ἐφύμνια, οἱ γινώσκοντές σε Θεομήτορα.

πὶ κλίνης ὀδύνης μου, καὶ τῆς ἀρρωστίας κατακειμένῳ μοι, ὡς φιλάγαθος βοήθησον, Θεότοκε μόνη ἀειπάρθενε.

Τοῦ Ἁγίου

Σύ μου ἰσχύς, Κύριε.

λλον ἡμῖν, τῶν Ἀποστόλων ὁμότροπον, ὁ προνοίᾳ, πάντων προμηθούμενος, ὡς ἀγαθὸς δέδωκε Χριστός, σὲ τῆς οὐρανίου μυσταγωγίας τὸν κήρυκα, καὶ θεῖον ὑποφήτην, μυστηρίων τῶν ἄνω, Ἰωάννη παμμάκαρ Χρυσόστομε.

Τὸν χρυσαυγῆ, καὶ χρυσολόγον τιμήσωμεν, Ἰωάννην, πάντας τὸν χρυσώσαντα, χρυσοειδέσι μαρμαρυγαῖς, τῆς διδασκαλίας, καὶ κόσμον γλώσσῃ φαιδρύναντα, χρυσίου λαμπροτέρᾳ, καὶ φωτὸς πληρεστάτῃ, ἐκβρυούσῃ τὴν χάριν τὴν ἔνθεον.

λος Θεοῦ, γέγονας κατοικητήριον, ὅλος ὤφθης, ὄργανον τοῦ Πνεύματος, ἀναφωνοῦν, πάσης ἀρετῆς, θεόπνευστον μέλος, καὶ σωτηρίας ὑπόθεσιν, καὶ κάλλος ὑποφαῖνον, οὐρανῶν βασιλείας, Ἰωάννη παμμάκαρ Χρυσόστομε.

Σὺ τοῦ Θεοῦ, τὴν εὐσπλαγχνίαν ἐκήρυξας, μετανοίας, τρόπους ἐκτιθέμενος· καὶ τῶν κακῶν τὴν ἀποφυγήν, ἄριστα διδάσκων, παμμάκαρ καὶ τελεώτατα· καὶ ἔργων τῶν ἀρίστων, παραινέσεις ὑφαίνων, πανσέβάσμιε Πάτερ Χρυσόστομε.

Θεοτοκίον.

Μετὰ Θεόν, σὲ προστασίαν κεκτήμεθα· σὺ γὰρ Μήτηρ, Θεοῦ ἐχρημάτισας, τοῦ Ποιητοῦ καὶ Δημιουργοῦ, τοῦ τὴν ἡμετέραν, μορφὴν λαβόντος Πανάμωμε, καὶ ταύτην σεσωκότος, ἐκ φθορᾶς καὶ θανάτου, καὶ τῇ δόξῃ τῇ θείᾳ δοξάσαντος.

Καταβασία.

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.

Τῆς Θεοτόκου.

Ὠδὴ ε

Ὁ Εἱρμὸς.

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καὶ τῷ  βραχίονί σου τῷ  ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν φιλάνθρωπε.

μπλησον Ἁγνή, εὐφροσύνης τὴν ζωὴν ἡμῶν, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου Θεόνυμφε, τῷ  φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.

ασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, ταῖς  πρεσβείαις σου παράσχου μοι.

Τοῦ Ἁγίου.

Ἴνα τὶ με ἀπώσω.

κκλησίας φωστῆρα, πάντες σε γινώσκομεν φωτοειδέστατον, καὶ ψυχῶν σωτῆρα, ἀναρπάζοντα ταύτας τοῦ φάρυγγος, τοῦ θανατηφόρου καὶ πρὸς ζωὴν καθοδηγοῦντα, τήν αἰώνιον Πάτερ ἀοίδιμε.

Λύεις τὰς παρατάξεις, τῶν αἱρετιζόντων σὺ περιφραξάμενος, εὐσεβείας ὅπλοις, καὶ ἀνδρείᾳ ψυχῆς ἱερώτατε, συγκροτεῖς δὲ χαίρων, περιφανῶς τῶν Ὀρθοδόξων, τάς χορείας συνδέσμῳ τοῦ Πνεύματος.

Πλήρεις ὥσπερ φιάλαι, ἀρωμάτων ἐνθέων αἱ σιαγόνες σου, καὶ τὴν οἰκουμένην, νοηταῖς εὐωδίαις εὐφραίνουσι, τῇ τῶν νοημάτων, μυρεψικῇ μυσταγωγίᾳ, καὶ τῷ  κάλλει τῶν λόγων σου Πάνσοφε.

Θεοτοκίον.

ς Θεὸν συλλαβοῦσα, τὸν δημιουργόν τε καὶ κτίστην καὶ Κύριον, γενεαὶ σε πᾶσαι, τῶν ἀνθρώπων Ἁγνὴ μακαρίζουσι· καὶ τῶν Ἀσωμάτων, αἱ νοεραὶ Ταξιαρχίαι, ὡς Μητέρα Θεοῦ σε δοξάζουσιν.

Καταβασία.

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, τὴν εἰρήνην βραβεύουσα.

Τῆς Θεοτόκου.

Ὠδὴ ς

Ὁ Εἱρμὸς.

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον,  καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ  ᾍδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.

Θανάτου καὶ τῆς φθορᾶς ὃς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ  θανάτῳ, τὴν τῇ  φθορᾷ, καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν Παρθένε δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην Παρθένε, τῶν πειρασμῶν, διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διὰ παντός, τῶν παθῶν μου ῥυσθῆναι πανάμωμε.

ς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμόν, ἐν ταῖς θλίψεσι Κόρη, καὶ τῷ  φωτί σου ἀεὶ ἀγαλλόμεθα, ὦ Δέσποινα καὶ νῦν  ἡμᾶς, ἐκ παθῶν καὶ κινδύνων διάσωσον.

ν κλίνῃ νῦν  ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεόν, καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς· Ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

Τοῦ Ἁγίου.

Ἱλάσθητί μοὶ Σωτὴρ.

Σοφίᾳ πνευματικῇ, τον κόσμον ὅλον ἐπλούτισας, τοῦ λόγου διανομεύς, γενόμενος πλούσιος· πλουσία γὰρ ἄνωθεν, ἱεράρχα χάρις, ἐξεχύθη σοῦ τοῖς χείλεσιν.

Εἰς πᾶσαν ὡς ἀστραπή, τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ἡ δύναμις δὲ τῶν σῶν ῥημάτων, Χρυσόστομε, ὡς σάλπιγξ πανεύσημος, οἰκουμένης πάντα, περιήχησε τὰ πέρατα.

Τὸν ἄνωθεν ὑφαντόν, χιτῶνα περιβαλλόμενος, Παμμάκαρ τῶν ἀρετῶν, καὶ λόγων λαμπρότητα, περιποιησάμενος, ἀληθείας ὤφθης, περιδέξιον ἑδραίωμα.

Θεοτοκίον.

παντοκρατορικῇ, δυνάμει φέρων τὰ σύμπαντα, τὸ ἀσθενὲς τῆς σαρκός, ἐκ σοῦ περιβάλλεται, Παρθένε πανάμωμε, ἐπ' εὐεργεσίᾳ, τῶν ἀνθρώπων ὁ Φιλάνθρωπος.

Καταβασία.

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Κοντάκιον  Ἦχος πλ. β

Τὴν ὑπὲρ ἡμῶν.

κ τῶν οὐρανῶν ἐδέξω τὴν θείαν χάριν, καὶ διὰ τῶν σῶν χειλέων, πάντας διδάσκεις, προσκυνεῖν ἐν Τριάδι τὸν ἕνα Θεόν, Ἰωάννη Χρυσόστομε, παμμακάριστε Ὅσιε, ἐπαξίως εὐφημοῦμέν σε· ὑπάρχεις γὰρ καθηγητής, ὡς τὰ θεῖα σαφῶν.

Ὁ Οἶκος.

Τῷ τῶν ὅλων Ποιητῇ κλίνω τὸ γόνυ, τῷ  προαιωνίῳ Λόγῳ χεῖρας ἐκτείνω, λόγου ζητῶν χάρισμα, ἵνα ὑμνήσω τὸν Ὅσιον, ὃν αὐτὸς ἐμεγάλυνε· φησὶ γὰρ τῷ  Προφήτῃ, ὁ ζῶν εἰς τοὺς αἰῶνας, Δοξάζω τοὺς ἐν πίστει δοξάζοντάς με· Ὁ οὖν ἐν τοῖς πάλαι τὸν Σαμουὴλ ἀνυψώσας, ἐδόξασε νῦν  τὸν Ἱεράρχην· τὸ τάλαντον γὰρ ὃ ἐπιστεύθη, καλῶς ἐμπορευσάμενος, τῷ  Βασιλεῖ προσήγαγε· διὸ καὶ ὑπερύψωσεν αὐτὸν ὁ ὑπερούσιος. Τούτου χάριν αἰτῶ ὁ ἀνάξιος ἐγὼ λόγον δοθῆναί μοι, ἵνα ἰσχύσω εὐσεβῶς ἀνυμνῆσαι αὐτόν. Τῶν περάτων γὰρ ὑπάρχει καθηγητής, ὡς τὰ θεῖα σαφῶν.

Συναξάριον.

Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόμου.

Στίχοι

Μύσας ὁ χρυσοῦς Ἰωάννης τὸ στόμα,

φῆκεν ἡμῖν ἄλλο τὰς βίβλους στόμα.

μφὶ τρίτην δεκάτην σίγησεν χρύσεα χείλη.

Ταῖς τοῦ Χρυσορρήμονος πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Μνήμη τοῦ ἁγίου νέου Ὁσιομάρτυρος Δαμασκηνοῦ Κωνσταντινουπολίτου καὶ ἐν Κων / πόλει κατὰ τὸ 1681 μαρτυρήσαντος.

Τῆς Θεοτόκου.

Ὠδὴ ζ

Ὁ Εἱρμὸς.

Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες, ἐν Βαβυλῶνι ποτέ, τῇ  πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴκησας τῷ  κόσμῳ ἣν προστάτιν ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀρρωστίας Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ    σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.

Τοῦ Ἁγίου.

Θεοῦ συγκατάβασιν.

Χρηστότητος ἄβυσσον, καὶ εὐσπλαγχνίας μεμυημένος Θεοῦ, ἐγγυώμενος ὤφθης, τὴν σωτηρίαν μετανοοῦσι θερμῶς, καὶ ὁλοψύχως Κυρίῳ κραυγάζουσι· Εὐλογητὸς ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.

υθμίζεις Χρυσόστομε, ταῖς  διδαχαῖς σου πᾶσαν διάνοιαν, καὶ ψυχῶν θεραπεύεις, τὰς ἀρρωστίας ὡς συμπαθέστατος, καὶ εὐδρομοῦσι συμψάλλεις γηθόμενος· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ψώθης γενόμενος, ἐκλελεγμένος ὅσιος ἄκακος, ἱερεὺς τοῦ Ὑψίστου, δικαιοσύνην ἐνδεδυμένος λαμπρῶς, καὶ εὐφροσύνῃ κραυγάζων Πανόλβιε· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Συνέλαβες Ἄχραντε, τὸν ἐπὶ πάντων Θεὸν καὶ Κύριον, εὐδοκήσαντα σῶσαι, τὸ τῶν ἀνθρώπων γένος θανάτου φθορᾶς, ὃν ἐπαξίως ὑμνοῦντες κραυγάζομεν· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Καταβασία.

Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Τῆς Θεοτόκου.

Ὠδὴ η

Ὁ Εἱρμὸς.

Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε Κόρη εἰς αἰῶνας.

Τῶν ἰαμάτων τὸ δαψιλὲς ἐπιχέεις, τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἀφραστόν σου τόκον.

Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας Παρθένε, ἵνα σε δοξάζω τὴν κεχαριτωμένην.

Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Ἁγίου.

Ἑπταπλασίως κάμινον.

Οἱ νουνεχῶς τοῖς λόγοις σου, ὁμιλοῦντες Χρυσόστομε, τῆς θεολογίας, τὸ σεπτὸν μυούμεθα, καὶ πᾶσαν καρπούμεθα, τῶν ἀγαθῶν τὴν ὄνησιν, καὶ τὴν τῆς κακίας, ἀποφεύγομεν βλάβην· κοινὸν γὰρ πρυτανεῖον, σωτηρίας ἐγένου, βοῶν· Ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

πὲρ ἡμῶν δυσώπησον, τὸν Δεσπότην Χρυσόστομε, τῇ συμπαθεστάτῃ, παρρησίᾳ χρώμενος, καὶ τῇ ἐλεήμονι, καὶ φιλανθρώπῳ Πάτερ στοργῇ· σὲ γὰρ τῷ  Σωτῆρι, προβαλλόμεθα πίστει, μεσίτην καὶ προστάτην, καὶ θερμότατον πρέσβυν, θεόφρον Ἱεράρχα, Παμμάκαρ Ἰωάννη.

Νεανικὴν τὴν ἔνστασιν, ἀταπείνωτον φρόνημα, πρὸς τοὺς ἀδικοῦντας, βασιλεῖς ἐνδέδειξαι, θερμῶς προϊστάμενος, ἀδικουμένων Ὅσιε, καὶ τῶν ὀρφανῶν, καὶ τῶν χηρῶν καὶ πενήτων, Πατὴρ γεγενημένος, στοργικῇ διαθέσει, βοῶν· Ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Σωματικαῖς μορφώσεσι, καὶ ποικίλοις αἰνίγμασι, καὶ συμβολικαῖς καὶ τυπικαῖς ἐμφάσεσι, τὴν σὴν προεμήνυον, οἱ θεηγόροι γέννησιν, τὴν ὑπερφυᾶ, καὶ θαυμαστήν σου Παρθένε· διὸ σε γεγηθότες, εὐσεβῶς ἀνυμνοῦμεν, Χριστὸν ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Καταβασία.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν  δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Θεοτόκου.

Ὠδὴ θ

Ὁ Εἱρμὸς.

Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή, σὺν ἀσωμάτοις χορείαις σὲ μεγαλύνοντες.

οήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε Χριστὸν κυήσασα.

Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην ἐξαφανίσασα.

Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη καὶ ἀγαλλίαμα.

Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον σὲ καταγγέλλοντας.

Κακώσεως ἐν τόπῳ, τῷ  τῆς ἀσθενείας, ταπεινωθέντα Παρθένε θεράπευσον, ἐξ ἀρρωστίας εἰς ῥῶσιν μετασκευάζουσα.

Τοῦ Ἁγίου.

Ἐξέστη ἐπὶ τούτῳ.

Τῆς ὄντως ἀπολαύων Πάτερ ζωῆς, ὑπὲρ ἧς ἠγωνίσω πρὸς δύναμιν, ἐπὶ τῆς γῆς, βίῳ διαπρέψας ἀγγελικῷ, καὶ τοῦ Χριστοῦ κτησάμενος, γλῶσσαν καὶ τὸ στόμα τὸ γαληνόν, σωθῆναι θεηγόρε, δυσώπει τοὺς σὲ πίστει, διαφερόντως μακαρίζοντας.

Οἱ λόγοι σου Τρισμάκαρ λόγοι ζωῆς, τὴν ζωὴν προξενοῦντες τὴν ἄληκτον· σὲ γὰρ πηγήν, βρύουσαν ἀνέδειξεν ὁ Χριστός, καὶ ποταμὸν προχέοντα, θείων διδαγμάτων ἐπιρροάς, τρυφῆς ὄντως χειμάρρουν, ἀφέσεώς τε ῥεῖθρον, καὶ μετανοίας λαμπρὸν κήρυκα.

Μεσίτης ἀνεδείχθης Ἀρχιερεῦ, τοῦ Θεοῦ καὶ ἀνθρώπων ὑπέρλαμπρος· σὺ γὰρ φωστήρ, ὤφθης εὐσεβείας θεοφεγγής, καὶ τῆς ἐνθέου γέγονας, ἐλεημοσύνης εἰσηγητής· διὸ σε Χρυσολόγε, καρδίας διαθέσει, νῦν  ἐπαξίως μεγαλύνομεν.

Θεοτοκίον.

γνὴ δεδοξασμένη Μήτηρ Θεοῦ, τους ὑμνοῦντάς σε πόθῳ περίσῳζε, τῶν πειρασμῶν, ὄχλον διαλύουσα συμπαθῶς· ὡς γὰρ Θεὸν γεννήσασα, πάντα ὅσα θέλεις ἐπιτελεῖν, ἀνύεις ἀκωλύτως, καὶ δύνασαι Παρθένε· διὸ σε πάντες μεγαλύνομεν.

Καταβασία.

πας γηγενής, σκιρτάτω τῷ  πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.

Ἐξαποστειλάριον.

Ἐν πνεύματι τῷ  Ἱερῷ.

Τοῖς χρυσαυγέσι λόγοις σου, ἡ Χριστοῦ Ἐκκλησία, φαιδρύνεται λαμπρύνεται, ὦ Χρυσόστομε Πάτερ, ψυχαὶ δὲ κατευφραίνονται, τῶν πιστῶν γεραίρουσαι, τὴν παναγίαν σου μνήμην· σὺ γὰρ πᾶσιν ἐφάνης, σωτηρίας ὁδηγός, καὶ κήρυξ τῆς μετανοίας.

Ἕτερον   Γυναῖκες ἀκουτίσθητε.

Τὸν μεγαλοφωνότατον, τῆς μετανοίας κήρυκα, τὸν θησαυρὸν τῶν πενήτων, τὸ στόμα τῆς Ἐκκλησίας, τὸ χρύσεον καὶ εὔλαλον, τῶν Γραφῶν τὴν σαφήνειαν, Ἰωάννην τόν πάνσοφον, ἀνευφημήσωμεν πάντες, ὡς ὑπ' αὐτοῦ στηριχθέντες.

Θεοτοκίον.

Παρθένε παναμώμητε, Κυρία μου καὶ Δέσποινα, τὸν σὸν Υἱὸν ἐκδυσώπει, σὺν τῷ  κλεινῷ Χρυσοστόμῳ, πειρατηρίων ῥύσασθαι, παντοίων τοὺς ὑμνοῦντάς σε, καὶ αἰωνίων ἅπαντας, ἀγαθῶν ἀξιῶσαι· δύνασαι γὰρ ὅσα θέλεις.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ  Ἔδωκας σημείωσιν.

Χρυσοῦ τηλαυγέστερον, τὰ ἱερά σου διδάγματα, προχεόμενος πάνσοφε, πλουτίζεις Χρυσόστομε, πενομένας φρένας, καὶ ἀποδιώκεις, τῶν παθημάτων τὴν ἀχλύν, φιλαργυρίας πικρὸν χειμῶνά τε· διὸ σε μακαρίζομεν, χρεωστικῶς καὶ τὴν κόνιν σου, τῶν λειψάνων σεβόμεθα, ὡς πηγὴν ἁγιάσματος.

στῦλος ὁ πύρινος, ὁ ποταμὸς ὁ τοῖς νάμασι, τῶν δογμάτων κατάρρυτος, ὁ νοῦς ὁ οὐράνιος, τῆς θεολογίας, τὸ πάγχρυσον στόμα, ἁμαρτωλῶν ἐγγυητής, τῆς μετανοίας κήρυξ ὁ ἔνθεος, φωστὴρ ὁ διαυγέστατος, ὁ ἐπουράνιος ἄνθρωπος, ὁ μακάριος σήμερον, ἀνυμνείσθω Χρυσόστομος.

λιος πολύφωτος, τὴν οἰκουμένην τοῖς λόγοις σου, καταυγάζων γεγένησαι, ἀστὴρ φαεινότατος, λαμπὰς φανοτάτη, πυρσὸς τοὺς θαλάσσῃ, τῇ κοσμικῇ διαπαντός, χειμαζομένους ὁ προσκαλούμενος, πρὸς ὅρμον γαληνότατον, τῆς σωτηρίας ἐν χάριτι, Χρυσόλογε Χρυσόστομε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

δίκως τῆς ποίμνης σου, ἀπελαθεὶς Πάτερ Ὅσιε, προσωμίλησας θλίψεσι, πικραῖς ἐξορίαις τε, ἐν αἷς ἠξιώθης, μακαρίου τέλους, οἷα γενναῖος Ἀθλητής, καταπαλαίσας τὸν πολυμήχανον, καὶ νίκης διαδήματι, σὲ ὁ Χριστὸς ἐστεφάνωσε, Ἰωάννη Χρυσόστομε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

 Δόξα... Ἦχος πλ. δ

Ἀνατολίου.

Χρυσέοις ἔπεσι, καὶ θεοφθόγγοις διδάγμασι, κατακοσμήσας τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, πλοῦτον πνευματικὸν ἐθησαύρισας ἐν αὐτῇ, τὰ σὰ θεοπαράδοτα λόγια· διὸ στέφανον ἐξ ἀκηράτων ἀνθέων, πλεξαμένη τοῖς ᾄσμασι, τῇ ἱερᾷ σου προσφέρει μνήμῃ, πάγχρυσε τῇ ψυχῇ σὺν τῇ γλώττῃ, Ἰωάννη Θεοσοφε· Ἀλλ' ὡς ἔχων παρρησίαν Ὅσιε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν ... Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία Μεγάλη.

καὶ Ἀπολυσις

Δίδοται καὶ ἅγιον ἔλαιον τοῖς Ἀδελφοῖς.

Εἰς τὴν Λειτουργίαν, τὰ Τυπικά, καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ καὶ ς Ὠδή.

Ἀπόστολος.

Προκείμενον. Ἦχος α΄. [Ψαλμός μη΄ 48]
Στίχος:
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος:
κούσατε  ταῦτα, πάντα τὰ ἔθνη.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου

Κεφ.  7: 26-28, 8: 1-2

δελφοί, τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, ὃς οὐκ ἔχει καθ᾿ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ῾Αγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν Κύριος, καὶ οὐκ ἄνθρωπος.

λληλούϊα [γ΄].  Ἦχος β΄ [Ψαλμός 36].

Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν.
Στίχ.
νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ.

Εὐαγγέλιον.

κ τοῦ κατὰ Ἰωάννην.

Κεφ. 10: 9-16

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. kαθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.  

Κοινωνικόν.

Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος, Ἀλληλούϊα.