The Orthodox Pages

email: pater@christopherklitou.com

ΤΑ ΜΗΝΑΙΑ

 ΙΟΥΝΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΒ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὀνουφρίου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ'

Ὢ τοῦ παραδόξου θαύματος

Πάτερ θεόφρον Ὀνούφριε, ἐν ἐρημίᾳ με νῦν, τῶν παθῶν αὐλιζόμενον, εἰς ὁδὸν εὐθεῖάν με, ἀρετῶν χειραγώγησον, πρὸς μετανοίας, τρίβον πρεσβείαις σου, πρὸς θελημάτων, Θεοῦ ἐκπλήρωσιν, πρὸς ἀδαπάνητον τῶν καλῶν ἀπόλαυσιν, ὅπως τὸ σόν, χαίρων παναοίδιμε, τελῶ μνημόσυνον.

Πάτερ θεόφρον Ὀνούφριε, τὸν παγετὸν τῆς νυκτός, καὶ ἡμέρας τὸν καύσωνα, τῇ ἐλπίδι Ὅσιε, τῶν μελλόντων ὑπέμεινας· τὰ ἐπὶ γῆς σου, μέλη νεκρώσας γάρ, τῆς οὐρανίου ζωῆς ἐπέτυχες, ἔνδον γενόμενος, τῆς παστάδος Ἅγιε, περιχαρῶς, κάλλος τὸ ἀμήχανον, ὁρῶν τοῦ Κτίστου σου.

Πάτερ θεόφρον Ὀνούφριε, τῆς κοσμικῆς σεαυτόν, ἀποστήσας συγχύσεως, πρὸς τὴν ὑπερκόσμιον, ἀνηνέχθης ἀκρότητα, αὐτὴν ποθήσας, τῶν ἀγαθῶν τὴν πηγήν, αὐτὸ τὸ ὄντως ἐφετὸν ἔφθασας, οὗ ταῖς ἐλλάμψεσι, μάκαρ πυρσευόμενος ἁμαρτιῶν, ζόφου ταῖς πρεσβείαις σου, ἡμᾶς ἐξάρπασον.

Δόξα... Ἦχος πλ. β'

σιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν, ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· διὸ ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου· τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Κύριον, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νν... Θεοτοκίον

Τριήμερος ἀνέστης Χριστὲ

Μεγάλων χαρισμάτων ἁγνή, Παρθένε Θεονύμφευτε, ἠξιώθης, ὅτι ἔτεκες σαρκί, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν ζωοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἢ Σταυροθεοτοκίον

Πάναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα, ἀνεβόα μητρικῶς· Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον;

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος δ'

Ἔδωκας σημείωσιν

Τῆς μακαριότητος τῆς ὑπὲρ νοῦν ὀρεγόμενος, ἐλογίσω θεσπέσιε, τρυφὴν τὴν ἐγκράτειαν, τὴν πτωχείαν πλοῦτον, τὴν ἀκτημοσύνην, περιουσίαν ἀληθῆ, καὶ εὐδόξίαν τὴν μετριότητα· διὸ καὶ τῆς ἐφέσεως, τῆς κατὰ γνώμην ἐπέτυχες, ἐν σκηναῖς αὐλιζόμενος τῶν Ἁγίων Ὀνούφριε.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Δρόμον τῆς ἀσκήσεως, ἀπεριτρέπτως τετέλεκας, καὶ τὴν πίστιν τετήρηκας, ἐντεῦθεν καὶ στέφανον, ἐκομίσω Πάτερ, τῆς δικαιοσύνης· ὃν σοι ἡτοίμασε Χριστὸς ὁ κατ' ἀξίαν νέμων τὰ ἔπαθλα, καὶ γέρα χαριζόμενος καὶ τὴν τῶν πόνων ἀντίδοσιν, ὃν καὶ νῦν ἡμᾶς ῥύσασθαι, ἐκ κινδύνων δυσώπησον.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Πᾶσαν ἡδυπάθειαν, ὑπωπιάζων τὸ σῶμά σου, ἀπηρνήσω θεόσοφε, πικραίνων τὴν αἴσθησιν, ἐγκρατείας πόνοις, καὶ σκληραγωγίας, ὑπομονῇ τε πειρασμῶν, καὶ καρτερίᾳ τῶν περιστάσεων, ἀνθ' ὧν τὴν ἀτελεύτητον, ἀντιλαμβάνεις ἀπόλαυσιν, καὶ τρυφὴν ἀδιάδοχον, καὶ χαρὰν ἀνεκλάλητον.

Δόξα... Ἦχος πλ. δ'

Τῶν μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σὲ τιμῶμεν Ὀνούφριε· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων συμμέτοχε καὶ Δικαίων· μεθ' ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νν... Θεοτοκίον Ἦχος πλ. δ'

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Σταυροθεοτοκίον

Οἱ Μάρτυρές σου

δάμαλις ἡ ἄσπιλος, τὸν μόσχον βλέπουσα ἐπὶ τοῦ ξύλου, προσαναρτώμενον ἐθελουσίως, ὀδυρομένη γοερῶς· Οἴμοι! ἀνεβόα ποθεινότατον τέκνον, τὶ σοι δῆμος ἀνταπέδωκεν, ἀχάριστος Ἑβραίων, θέλων με ἀτεκνῶσαι ἐκ σοῦ παμφίλτατε;

Ἀπολυτίκιον Ἦχος α'

Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης θεοφόρε Πατὴρ ἡμῶν Ὀνούφριε νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πάσιν ἰάματα.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.

Ὀνουφρίῳ τὸν αἶνον ἐξᾴδω πόθῳ.

δὴ α' Ἦχος β'

Δεῦτε λαοὶ

λον Χριστόν, εἰσοικισάμενος ἔνδοξε, καὶ κόσμον παρωσάμενος, δόξαν τὴν ἄστατον, τῆς αὐτοῦ ἀπολαύεις, Ὀνούφριε ἀξίως, χαρᾶς ἀοίδιμε.

Νόμῳ Χριστοῦ, ἐμμελέτησας θεσπέσιε, δένδρον ζωῆς κατάκαρπον, ἀρεταῖς δέδειξαι, προβαλλόμενος χάριν, τῶν θείων ἰαμάτων, τοῖς κατορθώμασι.

Θεοτοκίον

Οἶκος ἁγνή, ὁ τῆς σοφίας ἐγνώρισαι· ἐκ τῶν αἱμάτων σάρκα γάρ, τῶν σῶν ἁγνῶν λαβών, καὶ σταυρῷ ὁμιλήσας, Θεὸς τῆς ἀπαθείας, ἡμῖν μετέδωκεν.

δὴ γ'

Στερέωσον ἡμᾶς

πῆλθες τὸν Χριστοῦ ζυγόν, Ὀνούφριε, ἐρήμοις ἀβάτοις σὺ καταμόνας, ὁμιλεῖν ἐπιποθῶν αὐτῷ, καὶ τοῦ κάλλους τρυφᾷν, δόξης τῆς θείας αὐτοῦ.

Φωτίσας σεαυτὸν φωτὶ τῆς γνώσεως, καὶ γνόφον σκεδάσας τῶν παθημάτων, ἐν πλαξὶ ταῖς τῆς καρδίας σου, ἀπαθείας τὸν νόμον Πάτερ εἴληφας.

Θεοτοκίον

ανίδι συμπαθῶς τῇ τῆς πρεσβείας σου, τὴν φλόγα κατάσβεσον τῆς ψυχῆς μου, Θεοτόκε ἀειπάρθενε, συμπαθείας πηγὴν μοι ἐπαρδεύουσα.

Ὁ Εἱρμὸς

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.

Κάθισμα Ἦχος δ'

Ταχὺ προκατάλαβε

μάκρυνας Ὅσιε, καὶ ἐν ἐρήμοις σαφῶς, ηὐλίσθης τὸν Κύριον, ῥυόμενόν σε δεινῶν, ἀεὶ ἐκδεχόμενος. Ὅθεν εὐαρεστήσας, τῷ Δεσπότῃ παμμάκαρ, εἴληφας τὴν ἀγήρω, οὐρανῶν βασιλείαν, ἐν ᾗ νῦν αὐλιζόμενος, μνήσθητι τῶν τιμώντων σε.

Δόξα... Καὶ νν... Θεοτοκίον

καίνισας ἄχραντε, τῷ θείῳ τόκῳ σου, φθαρεῖσαν ἐν πάθεσι, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.

Ἢ Σταυροθεοτοκίον

ψούμενος ὕψωσας, τοὺς πεπτωκότας ποτέ, ἐμὲ δὲ κατέβαλες, τῇ ἀνυψώσει τῇ σῇ, ὦ φῶς τῶν ὀμμάτων μου. Δέχου Υἱὲ τὸ πάθος, δι' ἡμᾶς ἑκουσίως, φέρε Σταυρόν, τοὺς Ἥλους, καὶ τὸν Σπόγγον, τὴν Λόγχην, δι' ὧν τῆς ἀπαθείας, τὴν χάριν ἑβράβευσας.

δὴ δ'

Εἰσακήκοα Κύριε

δρυμένος ἀκλόνητος, παρὰ Χριστοῦ δαιμόνων τρικυμίας, ὡς ἀφρὸν Ὀνούφριε διαλέλυκας.

ς ἀδάμας τοῖς θάλπεσι, καὶ τοῖς κρυμοῖς στερρῶς ἐγκαρτερήσας, τῶν δαιμόνων ἔλυσας τὰ παλαίσματα.

Θεοτοκίον

Τῆς ψυχῆς μου τὴν κάκωσιν, τοῦ σοῦ Υἱοῦ τῇ λάμψει Θεοτόκε, ἀφελοῦσα σύναψον σωτηρίᾳ με.

δὴ ε'

Ὁ τοῦ φωτὸς χορηγὸς

λοκαυτώσας τὸν νοῦν, τῷ δι' ἡμᾶς ὑπὲρ ἡμῶν θάνατον, διὰ Σταυροῦ κεκαρτερηκότι, ἀξίως κοινωνός, καὶ συγκληρονόμος τῆς δόξης γεγένησαι.

Ναὸν εἰργάσω σαυτόν, ὁλολαμπῆ ταῖς ἀρεταῖς Ὅσιε, διαφανεῖς βολίδας ἐνθέους, ἀστράπτων τηλαυγῶς, θείων θαυμασίων παμμάκαρ Ὀνούφριε.

Θεοτοκίον

γαθοδότην Χριστόν, Θεοκυήτρια ἁγνὴ τέξασα, τὸν πονηραῖς παθῶν τρικυμίαις, κλονούμενόν με νῦν, τῇ σῇ εὐσπλαγχνίᾳ Παρθένε θεράπευσον.

δὴ ς'

Ἐν ἀβύσσῳ πταισμάτων

θυνόμενος αὔραις τοῦ Πνεύματος, ὅρμῳ γαληνῷ προσεπέλασας Ὅσιε, τὸ βάρος παρωσάμενος, τῆς σαρκὸς ἐγκρατείᾳ Ὀνούφριε.

Νεύσει θείᾳ θεούμενος γέγονας, ἄγγελος ἐπίγειος· τὴν Ἰωάννου γάρ, καὶ Ἠλιοὺ ἐζήλωσας, πολιτείαν παμμάκαρ Ὀνούφριε.

Θεοτοκίον

δυνώμενος πάθεσιν Ἄχραντε, καὶ συμποδιζόμενος τοῖς παραπτώμασιν, ἡ τὴν χαρὰν κυήσασα, τῶν κακῶν μοι λύσιν παράσχου δέομαι.

Ὁ Εἱρμὸς

ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.

Κοντάκιον Ἦχος πλ. δ'

Πίστιν Χριστοῦ

Φῶς νοητὸν καὶ οὐράνιον, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τῆς ἀκηράτου Τριάδος δοχεῖον ὤφθης Ὀνούφριε, καὶ νῦν μετὰ Ἀγγέλων ἠρίθμησαι, κραυγάζων· Ἀλληλούϊα.

Ὁ Οἶκος

ἀγάπη, τὸ φῶς τὸ ὑπέρλαμπρον! ὦ πασῶν ἀρετῶν τὸ κεφάλαιον! ἡ ἀεὶ τὰ οὐράνια τάγματα εὐφροσύνης πληροῦσα καὶ χάριτος, ἡ ἐνοικήσασα τοῖς Ἁγίοις, Πατριάρχαις Προφήταις καὶ Ἀποστόλοις, ὧν ταῖς εὐχαῖς καὶ ἡμῖν ἐνοίκησον, ἵνα σὺν αὐτοῖς μελῳδῶμεν τῷ Θεῷ, Ἀλληλούϊα.

Συναξάριον

Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὀνουφρίου τοῦ Αἰγυπτίου.

Στίχοι

Καὶ τὴν ἑνὸς χιτῶνος ἐντολήν, Πάτερ,

περβέβηκας, γυμνητεύσας εἰς τέλος.

Δωδεκάτῃ ἀχίτωνα Ὀνούφριον ἐκ βίου ἦραν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ ἐν τῷ Ἄθῳ.

Στίχοι

Καὶ σοὶ προτείνει δεξιὰν Χριστός, Πέτρε,

Σωθέντι γυμνῷ ἐκ θαλάσσης τοῦ βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀντωνίνης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ Στρατιώτου, καὶ τῶν Ὁσίων Ζήνωνος καὶ Τριφυλλίου Ἐπισκόπου, καὶ τοῦ Ὁσίου Ἰουλιανοῦ τοῦ ἐν τοῖς Δαγάτου (ἢ Δαγάζου).

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

δὴ ζ'

Εἰκόνος χρυσῆς

Νεώσας ψυχήν, τῷ ἀρότρῳ προσευχῆς Πάτερ Ὀνούφριε, καὶ κατασπείρας τὴν ἐγκράτειαν, στάχυν ἁγνείας ἐθέρισας, ᾗ συνδιαιτώμενος μάκαρ, σὺν Ἀγγέλοις ἐκραύγαζες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

μάκρυνας μέν, σεαυτὸν ἐκ κοσμικῆς διαίτης Ὅσιε, ἐν ἐρημίαις δ' αὐλιζόμενος, ἄρτον οὐράνιον εἴληφας· εἶχες γὰρ Χριστὸν σιτοδότην, ᾧ γεγηθὼς ἀνεκραύγαζες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον

Ξενίζει βροτούς, καὶ ἀΰλους Πάναγνε τῆς σῆς λοχείας, θεῖον μυστήριον· μόνη γάρ, ἄνευ σπορᾶς Λόγον τέτοκας, σάρκα γεγονότα δι' οἶκτον, ᾧ σωθέντες κραυγάζομεν· Εὐλογημένη, ἡ Θεὸν σαρκὶ κυήσασα.

δὴ η'

Τὸν ἐν καμίνῳ τοῦ πυρὸς

Αἴγλῃ τοῦ Πνεύματος σαφῶς, πυρσευόμενος τὸν νοῦν φωστῆρος δίκην, θεωριῶν ἀκτῖνας, καὶ ἰαμάτων αὐγάς, ἀστράπτεις Παμμάκαρ Ὀνούφριε, τοῖς ὑπερυψοῦσι, Χριστόν εἰς τοὺς αἰῶνας.

Δυνάμει θείᾳ εὐσθενής, γνωριζόμενος ἀεὶ δαιμόνων θράσος, καθελὼν τῶν ἀλόγων, ζώων τὴν φύσιν σαφῶς, κραυγάζων ὑπέταξας, ὅσιε· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

σπερ νεφέλη φωτεινή, τὸν ὑπέρθεον Χριστὸν ἥλιον φέρεις, ἐν ἀγκάλαις σου Μῆτερ, δι' οὗ τὸν ζόφον παθῶν, ψυχῆς μου λαμπρύνασα αὔγασον, τῷ τῆς ἀπαθείας, φωτὶ Θεογεννῆτορ.

Ὁ Εἱρμὸς

Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

δὴ θ'

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον

Πυρὶ Θεοῦ τῆς ἀγάπης, ἡδονὰς καταφλέξας σαρκός, καὶ ὡραΐσας τὴν ψυχήν, οἷα ἀστὴρ Πάτερ ἔλαμψας, ἐν ἐρήμῳ, φωτίζων τὴν πᾶσαν οἰκουμένην ἐμφανῶς, τοῦ σοῦ βίου ἀκτῖσι, καὶ φέγγει τῶν ἰάσεων.

λος Θεῷ κεκραμένος, δι' ἀγάπης τρισμάκαρ, μετέσχες βασιλείας τῆς αὐτοῦ, καὶ τῆς τρυφῆς τὴν ἀπόλαυσιν, καὶ ζωῆς τὸν χειμάρρουν, καὶ τῶν ἑορταζόντων τόν χορόν, καὶ χαρὰν τὴν ἀγήρω, ἀπείληφας Ὀνούφριε.

Θεὸν εὐΐλατον ἔχων, τῆς ἀσκήσεως πόνοις, ἱδρῶσί τε καμάτων νῦν τῶν σῶν, τοῦτον ἡμῖν ἐξευμένισαι, τοῖς ὑμνοῦσί σε πᾶσι, λυτρούμενος σοφὲ ἐκ συμφορῶν, καὶ παθῶν καὶ ὀδύνης, Ὀνούφριε ἀοίδιμε.

Θεοτοκίον

ς προστασίαν σε μόνην, καὶ ἰσχὺν Θεοτόκε, καὶ τεῖχος καὶ προπύργιον στερρόν, ἔχων τροποῦμαι ἐχθρῶν προσβολάς, καὶ παθῶν ἐπικλύσεις· ἐν σοὶ γὰρ τὰς ἐλπίδας μου ἀεί, ἀνεθέμην τῇ μόνῃ, φθορᾶς ἀπαλλαττούσῃ με.

Ὁ Εἱρμὸς

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ Ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν.

Ἐξαποστειλάριον

Τῶν μαθητῶν ὁρώντων σε

ὑψηλός σου βίος τοῖς μονοτρόποις, κανὼν θεοσεβείας τελειοτάτης· σὺ γὰρ λογισμῷ ἐνζυμωμένος, ἐν ζυγῷ διακρίσεως, ποιεῖς Ὀνούφριε τούτους, εὐπαρακλήτως ὁδεύειν.

Θεοτοκίον Ὅμοιον

μεῖς ἐν σοὶ καυχώμεθα Θεοτόκε, καὶ εἰς Θεὸν σε ἔχομεν προστασίαν, ἔκτεινον τὴν χεῖρά σου τὴν ἄμαχον, καὶ θραῦσον τοὺς ἐχθροὺς ἡμῶν, σοῖς ἐξαπόστειλον δούλοις, βοήθειαν ἐξ Ἁγίου.

Εἰς τοὺς Αἴνους, ψάλλομεν Στιχηρὰ προσόμοια γ' δευτεροῦντες τὸ α'.

Ἦχος πλ. δ'

Ὢ τοῦ παραδόξου θαύματος

Πάτερ θεόφρον Ὀνούφριε, τοῦ Ἠλιοὺ μιμητής, χρηματίσας ἐν πνεύματι, μετανάστης γέγονας, τῆς τοῦ κόσμου συγχύσεως, σαρκὸς ὀρέξεις ἀπαρνησάμενος, καὶ ἐν ἐρήμῳ συναυλιζόμενος, χαίρων μακάριε, τὴν ψυχὴν ἐπτέρωσας, πρὸς οὐρανόν, ἔνθα τὸ πολίτευμα, σαφῶς ἐκέκτησο.

σιε Πάτερ Ὀνούφριε, ἱερωτέραν ψυχήν, θεοφρόνως κτησάμενος, πειρασμοὺς ὑπήνεγκας, θείᾳ πίστει ῥωννύμενος, καὶ δι' ἀγάπης Θεῷ ἑνούμενος, τῇ τῶν πραέων γῇ κατεσκήνωσας, ὡραϊζόμενος, ἀρετῶν λαμπρότησιν· ὅθεν τὴν σήν, μνήμην εὐφραινόμενοι, πανηγυρίζομεν.

Πάτερ παμμάκαρ Ὀνούφριε, τὰς ὑπὲρ νοῦν δωρεάς, οὐρανόθεν δεξάμενος, εὐσεβῶς μετέδωκας, τοῖς ποθοῦσι τρισόλβιε, τῆς σῆς ἀσκήσεως τὰ γνωρίσματα, εὐλογημένης φωνῆς ἀκήκοας, ἔνδον γενόμενος, τοῦ νυμφῶνος ἔνθα νῦν, περιπολεῖς, θρόνῳ τοῦ Παντάνακτος, ἀξιοθαύμαστε.

Δόξα... Ἦχος β'

ζήτησας θεοφόρε, τοῦ θεωρεῖν τοῦ Κυρίου τὴν τερπνότητα, καὶ μόνος αὐτῷ μόνῳ, προσομιλεῖν ἐπεπόθησας. Ὅθεν κόσμον κατέλιπες φυγαδεύων, καὶ διαιτώμενος ἐν ἐρήμοις καὶ ὄρεσι, καὶ τὸν Χριστὸν ἐνδεδυμένος, χιτῶνος οὐκ ἐφρόντιζες, τῆς ἀφθαρσίας χιτῶνα σεαυτῷ ἐμπορευόμενος, μεθ' οὗ εἰσῆλθες εἰς τὸν οὐράνιον νυμφῶνα, αἰωνίως ἀγαλλόμενος, Ὀνούφριε Ὅσιε.

Καὶ νν... Θεοτοκίον Ἦχος β'

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Εἰς τὸν Στίχον, τῆς Ὀκτωήχου

 

Ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις