The Orthodox Pages

ΤΑ ΜΗΝΑΙΑ

 ΙΟΥΛΙΟΣ

 

ΟΙΚΟΣΕΛΙΔΑ

Επιστροφή

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΤΗ ΙΒ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α'

Τῶν οὐρανίων ταγμάτων

Πολυειδέσι βασάνοις ἐγκαρτερήσαντες, φωτοειδεῖς στεφάνους, ἐκομίσασθε ἄμφω, Ἱλάριε καὶ Πρόκλε· ὅθεν ὑμῶν, τὴν πανέορτον μνήμην πιστῶς, ἐπιτελοῦμεν δεόμενοι ἐκτενῶς, τοῦ πρεσβεύειν ὑπὲρ πάντων ἡμῶν.

Τοὺς σπαραγμοὺς τῆς σαρκός σου Πρόκλε ὑπήνεγκας, τὴν δι' αἰῶνος λῆξιν, προορώμενος μάκαρ, καὶ τὴν τοῦ Παραδείσου διαγωγήν, καὶ τὸ φῶς τὸ ἀνέσπερον, ἐν ᾧ ὑπάρχων ἱκέτευε καὶ ἡμᾶς, φωτισθῆναι τους τιμῶντάς σε.

Καθάπερ δύο φωστῆρες κόσμον φωτίζετε, τῇ τῶν θαυμάτων αἴγλῃ, ἀθλοφόροι Κυρίου, Ἱλάριε καὶ Πρόκλε, τὸν σκοτασμόν, τῶν παθῶν ἐκδιώκοντες· ὅθεν ἡμᾶς ἀνυμνοῦμεν περιχαρῶς, ἑορτάζοντες τὴν μνήμην ὑμῶν.

Δόξα... Καὶ νν... Θεοτοκίον

Θεομακάριστε Κόρη τὰς ἱκεσίας ἡμῶν, ὡς εὐμενὴς προστάτις, τῶν πιστῶν Θεοτόκε, προσάγουσα τῷ Κτίστῃ, τὸν ἱλασμόν, διαμείβου τοῖς δούλοις σου, ὡς παντελής σωτηρία καὶ ἱλασμός, τῶν ψυχῶν ἡμων Θεόνυμφε.

Ἢ Σταυροθεοτοκίον

ν τῷ Σταυρῷ παρεστῶσα τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, καὶ τὴν μακροθυμίαν, τούτου ἀποσκοποῦσα, ἔλεγες θρηνοῦσα Μῆτερ ἁγνή· Οἴμοι! τέκνον γλυκύτατον, τὶ ταῦτα πάσχεις ἀδίκως Λόγε Θεοῦ, ἵνα σώσῃς τὸ ἀνθρώπινον.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.

Σεπτοῖς Ἀθληταῖς σεπτὸν εἰσφέρω μέλος. Ἰωσήφ. 

Ὠδὴ α' Ἦχος δ'

Τριστάτας κραταιοὺς

Συνόντες τῷ Θεῷ, καὶ ταῖς θείαις ἀκτίσι, πυρσευόμενοι ἀεί, γενναῖοι Ἀθληταί, τὴν ψυχήν μου φωτίσατε, μέλποντος τὴν φωτοφόρον, καὶ σεπτὴν ὑμῶν ἄθλησιν, κατανύξει καρδίας μακάριοι.

πτέρωσεν ὑμᾶς, ὁ οὐράνιος πόθος· ὅθεν πάντα τὰ τερπνά, τοῦ βίου Ἀθληταί, ἐλογίσασθε σκύβαλα, νεύσεσι ταῖς πρὸς τὸ θεῖον, θεωθέντες καὶ ἅπασαν, τῶν ἀθέων ἰσχὺν ταπεινώσαντες.

Πυρὶ θεαρχικῆς, ἀναφθέντες Τριάδος, δυσσεβείας τὴν πυράν, ἐσβέσατε Σοφοί, τῶν αἱμάτων τοῖς ῥεύμασιν· ὅθεν ταῖς τῶν ἰαμάτων, καθαραῖς ἐπομβρήσεσι, τῶν παθῶν ἡμῶν ῥύπον ἐκπλύνατε.

Τὴν ἄλυπον ζωήν, τὴν οὐράνιον δόξαν, Παραδείσου τὴν τρυφήν, τὸ φῶς τὸ νοητόν, τὴν τερπνὴν ἀγαλλίασιν, Μάρτυρες ἐπιζητοῦντες, τῶν δεινῶν ὑπηνέγκατε, τρικυμίαν γενναίῳ φρονήματι.

Οὐράνιοι χοροί, τὴν ὑμῶν καρτερίαν, κατεπλάγησαν σοφοί· αἰκίσεις γὰρ σαρκός, καὶ πολύπλοκα βάσανα, Μάρτυρες γενναιοφρόνως, ὑπηνέγκατε χαίροντες, καὶ ἐχθροῦ τὴν κακίαν συντρίβοντες.

Θεοτοκίον

ὸν τῶν ἀκοῶν, τῆς προμήτορος Εὔας, Γαβριὴλ σοι προσφωνῶν, τὸ Χαῖρε ἀληθῶς, ἐξετίναξε Δέσποινα· μόνη γὰρ τὸν ἀναιρέτην, τῆς κακίας τοῦ ὄφεως, ὑπὲρ νοῦν τε καὶ λόγον ἐκύησας.

Ὠδὴ γ'

Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει

Σοφίᾳ λόγον, θεϊκῶν τοὺς ἀσόφους διήλεγξας, καὶ στρεβλώσεις τῆς σαρκός, ἰσχὺϊ Πνεύματος ἤνεγκας, Πρόκλε παμμακάριστε, μάρτυς θεόπνευστε.

ναρτηθέντα, ὠμοτάτους κελεύει σε ξέεσθαι, ὁ παράφρων πρὸς Θεόν, ψυχῆς τὰ ὄμματα τείνοντα, καὶ τῇ καρτερίᾳ σου, καλλωπιζόμενον.

Θλάσιν ἀνδρείως, τῶν μελῶν καθυπέμεινας πάνσοφε, αἵματι δὲ τὴν πυράν, τῆς ἀσεβείας ἀπέσβεσας, Πρόκλε δυναμούμενος, τῇ θείᾳ χάριτι.

Θεοτοκίον

Λῦσον Παρθένε, τὸν δεσμὸν τῶν κακῶν μου συνδέουσα, τῇ στοργῇ με τοῦ ἐκ σοῦ, τεχθέντος Λόγου πανάμωμε, καὶ σῶσόν με Δέσποινα, ταῖς ἱκεσίαις σου.

Ὁ Εἱρμὸς

Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἐστιν Ἅγιος, πλήν σου φιλάνθρωπε.

Κάθισμα Ἦχος α'

Τὸν τάφον σου Σωτὴρ

λάριον πιστοί, καὶ τὸν ἔνδοξον Πρόκλον, ἀθλήσαντας στερρῶς, καὶ ἐχθρὸν καθελόντας, συμφώνως τιμήσωμεν, τὸν Χριστὸν μεγαλύνοντες, οὗτοι θαύμασι, τῶν παθημάτων τὸ σκότος, ἐκδιώκουσι, φωταγωγοῦντες τοὺς πίστει, αὐτοῖς προσπελάζοντας.

Θεοτοκίον

λπὶς Χριστιανῶν, Παναγία Παρθένε, ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ἀεὶ σε δοξάζουσιν.

Ἢ Σταυροθεοτοκίον

ἄσπιλος ἀμνάς, τὸν ἀμνὸν καὶ ποιμένα, κρεμάμενον νεκρόν, ἐπὶ ξύλου ὁρῶσα, θρηνοῦσα ἐφθέγγετο, μητρικῶς ὀλολύζουσα· Πῶς ἐνέγκω σου, τὴν ὑπὲρ λόγον Υἱὲ μου, συγκατάβασιν, καὶ τὰ ἑκούσια πάθη, Θεὲ ὑπεράγαθε;

Ὠδὴ δ'

Ὁ καθήμενος ἐν δόξῃ

κολούθει σοῦ τοῖς λόγοις, τὸ τοῦ πράγματος βέβαιον· ὁ γὰρ αἱμοβόρος, εἴργετο προβαίνειν τοῖς ἔμπροσθεν, ἕως Χριστὸν τὸν τῶν ὅλων μόνον Κύριον, ὡμολόγησε, Πρόκλε Θεὸν ὑπεράγαθον.

Τεταμένος σὺ τῷ ξύλῳ, καὶ ἱμάσι πεδούμενος, καὶ ποικιλοτρόπως, Μάρτυς ταῖς αἰκίαις βαλλόμενος, θεοῖς ἀψύχοις τὸ σέβας οὐ προσένειμας, ἐν Κυρίῳ Θεῷ σου, σαφῶς δυναμούμενος.

ηττήτῳ παρρησίᾳ, καὶ γενναίῳ φρονήματι, ἀθλοφόρε Πρόκλε, ἔστης πρὸ βημάτων τὴν σάρκωσιν, διαπρυσίως κηρύττων τοῦ κενώσαντος, ἑαυτὸν μέχρι δούλου, μορφῆς Λυτρωτοῦ ἡμῶν.

ταμὸς μὲν ὁ διώκτης, τοῖς σοφοῖς ἐπεδείκνυε, τῶν βασάνων εἴδη, καὶ τὸν βιαιότατον θάνατον, ἀκαταπλήκτους δὲ βλέπων καταπλήττετο, καὶ τὴν ἥτταν ὁρῶν ἑαυτοῦ ἐμωραίνετο.

Θεοτοκίον

Συντριβὲν τῇ παραβάσει, τῶν χειρῶν σου τὸ ποίημα, κατοικτείρων Λόγε, μήτραν ἀπειρόγαμον ᾤκησας, καὶ ἐν δυσὶ ταῖς οὐσίαις προελήλυθας, ἀφθαρσίας καινίζων, ὁδοὺς τοῖς εἰδόσι σε.

Ὠδὴ ε'

Σὺ Κύριέ μου φῶς

Σὺ Κύριε ἰσχύς, τῶν Μαρτύρων καὶ στήριγμα, σὺ Ἅγιε τοῖς Ἁγίοις, ἀδιάσειστον τεῖχος, ἀθλοῦσι προθυμότατα.

ρωτι θεϊκῷ, τὴν ψυχὴν πυρακτούμενος, ὑπέφερες ταῖς λαμπάσι, φλογιζόμενος Πρόκλε, παμμάκαρ ἀξιάγαστε.

Πῦρ μόνον δειλιῶ, τὸ αἰώνιον ἔκραζες, φλεγόμενος μάρτυς Πρόκλε, προσταγαῖς τοῦ τυράννου, καὶ γνώμῃ θανατούμενος.

Θεοτοκίον

Τὶς δύναται τὸ σόν, ἑρμηνεῦσαι μυστήριον, ὦ Δέσποινα Θεοτόκε; τὸν γὰρ Κτίστην τῶν ὅλων, ἀφράστως ἐσωμάτωσας.

Ὠδὴ ς'

Ἦλθον εἰς τὰ βάθη

Οὐ πῦρ οὐδὲ μάστιγες οὐ θῆρες, οὐδὲ θανάτου πεῖρα, γενναιότατοι ὑμᾶς χωρίσαι, τῆς τοῦ Θεοῦ καθαρᾶς ἀμώμου τε, ἀγαπήσεως κατίσχυσε.

Νόμοις ἐγκωμίων οὐ δουλεύει, ἡ τῶν Μαρτύρων ὄντως, μέχρι αἵματος ἀνδραγαθία, μόνος αὐτούς, ὁ δοξάζων Κύριος, μεγαλύνει ὡς θεράποντας.

Εὐπλόως τὸ πέλαγος περῶντες, τῶν χαλεπῶν βασάνων, προσωρμίσθητε πρὸς θεῖον ὅρμον, τῆς ἐν Χριστῷ, ἀθλοφόροι Μάρτυρες, ἀϊδίου ἀπολαύσεως.

Θεοτοκίον

δοὺ ἡ Παρθένος ἀνεβόα, ὁ Ἡσαΐας πάλαι, βουλῆς Ἄγγελον μεγάλης τίκτει, Ἐμμανουήλ, τὸν Θεὸν καὶ Κύριον, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Ὁ Εἱρμὸς

λθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεός, ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου πολυέλεε.

Συναξάριον

Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων μαρτύρων Πρόκλου καὶ Ἱλαρίου.

Στίχοι

νεγκε γυμνὸς πυκνὰ ὁ Πρόκλος βέλη.

Ξίφει δὲ Ἱλάριος ἐτμήθη κάραν.

Δωδεκάτῃ βέλος εἷλε Πρόκλον, ξίφος Ἱλάριόν τε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μιχαὴλ τοῦ Μαλεΐνου, ὃς ἐχρημάτισε Πατὴρ πνευματικὸς τοῦ Ἁγίου Ἀθανασίου τοῦ ἐν τῷ Ἄθῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Σεραπίωνος, καὶ τῶν Ἁγίων μαρτύρων Ἀνδρέου τοῦ στρατηλάτου, Ἡρακλείου, Φαύστου, Μηνᾶ, καὶ τῆς συνοδείας αὐτῶν, καὶ τοῦ Ἁγίου μάρτυρος Μάμαντος, πέραν ἐν τῷ Σίγματι.

ἁγία Βερονίκη ἡ αἱμορροοῦσα, ἣν ἰάσατο ὁ Χριστός, ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ'

Ἀβραμιαῖοι ποτὲ

Σώματα τοῖς αἰκισμοῖς, ἐκδεδωκότες πόθῳ, τοῦ σαρκωθέντος Λόγου Μάρτυρες, πρὸς τούτου τὸν στέφανον, τὸν τῆς δικαιοσύνης ἐδέξασθε εἰκότως.

Φωτὶ τῷ θείῳ τὸν νοῦν, πεφωτισμένοι πίστει, βασάνων σκότος παρεδράμετε, βοῶντες πανεύφημοι· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

ρρει χειλέων τῶν σῶν, μελισταγῶν λογίων, παμμάκαρ Πρόκλε θεῖον ἴαμα, ποτίζον τοὺς μέλποντας· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

ώμῃ τῇ θείᾳ τὸν νοῦν, ὀχυρωθεὶς βασάνων, πικρὰς ἰδέας ἐκαρτέρησας, κραυγάζων Ἱλάριε· ὁ τῶν Πατέρων ᾑμων Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

ς τῶν κτισμάτων Ἁγνή, ἁγιωτέρα κύεις, τὸν πάντων Κτίστην διαμένουσα, Παρθένος ἀμίαντος, εὐλογημένη ἀεί, Μήτηρ δεδοξασμένη.

Ὠδὴ η'

Λυτρωτὰ τοῦ παντὸς

Μετὰ πλείστας βασάνους τοξεύμασιν, ἀνημέροις ἐχθρὸς σε προδίδωσιν, ὑφ' ὧν κατατεμνόμενος, παναοίδιμε Πρόκλε, χαίρων εἰς χεῖρας, τοῦ Θεοῦ ἐναπέθου τὸ πνεῦμά σου.

πληγώθη τὸ τίμιον σῶμά σου, ἀνενδότοις τοξεύμασιν Ἅγιε, καὶ ἀνιάτως ἔπληξε, δυσμενεῖς ἀσωμάτους μὴ μελῳδοῦντας· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.

Λαμπρυνόμενος αἴγλῃ τῆς χάριτος, ὥσπερ λίθος ἐν γῇ κυλιόμενος, συνέτριψας Ἱλάριε, ὀχυρώματα πλάνης μέλπων συντόνως· Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Οἱ κρουνοὶ τῶν αἱμάτων σου ῥεύσαντες, ἀσεβείας τὸ πῦρ ἐναπέσβεσαν, τοὺς δὲ πιστοὺς κατήρδευσαν, μελῳδοῦντας ἀπαύστως· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τόν Κύριον.

Θεοτοκίον

Σαρκωθεὶς ἐξ ἀχράντων αἱμάτων σου, ὁ Θεὸς ὁ ποιήσας καὶ πλάσας με, Θεοκυῆτορ Δέσποινα, ἀνεκτήσατο κόσμον οὕτω βοῶντα· Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Ὁ Εἱρμὸς

Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Ὠδὴ θ'

Εὔα μὲν τῷ τῆς παρακοῆς

δε φωταυγὴς καὶ ἱερὰ καὶ εὔσημος, τῶν Μάρτύρων μνήμη ἔλαμψε, πᾶσαν τὴν γῆν φωταγωγοῦσα, τὸν ζόφον τῆς κακίας ἐξαίρουσα, καὶ νέφη τῶν ψυχῶν ἀπελαύνουσα, καὶ ἰαμάτων χάριν βρύουσα.

ς δύο μαζοὶ πνευματικοὶ προχέετε, ἰαμάτων γάλα Ἅγιοι, πᾶσαν ἐκτρέφοντες καρδίαν, πικρίαν νοσημάτων διώκοντες, καὶ πάθη χαλεπὰ θεραπεύοντες· ὅθεν ἀξίως μακαρίζεσθε.

Σταγόσιν αἱμάτων Ἀθληταὶ φοινίξαντες, ἁλουργίδα παναοίδιμοι, ταύτην ὡραίως τε φοροῦντες, Χριστῷ συμβασιλεύετε πάντοτε, τῷ μόνῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν, ὑπέρ τοῦ κόσμου ἱκετεύοντες.

γῆ ἐπευλόγηται ὑμῶν τοῖς αἵμασι, καὶ λειψάνων καταθέσεσι, τῶν πρωτοτόκων δ' Ἐκκλησία, τοῖς πνεύμασιν ἐνθέως φαιδρύνεται, ἐν ᾗ μετὰ Μαρτύρων ὡς Μάρτυρες, ὑπὲρ τοῦ κόσμου ἱκετεύσατε.

Θεοτοκίον

Φωτὸς οἰκητήριον ἁγνὴ γεγένησαι, Παναγία Μητροπάρθενε, τοῦ διά σου ἐπιφανέντος, ἐν ὕλῃ ὁρωμένη τοῦ σώματος, καὶ πάντας τοὺς ἐν σκότει φωτίσαντος· ὅθεν σε πίστει μακαρίζομεν.

Ὁ Εἱρμὸς

Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.

 

Καὶ ἡ λοιπή, Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.